Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ευλόγιος και Εφραίμιος: Υπεράσπιση της Χαλκηδόνος και Χριστολογία
Εκτεταμένη πατερική υπεράσπιση της Δ΄ Οικουμενικής Συνόδου, του Τόμου του Λέοντα και της χριστολογίας του Κυρίλλου απέναντι στους μονοφυσίτες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ευλόγιος και Εφραίμιος: Υπεράσπιση της Χαλκηδόνος και Χριστολογία
Εκτεταμένη πατερική υπεράσπιση της Δ΄ Οικουμενικής Συνόδου, του Τόμου του Λέοντα και της χριστολογίας του Κυρίλλου απέναντι στους μονοφυσίτες.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Εὐλογίου〉 πάπα Ἀλεξανδρείας βιβλίον ἐν λόγοις βʹ. Τὸ δὲ βιβλίον συνηγορία μέν ἐστι τῶν ἐν τῷ τόμῳ Λέοντος τοῦ ἐν ἁγίοις τῆς Ῥώμης ἀρχιερέως, ἔλεγχος δὲ Τιμοθέου καὶ Σεβήρου τῶν κατειπόντων τοῦ τόμου. Καὶ γὰρ ἡ αἵρεσις ἑκάτερον κατὰ τῆς συνόδου καὶ τοῦ τόμου μεγαλαυχεῖ ἀγωνίσασθαι, ἀλλὰ Σεβῆρον μὲν πλατύτερον, Τιμόθεον δὲ ἀκριβέστερον.
Προσφωνεῖ δὲ τὸ βιβλίον Δομετιανῷ τῷ Μελιτηνῆς ἀρχιερεῖ. Ὁ μὲν οὖν αʹ λόγος ἐν κεφαλαίοις ἀπαρτίζεται δʹ, ϛʹ δὲ κεφαλαίοις καὶ ιʹ ὁ βʹ. Διηγεῖται δὲ μετὰ τὰ προοίμια τὸ αʹ βιβλίον τὴν αἰτίαν δι᾽ ἣν ἡ γραφὴ προῆλθε, καὶ ὡς ἀνδρῶν εὐλαβῶν προτροπῇ ταύτην ἐπράξατο. Ἐφ᾽ οἷς ἐκτίθεται νόμον καὶ κανόνα μὴ δεῖν ἐκ μέρους τὰ συγγράμματα κρίνειν, μηδ᾽ ἀποσπαράγματά τινα λαμβάνοντας διὰ τούτων τὴν ὅλην τοῦ γράφοντος ἐνδιαβάλλειν διάνοιαν· τοῖς γὰρ τοιούτοις καὶ ὁ προφήτης ἐπαφίησι τὴν ἀράν· «Οὐαὶ τοῖς προφητεύουσι, λέγων, ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι».
Τοῦτον δὲ τὸν νόμον καὶ κανόνα καὶ τῶν ἱερῶν ἡμῶν πατέρων αἱ ψῆφοι κρατύνουσι. Καὶ γὰρ καὶ Εὐστάθιος ὁ τῶν Ἀντιοχέων ἀρχιερεὺς ἐν ἓξ λόγοις τὰ κατὰ Ἀρειανῶν αὐτοῖς ῥήμασιν οὕτω φησίν· «Ἀλλ᾽ οἱ παράδοξοι τῆς Ἀρείου θυμέλης μεσόχοροι τὸ μὲν ἁμαρτίαν πεποιηκέναι τὸν Χριστὸν φράζουσι»· καὶ μετ᾽ ὀλίγα· «Τὸ δέ, ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, οὔτε ἐν μνήμῃ φέρουσιν οὔτε τοῖς τῆς γλώττης ὀργάνοις ἐκφωνοῦσιν, ἀλλ᾽ ὥσπερ δεινοὶ συκοφάνται καὶ κατήγοροι ἀκρωτηριάσαντες τὸ χωρίον τὸν ἀγῶνα τῆς κατηγορίας ποιοῦνται». Εἶτα καὶ ἡ ψῆφος ἡ ὑπὲρ τοῦ νόμου· «Δεῖ δὲ φιλαλήθως τοὺς ἐννόμως ἀγωνιστάς, πάντα συμπεριλαβόντας ἀπαραλείπτως, ἀλλὰ μὴ πρὸς ἀπάτην μέρος μὲν ἀποσιωπᾶν, μέρος δὲ ἀποσπῶντας προφέρειν».
Ὡσαύτως καὶ Βασίλειος ὁ θεῖος οὑτωσὶ Σωζοπολίταις ἐπιστέλλων γράφει· «Οὐ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα». Ὥστε τῆς τῶν αἱρετικῶν ἐστιν ἀπονοίας, μέρος τι παραλαβόντα τῆς γραφῆς καὶ τοῦτο παραχαράσσοντα δι᾽ αὐτοῦ τε συκοφαντεῖν τὰ λοιπά, καὶ διὰ τῆς τῶν ἱερῶν λογίων συκοφαντίας καὶ κατατομῆς συγκροτεῖν ἑαυτοῖς τὴν ἀσέβειαν.
Οὕτω δ᾽ ἂν κατηγορηθείη τοῖς ἀσεβέσι καὶ Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὡς διαιρῶν τὸν Ἐμμανουήλ φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ». Ναὶ δὴ καὶ Παῦλον, τὸν περιλαβόντα τὴν οἰκουμένην τῷ τῆς εὐσεβείας κηρύγματι, τοῖς ὁμοίοις ἀκρωτηριαστὴς καὶ συκοφάντης αἰτιάσεται, ἐν οἷς δημηγορῶν πρὸς Ἀθηναίους ἔφη· «Παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν».
Ἐν οἷς πάλιν πρὸς Ἑβραίους γράφων φησίν· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου», καὶ ἑξῆς. Ἆρ᾽ ὁ συκοφάντης καὶ τῶν οἰκείων κλεμμάτων καὶ σπαραγμάτων κριτὴν ἑαυτὸν ποιῶν οὐχ ὡς ἄνθρωπον λεγόντων ψιλὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐκ ἂν καταγνοίη τῶν κηρύκων τῆς θεότητος αὐτοῦ; Ἀλλ᾽ οὐχ οὕτω γε τῆς ἀληθείας ὁ φίλος, ἀλλ᾽ ἐπισυνάψας τοῖς προειρημένοις ἃ καθ᾽ ἕτερον μέρος περὶ τοῦ σωτῆρος τοῖς τῆς εὐσεβείας κήρυξιν ἐθεολογήθη, πάσης ὕβρεως ἀνωτέρους τοὺς τῆς εὐσεβείας ἀποδείξει διδασκάλους. Οἷον συνάψει τοῖς προειρημένοις τό· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλόγητος εἰς τοὺς αἰῶνας ἀμήν».
Ναὶ δὴ καὶ τό· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ». Ὁ ταῦτα τοῖς πρώτοις συναρμόσας καὶ Νεστόριον τούτοις ἀσεβοῦντα διελέγξει, καὶ τὴν εὐσέβειαν λαμπροτέραν ἐπιδείξει.
Οὕτω δὲ καὶ ὁ θαυμάσιος πάλιν Βασίλειος τὴν περὶ τῶν λόγων κρίσιν γίνεσθαι παραινεῖ, ἐν οἷς πρὸς τοὺς μοναχοὺς γράφει· «Τὰ ἀμφιβόλως λεγόμενα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται».
Ὅτι δὲ οὐ χρὴ διά τινων σπαραγμάτων καὶ περικομμάτων τὴν τοῦ συγγραφέως κρίνειν εὐσέβειαν, οὕτω λαμπρὰν ἀφίησι τὴν ἀκτῖνα ἡ ἀλήθεια ὡς καὶ Σεβῆρον αὐτόν, καίτοι περὶ ταῦτα τυφλώττοντα, ὅμως πεῖσαι τοῦτο συνιδεῖν· γράφει γὰρ πρὸς Ἰουλιανὸν τὸν Ἁλικαρνασσοῦ· «Δεῖ τοίνυν τὰς τῶν ὁσίων κατὰ καιροὺς τῆς ἁγιωτάτης ἐκκλησίας μυσταγωγῶν διδασκαλίας ἐντελῶς ἀναγινώσκειν, καὶ μὴ ἐκ μέρους τὰ ἐκείνων προφέρειν καὶ τῆς ὅλης αὐτῶν διανοίας ἐπικινδύνως καταστοχάζεσθαι.
Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν συγγραμμάτων καὶ ἐπὶ πάσης τῆς θεοπνεύστου γραφῆς προσήκει ποιεῖν, ἐπεὶ μηδὲ ἐκ μιᾶς ῥήσεως ἤγουν ἐπιστολῆς ἢ συντάγματος ἔστι παραστῆσαι τὴν ὅλην τοῦ συγγραφέως εὐσέβειαν».
Οὕτω μὲν ἡ τῆς ἀληθείας τοῦ κανόνος ἀστραπὴ καὶ τὸν Σεβῆρον, καίτοι τυφλὸν ὄντα, τῆς οἰκείας αὐγῆς ὅμως ἀπολαῦσαι παρεσκεύασεν. Ἀλλὰ γὰρ τοῦ μὲν νόμου τὸ ἄμαχον κράτος συνιδεῖν ἔσχε, χρήσασθαι δὲ τῷ ἀσυνέτῳ τῆς γνώμης οὐκ ἐμελέτησε. Τὸν γὰρ τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ Λέοντος τόμον οὐ τῷ νόμῳ ὃν ἐκήρυξε, τῇ δὲ τῆς ἀντιπαθείας γλώσσῃ ζυγοστατῶν, καὶ διά τινων σπαραγμάτων καὶ κιβδήλων λόγων προϊών, ἔδοξεν ἐπ᾽ ἀσεβείᾳ γράφειν τὸν εὐσεβῆ, αὐτὸς ὢν ἀληθῶς ἃ διαβάλλειν ἄλλους ἐτόλμησε. Τίς γὰρ ὀξύτερον ἄλλος βέλος κατὰ τοῦ δυσσεβοῦς ἀφῆκε Νεστορίου τῆς στερρᾶς ἐκείνης καὶ λεοντείας φωνῆς· «Ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου»;
Ἀλλὰ ταῦτα μὲν ὁ συκοφάντης παρατρέχει, ἄλλα δέ τινα ῥητὰ πρὸς τὸ οἰκεῖον περικόπτων τε καὶ διαστρέφων βούλημα οὔτε τὴν προειρημένην φωνὴν δυσωπεῖται, οὔτε τὸν παρ᾽ αὐτοῦ λόγοις τιμηθέντα νόμον ἔτι βούλεται εἰδέναι. Εἰ μὲν γὰρ ἅπασα ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ δι᾽ ἀμφιβόλων τινῶν ὥδευε, καὶ ἐξ ὧν οἱ ἀκέφαλοι τὴν τῆς μιᾶς ὑποστάσεως αἰτιῶνται διαίρεσιν, τάχα ἦν αὐτοῖς τῆς διαβολῆς ἡ ἄγνοια πρόφασις· ἐπεὶ δὲ διὰ μυρίων ἡ εὐσέβεια πρόδηλος, πῶς οὐχὶ δευτέραν ἐπὶ τῇ πρώτῃ δυσσεβείᾳ οἱ συκοφάνται προσλαμβάνουσιν; Ἀλλ᾽ ἐν τούτοις μὲν τὰ δύο κεφάλαια.
Τρίτον δ᾽ ἂν εἴη τῶν διαβαλλομένων ῥητῶν τοῦ ἐν ἁγίοις Λέοντος ἡ παράθεσις καὶ ἡ ἐκ τοῦ αὐτοῦ τόμου ἀντιπαράθεσις, δι᾽ ἧς ἡ ἄδικος τῶν συκοφαντῶν γνώμη λαμπρῶς στηλιτεύεται. Ἔστι δὲ τῶν συκοφαντουμένων πρῶτον· «Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτω τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσε».
Τὸ μὲν οὖν ῥητὸν καὶ καθ᾽ ἑαυτὸ εὐσεβοῦς διανοίας ἐστὶ βλάστημα, πλὴν ἀλλ᾽ ἀντιπαρακείσθω τούτῳ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· οὕτω γὰρ ἂν μᾶλλον ἐλεγχθείη τῆς δυσσεβείας τὸ κακούργημα. Ἔχει γὰρ οὕτως· «Ὁ δὲ αὐτὸς τοῦ ἀϊδίου πατρὸς μονογενὴς ἀΐδιος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἥτις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀϊδίου γεννήσεως οὔτε τι ἀπεμείωσεν οὔτε μήν τι ταύτῃ προσέθηκεν» ἕως τοῦ «συνελήφθη μὲν οὖν δῆλον ὅτι ἐκ πνεύματος ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥτις οὕτω φυλαχθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας συνέλαβεν». Ἆρ᾽ ἐνενόησε ταῦτά ποτε Νεστόριος; Ἆρ᾽ εὑρήσει τις κατὰ τούτων διαβολήν τινα, κἂν αὐτὸν ἐνεργοῦντα ἐν ἑαυτῷ τὸν ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνον ἔχῃ διάβολον; Διὰ τί οὖν μὴ πρὸς ταῦτα καὶ εἴ τι ἀμφίβολον μεθαρμόζομεν, ἀλλὰ ταῦτα μᾶλλον ἐκεῖθεν συνδιαβάλλειν θρασυνόμεθα;
Ὅρα δὴ τὸν ἀκέφαλον πῶς πάλιν ἑτέρας οὐκ αἰσχύνεται κατατρέχων ῥήσεως, ἥ φησιν· «Ἐν ὅσῳ τὰ συναμφότερα μετ᾽ ἀλλήλων εἰσί, καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν καὶ τὸ μέγεθος τῆς θεότητος· ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται».
Πῶς γὰρ οὐκ ἐδυσωπήθη τὴν λέγουσαν ἀντιπαραθεὶς φωνὴν καὶ πρὸς τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτισθῆναι «ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνῄσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ».
Πάλιν τὴν μορφὴν εἰς κατηγορίαν προτείνουσιν· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», ἕως «καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε». Δύο γὰρ εἶναι τοὺς ἐνεργοῦντας ἐκδιδάσκειν τὸ ῥητὸν οἱ κατήγοροι ψευδολογοῦσιν.
Ἀλλ᾽ ἐκεῖνος πάλιν δι᾽ ἑαυτοῦ ἀντιπαρατιθεὶς τὴν οἰκείαν φωνὴν ἐμφράττει τούτων τὰ στόματα, λέγων· «Εἷς καὶ ὁ αὐτὸς υἱός τε τοῦ Θεοῦ ἀληθῶς καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, Θεὸς μὲν κατὰ τοῦτο, καθὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος, ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν» ἕως τοῦ· «Ὃν ὡς ἄνθρωπον τοιγαροῦν πειράζει ἡ τοῦ διαβόλου πανουργία, τούτῳ ἅτε δὴ Θεῷ ὄντι ἡ τῶν ἀγγέλων τάξις διακονεῖ». Τὰ γὰρ ἐνταῦθα ῥηθέντα σαφῶς ἑρμηνεύει καὶ ἅπερ ἡ αἵρεσις συκοφαντεῖν ἐπήρθη, καὶ διαβολῆς ἁπάσης δεικνύει ἀνώτερα.
Τέταρτον διαβάλλουσι τὴν ἔχουσαν ῥῆσιν· «Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ἵνα μὴ λάθῃ ὅτι περ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ οὐρανόθεν ἐπιβοῶσά φησιν· »Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα«. Ἀλλ᾽ εὐθὺς αὐτοὺς καταισχύνει τῆς ῥωμαϊκῆς ἀρχιερωσύνης τὸ καλλώπισμα· λέγει γάρ· »Προέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ υἱὸς τοῦ Θεοῦ, ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος, καινῇ τῇ τάξει καὶ καινῇ τῇ γεννήσει γενόμενος, καινῇ μὲν τῇ τάξει, ὅτι περ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ᾽ ἡμῶν» μέχρι τοῦ· «Ὁ γὰρ ὢν Θεὸς ἀληθὴς αὐτός ἐστι καὶ ἄνθρωπος ἀληθής»· καὶ μετὰ ταῦτα· «Ὥσπερ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον, καὶ τὸ τὸν αὐτὸν ἀναζῆν μέλλοντα διασκεδασθέντος τοῦ προσχώματος τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς» καὶ ἑξῆς μέχρι τοῦ· «Ὅστις δι᾽ ἀποκαλύψεως τοῦ πατρὸς τὸν αὐτὸν καὶ υἱὸν Θεοῦ ὡμολόγησε καὶ Χριστόν».
Ἀλλὰ πάλιν ἡ αἵρεσις διασύρει τὸ λέγον ῥητόν· «Εἰ καὶ τὰ μάλιστα ἐν τῷ δεσπότῃ Ἰησοῦ τῷ Χριστῷ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστι πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν».
Ἀλλ᾽ ὁ ἱερὸς ἀνὴρ καὶ ἀναισχύντους ὄντας δι᾽ ἑαυτοῦ ἐντρέπει τοὺς δυσσεβεῖς. Λέγει γάρ· «Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥτις δηλαδὴ τοῦ ἀληθινοῦ σώματος αὐτοῦ γεγένηται, ἐπειδὴ οὐκ ἄλλος ἀνέστη εἰ μὴ ὁ σταυρωθεὶς καὶ ἀποθανών», μέχρι τοῦ· «Ἀλλ᾽ ἕνα υἱὸν Θεοῦ καὶ τὸν λόγον ὁμολογήσομεν καὶ τὴν σάρκα».
Ἀλλ᾽ ἔτι ἐπιπηδᾷ τὸ αἱρετικὸν φρόνημα, καὶ διαβάλλει τό· «Διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν». Ἀλλὰ κἀνταῦθα τοῖς ἰδίοις ὅπλοις ὁ συκοφαντούμενος τούτους καταβάλλει λέγων· «Ἐν ἀκεραίᾳ τοιγαροῦν ἀνθρώπου καὶ τελείᾳ φύσει Θεὸς ἀληθῶς ἐτέχθη ὅλος ἐν τοῖς ἑαυτοῦ καὶ ὅλος ἐν τοῖς ἡμῶν», καὶ ἑξῆς· «Τοιγαροῦν ὃς μένων ἐν μορφῇ Θεοῦ πεποίηκεν ἄνθρωπον, οὕτως ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος».
Πάλιν ἡ αἵρεσις ὁπλίζεται κατὰ τοῦ· «Ποία φύσις ἐμπεπαρμένη τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ κρέμαται»; Καὶ πάλιν ὁ τῆς εὐσεβείας στρατηγὸς τρέπει τὸ πολέμιον, πολλοὺς ἑαυτῷ συνεπαγόμενος συμμάχους· πλὴν ἀλλὰ καὶ καθ᾽ ἑαυτὸν ὧδε καταβάλλει τούτους.
Περὶ γὰρ Εὐτυχοῦς λέγων φησίν· «Ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῷ μονογενεῖ υἱῷ τοῦ Θεοῦ οὔτε διὰ τῆς ταπεινότητος οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστάσεως», καὶ ἑξῆς μέχρι τοῦ· «Τί δέ ἐστι τὸ διαιροῦν τὸν Ἰησοῦν, εἰ μὴ τὴν ἀνθρωπίνην ἀπ᾽ αὐτοῦ φύσιν ἀποχωρίζειν, τὸ μυστήριον δι᾽ οὗπερ ἐσώθημεν μόνου, πειρᾶσθε μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι».
Τὰ μὲν οὖν ῥητὰ τοῦ ἐν ἁγίοις Λέοντος, τά τε ἐπηρεαζόμενα μάτην καὶ ἃ τοὺς ἐπηρεάζοντας καταισχύνουσι, ταῦτα· ἃ τοσοῦτον συσφίγγει τὴν ἕνωσιν, ὥστε θαυμάζειν πῶς ἐκ τούτων οἱ συκοφάνται οὐχὶ σύγχυσιν τοῦ ἀνδρὸς κατεῖπον, ὥσπερ ἐκ τῶν ἐπηρεασθέντων τὴν διαίρεσιν συνεπλάσαντο. Τὸ γὰρ λέγειν ὡς ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου, καὶ ὁ ἄχρονος εἶναι ἤρξατο ἀπὸ χρόνου, πῶς ἔλαθε τοὺς πικροὺς συκοφάντας μὴ συγχύσεως τὸν ἄνδρα γράψασθαι διὰ τούτων; Πλὴν ἀλλ᾽, ὥσπερ τὴν διαίρεσιν ἐπιρραπίζει ταῦτα, οὕτω κἀκεῖνα τὴν σύγχυσιν ἀποσκευάζεται.
Τί δήποτε δὲ ὁ συγγραφεὺς διὰ τοιούτων ὥδευσε ῥημάτων; Διττὸς τηνικαῦτα κατὰ τῆς ἐκκλησίας συνίστατο πόλεμος, ἐνταῦθα μὲν τὸν Εὐτυχέα φέρων πρωτοστάτην, ἐκεῖθεν δὲ τὸν Νεστόριον, καὶ μετὰ τὴν πληγὴν καὶ τὸ πτῶμα μαχόμενον ἔτι. Πρὸς οὖν ἑκατέρους ὁ τῆς εὐσεβείας στρατηγὸς διαμαχόμενος οἰκείοις καὶ καταλλήλοις βέλεσι τοὺς ἀντιπάλους ἐτίτρωσκε, καὶ Νεστορίῳ μὲν πολεμῶν σύγχυσιν διὰ τὴν ὁμολογίαν τῆς ἄκρας ἑνώσεως τοῖς ἀσυνέτοις δοκεῖ παρεισάγειν, Εὐτυχεῖ δὲ συμπλεκόμενος καὶ τὴν τῶν φύσεων διαφορὰν ἀκριβολογούμενος, διαφορὰν ὑποστάσεων κατηγορεῖται προτείνειν.
Δεῖ δὲ τὸν ἀδέκαστον ἀκροατὴν τὸν τοῦ συγγραφέως σκοπὸν ἐξετάζειν καὶ τὸν εἱρμὸν ὅλον τῆς συγγραφῆς ἐπισκοπεῖν. Ὅτι δὲ διχόθεν αὐτῷ προσέβαλε τὸ πολέμιον, αὐτὸς γράφων πρὸς τὸν εὐσεβέστατον βασιλέα Λέοντα καὶ Νεστόριον ἀναθεματίζων καὶ Εὐτυχέα, σαφῶς ἐκδιδάσκει. Ἐχρῆν οὖν εὐλαβῶς τοῖς τῶν πατέρων πόνοις προσέχειν, ἀλλὰ μὴ πρὸς διαβολὴν ἀντὶ τοῦ εὐγνωμονεῖν ἑτοίμους εἶναι. Καὶ καθάπερ τῶν Ἀρειανῶν τὰ ταπεινὰ ῥήματα καὶ τὸ πάθος εἰς τὴν τοῦ υἱοῦ θεότητα μεταφερόντων, ὡς ἂν αὐτὸν εἰς τὸ ἔλαττον καταγάγωσι τοῦ πατρός, τοὺς πατέρας φατὲ βιαζομένους παχυτέραις χρήσασθαι λέξεσι, τὸν κυριακὸν ὀνομάζοντας ἄνθρωπον καὶ τὸν ἀναληφθέντα ...
Ἀνεγνώσθη 〈Εὐλογίου〉 τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας βίβλος, ἐν ᾗ φαίνεται μὲν τῶν τῆς εὐσεβείας ὑπερμαχῶν δογμάτων, τοὺς δὲ τῆς ἀσεβείας προασπιστὰς καταισχύνων. Προτίθεται δὲ αὐτῷ τοῦ ἐν ἁγίοις πάπα Λέοντος ὁ τόμος, ἐπηρεαζόμενος μὲν καὶ συκοφαντούμενος ὑπὸ Θεοδοσίου, ἐνιαχοῦ δὲ καὶ Σεβήρου, τῶν ἀκεφάλων· στηλιτεύει δὲ τὴν ἄνοιαν αὐτῶν καὶ κακουργίαν, οὐδὲν μὲν ἐπιδεικνὺς ἀληθὲς ἢ ἀναγκαῖον λέγοντας, διεψευσμένα δὲ καὶ συμπεπλασμένα, καὶ οὐ κατ᾽ ἐκείνου μᾶλλον ὁπλιζομένους ᾧ διαπληκτίζονται, ἀλλ᾽ οὐδὲν ἔλαττον κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, ὧν οὐδὲ τὰς κλήσεις ὡς οὐχὶ τιμῶσιν οὐμενοῦν οὐκ εἰσὶν ἔξαρνοι· καὶ πρό γε πάντων παρίστησιν αὐτοὺς ἐναργῶς οἷς τὸν εὐσεβῆ διασύρουσι Λέοντα κατά τε τοῦ θεσπεσίου Κυρίλλου καὶ (τὸ θαυμασιώτερον) καθ᾽ ἑαυτῶν τὴν ψῆφον φέροντας· ἐκείνας γὰρ τὰς φωνὰς, ὧν καθυλακτοῦσι, Κύριλλόν τε προκομίζει τὸν θεσπέσιον πολλάκις εἰπόντα, καὶ τῶν ἄλλων ἁγίων τὸν χορόν, ὃν Ἀθανάσιός τε καὶ Γρηγόριοι καὶ Βασίλειος καὶ Ἀμβρόσιος καὶ Ἀμφιλόχιος πληροῦσι.
Καὶ ὁ τελευταῖος τῆς αὐτῶν μανίας ἔλεγχος, αὐτὸν πολλαχοῦ παράγει Σεβῆρον δογματιστὴν ἐκείνων, οἷς κεχρημένος ὁ ἐν ἁγίοις Λέων μυρίαις αἱρέσεως λοιδορίαις παρά τε Θεοδοσίου καὶ αὐτοῦ Σεβήρου βάλλεται· οὕτω τὴν μανίαν ἐπεδείξατο τοὺς ὑπ᾽ αὐτῆς στρατηγουμένους ἐξοπλίσαι, ὥστε καθ᾽ ἑαυτῶν τὰς πληγὰς καιρίας φέροντας μηδεμίαν λαμβάνειν τοῦ πάθους συναίσθησιν.
Ἔστι μὲν οὖν οὗτος ὁ συγγραφεὺς καθαρός τε καὶ ἡδύς, καὶ διὰ συντόμου καὶ λείας ὁδοῦ τοὺς ἐλέγχους ποιούμενος, καὶ πρὸς μηδὲν τῶν ἔξω τοῦ ἀναγκαίου φερόμενος. Εἰς ιδʹ δὲ κεφάλαια τῶν αἱρετιζόντων κατατεμνόντων τὸν τόμον τοῦ ἐν ἁγίοις Λέοντος, οὗ λαβὰς καὶ αἰτιάσεις καὶ μέμψεις ἀλόγους καταχέουσι, καὶ αὐτὸς εἰς τοσαῦτα καταδιεῖλεν ἀνατροπῆς μέρη τὸν τῆς ἀκεφάλου συκοφαντίας ἰσχυρόν τε καὶ ἄφυκτον ἔλεγχον. Ἐπισυνάπτει δὲ τούτοις καὶ τὴν ἀθῴωσιν τῆς ἐν Καλχηδόνι συνόδου ὧν αὐτὴ ἡ αἱρετικὴ κατηγορεῖ γλωσσαλγία, τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν αὐταῖς λέξεσιν οὐ φαμένην φωνήν. Δείκνυσι γὰρ πολλοὺς τῶν ἁγίων πατέρων, οὐ μόνον τῶν πρὸ τῆς ἐν Ἐφέσῳ συνόδου ἀλλὰ καὶ τῶν μετ᾽ αὐτήν, τῇ τοιαύτῃ μὲν οὐ κεχρημένους φωνῇ, δι᾽ ἑτέρων δὲ ῥημάτων τὴν αὐτὴν δογματίσαντας εὐσέβειαν· ὃ καὶ ἡ σύνοδος διεπράξατο.
Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὸν τὸν ἁγιώτατον Κύριλλον ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἑνώσει ταῖς τοιαύταις προφέρει μὴ κεχρημένον λέξεσι. Φησὶ δὲ καὶ ὅτι ἡ καθ᾽ ὑπόστασιν ἕνωσις τῷ Θεσπεσίῳ Κυρίλλῳ βούλεται δηλοῦν, ὡς ἡ τοῦ λόγου ὑπόστασις ἀνθρωπείᾳ φύσει ἡνώθη ἀτρέπτως.
Οὐ μὴν ἀλλ᾽ ὅτι καὶ ἡ τετάρτη ἁγία σύνοδος τὰ παρὰ Κυρίλλου πρὸς Νεστόριον γραφέντα δι᾽ αἰδοῦς καὶ ἀποδοχῆς ποιησαμένη, ἐν οἷς οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τετράκις ἡ καθ᾽ ὑπόστασιν ἕνωσις τοῦ λόγου περιφανῶς ἐκηρύττετο, τὰ τῶν αἱρετικῶν ἐμφράττει στόματα, οἷς αὐτὴν οὐ φρονεῖν οὐδὲ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν συνεπλάσαντο· καὶ ἁπλῶς ὅσα ἂν αἰτιᾶσθαι οἱ ἀκέφαλοι τὸν θαυμάσιον ἐπήρθησαν Λέοντα καὶ τὴν ἐν Καλχηδόνι ἁγίαν τετάρτην σύνοδον, συντόμῳ λόγῳ τοῦ αἰτιάματος ἀπολύων, ἀναντιρρήτοις ἐλέγχοις τοὺς ἐπηρεαστὰς καταισχύνει, καὶ δείκνυσι μᾶλλον αὐτοὺς καθ᾽ ἑαυτῶν, ἢ καθ᾽ ὧν παρετάξαντο καὶ κατὰ τῶν ἁγίων ἡμῶν πατέρων ἢ καθ᾽ ἡμῶν πόλεμον ἔχοντας.
Οὗτος δ᾽ ὁ ἐν ἁγίοις Εὐλόγιος πρεσβυτέρου βαθμὸν ἐν Ἀντιοχείᾳ ἔσχε τὸ πρότερον, καὶ μονῆς ἡγήσατο τῆς παναγίας θεοτόκου τῆς λεγομένης τῶν Ἰουστινιανοῦ. Κατεβάλετο δὲ καὶ ἑτέρας οὐκ ἀγενεῖς πραγματείας. Ὕστερον μέντοι καὶ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς ἐχρημάτισεν.
Ἀνεγνώσθη λόγος στηλιτευτικὸς τοῦ αὐτοῦ ἐν ἁγίοις ἀνδρὸς κατὰ τῆς γεγενημένης τοῖς Θεοδοσιανοῖς τε καὶ Γαϊνίταις τοῖς αὐτοῖς ἀκεφάλοις προσκαίρου ἑνώσεως. Οὗτοι γὰρ διϊστάμενοι πρὸς ἀλλήλους πρότερον, ὕστερον ὧν ὑπερέθνῃσκον δογμάτων ταῦτα προδόντες, ἀλλήλοις εἰς ἑνωτικήν τινα πρὸς ὀλίγον ἀσέβειαν συνεχύθησαν, ἐκεῖθεν δὲ πάλιν ἀναχυθέντες, εἰς τὴν προτέραν ἀσέβειαν μερὶς ἑκατέρα, ἐξ ὧν συνεφύρησαν, διῃρέθησαν.
Ἐλέγχει τοίνυν ἐν τῷδε τῷ βιβλιδαρίῳ τὴν δυσσέβειαν αὐτῶν, καὶ δείκνυσιν ὅτι περ οὐχ ὡς ἐκείνοις ἔδοξεν οἰκονομίαν αὐτοῖς ἡ ἕνωσις ἐξειργάσατο, ἀλλ᾽ ὅλης αὐτῶν τῆς πίστεως προδοσίαν ἐμεθώδευσε. Διαιρεῖ δὲ καὶ τὸ τῆς οἰκονομίας εἶδος, ὅπερ ἡ τοῦ Θεοῦ οἶδεν ἐκκλησία, τρισὶ διαφοραῖς, καὶ ὡς κατὰ μηδεμίαν τῶν τριῶν προῆλθον αὐτοῖς εἰς τὴν συμπεφυρμένην ἀσέβειαν, ποιεῖται τὸν ἔλεγχον, αἱ τῶν ἀκράτων αὐτοῖς δυσσεβημάτων σπονδαί, ἀλλ᾽ (ὡς ἔφημεν) τῆς ὅλης αὐτῶν θρησκείας ἑκατέρα μερὶς ἐπ᾽ ὀνόματι τῆς ἑνώσεως προδοσίαν καὶ ἐξάρνησιν διεπράξατο.
Καὶ πρῶτον μέν φησιν ὡς ὁ τῆς οἰκονομίας λόγος οὐ τὰ τυχόντα τῶν προσώπων ἐπόπτας καὶ διαιτητὰς καθίζει τῆς πράξεως, ἀλλὰ τοὺς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ οἷς τῶν ἀρχιερατικῶν θρόνων οἱ νόμοι κατεπιστεύθησαν, ὧν ἡ λεγομένη τῶν Γαϊνιτῶν καὶ Θεοδοσιανῶν ἕνωσις οὐδένα ἐγίνωσκεν.
Ἔπειτα δὲ τότε τὰς οἰκονομίας ὁ ὀρθὸς λόγος μεταχειρίζεται, ὅτε τὸ δόγμα τῆς εὐσεβείας οὐδὲν παραβλάπτεται· ἐκείνου γὰρ ἀκηράτου καὶ ἀκαπηλεύτου μένοντος, ἡ οἰκονομία περί τι τῶν ἔξωθεν αὐτοῦ χώραν εὑρίσκει συνίστασθαι.
Πολλάκις δέ τις καὶ πρόσκαιρος οἰκονομία προελήλυθε πρὸς βραχύ τι τῶν οὐκ ὀφειλόντων ἀνασχομένη καὶ στέξασα, ἐπὶ τῷ διηνεκὲς μὲν καὶ ἀκλόνητον τὴν εὐσέβειαν ἀπολαβεῖν τὸ κράτος, ὑπεκλύσαι δὲ καὶ τὰς τῶν σκευωρούντων κατὰ τῆς ἀληθείας ὁρμάς, αἳ πολλαὶ φερόμεναι τῇ ῥύμῃ μέγα τι κακὸν ἐργάσασθαι, μὴ πρὸς βραχύ τι τῶν τὴν ἐκκλησίαν οἰκονομούντων ὑπενδιδόντων, παρεῖχον τὸ ἀναμφίβολον. Οὕτως ὁ Παῦλος διὰ τὰς τῶν Ἰουδαίων ἀκαθέκτους ἐπιβουλὰς καὶ τὰς πρὸς τὴν ἀποστασίαν προφάσεις περιτέμνει μὲν τὸν Τιμόθεον, ξυρᾶται δὲ καὶ αὐτὸς τὴν κεφαλὴν καὶ ἁγνίζεται, ὁ πρὸς Γαλάτας γράφων· «Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἂν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».
Ἀλλὰ ταύτην μὲν τὴν οἰκονομίαν βραχύς τις χρόνος ἐπίσταται, καθὰ διδάσκει καὶ τὸ παράδειγμα· διὰ παντὸς δὲ καὶ εἰς ἀεὶ ἡ ἐκκλησία τὸ ἀστασίαστον μεθοδεύει καὶ ὁλόκληρον. Τὸ δὲ ἕτερον εἶδος τῆς οἰκονομίας περὶ τὰς λέξεις λαμβάνει τὴν σύστασιν. Ὅτε γὰρ τῶν τῆς ἐκκλησίας δογμάτων ὀρθῶς ἐχόντων καὶ δι᾽ ἑτέρων φωνῶν ἀνακηρυττομένων, ῥήματά τινα τοῖς ἀκεραιοτέροις σκανδάλου κἂν οὐκ εὔλογοι γίνωνται προφάσεις, ἀποσιωπᾶσθαι συγκαταβαίνει ταῦτα. Ὁ δὲ τοὺς λόγους αὐτοῦ οἰκονομῶν ἐν κρίσει καὶ σιωπῇ, τῶν εὐσεβῶν δογμάτων τὸν φθόγγον εἰς πᾶσαν τὴν οἰκουμένην περιηχθῆναι καταπραγματεύεται.
Οἷα δὴ καὶ τὸν μέγαν Ἀθανάσιον ὁ θεολόγος Γρηγόριος πεποιηκότα ἐπιδείκνυσιν· «Ἐπειδὴ γάρ, φησί, συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας συνδεῖ τοῖς πράγμασι». Καὶ ἐν τῇ πεντηκοστῇ δὲ πάλιν τὸν αὐτὸν διδάσκαλον ἴδοις ἂν τῆς αὐτῆς οἰκονομίας τὸ εἶδος κρατύνοντα· «Ἀλλὰ ταῖς συλλαβαῖς, φησί, δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ. Δότε τὴν δύναμιν τῆς θεότητος καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν».
Καὶ τρίτον δέ φησι τρόπον οἰκονομίας, ὅτε παρορῶνται πρόσωπα πολλάκις ἐκκήρυκτον ψῆφον τῆς ἀκριβείας κατ᾽ αὐτῶν ἀνακηρυττούσης, οὐδὲν ἔλαττον τῶν ὀρθῶν κρατυνομένων δογμάτων. Καθ᾽ ἥν, φησίν, οἰκονομίαν Θεόφιλος μὲν τῷ Γελασίῳ ἐκοινώνει, ἐγγεγραμμένον ἔχοντι τοῖς ἱεροῖς διπτύχοις τὸν Παλαιστῖνον Εὐσέβιον, Κύριλλος δὲ τοῦ Μοψουεστίας Θεοδώρου, κατὰ τὴν ἑῴαν ὡσαύτως ἀνακηρυττομένου, τῆς κοινωνίας οὐκ ἀφίστατο. Ἑώρα γὰρ ἀκηράτοις σῳζόμενα δόγμασι τὰ τῆς εὐσεβείας καιριώτατα. Μέχρι γὰρ τούτου τὰ τῆς οἰκονομίας ὁ ὀρθὸς λόγος ἀνέχεται, μέχρις ἂν οὐδὲν καινοτομεῖται τῶν τῆς ἐκκλησίας δογμάτων.
Τριχῇ τοίνυν τὴν οἰκονομίαν διελών, καὶ κατ᾽ οὐδεμίαν αὐτῶν τὴν τῶν Θεοδοσιανῶν καὶ Γαϊνιτῶν προελθεῖν ἐπιδειξάμενος ἕνωσιν, εἰς προδοσίαν συγκλεισθέντας ἑκάτερον μέρος τῆς οἰκείας θρησκείας παρέστησε, καὶ στῆναι μὲν οὐδαμοῦ, ἀλλὰ συγχυθέντας πάλιν ἀπ᾽ ἀλλήλων διαρραγῆναι καὶ κατ᾽ ἀλλήλων φέρειν τὸν πόλεμον.
Ταῦτα καὶ τοιαῦτα ἕτερα στηλιτεύων τὴν τῶν ἀκεφάλων λεγομένην ἕνωσιν διεξελθών, διὰ πλειόνων ἄλλων ἐναργῶς ἐπεδείξατο ὡς οὐδὲν αὐτοῖς ἴχνος οἰκονομίας διαπέπρακται, ἀλλὰ σαφὴς προδοσία καὶ ἐξάρνησις, ὑπὲρ ὧν πρότερον μυριάκις ὑπελθεῖν τὸν θάνατον διετείνοντο. Οὕτω μὲν τὰ περὶ τῶν ἀκεφάλων ἐν τῷ βιβλιδαρίῳ τούτῳ διέξεισι.
Περιεῖχε δὲ τὸ τεῦχος καὶ ἐπιστολὴν αὐτοῦ γεγραμμένην Εὐτυχίῳ τῷ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἣν ἔγραψεν ἐν πρεσβυτέροις ἔτι τελῶν, πληροφορίαν περιέχουσαν τῆς ὀρθοδόξου καὶ καθολικῆς εὐσεβείας καὶ πίστεως.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Ἐφραϊμίου〉 (πατριάρχης δὲ οὗτος Θεουπόλεως ἦν) λόγοι διάφοροι. Σύρας μὲν γεγονὼς καὶ φωνῆς καὶ γενεᾶς, παιδευθεὶς δὲ καὶ τὴν Ἕλληνα γλῶσσαν οὐκ ἀγεννῶς, ἀλλὰ καὶ πολιτικὰς οὐκ ὀλίγας μεταχειρισάμενος ἀρχάς, ὧν τὴν τελευταίαν, κόμης ἀναρρηθεὶς τῆς ἀνατολῆς, ἐκεῖθεν ἐπὶ τὸν ἀρχιερατικὸν μετηνέχθη θρόνον. Φασὶ δὲ αὐτὸν τά τε ἄλλα ἐπαίνων ἄξια διαβιῶναι, καὶ πολὺν τῆς ἐλεημοσύνης ἐργάτην γενέσθαι.
Συνέταξε μὲν οὖν ὁ ἀνὴρ διαφόρους βίβλους, ὧν εἰς ἡμᾶς τέως τρεῖς περιῆλθον. Σχεδὸν δέ τι αὐτοῦ πάντες, οὓς τεθεάμεθα πόνους, ὑπὲρ τῶν τῆς ἐκκλησίας σπουδάζουσι δογμάτων, καὶ τοῦ παραστῆσαι τὴν κατὰ Καλχηδόνα ἁγίαν σύνοδον πάσης λαβῆς αἱρετικῆς ὑπερκειμένην καὶ ἐπικρατοῦσαν.
Ἐν μὲν οὖν τῇ πρώτῃ βίβλῳ ὁ πρῶτος αὐτῷ λόγος ἐπιστολή ἐστι πρὸς Ζηνόβιόν τινα σχολαστικὸν Ἐμίσης, τῆς ἀκεφάλου μοίρας ὄντα, διαπεμφθεῖσα· σπουδὴν δὲ ποιεῖται περὶ τῶν ἐπηρεαζομένων ῥημάτων, ἃ ἐν τῇ ἐπιστολῇ περιέχεται τοῦ ἁγιωτάτου Λέοντος προέδρου Ῥώμης. Προτάττει δὲ τῆς γυμνασίας τῶν εἰρημένων ῥημάτων δίαιτάν τινα τοῦ τρισαγίου ὕμνου· καὶ γὰρ καὶ ὁ Ζηνόβιος τῆς κοινῆς ἐκκλησίας ἑαυτὸν ἀπορρῆξαι πρόφασιν ἐδίδου τὴν περὶ τὴν τρισάγιον δοξολογίαν καινοτομίαν.
Φησὶ δὲ ὁ Ἐφραΐμιος τὴν τοιαύτην ὑμνολογίαν τοὺς μὲν τὴν ἀνατολὴν οἰκοῦντας εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφέρειν, καὶ διὰ τοῦτο μηδὲν ἐξαμαρτάνειν ἐπισυνάπτοντας τό «Ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς», τοὺς δὲ τὸ Βυζάντιόν τε καὶ τὴν ἑσπερίαν νεμομένους εἰς τὴν ὑπερτάτην καὶ πανίερον πηγὴν τῆς ἀγαθότητος, τὴν ὁμοούσιον Τριάδα, τὴν δοξολογίαν ἀνάπτειν.
Δι᾽ ὃ μηδ᾽ ἀνέχεσθαι τούτους ἐπισυνάπτειν τὸ «Ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς», ἵνα μὴ πάθος τῇ Τριάδι περιάψωσιν. Ἐν πολλαῖς δὲ ταῖς κατὰ τὴν Εὐρώπην ἐπαρχίαις ἀντὶ τοῦ «Ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς» τό «Ἁγία Τριάς, ἐλέησον ἡμᾶς» ἐπάγειν· ἐξ ὧν ἐπιδηλότερον τὸν σκοπὸν τῶν εὐσεβούντων καθίστασθαι, ὡς εἰς τὴν ἁγίαν Τριάδα τὸ «Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος» ἀνάγοντες ἀκριβεῖ καὶ ἀκολούθῳ λόγῳ τὸ «Ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς» παραγράφονται.
Οὕτω μὲν οὖν ἑκατέραν μοῖραν περὶ τῆς προκειμένης δοξολογίας φρονοῦσάν τε καὶ λέγουσαν, ἐπειδὰν κατὰ τὰ ἄλλα τῆς εὐσεβείας δόγματα μηδαμῶς μηδὲν ὁρᾶται παραχαράττουσα, ὀρθῶς τε πράττειν ὁ ἀνὴρ ἀμφοτέρας λέγει καὶ οὐδετέραν χώραν εὑρίσκειν ὑπὸ μῶμον ποιεῖν τὴν ἑτέραν ἢ ὑπὸ κατάγνωσιν ἕλκειν ὕβρεως.
Ἀλλ᾽ ἐκεῖνος μὲν οὕτω διαιτᾷ· ὅτι δὲ τοῖς ἀκεφάλοις αἱρετικοῖς, κακῶς τὴν δοξολογίαν ταύτην ἐκλαμβάνουσι, μεγάλη γίνεται κατὰ τῆς εὐσεβείας καταδρομή, εἰκότως οἱ ἄλλοι πατέρες ἡμῶν παντελῶς περιεῖλον τὸ μὴ δεῖν προσάπτειν ἐν τῇ τρισαγίῳ δοξολογίᾳ τὸ «Ὁ σταυρωθεὶς δι᾽ ἡμᾶς», τῆς γὰρ τριαδικῆς θεολογίας ὕμνον εἶναι τὸ δοξολόγημα, ἐπεὶ καὶ ὁ Χερουβικὸς ὕμνος ἐν τῇ τριαδικῇ φωνῇ τῆς ἁγιότητος προερχόμενος, ἀπ᾽ ἀρχῆς τῆς ὑπὲρ πᾶσαν ἁγιότητα καὶ ἀγαθότητα Τριάδος μελώδημα ἐγνωρίζετο.
Ἀλλ᾽ εἴτε εὖ εἴτε καὶ ἑτέρως περὶ τοῦ τρισαγίου διῄτησεν ὁ ἀνήρ (τάχα γάρ τινα παρεῖχεν αὐτῷ πρόφασιν ὁ καιρὸς τοιαῦτα διαιτᾶν), οὐκ ἔχω νῦν οὐδετέρᾳ γνώμῃ κρίσιν ἐπιθεῖναι ἀδίστακτον, πλὴν οὐκ ἀνίησι τὸν σχολαστικὸν παραινῶν τῷ τῆς ἐκκλησίας συναφθῆναι σώματι.
Ἐν ταύτῃ δὲ τῇ ἐπιστολῇ καὶ τὸν κανόνα, ὃς δεύτερος ἀριθμεῖται ἐν τῇ δευτέρᾳ τῶν ἐν Κωνσταντινουπόλει ρνʹ ἱερωτάτῃ συνόδῳ, αὐτὸς ρξϛʹ εἶναι, οὐκ οἶδ᾽ ὅθεν λαβὼν οὐδὲ τίσιν ἄλλοις συντάττων, ἀριθμεῖ· οὐκ ἐν ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἄλλοις αὐτοῦ λόγοις τὴν αὐτὴν αὐτῷ τῆς ποσότητος ἀπονέμει χώραν.
Ἀρχόμενος δὲ τῆς ὑπὲρ τῶν ὀρθῶν δογμάτων σπουδῆς, προοιμιάζεται μὴ δεῖν συγκρίνειν ἃ περὶ θεολογίας εἴρηται τοῖς πατράσιν ἡμῶν, τοῖς περὶ οἰκονομίας εἰρημένοις Λέοντι τῷ Ῥώμης, ἀλλὰ τὰ μὲν θεολογικὰ τούτου τοῖς θεολογικοῖς, τὰ δὲ περὶ τῆς οἰκονομίας τοῖς ἔχουσιν ἀναλόγως. Ὅσοι δὲ τὴν θεολογίαν ἀντιπαρατιθέασι τῇ οἰκονομίᾳ, οὗτοι γνώμης μὲν ἀδίκου τῆς ἑαυτῶν παρέχονται στήλην, καθ᾽ ὧν δὲ τὴν γλῶσσαν κινοῦσι, τούτοις οὐδὲν ἧττον ἢ εἰ μὴ ἐκεκίνηντο τὸ ἄμωμον συντηροῦσι.
Ταῦτα προδιασκευάσας ῥητὰ προάγει τινὰ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου Λέοντος, ἣν ἐκεῖνος ἔγραψε πρὸς τὸν ἐν ἁγίοις Φλαβιανόν, καὶ μὴν καὶ τῆς πρὸς Λέοντα τὸν βασιλέα, ἐν αἷς θεολογίαν τε λαμπρὰν τοῦ ἀνδρὸς ἐπιδεικνύει, καὶ ὅτι τὸν αὐτὸν υἱὸν τοῦ Θεοῦ καὶ ἀληθῶς υἱὸν ἀνθρώπου γενέσθαι μεγαλοφώνως ἀνακηρύττει, παθητόν τε τὸν αὐτὸν καὶ ἀπαθῆ, καὶ τὸν ἀθάνατον νόμοις ὑποκύψαι θανάτου, καὶ ἁπλῶς τὴν ἄκραν ἕνωσιν τοῦ λόγου καὶ τῆς σαρκὸς ἀμωμήτως τε καὶ θεοπρεπῶς διετράνωσεν.
Οὐ μὴν ἀλλὰ καὶ Νεστόριον λαμπρᾷ τῇ φωνῇ ἐν ταῖς τοιαύταις ἐπιστολαῖς ἀναθεματίσαι, ὡς τὴν μακαρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον τολμήσαντα εἰπεῖν μητέρα· καὶ ὅτι πρῶτος ὁ ἐν ἁγίοις Λέων ἰδικῶς εἶπεν αὐταῖς λέξεσιν ὡς μητὴρ Θεοῦ ἐστιν ἡ ἁγία θεοτόκος, τῶν πρὸ αὐτοῦ πατέρων οὕτω διαπρυσίοις ῥήμασι μὴ τοῦτο φαμένων. Τὸ μὲν οὖν πρῶτον αὐτῷ κεφάλαιον ταῦτα διατάττει.
Δεύτερον δὲ αὐτῷ προάγεται, δι᾽ οὗ δείκνυται ὡς ὁ ὁσιώτατος Λέων τοῖς πατράσι συμφωνῶν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖ υἱόν, καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὥσπερ ἑκατέραν μορφήν, οὕτω καὶ τὴν διάφορον φυσικὴν ἐνέργειαν, οὐδαμοῦ διαίρεσιν τῇ ἑνώσει παρεισάγων, ἀλλ᾽ ἕνα τὸν σεσαρκωμένον ἀνυμνεῖ θεὸν λόγον. Παρατίθησι δὲ ταῖς φωναῖς τοῦ ὁσίου Λέοντος τὰ Κυρίλλου δόγματα, δεικνὺς κατὰ πάντα συμφωνοῦντα, καὶ δὴ καὶ Γρηγορίου τοῦ Νύσσης, ἀλλὰ καὶ Ἰουλίου τοῦ Ῥώμης. Ἔτι μὴν παρίστησι τὴν λέξιν, ᾗπερ χρησάμενος ὁ ἐν ἁγίοις Λέων διαβολὴν ἀσεβείας ὑπέστη παρὰ τῶν ἀπὸ Σεβήρου, αὐτὴν ταύτην οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ πεντάκις εἰρημένην Κυρίλλῳ, φημὶ δὴ τὸ ἑκατέρας. Οὐ Κύριλλον δὲ μόνον τὸν νικηφόρον χρῆσθαι τῇ φωνῇ, καθ᾽ ἧς μεμηνότες οἱ ἀπὸ Σεβήρου δυσσέβειαν τῷ θεοφόρῳ ἐπιγράφουσι Λέοντι, ἀλλὰ καὶ τὸν θαυμαστὸν Βασίλειον.
Οὐκ ἐν ταύτῃ δὲ μόνῃ τῇ φωνῇ συμφωνεῖν τοῖς τῶν πατέρων λογάσι τὸν ἐν ὁσίοις ἀποδείκνυσι Λέοντα, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι δόγμασί τε καὶ ῥήμασι, καθ᾽ ὧν ὑλακτεῖν οἱ αἱρεσιῶται οὐ πεφρίκασι· τούς τε γὰρ εἰρημένους πατέρας ὁμοδοξεῖν τε καὶ ὁμολογεῖν τῷ ἀνδρί, καὶ μὴν καὶ Ἀθανάσιον τὸν πολύαθλον, καὶ τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, Πρόκλον τε τὸν Κωνσταντινουπόλεως καὶ Ἀμφιλόχιον τὸν Ἰκονίου καὶ τὸν θαυμάσιον Ἰωάννην τὸν Χρυσόστομον. Ἀλλὰ ταῦτα μὲν καὶ τὸ δεύτερον αὐτῷ διαπραγματεύεται κεφάλαιον.
Τὸ δὲ τρίτον, ὅτι τὰ ἄρθρα προταττόμενα τῶν ἐν τῷ Χριστῷ φύσεων οὐδαμῶς υἱῶν δυάδα ἐπινοεῖν οὐμενοῦν οὐχ ὑποτίθεται, ἀλλ᾽ ἔστιν ἰδίωμα τῆς ἱερᾶς γραφῆς οὐ προσώπων μὲν (ὡς εἴρηται) δυάδα παρεισάγον, τὰς ἑνωθείσας δὲ φύσεις ἀτμήτους τε καὶ ἀδιαιρέτους διαφυλάττον.
Καὶ γὰρ καὶ ταύτην τὴν ἐπήρειαν κατὰ τῆς τοῦ Λέοντος ἐπιστολῆς ἡ αἱρετικὴ λύσσα κατέχεεν, εἰπόντος αὐτοῦ· «Ὥσπερ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς ἀξίας οὐκ ἀναλίσκεται».
Ὅπερ οὖν εἴρηται, κατὰ τὸ τρίτον κεφάλαιον ἔκ τε τῶν εὐαγγελικῶν φωνῶν καὶ ἐκ τῶν ἀποστολικῶν, καὶ δὴ καὶ ἐκ τῶν μακαρίων πατέρων ἡμῶν, Ἰγνατίου τοῦ θεοφόρου καὶ Ἰουλίου καὶ Ἀθανασίου καὶ Γρηγορίων καὶ Βασιλείου, διελέγχει τοὺς δυσσεβεῖς ὡς ἡ τῶν ἄρθρων χρῆσις (πάντες γὰρ οὗτοι τούτοις ἐχρήσαντο) οὐδεμίαν τομὴν ἢ διαίρεσιν ἐπινοεῖ τῆς ἑνώσεως. Ἐν οἷς ὑποφέρει ὅτι καὶ τό· «Ἐν ὅσῳ τὰ συναμφότερα μετ᾽ ἀλλήλων ἐστίν» (εἰρημένον δέ ἐστι τοῦτο τῷ ὁσιωτάτῳ Λέοντι) οὐ χρόνου δήλωσιν, ἀλλ᾽ ἀντὶ τοῦ διὰ παντὸς παραλαμβάνεται.
Τέταρτον δὲ κεφάλαιον εἰς μέμψιν παρὰ τῶν αἱρετικῶν προταθὲν ἀνεύθυνον παντελῶς ἀποφαίνει διὰ τῆς ὁμοίας μεθόδου, φωνὰς συμβαινούσας τῷ αἰτιαθέντι παρατιθείς, αἷς ὁ χορὸς τῶν ἁγίων ἡμῶν πατέρων χρῆσθαι εἰώθασι. Τὸ δὲ κεφάλαιον φωναὶ μέν εἰσι τοῦ ἐν ἁγίοις Λέοντος, λέγουσι δὲ ταῦτα· «Τῷ μὲν κλαίειν τὴν βεβαιότητα τῆς αὑτοῦ σαρκὸς ἐπεδείκνυτο, τῷ δὲ ἀναστῆσαι πρὸς τὸ κέλευσμα τῆς αὑτοῦ φωνῆς τὴν ἄχραντον αὑτοῦ θεότητα ἐδήλου. Ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ ἀμφότερα πέπρακταί τε καὶ λέλεκται».
Πέμπτον δὲ λαβὴν προταθεῖσαν παρὰ τῶν αὐτῶν αἱρετικῶν κατὰ φωνῶν ὁμοίων τοῦ αὐτοῦ ἱεροῦ ἀνδρὸς διὰ τῆς ὁμοίας ἐπιρραπίζει μεθόδου. Ἔστι δὲ ἡ φωνή· «Ποία φύσις διαπέπαρται τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ τοῦ προσπεπηγότος τῷ σταυρῷ;» Ἐν τούτῳ τῳ κεφαλαίῳ καὶ Ἰσιδώρου τοῦ ἐν μονάζουσι περιβλέπτου (Ἀλεξανδρεὺς δὲ τὸ γένος οὗτος ἦν, καὶ τοῖς ἀρχιερεῦσιν αἰδέσιμος) διαφόρους ἐξ ἐπιστολῶν διαφόρων χρήσεις ἐπιφέρει, αἳ κατὰ πάντα συμβαίνουσι ταῖς παρὰ τῶν αἱρετικῶν ὡς οὐκ εὐσεβέσι συκοφαντουμέναις.
Ἀλλὰ ταῦτα μὲν ἡ πρὸς Ζηνόβιον ἐπιστολὴ τὰ κεφάλαια πόνον ἐποιεῖτο. Ἕτεραι δὲ αὐτῷ πρὸς τὸν βασιλέα Ἰουστινιανὸν γράφονται ἐπιστολαί, ἡ μὲν αὐτοῦ τὴν εὐσέβειαν ἀποδεχομένη, ἡ δὲ ἀσκητῶν τινῶν εὐσεβῶν τὴν ἔρημον οἰκούντων διαμαρτυρίαν ὑπὲρ εὐσεβείας προτεινομένη, ἑτέρα δὲ τὰ τοῦ Ἀνθίμου συνοδικὰ κατὰ τὴν ἀκρίβειαν τῶν τῆς ἐκκλησίας δογμάτων ἀξιοῦσα διατυπωθῆναί τε καὶ ἀποσταλῆναι. Ἄλλη δὲ πρὸς αὐτὸν τὸν Ἄνθιμον μετὰ τὰ συνοδικὰ στέλλεται τὴν ἐκείνων ἀποδοχὴν οὐ παραιτουμένη, ἅτε μηδὲν ἐν αὐτοῖς τοῦ Ἀνθίμου ἐμφανίσαντος τῆς δυσσεβείας, πλὴν προσθεῖναι τὸν Ἄνθιμον ἐξαιτεῖ λεπτομερέστερόν τε καὶ ἀκριβέστερον Εὐτυχῆ τε καὶ τὰ Εὐτυχοῦς δόγματα εἰς ἀνάθεμα θέσθαι.
Γράφει δὲ καὶ πρὸς Δομετιανὸν ἐπιστολήν, ὃς ἐντυχών (ὡς τὸ γράμμα λέγει) ῥήμασί τισι τοῦ ἀνδρὸς διεταράχθη τε τοὺς λογισμοὺς καὶ ἐπιλυθῆναι τὴν ἀπορίαν ἐζήτησε. Τὰ δὲ ῥήματα ἔλεγε ταῦτα· «Οὐκ ἔστιν ὑπόστασιν ὑποστάσει ἑνωθῆναι καθ᾽ ὑπόστασιν, οἷον Παῦλον καὶ Πέτρον μίαν ὑπόστασιν ἀποτελέσαι ἀδύνατον.
Ἀλλ᾽ οὐδὲ οὐσίαν ἑτέρᾳ οὐσίᾳ, καθὸ ἑτεροουσία, εἰς ταυτότητα συνελθεῖν οὐσίας, οἷον ψυχῆς καὶ σώματος οὐσίαν μίαν οὐσίαν ἀποτελέσαι ἀμήχανον, εἰ μήπω ἄρα τις εἰς κοινότητά τινα ταύτας ἀνάγῃ, καθ᾽ ἣν καὶ πρὶν ἑνωθῆναι ἀλλήλων οὐ διέφερον, οἷον τὸ εἰς τὸ κτιστὸν ἀναφέροι ἢ τὸ ὑπὸ χρόνον ἢ τὰ ὅμοια. Τότε γὰρ οὐκέτι ἑτεροουσίαι οὐσίαι εἰς μίαν οὐσίαν συνῆλθον, ἀλλ᾽ αἱ ἀπ᾽ ἀρχῆς ἔχουσαι οὐσίαι τὸ ὁμοούσιον κατὰ τὴν πορρωτάτω κοινότητα τὸ αὐτὸ φυλάττουσαι ἐπεδείχθησαν».
Ἃ μὲν οὖν τὸν Δομετιανὸν ἐθορύβει, καὶ ὧν τὴν λύσιν ἐπεζήτει καὶ ἔτυχε, ταῦτα ἦν· ὁ δὲ πρῶτον μὲν οὐκ ἀπιθάνῳ λογισμῷ τὴν ἀμφισβήτησιν περιέρχεται, εἶτα δὲ καὶ διὰ τῶν πατρικῶν φωνῶν τὰ οἰκεῖα καὶ προκείμενα καλῶς ἔχειν βεβαιοῖ ῥήματα. Καὶ ἡ μὲν πρὸς Δομετιανὸν ἐπιστολὴ ταῦτα ἔπραττεν.
Ἄλλη δὲ πρὸς Συγκλητικὸν τοὔνομα (Ταρσοῦ δὲ μητροπολίτην αὐτὸν τὸ γράμμα οἶδε) διαπέμπεται, τὸν ἀγῶνα καὶ αὐτὴ τὸν κατὰ τῶν ἀκεφάλων προάγουσα. Ἐν ᾗ μετὰ τὴν ἕνωσιν τὰς φύσεις τοὺς πατέρας παράγει γνωρίζοντας, καὶ οὐδαμοῦ διὰ ταύτας οὔτε τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν οὔτε τεμνομένην οὔτε διαίρεσιν καὶ διχασμὸν ὑπομένουσαν. Καὶ μαρτυρίαι πάλιν προέρχονται βεβαιοῦσαι τὸ προκείμενον Κυρίλλου τε καὶ τοῦ θεολόγου Γρηγορίου καὶ ἄλλων πατέρων. Καὶ ὅτι ἡ ἐκκλησία τοῦ Θεοῦ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος τὸν ἕνα τῆς ἁγίας Τριάδος θεὸν λόγον ὁμολογεῖ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, οὗ καὶ τὴν καθ᾽ ὑπόστασιν οἶδε καὶ κηρύττει ἕνωσιν· καὶ ὅτι μητέρα Θεοῦ πρῶτον μὲν ἡ Ἐλισάβετ ἀνεῖπεν, ἐν οἷς λέγει· «Καὶ πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με;» Σαφέστερον δὲ τῶν ἄλλων μετὰ ταῦτα τὴν λέξιν πρῶτος ὁ ὅσιος Λέων ὁ πάπας προήνεγκεν. Ἐν γὰρ τῇ πρὸς τὸν Λέοντα τὸν βασιλέα ἐπιστολῇ ῥήμασιν αὐτοῖς οὕτω γράφει· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακαρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα». Ἀλλὰ ταῦτα μὲν καὶ ἡ προκειμένη ἐπιστολή.
Γράφει δὲ ὁ αὐτὸς καὶ πρὸς Ἄνθιμον ἐπίσκοπον Τραπεζοῦντος, ἐν ᾗ τόν τε βασιλέα Ἰουστινιανὸν τῆς εὐσεβείας ἀποδέχεται, καὶ τὸν δυστυχῆ Εὐτυχῆ τὴν καθαίρεσιν ὑποστῆναι, διότι μὴ ἠνέσχετο δύο φύσεων ἕνωσιν λέγειν ἐν μιᾷ ὑποστάσει διατείνεται, καίτοι γε τρανῶς τῶν θεοφόρων πατέρων ἡμῶν τοῦτο δογματιζόντων τε καὶ ἀνακηρυττόντων· ἀλλ᾽ ἐκεῖνον τὸν παράφορον μὴ ἀνέχεσθαι, ἀλλ᾽ ἐκ δύο μὲν φύσεων γεγενῆσθαι τὸν Κύριον, μετὰ δὲ τὴν ἕνωσιν οὐκέτι δύο οὐδὲ ἐν δύο γνωρίζεσθαι, μίαν δὲ φύσιν μετὰ τὴν ἕνωσιν τερατεύεσθαι. Οἷς συμφωνεῖν διελέγχει καὶ τὴν λῃστρικὴν ἐν Ἐφέσῳ σύνοδον, αὐτοῖς εἰποῦσαν ῥήμασι· «Τούτοις καὶ ἡμεῖς πάντες συντιθέμεθα». Καὶ ὡς ἡ ἐν Καλχηδόνι σύνοδος τόν τε Νεστόριον καὶ τὸν Εὐτυχῆ ὑπὸ ἴσῳ καὶ ὁμοίῳ τῷ ἀναθέματι ἔθετο. Καὶ ὅτι τὸ εἰδέναι τὰς φύσεις μετὰ τὴν ἕνωσιν ἐν μιᾷ ὑποστάσει πάσης ἐστὶν ἀλλότριον διαιρέσεως, καὶ τοῦτο αὐτός τε Κύριλλος καὶ ὁ λοιπὸς τῶν θεοφόρων ἀνδρῶν χορὸς λαμπραῖς ἀνακηρύττουσι ταῖς φωναῖς, Εὐτυχὴς δὲ καὶ οἱ αὐτοῦ πρὸ τῆς ἑνώσεως μέν, τουτέστι δίχα ἑνώσεως (ὢ λήρου καὶ δυσσεβείας ὑπερβολή) τὰς δύο κηρύττουσι φύσεις, οὐκέτι δὲ μετὰ τὴν ἕνωσιν.
Καὶ ὅτι οἱ τὸν Εὐτυχῆ ἀναθεματίζοντες καὶ τὰ αὐτοῦ δόγματα παραχρῆμα καὶ ἄκοντες τὴν οἰκουμενικὴν τετάρτην κηρύττουσι σύνοδον· οὐκ ἄλλη γὰρ οἰκουμενικὴ σύνοδος, ἀλλ᾽ αὕτη μόνη δεχθέντα μετὰ τῶν βδελυκτῶν αὐτοῦ δογμάτων (καθὰ καὶ προείρηται) παρὰ τῆς λῃστρικῆς ἐν Ἐφέσῳ δευτέρας συνόδου τοῦτον παντελῶς ἐξέτεμέ τε καὶ ἀπεκήρυξεν. Ἔοικε δὲ ταῦτα γράφειν Ἀνθίμῳ παρουσιάζοντι μὲν τῇ βασιλίδι πόλει, οὔπω δὲ τοὺς ἀρχιερατικοὺς αὐτῆς ὑπελθόντι νόμους· ὃν καὶ παραινεῖ κατά τε τῶν Νεστοριανῶν καὶ τῶν φρονούντων τὰ Εὐτυχοῦς ἀγωνίζεσθαι. Ἀλλὰ ταῦτα μὲν καὶ ἡ παροῦσα λέγει ἐπιστολή.
Ἡ δὲ πρὸς Βράζην τὸν Πέρσην, ἐπεὶ τοῦτο ᾔτησεν ἐκεῖνος, ἐκ τῶν θειῶν γραφῶν ἀλλ᾽ οὐκ ἐκ πατρικῶν μαρτυριῶν περί τε τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος διαλαμβάνει, καὶ περὶ τῆς ἐν σαρκὶ παρουσίας τοῦ λόγου, καὶ περὶ τῆς ἁγίας καὶ ὑπερενδόξου παρθένου καὶ θεοτόκου Μαρίας. Αἱ δὲ γραφαί εἰσιν αὐτῷ ἥ τε παλαιὰ διαθήκη καὶ τὰ κυριακὰ λόγια καὶ τὰ ἀποστολικὰ κηρύγματα, δι᾽ ὧν αἱ προκείμεναι τῶν ὑποθέσεων τὸ ἀληθὲς καὶ βέβαιον ἀπηνέγκαντο. Πλέον δὲ τῶν ἄλλων ἐμφιλοχωρεῖ τῇ ὑποθέσει, ἐν ᾗ ἡ τοῦ λόγου σάρκωσις ἀναδιδάσκεται, ἅτε δὴ καὶ τοῦ καιροῦ πλείονα τὴν περὶ αὐτῆς ἐξεργασίαν ἀπαιτοῦντος. Τοιοῦτον μὲν καὶ τὸ σπούδασμα ταυτησὶ τῆς ἐπιστολῆς.
Γράφει δὲ καὶ πρὸς μοναχούς τινας, οἳ τῆς τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὴν διάστασιν ἐνόσουν· οὓς διὰ πατρικῶν παραινέσεων πειρᾶται συνάψαι, δεικνὺς τὰς ἐκείνων φωνὰς οὐδὲν τῶν ἄλλων αἱρετικῶν διαφέρουσας, καὶ μηδεμίαν ἐξ αὐτῶν, ὥσπερ οὐδ᾽ ἐκείνους, ὄνησιν κερδαίνειν. Συνίστησι δὲ διαφόροις πατέρων μαρτυρίαις ἐφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου διάφορον φυσικὴν ἐνέργειαν θεωρεῖσθαι, καὶ ἀρκεῖν πρὸς πᾶσαν εὐσεβῆ πληροφορίαν θεοτόκον φρονεῖν καὶ λέγειν τὴν παναγίαν παρθένον· ἐπειδὰν γάρ τις εἴπῃ Θεὸν ἐνανθρωπήσαντα τεκεῖν τὴν παναγίαν παρθένον, τῇ τῶν ἀρχαγγέλων οὗτος θεολογίᾳ φαίνεται κεχρημένος.
Γράφει δὲ καὶ ἑτέραν ἐπιστολὴν ὁ αὐτὸς πρὸς τοὺς ἀποσχιστὰς Καλλινίκου, νουθετῶν μὲν τῇ τοῦ Θεοῦ τούτους ἑνωθῆναι ἐκκλησίᾳ, καθαρὰν ἀποφαίνων ταύτην πάσης αἱρετικῆς κηλῖδος, καὶ ὅτι τὰ παρὰ ταύτην συνακτήρια λῃστῶν ἐστι σπήλαια. Καὶ μιμεῖσθαι δεῖν εἰσηγεῖται Συμεῶνα καὶ Βαραδάτον καὶ Ἰάκωβον, ἄνδρας ἐπ᾽ ἀρετῇ ἀνὰ πᾶσαν τὴν γῆν βεβοημένους, οἳ τὴν ἐκκλησιαστικὴν διὰ βίου ἠσπάσαντό τε καὶ ἐξεθείασαν κοινωνίαν.
Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ ἡ παροῦσα ἐπιστολή. Ὁ δὲ ἐφεξῆς λόγος συνοδικὴν ἀναπτύσσει πρᾶξιν τοῦ αὐτοῦ ἁγιωτάτου πατριάρχου Ἐφραϊμίου, ἐν ᾗ ὅ τε Συγκλητικός (τῆς Ταρσοῦ δὲ τοῦτον ὁ προλαβὼν λόγος ἐπίσκοπον εἶπε) λογοθετεῖται οὐκ ὀρθοδόξους λιβέλλους παρά τινων δεξάμενος, ἐξ ὧν καὶ αἱρετικὴν παρέσχεν ὑπόνοιαν, καὶ Στέφανός τις μονάζων, σύγκελλος δὴ τοῦ Συγκλητικοῦ καλούμενος. Καὶ διελέγχεται μὲν κατὰ μικρὸν τοῦ λόγου προϊόντος ἑκάτερος μὴ τὰ ὀρθὰ τῆς ἐκκλησίας στέργων δόγματα, ἀλλὰ πρὸς τὴν Εὐτυχοῦς νόσον ὑποσυρόμενος· ὅμως οὖν τοῦ Συγκλητικοῦ τὴν εὐσέβειαν ἐπὶ τέλει συνελαθέντος εἰπεῖν ἡ σύνοδος διαλύεται.
Ἐν ταύτῃ τῇ πράξει τὸν θεσπέσιον Κύριλλον τῇ φύσει ἀνθ᾽ ὑποστάσεως ἀλλαχοῦ τε παρεισάγει χρήσασθαι, καὶ ἡνίκα λέγει μάλιστα μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἂν εἰπεῖν αὐτόν, πολλάκις τὰς δύο φύσεις ὡμολογηκότα, ὥσπερ ἐκ μεταμελείας μίαν φύσιν, εἰ μὴ τὸ ῥῆμα νυνὶ τῆς φύσεως ἀντὶ τῆς ὑποστάσεως παρειλήφει. Καὶ συγκροτεῖ τοῦτο ἐξ ἑτέρων τε φωνῶν τοῦ αὐτοῦ Κυρίλλου, καὶ ὅτι τοιοῦτον τὸ τῆς ἐκκλησίας φρόνημα. Καὶ ἄλλα δέ τινα χρήσιμα κατὰ τῆς συγχυτικῆς αἱρέσεως ἡ πρᾶξις ἀγωνίσματα περιέχει.
Μετὰ ταῦτα δὲ ἐνεγέγραπτο τῇ βίβλῳ πρὸς Μέγαν τὸν ἐπίσκοπον Βεροίας ἐπιστολή, τὸ ἐν δύο φύσεσι χρῆναι γνωρίζειν τὸν Ἐμμανουήλ, ὡς καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ τετάρτῃ συνόδῳ εἴρηται, δογματίζουσά τε καὶ ἐπικυροῦσα, καὶ ὅτι ἡ λέγουσα χρῆσις μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ τῶν διαιρούντων ἀπ᾽ ἀλλήλων τὰς φύσεις ἔχει τὸ κράτος προβάλλεσθαι, ἀλλ᾽ οὐ κατὰ τῶν ἀναιρούντων τὴν τῶν φύσεων διαφορὰν διὰ τὴν ἕνωσιν. Ὥσπερ δὲ τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη τοῖς διαιροῦσιν ἀπ᾽ ἀλλήλων τὰς φύσεις ἀπομάχεται, οὕτω καὶ τὸ ἐν δύο φύσεσι τὴν καθ᾽ ὑπόστασιν ὁμολογεῖν ἕνωσιν τοὺς συγχυτικοὺς ἐλέγχει καὶ καταισχύνει τούτων τὸ βούλημα.
Οὕτως οὖν καὶ ἡ ἐν δύο φύσεσι καθ᾽ ὑπόστασιν ἕνωσις καὶ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύσις κατὰ μὲν τῶν ἀντικειμένων αὐταῖς καὶ ἀλλήλοις δοξασμάτων ἀγωνίζονται, οὐδετέρα δὲ κατὰ τῆς ἑτέρας ὁπλίζεται. Οὔτε γὰρ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύσις ἐπ᾽ ἀναιρέσει τῆς τῶν φύσεων διαφορᾶς λέγεται, οὔτε ἡ ἐν δύο φύσεσι γινωσκομένη καθ᾽ ὑπόστασιν ἕνωσις διαίρεσιν ἀπ᾽ ἀλλήλων εἰσάγει τῶν φύσεων, ὥστε ἡ τῶν δύο φύσεων ἕνωσις βεβαίωσίς ἐστι τῆς μιᾶς τοῦ λόγου σεσαρκωμένης ὑποστάσεως ἀσυγχύτου καὶ διαφορᾶς ἀδιαιρέτου κηρυττομένης.
Ταῦτα καὶ τοιαῦτα ἕτερα οὐκ ὀλίγα διὰ τῆς προκειμένης ἀναγράφων ἐπιστολῆς τὰ μὲν τῆς εὐσεβείας κρατύνει δόγματα, τῆς δὲ συγχυτικῆς ἀναιδείας διελέγχει τὴν ἀπόνοιαν. Καὶ παραινέσας τὸν τὴν ἐπιστολὴν δεξάμενον ἐπαυξῆσαί τε καὶ πληθῦναι τὰ γεγραμμένα, ἅτε καὶ δυνάμεως οὐκ ἄπορον, καταλήγει γράφων τὸ γράμμα.
Μεθ᾽ ὃ πρὸς Εὐνόϊον μοναχὸν ἑτέραν γράφει, ἐν ᾗ διέξεισι μήτε ἀλλήλοις μήτε ἑαυτοῖς ἐναντιωθῆναι τοὺς ἱεροὺς ἡμῶν πατέρας, ἐπειδὰν περὶ φθορᾶς καὶ ἀφθαρσίας διαλαμβάνωσι. Καὶ ὅτι ἡ μὲν ἀφθαρσία ὑγεία τίς ἐστιν ἀλλ᾽ οὐκ ἀναίρεσις τῆς ἡμετέρας φύσεως, ἡ δὲ φθορὰ νόσος· ὅθεν καὶ τὸν Ἀδὰμ πρὸ τῆς παραβάσεως ἄφθαρτον ἔχοντα σάρκα κατὰ πάντα ὑπάρχειν ἡμῖν ὁμοούσιον. Ταῦτα χρήσεσι πατέρων διαβεβαιῶν, καὶ ἕτερα οὐκ ὀλίγα πρὸς τὴν εὐσέβειαν χρήσιμα συγκαταλέξας τῇ ἐπιστολῇ, πέρας αὐτῇ ἐπιτίθησιν.
Ἐπὶ ταύταις δὲ καὶ λόγοι αὐτῷ διελέχθησαν πανηγυρικοὶ ζʹ, ὁ μὲν εἰς τὰ ἐγκαίνια τῶν ἁγίων προφητῶν, ὁ δὲ εἰς τὰ γενέθλια τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕτερος δὲ πρὸ τῶν ἁγίων νηστειῶν, καὶ ἄλλος εἰς τὴν κατήχησιν τῶν νεοφωτίστων, καὶ δὴ καὶ εἰς τὰ ἐγκαίνια τοῦ ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν Δάφνῃ, καὶ εἰς τὴν ἁγίαν τεσσαρακοστήν, καὶ ἐν μιᾷ τῆς ἁγίας τεσσαρακοστῆς ἐνάτῃ. Ἀλλὰ καὶ ἐπὶ τούτοις ὄγδοος ὁ ἐν τῇ ἁγίᾳ τετράδι λεχθεὶς εἰς τοὺς νεοφωτίστους.
Τὸ μὲν οὖν πρῶτον περιελθὸν εἰς τὰς ἡμετέρας χεῖρας τεῦχος ταῦτα περιεῖχεν. Ἀνεγνώσθη βιβλίον τοῦ αὐτοῦ ἐν ἁγίοις 〈Ἐφραϊμίου〉, ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας θεσμῶν ἡγεῖτο, ἐν λόγοις δʹ, ὧν ὁ μὲν αʹ περὶ τῶν ἐπηρεαζομένων ῥημάτων Κυρίλλου, ἃ ἐκεῖνος παρέθηκε πρὸς Σούκηνσον κατὰ τὴν δευτέραν ἐπιστολὴν γράφων, διαλαμβάνει· τὴν ἐπήρειαν δὲ ἡ τοῦ Σεβήρου αἵρεσις ἐπάγει. Ὁ δὲ βʹ ἀπόκρισίς ἐστι πρὸς τὸν σχολαστικὸν Ἀνατόλιον περὶ ὧν ἐκεῖνος μαθεῖν ἠβουλήθη. Ὁ δὲ γʹ ἀπολογίαν ὑπὲρ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐν Καλχηδόνι συνόδου γράφει πρὸς Δόμνον καὶ Ἰωάννην τοὺς ἐν τῇ δευτέρᾳ Κιλικίᾳ ἀσκοῦντας. Ὁ δὲ τέταρτος πρὸς τοὺς ἀνατολικοὺς μοναχούς, τῆς Σεβήρου δυσσεβείας καὶ αὐτοὺς ἀντεχομένους.
Προτίθησιν οὖν ἐν τῷ αʹ λόγῳ τὴν ἐπηρεαζομένην φωνήν, ὥσπερ ἔφημεν, ἐκ τῆς δευτέρας πρὸς Σούκηνσον ἐπιστολῆς, ἔχουσαν οὕτως· «Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ᾽ ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ καὶ ἐπ᾽ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν τῆς ψυχῆς, ἑτέραν δὲ τὴν τοῦ σώματος. Ἀλλ᾽ ἐν ψιλαῖς διελόντες ἐννοίαις, καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις, οὔτε μὴν καὶ διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐταῖς, ἀλλὰ μίαν ἑνὸς εἶναι νοοῦμεν, ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι᾽ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον».
Αἱ μὲν οὖν ἐπηρεαζόμεναι φωναὶ αὗται· ὁ μὲν γὰρ ἱερὸς Κύριλλος ψυχῆς καὶ σώματος, ἐξ ὧν ὁ εἷς ἄνθρωπος ἀποτελεῖται, τὴν διαφορὰν ἠβουλήθη διὰ τῶν λέξεων παραστῆσαι· διὸ καὶ εἶπεν· «Οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις». Ἡ δὲ αἵρεσίς φησιν· «Ἀλλ᾽ ἐπήγαγε, μίαν ἑνὸς εἶναι νοοῦμεν». Καὶ τί τοῦτο; Μίαν γὰρ ἐνταῦθα τὴν ὑπόστασιν ἀλλ᾽ οὐ τὴν φύσιν εἶπε. Καὶ τοῦτο σαφέστερον ἐδήλωσεν, ἐπαγαγών· «Δι᾽ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Πῶς γὰρ οἷόν τέ ἐστι νοεῖν σώματος καὶ ψυχῆς μίαν οὐσίαν; Ἀλλ᾽ ὅρα πάλιν ἑτέραν ἄνοιαν τῆς αἱρέσεως· «Νοεῖν εἶπε, φησίν, οὐ λέγειν». Καίτοι γε τίς οὐκ οἶδεν ὡς τὸ καλῶς νοούμενον καὶ καλῶς λέγεται, τὸ δὲ κακῶς νοούμενον οὐδὲ λέγεσθαι δίκαιον; Εἰ δὲ διότι λέγει· «Μίαν ἑνὸς νοοῦμεν», τὸ δὲ μίαν καθ᾽ ὑμᾶς τὴν φύσιν εἶπε, καὶ ἑνὸς μὲν εἶναι ζῴου μόνον δεῖ νοεῖν, λέγειν δὲ οὐκέτι, οὐκοῦν οὐ χρὴ λέγειν μίαν φύσιν, εἰ καὶ νοεῖν τισιν ἐπῆλθε τοῦτο. Πῶς δὲ καὶ αὐτὸς ὅλως εἶπεν ἃ λέγειν οὐκ ἔδει;
Ἀλλ᾽ ὁ κενὸς οὗτος ἐρρέτω λῆρος. Πάλιν δέ, φασίν, εἴρηκεν· «Ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι᾽ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Οὐκοῦν τὰς δύο φύσεις λέγει μὴ μένειν ἔτι δύο φύσεις. Εἰ δὲ ἐπὶ τοῦ παραδείγματος, φασί, τὰς δύο φύσεις οὐ λέγει διαμένειν δύο, δῆλον ὅτι καὶ ἐπὶ Χριστοῦ τοῦτο ἀκολούθως θεωρηθήσεται. Καὶ ταῦτά φασι μὴ συνιέντες πρῶτον μὲν ὡς οὐχὶ πάντα τὰ ἐν τῷ παραδείγματι ὀφείλει καὶ ἐν τῷ παραδειγματιζομένῳ θεωρεῖσθαι, δεύτερον δὲ ὅτι τὸ μηκέτι μὲν εἶναι δύο εἶπε, τουτέστι μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν, ἀλλ᾽ ὡς προεῖπε, δι᾽ ἀμφοῖν τὸ ἓν ἀποτελεῖσθαι ζῷον. Καὶ σκόπει ὡς οὐκ εἶπεν ἐξ ἀμφοῖν ἀλλὰ δι᾽ ἀμφοῖν ἀποτελεῖσθαι ζῷον σημαίνων ὡς ἑκατέρα φύσις ἐν τῷ ἀποτελεσθέντι σῴζεται ζῴῳ. Ἐπεὶ τί ἐκώλυεν ἀντὶ τοῦ δι᾽ ἀμφοῖν εἰπεῖν ὅτι διὰ μιᾶς τὸ ἓν ἀπετελέσθη ζῷον; Εἰ γὰρ αἱ δύο οὐκέτι μένουσι δύο, εἰς μίαν δὲ συνῆλθον φύσιν, διὰ μιᾶς ἔδει φάναι τὸ ἓν ἀποτελεῖσθαι ζῷον.
Καὶ οὐδὲ πάλιν εἶπε· «Δι᾽ ἀμφοῖν ἡ μία φύσις ἀπετελέσθη», ἀλλὰ τὸ ἓν ζῷον, τουτέστιν ἡ ὑπόστασις. Καὶ καλῶς οὐκ εἶπε· «Μία φύσις ἀπετελέσθη». Τὸ γὰρ λέγειν τοῦτο τῆς Ἀπολιναρίου λώβης ἐστίν, ὃς ἔφη· «Μίξις θεσπεσία, Θεὸς καὶ ἄνθρωπος μίαν καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν». Καὶ μὴν κἀν τῇ προτέρᾳ πρὸς Σούκηνσον ἐπιστολῇ ἐπὶ τοῦ αὐτοῦ παραδείγματος λέγει· «Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ᾽ ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ᾽ ἥν ἐσμεν ἄνθρωποι. Συντιθέμεθα δὲ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν σαρκὸς καὶ ἑτέραν ψυχῆς», ὥστε ἐν τῇ συνθέσει τὰς δύο φύσεις θεωρεῖ. Οὐκοῦν τὸ «μηκέτι μὲν εἶναι δύο» οὐχὶ μίαν φύσιν ταύτας γενέσθαι λέγει, ἄπαγε, ἀλλὰ μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν. Ὅτι δὲ διάφορος ἡ ψυχῆς καὶ σώματος φύσις καὶ μετὰ τὴν σύνθεσιν ἐν τῷ συνθέτῳ θεωρεῖται, καὶ ὁ θεολόγος Γρηγόριος μαρτυρεῖ ἐν τῷ περὶ τοῦ βαπτίσματος φάσκων λόγῳ· «Διττῶν δὲ ὄντων ἡμῶν ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς τῆς δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις» καὶ ἑξῆς.
Ἀλλὰ καὶ ὁ ἱερὸς Κύριλλος ἐν τῷ ἐνάτῳ λόγῳ τῶν ὑπομνημάτων, ἐν οἷς τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνηματίζει, οὕτω φησί· «Πιστεύειν δὲ ἡμᾶς αἱ θεῖαι γραφαὶ διδάσκουσιν εἰς τὸν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ἐγηγερμένον ἐκ νεκρῶν, ὡς οὐχ ἕτερον ὄντα υἱὸν παρὰ τὸν ἐν αὐτῷ λόγον». Εἶτα· «Οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι (σῶμα γὰρ τὸ σῶμα καὶ οὐ λόγος, εἰ καὶ σῶμα τοῦ λόγου), ἀλλ᾽ ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα». Ποῦ οὖν ἡ τῆς οὐσίας ἤτοι φύσεως ψυχῆς καὶ σώματος ταυτότης;
Ἢ πῶς ταῦτα μία, ὧν οὐκ ἔστι λαβεῖν ταυτότητα φύσεων καὶ οὐσίας; Τὰ αὐτά φησι καὶ Εὐστάθιος ὁ μέγας, ὁ τῆς Ἀντιοχέων ἀρχιερεύς, καὶ Ἀντίοχος ὁ Πτολεμαΐδος, ἐν οἷς φησι· «Κύριε, υἱὲ Δαβίδ, ὁ διπλοῦς καὶ ἁπλοῦς, ὁ δύο καὶ ἕν, μὴ μεριζομένης τῆς οἰκονομίας, μὴ διχοτομουμένης ἡμῶν τῆς σωτηρίας, ἵνα μήτε Θεὸς παθητὸς εὑρεθῇ μήτε ἄνθρωπος καθ᾽ ἑαυτὸν τὴν οἰκουμένην σῴζων».
Καὶ τὸ χρυσοῦν δὲ στόμα τῆς ἐκκλησίας καὶ μυρίος ἄλλος χορὸς τῶν θεοφόρων ἡμῶν πατέρων ἐν δυσὶν οὐσίαις καὶ φύσεσι τὸν ἕνα γνωρίζουσι Χριστόν. Ὅτι μέντοι γε ἐξ ὧν ὁ εἷς σεσαρκωμένος λόγος συνετέθη, ἐν αὐτοῖς καὶ ἔστι καὶ γνωρίζεται, Κύριλλος πάλιν βοᾷ· «Ὥσπερ γάρ, φησίν, ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι». Καὶ πάλιν· «Οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ υἱόν, καθὸ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζόμεθα, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει». Καὶ πάλιν· «Δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σῴζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, καὶ τὸ μὴ πάσχειν θεϊκῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ».
Ἀλλ᾽ ὁ σοφὸς μὲν Κύριλλος ταῦτα· ἡ δὲ αἵρεσις λέγει· «Ἔπαθε θεϊκὼς ἅμα καὶ ἀνθρωπίνως». Ἀλλ᾽ ὁ αὐτὸς πάλιν φησίν· «Ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην». Καὶ ἀνωτέρω περὶ τῆς τοῦ λόγου σαρκὸς οὕτω φησίν· «Οὔτε μεμείωται οὔτε (καθά φησιν) ὑποκέκλεπται· οὐκοῦν ἀναγκαίως σῴζεται». Καὶ ἀνωτέρω· «Κἀν τοῖς τῆς συνθέσεως λόγοις ἐνυπάρχει τὸ διάφορον κατὰ φύσιν τῶν εἰς ἑνότητα συγκεκομισμένων».
Καὶ ἀλλαχοῦ· «Οὐ πέφυρται κατὰ τοῦτο, κατὰ τὸ ἐκείνοις δοκοῦν· οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου. Ἀλλ᾽ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ· ἀλλ᾽ ἐν ἰδιότητι κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου, ἡ ἄρρητος καὶ ἄφραστος ἕνωσις μίαν ἡμῖν ἔδειξεν υἱοῦ φύσιν, πλήν, ὡς ἔφην, σεσαρκωμένην».
Ἰδοὺ φανερῶς καὶ μετὰ τὴν σάρκωσιν ἑκάτερον τῶν ἑνωθέντων ἐν τοῖς κατὰ φύσιν μένειν εἶπε. Ταῦτα διελθὼν ὁ συγγραφεύς φησι μὲν ὡς ὁμοούσιον μὲν ὁμοουσίῳ καθ᾽ ὑπόστασιν οὐχ ἑνοῦται (οὐδὲ γὰρ ψυχὴ ψυχῇ καθ᾽ ὑπόστασιν ἑνοῦται, οὔτε σῶμα σώματι), τὰ δὲ ἑτεροούσια ἑνούμενα τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἀποτελεῖ· εἰς μίαν δὲ οὐσίας ταυτότητα τὰ ἐκ τῆς ἑνώσεως οὐ τρέπεται. Ὥστε εἰ βουλοίμεθα τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, τουτέστι τὴν μίαν ὑπόστασιν, κρατυνθῆναι, ἐν αὐτῇ γνωρίζομεν τῶν ἑνωθέντων τὴν κατ᾽ οὐσίαν διαφοράν.
Τὴν οὖν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην μίαν ὑπόστασιν νοοῦμεν. Εἰ γὰρ μίαν φύσιν σεσαρκωμένην εἰπόντες τὴν κυρίως φύσιν σεσαρκωμένην νοήσομεν, τὸν πατέρα καὶ τὸ πανάγιον πνεῦμα σεσαρκωμένον εἰσφέρομεν· ἡ αὐτὴ γὰρ φύσις υἱοῦ καὶ πατρὸς καὶ ἁγίου πνεύματος.
Ἀλλὰ τοῦτο μὲν ἀκριβέστερον ἐπισκεπτέον. Ἡ δὲ αἵρεσις τί φησι; «Δύο μὲν φύσεων ἕνωσιν λέγομεν, μετὰ δὲ τὴν ἕνωσιν μίαν». Ἀλλ᾽ εἰ μὲν φύσιν καὶ οὐσίαν λέγουσι, πῶς οὐ σύμφυσιν καὶ συνουσίωσιν φρονοῦντες ἁλίσκονται; Εἰ δὲ πρόσωπον ἓν ἢ ὑπόστασιν μίαν, καλῶς φασι. Γινωσκέτωσαν δὲ ὡς ἡ ἄκρα καὶ ἀδιάστατος ἕνωσις οὔτε τομὴν ἐπιδέχεται τῶν ἑνωθέντων οὔτε σύγχυσιν ἢ συνουσίωσιν. Οὕτω γάρ φησι καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ κατὰ Ἰωάννην ὑπομνήματι· «Εἷς ἐστιν ὁ υἱὸς καὶ Χριστός, τομὴν οὐκ ἔχων διὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰπεῖν εἰς τὸ διαστεῖλαι μόνον λόγου τε καὶ σαρκὸς φύσιν, οὐ τὴν αὐτὴν οὖσαν εἰς γνῶσιν». Καὶ πάλιν πρὸς Εὐλόγιον γράφων· «Κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλὰ δύο ἢ καὶ πλειόνων, καὶ διαφερόντων ἀλλήλοις κατὰ τὴν φύσιν. Εἰ τοίνυν λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς καὶ λόγου γέγονεν ἕνωσις».
Καὶ πάλιν ἐκ τῆς αὐτῆς πραγματείας τοῦ λόγου· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς; »Καὶ μυριάκις εὑρεθήσεται ὁ ἱερὸς οὗτος ἀνὴρ τῆς τε τοῦ πατρὸς ὁμοουσιότητος καὶ τῆς ἡμετέρας τὸν ἕνα Χριστὸν ὁμολογῶν μὴ ἀφεστάναι.
Καὶ ὁ ἐν ἁγίοις δὲ τοῦ Ἰκονίου πρόεδρος Ἀμφιλόχιος οὕτω φησίν· «Ὁρᾶτε τοιγαροῦν ὅπως καὶ οἱ θεσπέσιοι πατέρες ὁμοούσιον εἰρήκασι τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον τῇ μητρὶ κατὰ τὴν ἀνθρωπότητα, διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν, οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν».
Τῶν ἀξιολογωτάτων δὲ ὁ Ἀμφιλόχιος· Κύριλλος γὰρ χρήσεις αὐτοῦ κατὰ τοῦ δυσσεβοῦς Νεστορίου προήγαγε. Καὶ Ἀμβρόσιος δὲ ὁ θαυμάσιος ἐκεῖνος ὁμολογητὴς οὕτω φησί· «Πρόσχες τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς σαρκὸς εἷς ἐν ἑτέρῳ λαλεῖ ὁ τοῦ Θεοῦ υἱός, ὅτι ἐν αὐτῷ ἡ ἑκατέρα φύσις ἐστί». Ταύτης δὲ τῆς χρήσεως καὶ κατὰ Νεστορίου κέχρηται ὁ ἱερὸς Κύριλλος.
Ἐν δὲ τῷ λόγῳ ὃς ἐπιγράφεται περὶ ἑρμηνείας τῆς πίστεως, οὕτω φησὶν ὁ αὐτὸς ὁμολογητής· «Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν Θεόν, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιουμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φαντασίαν εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον, δεδεῆσθαι δὲ τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα, ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι, ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία».
Οὔτε γὰρ τοῦ λόγου καὶ τῆς σαρκὸς ὁμοουσιότητα, τουτέστι μίαν φύσιν, εἶπον οἱ πατέρες· μὴ γένοιτο· ὡς καὶ ὁ ἐν ἁγίοις Ἀμβρόσιος κατὰ Ἀπολιναρίου γράφων φησίν· «Ἀλλ᾽ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφημίαν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλονεικίᾳ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδή περ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν». Τὰ αὐτὰ δὲ καὶ σαφέστερον Ἀθανάσιος ἐν τῇ πρὸς Ἐπίκτητον λέγει ἐπιστολῇ.
Ταῦτα εἰπὼν ὁ συγγραφεὺς ἐφεξῆς περὶ φύσεως ἤτοι οὐσίας καὶ περὶ ὑποστάσεως ἤτοι προσώπου πατρικὰς προκομίζει μαρτυρίας, ὡς τὸ κοινὸν μὲν καλεῖται καὶ φύσις καὶ γένος καὶ οὐσία, ὑπόστασις δὲ καὶ πρόσωπον τὸ ἰδικόν. Καὶ κυριολεκτεῖ μὲν ὁ λέγων τὴν φύσιν οὐσίαν καὶ τὸ ἀνάπαλιν, καταχρηστικῶς δὲ δύναταί τις λαμβάνειν καὶ τὸ τῆς φύσεως ὄνομα ἀντὶ ὑποστάσεως. Δεῖ μέντοι γε τὰς λέξεις οὐ πρὸς τὴν τῶν ἀσεβούντων βούλησιν, πρὸς δὲ τὴν τῆς εὐσεβείας λαμβάνειν διάνοιαν. Καὶ εἰ μὲν ἐπὶ προσώπου λέγεται ἡ φωνὴ καὶ τοῦ ἀποτελεσθέντος ἑνός, ἀντὶ ὑποστάσεως δεῖ παραδέχεσθαι τὸ τῆς φύσεως ὄνομα, εἰ δὲ περὶ τῶν ἐξ ὧν ἀπετελέσθη φύσεων ὁ εἷς Χριστός, τότε τὴν φωνὴν τῆς φύσεως ἀντὶ τῆς κυρίας φύσεως καὶ τῆς οὐσίας νοεῖν. Ταῦτα γὰρ παραφυλάττοντες οὐδαμοῦ τοὺς ἱεροὺς καὶ λογάδας ἡμῶν πατέρας εὑρήσομεν διαμαχομένους ἀλλήλοις.
Καὶ ὅτι τοιοῦτον τὸ φρόνημα τῶν πατέρων, ἄκουε τοῦ νικηφόρου Κυρίλλου ἐκ τῆς πρὸς Σούκηνσον πρώτης ἐπιστολῆς· «Οὐ γάρ ἐστι τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν ἤτοι φύσιν μεταχωρῆσαί τι δύνασθαι τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ». Δῆλον γὰρ ὡς τὴν φύσιν ἐνταῦθα ἀντὶ τῆς οὐσίας παρέλαβε.
Καὶ πάλιν ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς· «Ἔφη μὲν γὰρ Θεὸν ἑαυτοῦ τὸν πατέρα, καίτοι Θεὸς ὢν φύσει καὶ τῆς οὐσίας αὐτοῦ». Κἀνταῦθα γὰρ τὸ φύσει τῷ τῆς οὐσίας παρέλαβε σύνδρομον. Καὶ πάλιν· «Ὅταν μὲν γὰρ θεοπρεπῶς λέγῃ περὶ ἑαυτοῦ· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ᾽ ἣν καὶ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας». Παντὶ γὰρ δῆλον ὡς τὴν φύσιν καὶ τὴν οὐσίαν ταὐτὸ σημαίνουσαν ἐβεβαίωσε. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀμφιλόχιος, ὡς ἐκ τῶν προειρημένων δῆλον, ὁμοίως.
Ἀλλ᾽ ὅτι μὲν ἡ φύσις ἀντὶ τῆς οὐσίας παραλαμβάνεται, δέδεικται· ὅτι δὲ καταχρηστικῶς καὶ ἀντὶ τῆς ὑποστάσεως, ὁ αὐτὸς μαρτυρήσει Κύριλλος· ἐν γὰρ ταῖς ἀντιρρήσεσί φησιν· «Ἀναγκαίως οὖν ἡμεῖς τοῖς ἐκείνου μαχόμενοι τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμέν, τοῦ καθ᾽ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαίνοντος πλὴν ὅτι μόνη ἡ τοῦ λόγου φύσις ἤγουν ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος, ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθείς, τροπῆς δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστι Χριστὸς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος».
Καὶ ὁ θαυμάσιος δὲ Βασίλειος, ὁ ἐκ Καππαδοκίας πᾶσαν φωτίσας τὴν οἰκουμένην, τὴν μορφὴν καὶ τὴν οὐσίαν ταὐτὸν δογματίζει. Καὶ Πρόκλος δὲ ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος ὡσαύτως· ὁ μὲν γὰρ τὴν μορφὴν οὐσίαν ὠνόμασεν, ὁ δὲ φύσιν.
Οὕτως οἱ πατέρες ἡμῶν ἐκ δύο φύσεων λέγοντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συγκεῖσθαι ἐκ δύο νοοῦσιν οὐσιῶν, ὥσπερ καὶ ἡνίκα ἐν δύο φύσεσιν, ἐν δυσὶν οὐσίαις. Καὶ ὁ τῆς βροντῆς δὲ υἱὸς τοῦτο διδάσκει ἐν τῷ λέγειν· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγον τῆς ζωῆς». Τὸν ἕνα γὰρ καὶ τὸν αὐτὸν, δι᾽ ὧν ἔφημεν, καὶ ψηλαφητὴν οὐσίαν ἔχειν καὶ ἀψηλάφητον ἀνεκήρυξε. Λόγον γὰρ εἰπὼν τὸν ἀψηλάφητον ψηλαφηθῆναι προσεμαρτύρησε, καὶ ἑωρακέναι εἰπὼν τὸν ἀόρατον προανήγγειλεν· ὥστε τὸν ἕνα Χριστὸν ἐν ψηλαφητῇ καὶ ἀψηλαφήτῳ οὐσίᾳ καὶ ἐν ὁρατῇ καὶ ἀοράτῳ γνωρίζει τε καὶ τοῖς ἄλλοις εἰδέναι διδάσκαλος γίνεται. Εἰ γὰρ καὶ ἑνὸς προσώπου ἑκάτερον, ἀλλ᾽ οὐδεὶς ἂν εἰπεῖν δύναται νοῦν ἔχων ὡς ἡ αὐτὴ φύσις ψηλαφητοῦ καὶ ἀψηλαφήτου καὶ ὁρατοῦ καὶ ἀοράτου.
Οὕτω καὶ τὸ παρὰ τῶν πιστῶν μεταλαμβανόμενον σῶμα Χριστοῦ καὶ τῆς αἰσθητῆς οὐσίας οὐκ ἐξίσταται καὶ τῆς νοητῆς ἀδιαίρετον μένει χάριτος. Καὶ τὸ βάπτισμα δὲ πνευματικὸν ὅλον γενόμενον καὶ ἓν ὑπάρχον, καὶ τὸ ἴδιον τῆς αἰσθητῆς οὐσίας (τοῦ ὕδατος λέγω) διασῴζει, καὶ ὃ γέγονεν οὐκ ἀπώλεσεν.
Ἀλλ᾽ ὁ δυσσεβὴς Νεστόριος, ὃς πρόφασις θεομαχεῖν τοῖς ἐκ διαμέτρου τὴν ἀσέβειαν δοκεῖ γίνεσθαι, δύο φύσεις διῃρημένας καὶ ἰδιοϋποστάτους ἐφαντάζετο, καὶ τὴν τῶν φύσεων κατὰ τὰς ὑποστάσεις διαίρεσιν τῇ μιᾷ προσκυνήσει ἑνοποιεῖν ἐσοφίζετο.
Ὁ δὲ θεόμαχος Εὐτυχὴς τὴν μὲν καθ᾽ ὑπόστασιν ἕνωσιν οὐκ ἠρνεῖτο, οὐδ᾽ ὅτι ἐσαρκώθη ἐκ τῆς θεοτόκου παρθένου ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐκ μεταμελείας μαθὼν λέγειν ὃ οὐκ ἤθελεν· ἀλλὰ καὶ ἀνεθεμάτισεν, ὃ πρότερον αὐτὸς ἔστεργε, τοὺς λέγοντας ἐκ τοῦ οὐρανοῦ κατενηνοχέναι τὴν σάρκα. Τὸ δὲ πρὸς ἡμᾶς ὁμοούσιον, καίτοι πολλὰ καὶ πολλάκις βιασθείς, οὐδαμῶς ὁμολογῆσαι ἠνέσχετο, ἀλλὰ μίαν οὐσίαν κηρύττων ἀντὶ τοῦ ἡμῖν ὁμοούσιον ὁμολογῆσαι τὴν σάρκα, τῷ ἀναθέματι ὑπενήνεκται. Ὁ μὲν οὖν αʹ λόγος ταῦτα διελθὼν τὸν σκοπὸν ἐπεράνατο.
Ἐν δὲ τῷ βʹ λόγῳ εʹ τινῶν κεφαλαίων, ὧν ὁ σχολαστικὸς Ἀνατόλιος τὴν μάθησιν ἐπεζήτησεν, ἀποδίδωσι λόγον, ἑνὸς μέν, εἰ καὶ νῦν Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν σαρκὶ γνωρίζεται· ἑτέρου δέ, εἰ σύνθετος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς ἀθάνατος ἐκτίσθη· τρίτου δέ, πόθεν δυνάμεθα τεκμήρασθαι τὸν εὐαγγελιστὴν Ἰωάννην ἔτι μένειν· ἔτι δέ, εἰ ἀθάνατος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς τὸ συμφέρον ἠγνόησε· καὶ τελευταῖον, τί ἐστι τό· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν».
Τὸ μὲν οὖν αʹ κεφάλαιον διὰ πολλῶν γραφικῶν τε καὶ πατρικῶν φωνῶν συνίστησι καὶ ἀποδεικνύει. Καὶ πρῶτον μὲν ἐξ ὧν Ἠσαΐας περὶ τῆς ἐνσάρκου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναβάσεως εἶπε· «Τίς ἐστιν οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;» τουτέστιν ὁ γήϊνος. Καὶ ὁ αὐτὸς πάλιν· «Ἱμάτιον αὐτοῦ ἐκ Βοσόρ». Ἑβραῖοι δὲ τὸ Βοσὸρ σάρκινον καλοῦσι. Καὶ πάλιν· «Διὰ τί ἐρυθρά σου τὰ ἱμάτια, καὶ τὰ ἐνδύματα ὡς ἀπὸ πατητοῦ ληνοῦ;» Ὅπερ τοῦ πάθους μετὰ τὸ πάθος καὶ ἐν τῇ ἀνόδῳ μηνύει τὸ μυστήριον.
Καὶ πάλιν ἕτερος προφήτης ὡς ἐκ προσώπου τοῦ δεσπότου φησίν, ὡς δῆθεν ὑπὸ τῶν νοερῶν ἐρωτωμένου δυνάμεων· «Τίνες αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν ὤμων σου;» Ἀποκρίνεται γὰρ ὁ σωτὴρ λέγων· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου». Ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῆς ἀναλήψεως οἱ παρεστῶτες ἄγγελοι οὕτω φασίν· «Ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Καὶ ὁ πρωτομάρτυς Στέφανος ἐν τῷ καιρῷ τῆς μαρτυρίας, ἐπιγνοὺς τὸν δεσπότην Χριστὸν ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός, ἐν ἐκείνῳ τῷ σχήματι ἐν ᾧ τοῖς μαθηταῖς συνηυλίζετο, τὸ σεπτὸν καὶ θεῖον θέαμα παρρησίᾳ ὡμολόγησε.
Καὶ τὸ σκεῦος δὲ τῆς ἐκλογῆς, μυσταγωγούμενος πρὸς τὴν ἀλήθειαν, ἐξ οὐρανοῦ κράζοντος ἀκούει Χριστοῦ· «Σαούλ, Σαούλ, τί με διώκεις;» Καὶ πυθομένου· «Τίς εἶ, Κύριε;» «Ἐγώ εἰμί, φησίν, Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις».
Τὸ δὲ Ναζωραῖος καὶ Ἰησοῦς δῆλον ὅτι τῆς σαρκὸς αὐτοῦ μηνύει τὴν ἀλήθειαν. Καὶ Γρηγόριος ὁ Ναζιανζοῦ τὰ αὐτὰ διαμαρτύρεται, καὶ Κύριλλος ἐν τῷ κατὰ συνουσιαστῶν λόγῳ, καὶ Βασίλειος ἐν τῷ περὶ πίστεως, ἀλλὰ καὶ Κύριλλος πάλιν πρὸς Ἀκάκιον Σκυθοπόλεως ἐπίσκοπον γράφων, καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ ἀποπομπαίου.
Τούτων γὰρ ἕκαστος, καὶ μυρίοι ἄλλοι, μετὰ τῆς σαρκὸς καὶ ἀνελθεῖν καὶ διαμένειν καὶ παραγενέσθαι κατὰ τὴν δευτέραν αὐτοῦ κηρύττουσιν ἐπιφάνειαν. Διὸ καὶ ὁ αὐτός ἐστιν οὐράνιος καὶ ἐπίγειος, ὁρατὸς καὶ ἀόρατος, ὁρατὸς μὲν μετὰ τῆς θεότητος, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὸ σῶμα, ἀόρατος δὲ πάλιν μετὰ τῆς ἀνθρωπότητος, οὐ κατὰ τὴν ἀνθρωπότητα, ἀλλὰ κατὰ τὴν θεότητα, κτιστὸς καὶ ἄκτιστος, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὴν εἰρημένην εὐσεβῆ θεωρεῖται διάκρισιν.
Καὶ γὰρ ἡ ἐξ ἡμῶν σάρξ, ἑνωθεῖσα τῷ θεῷ λόγῳ καθ᾽ ὑπόστασιν, οὐκ εἰς τὴν οὐσίαν μετεβλήθη τοῦ λόγου, εἰ καὶ Θεοῦ γέγονε σάρξ· οὐδὲ ὁ λόγος εἰς σάρκα, εἰ καὶ ἰδίαν οἰκονομικῶς ἐποιήσατο τὴν σάρκα. Ἀλλ᾽ εἷς μὲν λέγεται καὶ ἔστι Χριστός, σῴζεται δὲ ἀκαινοτομήτως καὶ ἀχωρίστως καὶ τὰ ἐξ ὧν καὶ ἐν οἷς νοεῖται Χριστός, οὐκ ἄλλος καὶ ἄλλος, μὴ γένοιτο, ἀλλ᾽, ὥσπερ πολλάκις εἴρηται, εἷς καὶ ὁ αὐτός. Ὁ αὐτὸς γενεαλογεῖται καὶ ἔστιν ἀγενεαλόγητος, κατ᾽ ἄλλο δῆλον ὅτι καὶ ἄλλο. Καὶ γὰρ τὰ ἱερὰ λόγιά φησι· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν, καὶ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἀλλὰ καὶ πάλιν βοᾷ· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ».
Ὥστε κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἀγενεαλόγητος, κατὰ δὲ τὴν ἀνθρωπότητα γενεαλογούμενος. Ὁ αὐτὸς πάντα προγινώσκει (ἔστι γὰρ φύσει Θεός) καὶ πάλιν ἀγνοεῖν τὴν ἐσχάτην ἡμέραν διὰ τὸ ἡμέτερον λέγεται φύραμα. Καὶ· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε».
Καὶ πάλιν δῆλον ὅτι κατὰ τὸ ἀνθρώπινον· «Κἀμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε». Ἔτι δέ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής». Καὶ ἀλλαχοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι», τὸ μὲν διὰ τὴν θείαν αὐτοῦ φύσιν, τὸ δὲ διὰ τὴν ἀνθρωπότητα.
Οὕτως οὖν ἐστιν ὁ αὐτὸς ἀπερίγραπτος καὶ περίγραπτος, ὡς δύο γενέσεις ἔχων καὶ δύο οὐσίας ὁ εἷς. Εἰ δὲ μιᾶς οὐσίας ἐστὶ καὶ μετὰ τὴν σάρκωσιν κατὰ τὸν Μάνην, μίαν αὐτοῦ πάντως ὁμολογήσουσι καὶ τὴν γέννησιν, καὶ μάτην υἱὸς ἀνθρώπου κέκληται. Τὸ μὲν οὖν πρῶτον κεφάλαιον οὕτω πως ἐπῆλθε.
Τὸ δὲ βʹ οὕτω διευθετεῖ. Εἴτε θνητός, φησίν, εἴτε ἀθάνατος ἐπλάσθη τὴν ἀρχὴν ὁ Ἀδάμ, πρόδηλον ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων, φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ὑπὸ δέ τινα μένειν ὅρον ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον διεκελεύσατο, ἐντολὴν εἰς φυλακὴν παραθέμενος, ἣν παραβεβηκὼς τὴν φθορὰν ἀντὶ τῆς ἀφθαρσίας εἰσήγαγε· τῷ γὰρ αὐτεξουσίῳ τιμηθεὶς ὁ ἄνθρωπος εἵλετο τὸ χεῖρον, ἑκὼν φυγὼν τὸ ἄμεινον.
Ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ἀθάνατον καὶ νοητὴν δημιουργηθεῖσαν ἐκ παραβάσεως ἴσμεν θανάτῳ παραδεδομένην εἰ καὶ μὴ αἰσθητῷ, ἀλλά γε (τὸ χαλεπώτερον) νοητῷ. Ἡ ἁμαρτία γὰρ αὐτῆς ἐστιν ὁ θάνατος, ὡς κόλασιν αὐτῇ καὶ φθορὰν προξενοῦσα ἄφθαρτον· «Φοβήθητε, γάρ φησι, τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι».
Ἁπλοῦς δὲ μόνος ἐστὶν ὁ Θεός, ἀπερίγραπτος ὤν· πᾶν γὰρ τὸ περίγραπτον οὐχ ἁπλοῦν. Τὰ δὲ παρὰ τὸ θεῖον πάντα σύνθετα. Ὅτι δὲ τὸ σύνθετον δύναται καὶ ἀθάνατον μεῖναι, μαρτυροῦσι μὲν τὰ νοερὰ τάγματα καὶ ἡ ψυχή, μαρτυρεῖ δὲ μᾶλλον καὶ ἡ ἀνάστασις, ἐν ᾗ σύνθετος ὁ ἄνθρωπος οὐδὲν ἧττον ἢ πρότερον, ἀνιστάμενος εἰς ἀθανασίαν, μετὰ ψυχῆς καὶ σώματος ἀνίσταται· «Δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». Καὶ οὐκ ἄν τις εἴποι τὸ σῶμα τότε εἰς τὴν οὐσίαν μεταβαλεῖν τῆς ψυχῆς· εἰ γὰρ καὶ λεπτότερον καὶ διαυγέστερον γίνεται, ἀλλ᾽ οὖν τὰ ἰνδάλματα σῴζει τοῦ σώματος, καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπου φέρων γνωρίσματα. Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις Ἐνὼχ καὶ Ἠλίας καὶ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ἔτι περιόντες ἐν τῷ σώματι· καὶ γὰρ τούτους ὡς ἀπαρχὴν τοῦ ὅλου φυράματος ἡμῶν ὁ δημιουργὸς λαβὼν ἔδειξε πᾶσιν ὡς εἰ μὴ ἥμαρτεν ὁ Ἀδάμ, ἔτι ἂν περιῆν μετὰ τοῦ σώματος. Πλὴν καὶ οὗτοι πολυχρόνιον βίον ἀνύοντες γεύσονταί ποτε θανάτου, κἂν ἐν τῇ ῥιπῇ ὀφθαλμοῦ.
Ὅρα δὲ τὴν δι᾽ αὐτῶν πίστιν, ὡς ἐκ τῶν τριῶν προάγεται γενεῶν, ἐκ μὲν τῶν πρὸ νόμου ληφθέντος τοῦ Ἐνώχ, ἐκ δὲ τῶν μετὰ τὸν νόμον τοῦ Ἠλία, ἐκ δὲ τῶν μετὰ τὴν χάριν τοῦ ἐπιστηθίου τῶν μαθητῶν. Οὐκοῦν καὶ ὁ Ἀδάμ, εἰ τὴν ἐντολὴν ἐφύλαττε, τούτοις ἂν ἀδιστάκτως συμπεριῆν.
Ὅτι δὲ περίεστιν ὁ παρθένος Ἰωάννης, ὅπερ ἐζήτησας, ὥσπερ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν παράδοσις μαρτυρεῖ, οὕτω καὶ τοῦτον. Καὶ τὸ ἐν τοῖς εὐαγγελίοις δὲ εἰρημένον εἰς τὸν αὐτὸν ἡμᾶς νοῦν ἕλκει. Εἶπε μὲν γὰρ ὁ Χριστὸς τὸν τρόπον τοῦ θανάτου, ὃν ἔμελλεν ὑπὲρ αὐτοῦ ἀποθνῄσκειν ὁ Πέτρος· ὁ δὲ Πέτρος τὸν οἰκεῖον θάνατον ἀκούσας εὐθὺς ἐπερωτᾷ περὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου, δῆλον κἀκείνου οὐκ ἄλλο τι ἀλλ᾽ ἢ τὸν τρόπον τοῦ θανάτου αὐτοῦ μαθεῖν ἐπιζητῶν· «Οὗτος δὲ τί;» Οὐ γὰρ ἄλλο μὲν ἤκουε παρὰ τοῦ σωτῆρος περὶ αὐτοῦ, εἰς ἄλλο δέ τι ἀνακόλουθον τὴν ἐρώτησιν μετῆγεν, ὥσπερ παρορῶν καὶ παρὰ φαῦλον ποιούμενος τὴν τοῦ διδασκάλου περὶ αὐτοῦ προφητείαν. Τῆς δὲ τοῦ Πέτρου ἐρωτήσεως περὶ τοῦ θανάτου, ὃν ἔμελλεν ἀποθνῄσκειν ὁ Ἰωάννης, ἐπερωτῶντος, καὶ τοῦ σωτῆρος εἰπόντος· «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;», πῶς οὐχὶ τὴν μέχρι τῆς παρουσίας αὐτοῦ διαμονὴν ἡ ἀλήθεια προλέγει; Διὸ καὶ ὁ ἐν ἁγίοις Κύριλλος τὸ· «Ἀκολούθει μοι» περὶ τοῦ θανάτου τοῦ ἁγίου Πέτρου εἰρῆσθαι τῷ σωτῆρι ἐκδέχεται. Τὸ δὲ ὅτι· «Ἐξῆλθεν ὁ λόγος οὗτος εἰς τοὺς μαθητάς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει» καὶ τὰ ἑξῆς οὐ μόνον οὐδὲν μάχεται, ἀλλὰ καὶ συνᾴδει.
Οὐ γάρ τις αὐτὸν ἀθάνατον εἶναί φησιν, ἀλλὰ διαμένειν μετὰ Ἐνὼχ καὶ Ἠλία μέχρι τῆς δευτέρας τοῦ δεσπότου παρουσίας· ὃ καὶ ὁ μαθητὴς αὐτὸς βεβαιῶν φησιν ὅτι· «Οὐκ εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;» Καὶ φανερὸν ὅτι τὸ μὲν ἀθάνατον εἶναι ἀνέτρεψε, τὸ δὲ μένειν ἕως τῆς παρουσίας ἐβεβαίωσεν.
Εἰ δὲ ὁ Παμφίλου Εὐσέβιος, τὴν ἐκκλησιαστικὴν γράφων ἱστορίαν καὶ τοὺς χρόνους αὐτοῦ, καθ᾽ οὓς ἐβίωσεν, ἀριθμητοὺς ἔθετο, καὶ ὡς μέχρι τῶν Τραιανοῦ χρόνων διήρκεσεν, οὐδὲν μαχόμενον, κἂν δοκῇ, λέγει. Ἐκεῖνο γὰρ ἕκαστος κατὰ νοῦν λαμβανέτω, ὡς οἱ τοῦ Ἐνὼχ κατάδηλοι χρόνοι, καὶ ὅσα ἔτη ἐν τῷ κόσμῳ ἐβίω, σαφῶς ἡ θεία γραφὴ παραδίδωσιν.
Ἀλλ᾽ οὐ διὰ τοῦτο τὴν μετὰ σώματος ἀρνήσεταί τις τοῦ δικαίου μετάθεσιν. Ταύτῃ τῇ δόξῃ συνᾴδουσι καὶ αἱ πράξεις τοῦ ἠγαπημένου Ἰωάννου καὶ ὁ βίος, ἃς οὐκ ὀλίγοι προφέρουσι. Κατατεθεὶς γάρ, φασί, κατὰ τὴν αὐτοῦ ἐκείνου προτροπὴν ἔν τινι τόπῳ, ζητηθεὶς αἰφνίδιον οὐχ εὑρίσκετο, ἀλλὰ μόνον τὸ ἁγίασμα βρύον ἐξ αὐτοῦ τοῦ τόπου ἐν ᾧ πρὸς βραχεῖαν ῥοπὴν ἐτέθη· ἀφ᾽ οὗ πάντες, ὡς πηγὴν ἁγιασμοῦ, τὸ ἅγιον ἐκεῖνο μῦρον ἀρυόμεθα.
Ἐκεῖνο δὲ δῆλον, ὡς τὸ παρὸν ζήτημα, κἂν τῆς ἀληθείας παρασφαλῇ, οὐ φέρει ψυχῆς κίνδυνον. Ἡ μὲν γὰρ περὶ πίστεως ἔρευνα τῆς ἀληθείας παρατραπεῖσα ναυάγιον μέγα τῇ ψυχῇ προξενεῖ, διὸ δὴ καὶ βραχείας τῆς εἰς αὐτὴν τελούσης ἀντέχεσθαι δεῖ συλλαβῆς· ἡ δὲ ζήτησις τῶν παρὰ τὴν εὐσέβειαν προβλημάτων καλὸν μὲν εἰ πρὸς τὸ τῆς ἀληθείας καταλήγει τέλος· εἰ δέ γε ταύτης ἀστοχήσει, οὐ καλὸν μέν, ὅμως ὄλεθρον ψυχῆς οὐ φέρει. Ἀλλὰ τὸ μὲν δεύτερον καὶ τρίτον οὕτω διελύσατο ζήτημα.
Ἀθάνατος δὲ πλασθεὶς ὁ Ἀδὰμ τὸ λυσιτελὲς ἠγνόησεν, ὥσπερ καὶ πρὸ αὐτοῦ ὁ διάβολος καὶ αἱ περὶ αὐτὸν ἀποστατικαὶ δυνάμεις. Τὸ δὲ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν», εἰ καί τισιν εἰρῆσθαι παρ᾽ εἰρωνείαν ἐνομίσθη, ἀλλ᾽ οὐχ οὕτως ἔχει. Οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ὅτι γέγονε τῇ ἀληθείᾳ Θεός· τοῦτο γὰρ παντελῶς μετὰ τοῦ ἀδυνάτου καὶ βλάσφημον.
Τί οὖν βούλεται τὸ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν»; Ἰδοὺ νῦν, φησίν, αἴσθησιν ἐδέξατο οἷόν ἐστι τὸ φαντάζεσθαι γενέσθαι Θεόν. Πρὸς δὲ τὴν ἐκείνου γνώμην ταῦτα φθέγγεται Θεός, καὶ διελέγχει τὴν κακόνοιαν. Ὀνειδίζειν δὲ τὸ θεῖον πρὸς νουθεσίαν ἡμετέραν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν.
Ἀλλὰ ταῦτα μὲν καὶ ὁ βʹ λόγος. Δύναιτο δ᾽ ἂν τό «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν» καὶ ἐν εἰρωνείας σχήματι προελθεῖν, καὶ ὀνείδους λόγον ἐπέχειν, καὶ ἐλεεινολογίαν ἐν οἰκτιρμοῖς ἐπιδείκνυσθαι· αἱρείσθω δὲ τὸ δοκοῦν μᾶλλον ἕκαστος.
Ἐν δὲ τῷ γʹ λόγῳ πρὸς Δόμνον καὶ Ἰωάννην γράφων, τοὺς τὴν δευτέραν Κιλικίαν οἰκοῦντας ἀσκητάς, ταῦτα ὑπὲρ τῆς ἐν Καλχηδόνι λέγει συνόδου, ὅτι ὀρθοδοξίας ἐστὶ φρόνημα καὶ Κυρίλλῳ φίλον μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην κηρύττειν καὶ ἓν πρόσωπον, καὶ τὸ φρονεῖν τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τουτέστι τὸ δύο φύσεις ὁμολογεῖν, ἐξ ὧν ὁ εἷς Χριστὸς ἀπετελέσθη. Δύο γὰρ γεννήσεις τοῦ ἑνὸς Χριστοῦ καὶ Θεοῦ ἡμῶν εἰδότες, οὐδὲ τῆς σαρκὸς καὶ τοῦ λόγου τὴν κατ᾽ οὐσίαν διαφορὰν ἀγνοοῦμεν.
Αὕτη δὲ ἡ πίστις τῆς ἐν Καλχηδόνι συνόδου δέδεικται κήρυγμα. Εἶτα τετρακόσιοι καὶ ἑβδομήκοντα ἀρχιερεῖς ταύτην ἐγγράφως ἐβεβαιώσαντο, ἐν οἷς καὶ οἱ θαυμαστοὶ τὸν βίον Συμεὼν καὶ Ἰάκωβος καὶ Βαράδατος τὴν αὐτὴν γνώμην ἰδίοις ἐπεκύρωσαν γράμμασι.
Δῆλον δὲ ὡς, ἔνθα μία καθ᾽ ὑπόστασιν ἕνωσις, πᾶσα διαιρέσεως ὑπόνοια ἀπελήλαται· τὸ γὰρ γνωρίζειν τῶν οὐσιῶν τὸ διάφορον οὐκ ἔστι διαιρεῖν ταύτας, κατὰ τὸν ἐν ἁγίοις Κύριλλον. Ὅτι τὸ πρὸς ἡμᾶς ὁμοούσιον τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου σαφῶς ἡ σύνοδος ἀνεκήρυξε, δογματιζόμενον μὲν παρὰ τῶν ὁσίων ἡμῶν πατέρων, οὔπω δὲ τῆς φωνῆς οἰκουμενικῆς συνόδου ψηφίσμασι τὴν βεβαίωσιν λαβούσης. Διὸ πάντως ἂν ἐξεβέβλητο, τῆς δυσσεβοῦς μὲν δόξης Εὐτυχοῦς ἐν τῇ λῃστρικῇ συνόδῳ παρρησιασαμένης, ὑφ᾽ ἑτέρας δὲ μὴ κατακριθείσης, κἀκείνου μὲν τῆς δικαίας καθαιρέσεως ἀπολυθέντος, ἐπὶ Φλαβιανὸν δὲ τὸν ἀοίδιμον, ὃς ἐκεῖνον καθεῖλε, τῆς δίκης ἀδίκως μετενεχθείσης, καίτοι λαμπρῶς κηρύττοντα μίαν μὲν τοῦ λόγου φύσιν σεσαρκωμένην, τουτέστιν ὑπόστασιν, συνανακηρύττοντα δὲ καὶ τὸ ἡμῖν ὁμοούσιον.
Ὅτι φασὶν οἱ ἅγιοι πατέρες μὴ χρῆναι τὴν λέξιν γυμνὴν καὶ κακούργως ἐξετάζειν, ἀλλὰ τῇ εὐσεβεῖ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ παρατίθησι τῆς παραινέσεως μαρτυρίας, Ἀθανασίου μὲν ἐκ τοῦ κατὰ Ἀρειανῶν, Κυρίλλου δὲ ἐκ τῶν θησαυρῶν, Ἰωάννου δὲ τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Γαλάτας ἐπιστολῆς.
Ὅτι φησὶ τὸ λέγειν σαρκὶ παθεῖν τὸν θεὸν λόγον φρόνημα τῆς ἐκκλησίας ἐστίν, ὥσπερ καὶ βλάσφημον καὶ ἀπόβλητον τὸ κηρύττειν αὐτὸν παθεῖν τῇ φύσει τῆς θεότητος· καὶ παράγει μαρτυρίας διαφόρους, Κυρίλλου μὲν ἐκ τῶν σχολίων, ἐκ τῆς πρὸς Σούκηνσον βʹ ἐπιστολῆς, ἐκ τῆς πρὸς Νεστόριον αʹ, ἐκ τῶν θησαυρῶν, ἐκ τῆς ἑρμηνείας τοῦ ἀποπομπαίου, καὶ ἐκ τῆς ἀπολογίας τοῦ ιβʹ ἀναθεματισμοῦ, καὶ ἐκ τῆς πρὸς τὰς βασιλίδας ἐπιστολῆς, καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, καὶ ἐκ τοῦ εἰς τὸν Ἠσαΐαν ὑπομνήματος, καὶ ἐκ τῆς ἑρμηνείας τοῦ ηʹ ψαλμοῦ, καὶ ἐκ τοῦ περὶ ἀπαθείας λόγου, καὶ ἐκ τοῦ περὶ πάθους λόγου, καὶ ἐκ τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνήματος βιβλίου ζʹ, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως, [καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους], καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην βιβλίου βʹ, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου, καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην βιβλίου θʹ καὶ ηʹ. Συμπαρατίθησι μέντοι καὶ Γρηγορίου, καὶ Βασιλείου ἐκ τοῦ περὶ εὐχαριστίας καὶ ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς καὶ ἐκ τῆς πρὸς Ἀπολινάριον, ναὶ δὴ καὶ Ἀθανασίου τοῦ πολυάθλου ἐκ διαφόρων λόγων.
Ὅτι τῶν ἀπὸ Σεβήρου ληρούντων ὡς ἐννοεῖν μὲν χρὴ τὸ ἑτεροειδὲς καὶ ἑτεροφυὲς τῶν εἰς ἑνότητα ἄφραστον συνεληλυθότων, μὴ χρῆναι δὲ λέγειν ταῦτα, πλατὺν μὲν γέλωτα τῆς ἀνοίας αὐτῶν ὁ ἱερὸς ἀνὴρ καταχεῖ, καὶ πρό γε τοῦ ἀνδρὸς αὐτή γε ἡ κοινὴ ἔννοια καὶ ἡ Παύλου φωνὴ λέγουσα· «Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν».
Ὅτι φησὶν ἓν πρόσωπον, τουτέστι μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην κηρύττομεν, ἐπειδὴ καὶ ἁπλοῦς Ἰησοῦς συνετέθη κατὰ τὸν ἐν ἁγίοις Ἀρεοπαγίτην Διονύσιον. Καὶ ἐπὶ μὲν τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως δικαίως παρὰ τῆς εὐσεβείας τὸ σύνθετον λέγεται. Σύνθετον δὲ οὐσίαν οὐδεὶς εἰπεῖν ἐτόλμησε πλὴν Ἀπολιναρίου.
Δηλῶν δὲ καὶ ὁ Κύριος ὅτι σύνθετος μὲν αὐτοῦ ἡ ὑπόστασις, οὐκέτι δὲ καὶ ἡ φύσις, τῶν μὲν θυρῶν κεκλεισμένων πρὸς τοὺς μαθητὰς εἰσελθών· «Ψηλαφήσατέ με, λέγει, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἀλλαχοῦ δέ· «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».
Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Ἢ ὅτι κατὰ μὲν τὴν οὐσίαν τῆς θεότητος οὐκ ἔχει σάρκα ἐπειδὴ μηδὲ δύναται σύνθετος ἡ οὐσία εἶναι, τῷ δὲ προσώπῳ καὶ τῇ ὑποστάσει ἔχει καθὼς αὐτὸς ἔχων ἐθεωρεῖτο. Καὶ ὅπερ οὐκ εἶχε κατὰ τὴν οὐσίαν (οὐ γὰρ ἦν σύνθετος), τοῦτο κατὰ τὴν ὑπόστασιν ἔχει (σύνθετος γὰρ αὕτη) καὶ καθ᾽ ἑτέραν μὲν οὐσίαν οὐκ ἔχει τὴν ἑτέραν, κατὰ δὲ τὴν ὑπόστασιν ἑκατέραν ἔχει. Ὥστε καὶ σάρκα ἔχει καὶ πνεῦμα κατὰ τὴν ὑπόστασιν· κατὰ δὲ τὴν οὐσίαν οὔτε τὸ πνεῦμά ἐστι σάρξ, οὔτε ἡ σὰρξ τὴν τοῦ πνεύματος φύσιν ὑπῆλθε.
Τοῦτο δὲ ἑρμηνεύων καὶ ὁ ἱερὸς Κύριλλος· «Ἡ γὰρ σάρξ, φησί, σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ Θεοῦ γέγονε σάρξ· τὴν κατ᾽ οὐσίαν γάρ, φησίν, εὑρίσκω διαφοράν, κἂν τὸ τῆς υἱότητος μοναδικὸν ὁμολογῶ». Καὶ ἐν εὐαγγελίοις δὲ λέγων ὁ Κύριος· «Ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν, κἀγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί» τὸ ὁμοούσιον ἑκατέρας ἐδήλωσε φύσεως· ἓν γάρ ἐστι τῇ θεϊκῇ οὐσίᾳ ἐν τῷ πατρὶ ὁ εἷς θεὸς λόγος, καὶ ἓν πάλιν ἐν αὐτοῖς, τουτέστι τῇ καθ᾽ ἡμᾶς οὐσίᾳ. Ὁμονοῶν δὲ τοῖς εἰρημένοις ὁ Κύριλλος οὕτω καὶ αὐτὸς ἑρμηνεύει τὸ ῥητόν· «Ὥσπερ, φησίν, ἐγώ εἰμι ἐν αὐτοῖς διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σύ, ὦ πάτερ, ἐν ἐμοὶ διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναχθέντες ἀλλήλοις ἀνακραθῶσι καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν, ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ».
Ταῦτα δὲ καὶ ὁ προφήτης Ἠσαΐας φησὶν ἐν τῷ λέγειν· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ Θεός ἐστιν ἐξουσιαστὴς ἰσχυρός». Διὰ μὲν γὰρ τοῦ παιδίον τὸ ἡμῖν ὁμοούσιον, διὰ δὲ τοῦ Θεὸς τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα ἐκήρυξεν ὁμοούσιον. Καὶ ὁ Νύσσης δὲ Γρηγόριος ἐν τῷ κατὰ Ἀπολιναρίου γράφων· «Εἰ ἐν τοῖς ἐναντίοις, φησίν, ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» Ταῦτα εἰπὼν ὁ ἱερὸς Ἐφραΐμιος, δυσσεβῶς ἑρμηνευόντων τῶν περὶ Δόμνον τὸ «ἐσκήνωσεν ἐν ἡμῖν», ἐπιρραπίζει μὲν τούτους· καὶ γὰρ ἀντὶ τοῦ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» παρενόησαν τὴν φωνήν, ἐν ἴσῳ ταύτην νομίσαντες τῆς λεγούσης· «Λὼτ ἐσκήνωσεν ἐν πόλει τῶν περιχώρων». Καὶ πάλιν· «Ἐσκήνωσεν ἐν Σοδόμοις». Ἐπιρραπίζων δὲ καὶ τὸ ἀνόητον τῆς ἐκδοχῆς, αὐτὸς τὸ ἐσκήνωσεν ἀναπτύσσει σαφήνειαν εἶναι τοῦ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἔλεγχον τῶν τροπήν τινα καὶ ἀλλοίωσιν τοῦ λόγου μελλόντων κατηγορεῖν.
Καὶ γὰρ καὶ εἰπὼν ὁ εὐαγγελιστής· «Ὁ λόγος σὰρξ ἐγένετο», εὐθὺς συνῆψε· «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν», τήν τε εἰς μίαν ὑπόστασιν σύνοδον καὶ τὸ ἀμετάβλητον ἑκατέρας φύσεως δι᾽ ἑκατέρας ἐκδιδάσκων φωνῆς. Οὕτω τὸ λόγιον θεωρήσας, τόν τε Χρυσόστομον μάρτυρα καλεῖ καὶ σὺν αὐτῷ Κύριλλον καὶ Ἀθανάσιον καὶ τὸν θεολόγον Γρηγόριον, παραπλησίως τὸ ῥητὸν ἐννοήσαντας.
Κἀκεῖθεν πάλιν παράγει ῥητά, ὧν Δόμνος καὶ Ἰωάννης γεννήτορες, καὶ δείκνυσιν αὐτοὺς δι᾽ ἑαυτῶν καὶ ἄκοντας ὁμολογεῖν ἐν τοῖς πλείστοις ἃ καὶ ἡ ἐν Καλχηδόνι ἐδόξασε σύνοδος, καὶ μάτην αὐτοὺς ταύτην ἐκτρέπεσθαι. Τὸ μέντοι λέγειν ἐκ δύο φύσεων εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πρὸ τῆς ἑνώσεως παντελῶς ἐλέγχει μετὰ τῆς ἀσεβείας καὶ ἄλογον. Ἡ μὲν γὰρ τοῦ λόγου φύσις ἀεί, καθὰ καὶ μετὰ τὴν ἐνανθρώπησιν, συναΐδιος καὶ ὁμοούσιος ὑπῆρχε τῷ πατρί· ἡ δὲ σὰρξ οὔπω τῷ λόγῳ συναφθεῖσα οὐδὲ τῶν ὑπαρχόντων ὅλως ἦν. Πῶς οὖν, εἰ μή τις ἕλοιτο Νεστορίῳ συνασεβεῖν, ἐκ δύο φύσεων τὸν Κύριον πρὸ τῆς ἐνανθρωπήσεως ἢ νοεῖν ἢ λέγειν δυνατόν; Τὸ μέντοι γε μετὰ τὴν ἕνωσιν λέγειν ἐκ δύο φύσεων, ὥσπερ καὶ ἐν δυσί, τὸν Χριστὸν θεωρεῖν εὐσεβές τε καὶ τῶν ὀρθοδόξων φρόνημα, ὃ καὶ ἡ ἐν Καλχηδόνι ἐπρέσβευσε σύνοδος· ἐν θεότητι γὰρ τέλειον τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν καὶ ἐν ἀνθρωπότητι τρανῶς ἀνεκήρυξεν.
Εἰ δέ τις μέρους τῶν ἀπὸ Σεβήρου φαίη ὡς εἰ δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ πρόσωπα δύο ἔσται καὶ ὑποστάσεις (φύσις γὰρ οὐκ ἔστιν ἀπρόσωπος οὐδὲ ἀνυπόστατος), ἴστωσαν ὅτι τοῦ πατρὸς αὐτῶν τὴν ἀσχημοσύνην ἀνακαλύπτοντες οὐκ αἰσθάνονται· καὶ γὰρ καὶ Σεβῆρος τὸ ἐκ δύο φύσεων λέγων, ἐκ δύο προσώπων καὶ δύο ὑποστάσεων τὸν Χριστὸν οὐκ ἐρυθριᾷ συντιθέναι καὶ ἀποφαίνεσθαι. Πλὴν εἰδέναι γε χρὴ ὡς πολλὰ τῶν ἐν τοῖς οὖσι φύσις μὲν λέγεται, οὐκ ἐξ ἀνάγκης δὲ συνεισάγει καὶ πρόσωπον, ὥσπερ φύσις ὕδατος καὶ φύσις ὀργῆς καὶ φύσις πολέμου καὶ μάχης· ποῦ γάρ τις τῶν εἰρημένων ποτέ, ὥσπερ εἶπε φύσιν, οὕτω καὶ πρόσωπον ἀπελήρησε; Καὶ πάλιν φύσιν μὲν ψυχῆς καὶ φύσιν σώματος ἕκαστον τῶν ἀνθρώπων ἔχειν λέγομεν· πρόσωπον δὲ ψυχῆς ἢ πρόσωπον σώματος, ἢ ψυχῆς ὑπόστασιν ἢ σώματος, οὐδ᾽ οἱ μῦθοι ἀνεπλάσαντο.
Ὅτι δὲ δύο φύσεων ἕνωσιν καὶ μίαν ὑπόστασιν καὶ πρόσωπον ἓν ὁμολογεῖν τοῦ ὀρθοῦ φρονήματός ἐστι καὶ τῶν πατέρων κήρυγμα, Ἰωάννης μὲν ὁ Χρυσόστομος, τὸ κατὰ Ἰωάννην ἀναπτύσσων εὐαγγέλιον, ἐν ἑνδεκάτῃ ὁμιλίᾳ μαρτυρεῖ, λέγων· «Ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν». Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς ἀνατολικοὺς ἐπιστολῇ· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά». Καὶ Ἀμβρόσιος ὁ Μεδιολάνων ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ· «Τοὺς δὲ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστὸς εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία».
Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος καὶ Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως, ὃς καί φησιν ἐν τῇ τεσσαρακοστῇ· «Ἡ θεία φύσις ἄκτιστος, ἡ ἐξ ἐμοῦ πρόσληψις ἀνόθευτος· καὶ ἔστιν εἷς υἱός, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης». Καὶ Παῦλος δὲ ὁ Ἐμίσης ἐπίσκοπος κατενώπιον ὁμιλήσας Κυρίλλου καὶ λίαν ἀποδεχθείς, οὕτω φησίν· «Εὐθέως ὁ κορυφαῖος, τὸ στόμα τῶν ἀποστόλων, ἔφη· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Σὺ ὁ Χριστός, ἡ διττὴ φύσις· σὺ ὁ Χριστός, καὶ οὐκ εἶπεν υἱός, ἀλλ᾽ ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐπέγνω καὶ τὸ μοναδικὸν πρόσωπον».
Ἐφ᾽ οἷς καὶ Ἱλάριος ὁ ὁμολογητὴς καὶ ἐπίσκοπος Γαβάλων ἐν τῷ δʹ περὶ πίστεως λόγῳ καὶ ἐν τῷ περὶ ἑνώσεως ταῦτα κηρύσσει, καὶ Κυριακὸς ἐπίσκοπος Πάφου, εἷς τῶν τιηʹ καὶ ἁγίων πατέρων, καὶ Ἀμβρόσιος ἐπίσκοπος Μεδιολάνων ἐν τῷ λόγῳ ὃν ἔπεμψε Γρατιανῷ τῷ βασιλεῖ, καὶ ἐν τῷ περὶ Ἀπολιναρίου, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ.
Ἀλλὰ καὶ Πέτρος ὁ Ἀλεξανδρείας καὶ μάρτυς, καὶ Βασίλειος ὁ Καισαρείας τῆς ἐν Καππαδοκίᾳ, καὶ Γρηγόριος ὁ θεολόγος ἐν τοῖς γενεθλίοις καὶ ἐν τῷ περὶ υἱοῦ βʹ λόγῳ καὶ ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ τὰ ὅμοια μαρτυρεῖ, καὶ Ἀμφιλόχιος δὲ ἐν τῇ πρὸς Σέλευκον ἐπιστολῇ καὶ ὁ Χρυσόστομος τὴν πρὸς Τιμόθεον πρώτην ἑρμηνεύων ἐπιστολήν, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως ἔν τε τῷ εἰς τὸ γενέθλιον λόγῳ καὶ ἐν ἄλλοις διαφόροις, Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐν τῇ πρὸς τὰς παρθένους ἐπιστολῇ, καὶ Κύριλλος ἐν τῇ πρὸς Σούκενσον αʹ καὶ μὴν καὶ ἐν τῇ βʹ, καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικούς, καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν ἐπίσκοπον Μελιτηνῆς, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ, καὶ ἐν τῇ πρὸς Εὐλόγιον τὸν πρεσβύτερον ἐπιστολῇ, καὶ ἐκ τῶν θησαυρῶν, καὶ ἐν ἄλλοις αὐτοῦ διαφόροις λόγοις.
Τούτων τῶν θεοφόρων ἡμῶν πατέρων ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος τὰς γνώμας ἐκμελετήσασα τὴν εὐσέβειαν ἐπεκύρωσεν, ὥστε τὸ κατ᾽ ἐκείνης σπουδάζειν κατὰ τούτων ἐστὶν εἰς ὕβριν ὁπλίζεσθαι. Ὅτι γε μὴν Χριστός, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, οὔτε τὰ τῆς θεότητος ἴδια οὔτε τὰ ἴδια τῆς ἀνθρωπότητος διῃρημένως ἔπραττεν, ἑνώσει δὲ τῇ καθ᾽ ὑπόστασιν ἅπαντα ὁ εἷς καὶ ὁ αὐτὸς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα ἐπετέλει, τοὺς θεοφόρους ἡμῶν πατέρας πάλιν παράγει μάρτυρας, Ἰούλιον τὸν ἐπίσκοπον Ῥώμης ἐκ τοῦ περὶ τῆς ἐν Χριστῷ ἑνώσεως τοῦ σώματος πρὸς τὴν θεότητα, καὶ Ἀθανάσιον τὸν Ἀλεξανδρείας, ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς καὶ ἐξ ἑτέρων διαφόρων λόγων, Γρηγόριόν τε τὸν Νύσσης ἐκ τοῦ γʹ λόγου κατ᾽ Εὐνομίου καὶ ἐκ τοῦ κατηχητικοῦ, καὶ Βασίλειον τὸν Καισαρείας ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς, Κύριλλόν τε τὸν σοφὸν ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου καὶ ἐκ τῶν θησαυρῶν καὶ ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς καὶ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας καὶ ἐκ τῶν σχολίων.
Ταῦτα δὲ διελθὼν ὁ συγγραφεύς, ῥητὰ τοῦ ἐν ἁγίοις πάπα Λέοντος προκομίζει, ἃ καί φησι κατὰ τῶν δυσσεβῶν Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνη καὶ Ἀπολιναρίου καὶ Εὐτυχέως καὶ τῶν ὁμοίων αἱρετικῶν παρατάττεσθαι, καὶ διὰ τοῦτο παρὰ τῶν ὁμοφρόνων ἐπηρεάζεσθαι.
Καὶ πρῶτον μὲν τοῦτο· «Ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται», δεύτερον τό· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας».
Λέγει γὰρ ἡ αἵρεσις ὡς τὰ δύο τῶν ἄρθρων προτακτικά, ὁ Θεὸς καὶ ὁ ἄνθρωπος, δύο πρόσωπά ἐστι καὶ ὑποστάσεων παραστατικά, καὶ σχέσει μόνῃ τὴν ἕνωσιν σχηματίζουσιν. Ἀλλὰ τὸ ἀναιδὲς τούτων Ἀθανάσιός τε καὶ οἱ Γρηγόριοι καὶ Ἐπιφάνιος καὶ ὁ Χρυσόστομος, καὶ αὐτὸς ὁ Κύριος καταισχύνουσιν, ἴσαις φωναῖς καὶ ὁμοίαις καὶ αὐτοὶ πολλαχοῦ χρησάμενοι, καὶ δηλοῦντες διὰ τῆς τοιαύτης προταγῆς τῶν ἄρθρων οὐ τόν τινα ἄνθρωπον ἀλλὰ τὸν ὁλικόν, οὐδὲ τὴν τοῦ πατρὸς ἢ τὴν τοῦ υἱοῦ ὑπόστασιν ἀλλὰ τὴν κοινὴν φύσιν, καὶ οὐ κατ᾽ εὐθεῖαν μόνον τὰ ἄρθρα ἀλλὰ καὶ κατὰ τὰς πτώσεις τοῖς ὀνόμασι συνδιαπλέκοντες.
Αὐτίκα Ματθαῖος· «Ὃς ἐὰν εἴπῃ λόγον, φησί, κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ», καὶ πάλιν· «Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», καὶ πάλιν· «Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως ἂν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ». Καὶ ὁ θεσπέσιος Παῦλος· «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῇ χάριτι τοῦ Θεοῦ καὶ τῇ δωρεᾷ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς περιέσσευσεν». Ἐν γὰρ τούτοις ἅπασιν ἡ τοῦ ἀνθρώπου μνήμη μετὰ τοῦ γενικοῦ προαγομένη ἄρθρου οὐδαμῶς διεῖλε τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς διαφορὰν ὑποστάσεων. Καὶ ὁ θεοφόρος δὲ Ἰγνάτιος καὶ μάρτυς, Σμυρναίοις ἐπιστέλλων, ὁμοίως κέχρηται τῷ ἄρθρῳ. Καὶ ὁ Ῥώμης Ἰούλιος ἐν τῇ πρὸς Δόκιον ἐπιστολῇ φησιν· «Ὥστε ἀνάθεμα ἔστω πᾶς ὁ τὸν ἐκ Μαρίας ἄνθρωπον οὐχ ὁμολογῶν εἶναι ἔνσαρκον Θεόν».
Τὰ αὐτὰ δὲ καὶ ὁ πολύαθλος Ἀθανάσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ ναὶ μὴν καὶ ὁ Νύσσης Γρηγόριος ἐν διαφόροις λόγοις, καὶ Βασίλειος ὁ θεσπέσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θαυμαστὸς Ἐπιφάνιος ἐν τῷ περὶ αἱρέσεων αʹ βιβλίῳ, ἀλλὰ καὶ ὁ Κωνσταντινουπόλεως Ἀττικὸς ἐν τῇ πρὸς Εὐψύχιον ἐπιστολῇ, καὶ ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς, τρίτης ὁμιλίας, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ προφήτου Μαλαχίου καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου καὶ ἐν τῷ περὶ τῆς ἐν πνεύματι λατρείας ἐνάτῳ βιβλίῳ.
Λέγει γὰρ οὕτω· «Φύσεως γὰρ τῆς ἀνωτάτω καταπλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ παρθένου ναός». Τούτων ἁπάντων μετὰ τῶν ἄρθρων τήν τε θείαν φύσιν καὶ τὴν ἀνθρωπίνην προαγόντων, πῶς ὁ τὸν ἐν ἁγίοις Λέοντα αἱτιώμενος διὰ τὴν τῶν ἄρθρων προκομιδὴν οὐχὶ κατὰ πάντων ἡμῶν τῶν θεοφόρων πατέρων ὑλακτεῖ;
Ἀλλ᾽ ἴδωμεν καὶ τό· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Καὶ γὰρ κἀνταῦθα ὁμόδοξός τε καὶ ὁμόφωνος τοῖς ἱεροῖς ἡμῶν ἀναδειχθήσεται πατράσι· πάντες γὰρ τὰ μὲν ἀνθρώπινα τῷ ἀνθρώπῳ ἀνατιθέασι, τῷ Θεῷ δὲ τὰ θεῖα, ὥσπερ καὶ ὁ σοφὸς Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. «Εἰ δὲ δή, φησί, λέγοιτο προκόπτειν ὁ Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τῆς οἰκονομίας ἔσται τὸ χρῆμα· συνεχώρει γὰρ ὁ τοῦ Θεοῦ λόγος διὰ τῶν τῆς ἰδίας φύσεως ἐθῶν ἰέναι τὸ ἀνθρώπινον». Καὶ ἐν τῷ κατὰ Νεστορίου λόγῳ· «Ἄθρει δή, φησιν, ὅπως οὐδὲν καθυφεὶς αὐτός, οὔτε μὴν εἰς ἰδίαν φύσιν τὸ ἀσθενῆσαι παθών, συγκεχώρηκε τῇ σαρκὶ καὶ διὰ τῶν ἰδίων ἰέναι νόμων· καὶ αὐτοῦ τὸ χρῆμα λέγεται διὰ τὸ ἴδιον εἶναι τὸ σῶμα αὐτοῦ». Καὶ ἐν τοῖς θησαυροῖς· «Τὸ μὲν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν τὴν ψυχὴν τῆς τοῦ λόγου δυνάμεως ἔργον». Καὶ μυρία ἄν τις βουλόμενος συλλέγειν ἔκ τε τούτου τοῦ θείου ἀνδρὸς καὶ ἐκ τῶν λοιπῶν ἡμῶν πατέρων οὐκ ἂν ἀπορήσῃ· οἵ τε γὰρ Γρηγόριοι καὶ Ἀθανάσιος, Ἀμφιλόχιός τε καὶ ὁ Χρυσόστομος καὶ Ἀμβρόσιος καὶ ὁ ἄλλος τῶν ἁγίων χορὸς τὰ αὐτὰ διακεκράγασιν.
Ἐπεὶ δὲ προέτειναν οἱ δι᾽ ἐναντίας ὡς Γρηγόριος ὁ Νεοκαισαρείας καὶ Ἀθανάσιος καὶ Ἰούλιος καὶ Κύριλλος καὶ Ἐρέχθιος μίαν φύσιν τοῦ θεοῦ λόγου δοξάζουσι σεσαρκωμένην, διασαφεῖ μὲν τῆς φωνῆς τὴν διάνοιαν λέγων ὡς καὶ αὕτη τὸ διάφορον τῶν ἑνωθέντων ἐκδιδάσκει φύσεων. Εἰ γὰρ μὴ ἡ ἀνθρωπίνη φύσις καὶ ἡ θεία διάφορος, πάντως γε ἢ τὰ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος οὐσίαν ἐτράπη ἢ εἰς τὴν τῆς σαρκὸς ἡ θεότης, καὶ οὕτω γέγονε μία· ὅπερ Ἀπολιναρίου καὶ τῶν ὁμοστοίχων αἱρετικῶν ἄθεον φρόνημα.
Ὁ μέντοι γε Κύριλλος ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ τὸ διάφορον τῶν φύσεων καὶ διὰ ταύτης τῆς φωνῆς ἀνομολογεῖσθαι δηλῶν, μετὰ τὸ εἰπεῖν αὐτὸν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐπήνεγκεν· «Εἰ δέ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν σαφής ἐστι καὶ ἀναμφίλογος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι». Ἰδοὺ φανερῶς ἔδειξεν ὅπως εἴρηται αὐτῷ τε καὶ τοῖς ἄλλοις ἡμῶν πατράσι τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη.
Τὴν μὲν τῶν φύσεων διαφορὰν σαφῶς ἡ φωνὴ διδάσκει, παριστᾷ δὲ καὶ τὴν ἄκραν καὶ ἀδιάσπαστον ἕνωσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, καὶ ὡς εἷς ὑπάρχει καὶ μόνος υἱὸς ὁ Χριστὸς σεσαρκωμένος, καὶ οὐ δύο υἱοί, ὡς Νεστόριος ἐδυσφήμει, καθ᾽ ὃ καὶ αὐτὴ προβέβληται αὐτῷ ἡ φωνή· τί γὰρ ἂν ἄλλο καὶ σημανεῖ τό· «Ὁ αὐτός ἐστι Θεὸς καὶ ἄνθρωπος» ἢ δύο φύσεις ἡνωμένας ἐν ὑποστάσει μιᾷ; Ὥσπερ καὶ ὁ θεολόγος Γρηγόριος εἰπών· «Δύο φύσεις Θεὸς καὶ ἄνθρωπος», ἑρμηνεύων ἑαυτὸν εἶπεν· «Ὥστε ὁ λέγων τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον δύο φύσεις ἑνωθείσας καθ᾽ ὑπόστασιν ὁμολογεῖ». Καὶ ὁ ἱερὸς δὲ Κύριλλος ἐπαγαγών· «Ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι» τὸ ἐν δύο φύσεσι γνωρίζεσθαι τὸν Κύριον ἐκδιδάσκει, ὥστε τὸ λέγειν αὐτὸν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην οὐκ ἐπ᾽ ἀναιρέσει τοῦ γνωρίζεσθαι τὰ ἑνωθέντα καθ᾽ ὑπόστασιν εἴρηται, ἀλλ᾽ εἰς παράστασιν τοῦ ἀδιαιρέτως ἄνθρωπον γενέσθαι τὸν θεὸν λόγον καὶ οὐκ ἐν ἀνθρώπῳ ὡς ἑνὶ τῶν προφητῶν κατῳκηκέναι.
Καὶ πολλά τις ἄλλα ἐν τῇ αὐτῇ εὕροι ἐπιστολῇ, δι᾽ ὧν ἡ ὁμολογία μὲν τῶν δύο φύσεων ἐπὶ τοῦ Χριστοῦ βεβαιοῦται, μόνον δὲ τὸ ἀνὰ μέρος τιθέναι τὰς φύσεις αἱρετικοῦ φρονήματος ἀπελέγχεται, τὸ δὲ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ Νεστορίου προάγων οὐ τῶν φύσεων τὴν διαφορὰν ἀναιρεῖ, ἀλλὰ τὴν δυάδα τῶν ὑποστάσεων φανεροῖ· Νεστόριος γὰρ οὐ διὰ τὸ γνωρίζειν τὰς δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ διὰ τὸ διαιρεῖν τὸν ἀδιαίρετον εἰς ὑποστάσεις δύο τῆς ἐκκλησίας ἐξωστράκισται· ὥστε ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τὸν Νεστόριον διελέγχουσα, οὐδὲν ἕτερον δηλοῖ ἢ ὅτι μίαν ὑπόστασιν χρὴ τοῦ θεοῦ λόγου κηρύττειν σεσαρκωμένην, ὅπερ φρόνημά τε τῆς εὐσεβείας ἐστὶ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος ἐδογμάτισεν.
Εἰπὼν μέντοι γε ὁ πολύαθλος Ἀθανάσιος φύσιν μίαν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐκ εἰς ἀναίρεσιν ἔφη τοῦ γνωρίζεσθαι τὴν διαφορὰν τῶν φύσεων, αἳ τὴν καθ᾽ ὑπόστασιν ἐπλήρουν ἕνωσιν, ἀλλὰ καὶ αὐτὸς δεῖξαι βουλόμενος ὡς εἷς ἐστιν ὁ υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, καὶ μάλιστα κατὰ Παύλου τοῦ Σαμωσατέως ἀγωνιζόμενος, ὃς ἄλλον μὲν τὸν πρὸ αἰώνων υἱόν, ἕτερον δὲ τὸν ἐπ᾽ ἐσχάτων φρενοβλαβῶς ἐδογμάτιζε. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἰούλιος διὰ τῆς αὐτῆς ἐννοίας ὥδευε· κατὰ Παύλου γὰρ καὶ αὐτὸς τοῦ Σαμωσατέως καὶ τῶν ὁμοίων διὰ τῆς αὐτῆς φωνῆς ἐξωπλίζετο.
Ὁ μέντοι γε Ἐρέχθιος εἰ μὲν ὡς Ἀθανάσιός τε καὶ Κύριλλος καὶ Ἰούλιος τὴν φωνὴν ἐκλαμβάνει, τοῦτο ἂν εἴη ἄμεινον, εἰ δὲ παρὰ τὴν ἐκείνων δόξαν, θαυμαστὸν οὐδέν· εἰς γὰρ τὴν Εὐτυχοῦς νόσον πολλοὶ τῶν ἱερῶν ἀνδρῶν τοῦτον ἐφώρασαν κείμενον, ἣν καὶ αὐτὸς ὑποδείκνυσιν ὧδέ πως λέγων· «Εἰ μὲν ἀνθρωπίνης σπορᾶς ἦν βλάστημα ὁ Χριστός, συνετιθέμην ἂν τὸν καρπὸν εἶναι κατὰ τὴν ῥίζαν· εἰ δὲ ἐκ πνεύματος ἁγίου κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνήν, Θεὸς ἐτέχθη, ἐπειδὴ καὶ Θεὸς ὁ τῆς γενέσεως πρόξενος».
Ὁ μὲν Ἐρέχθιος ταῦτα· ἔοικε δὲ ὁ ἀνὴρ μηδὲ τὰ τῆς Ἐλισάβετ συνιέναι ῥήματα, ἣ τὴν θεοτόκον Μαρίαν εὐλογοῦσα· «Εὐλογημένη σὺ ἐν γυναιξίν, ἀνακράζει, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου». Ἀλλ᾽ οὐδὲ τὸν Ἠσαΐαν ἔγνω λέγοντα· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι».
Καὶ μυρία ἄλλα. Μετὰ δὲ ταῦτα περὶ τῆς διαφορᾶς, ἣν ἡ οὐσία καὶ τὸ γένος καὶ τὸ εἶδος πρὸς τὴν ὑπόστασιν ἔχει, διαλαμβάνει, ὅτι τὰ μὲν τὸ κοινὸν δηλοῦσι, τὸ δὲ τὸ πρόσωπον καὶ ὃ λέγεται τοῖς ἔξω καθ᾽ ἕκαστον. Καὶ τῆς ἰδίας γνώμης, ὡς ἔθος αὐτῷ, διαφόρους παρίστησι μάρτυρας, Βασίλειόν τε καὶ Ἀθανάσιον καὶ Ἰούλιον καὶ Κύριλλον, καί φησιν ὡς εἴ ποτέ τις εὕροι τινὰς τῶν εἰρημένων ἀνδρῶν τὴν φύσιν εἰπόντας ὑπόστασιν, οὐ κυρίως τοῦτο ἀλλ᾽ ἐν καταχρήσει νοείτω εἰρῆσθαι· εἰ γὰρ μή, ἑαυτοῖς τε τἀναντία καὶ πρὸς ἀλλήλους λέγειν τοὺς ἱεροὺς ἡμῶν ἐξυβρίσομεν πατέρας. Κατεχρήσατο μέντοι τῇ φύσει ἀντὶ τῆς ὑποστάσεως Ἀθανάσιος μὲν ἐν τῇ πρὸς τὸν βασιλέα Ἰουβιανὸν ἐπιστολῇ, λέγων· «Μίαν τοίνυν λέγειν δεῖ, μᾶλλον δὲ καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην». Καὶ Ἰούλιος δὲ ἐν τῇ γραφείσῃ παρ᾽ αὐτοῦ ἐπιστολῇ πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους, ἣν ἀλλαχοῦ μίαν φύσιν εἶπε τοῦ λόγου, ἐνταῦθα ὑπόστασιν ὀνομάζει· λέγει γάρ ... ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τοῖς σχολίοις οὕτω φησίν· «Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις ἤγουν αἱ φύσεις, ἐντεῦθεν εἰσόμεθα».
Καὶ πάλιν ἐν τῷ τρίτῳ κεφαλαίῳ τῶν ἀναθεματισμῶν· «Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς φύσεις ἤγουν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν ἤγουν αὐθεντίᾳ, καὶ οὐχὶ δὴ μᾶλλον συνόδῳ τῇ καθ᾽ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω». Καὶ ἑρμηνεύων αὐτὸς ἑαυτόν, καὶ ἅμα Νεστόριον στηλιτεύων καὶ δεικνὺς ποίῳ τρόπῳ οὗτος δύο φύσεις ἐφρόνησε, λέγει· «Οἱ διαιροῦντες τοίνυν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, καὶ ἀνὰ μέρος τιθέντες ἑκατέραν, τουτέστιν ἄνθρωπον χωρὶς καὶ Θεὸν χωρίς, ἐπινοοῦντες δὲ συνάφειαν αὐταῖς τὴν κατά γε μόνην τὴν ἀξίαν, δύο που πάντως ἱστῶσιν υἱούς».
Ὁ αὐτὸς δὲ ἱερὸς Κύριλλος, ὁ ἀλλαχοῦ μίαν μὲν φύσιν εἰρηκὼς τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν τῇ πρὸς Νεστόριον τρίτῃ ἐπιστολῇ φησι μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην. Λέγει γάρ· «Τοιγαροῦν ἑνὶ προσώπῳ τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾷ τῇ τοῦ λόγου σεσαρκωμένῃ· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς». Οὐδὲν δὲ κοινὸν τοῖς δύο φύσεις λέγουσιν ἰδιοϋποστάτους καὶ ἀνὰ μέρος, ὡς Νεστόριος, καὶ τοῖς λέγουσι ταύτας ἡνωμένας ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει τοῦ λόγου, ὡς ἡ ἐκκλησία τε καὶ ἡ ἁγία σύνοδος καὶ ὁ πάπας Λέων ἐπρέσβευεν. Ἀλλὰ καὶ μυρία ἄλλη διαφορὰ μεταξὺ τῆς ἀσεβείας καὶ τῆς εὐσεβείας, καὶ ὅση τοῦ φωτὸς πρὸς τὸ σκότος.
Ὅτι ἐπειδὰν οἱ ἀπὸ Σεβήρου διελέγχωνται ταῖς τῶν θεοφόρων ἡμῶν πατέρων φωναῖς, οἳ πρὸ τῆς ἐν Καλχηδόνι συνόδου διέλαμψαν καὶ τὰς δύο φύσεις ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει τοῦ λόγου ἐκήρυξαν εἰς διαβολὴν αὐτῶν εὐθὺς τρέπονται, σχῆμα μέν (ὡς δοκοῦσιν) εὐπρόσωπον τῇ διαβολῇ περιτιθέντες, βαθύτερον δὲ τῶν ἀπροσώπους αὐτοὺς ὑβριζόντων διακωμῳδοῦντες. Φασὶ γὰρ ὡς εἴρηται μὲν αὐτοῖς τῶν φύσεων τὸ δυαδικόν, οὐκ ἀπὸ γνώμης δὲ οὐδ᾽ ἑκουσίως οὐδὲ κατὰ πίστεως ὁμολογίαν ἀλλ᾽ ὡς ἐν ἀντιθέσει τῆς ψευδωνύμου γνώσεως καὶ κατ᾽ οἰκονομίαν καὶ ἐπὶ καιροῦ καὶ ὑπό τινος αἱρετικῆς ἀνάγκης ἐκβιαζομένοις. Καὶ τί ἂν εἴη τοῦτο ἢ τοὺς διδασκάλους ὑποκριτὰς ἀποφαίνειν δειλούς τε καὶ τῆς ἀληθείας προδότας, καὶ τῆς οἴκοθεν εὐσεβείας τὸ ἀλλότριον καὶ αἱρετικὸν δόγμα προτιμῶντας, καὶ ἑλκυσθέντας μᾶλλον πρὸς τὸ ἐκείνων βάραθρον ἢ ἐκεῖθέν τινας ἀνελκύσαντας; Ποῦ γὰρ ἔστι τοῖς τοιούτοις μετὰ Παύλου λέγειν ὡς· «Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονε», μυρίας τροπὰς πρὸς τὸν βίον τρεπομένοις καὶ τὰς Εὐρίπου μεταβολὰς μιμουμένοις;
Ἀλλὰ τί πάλιν φησὶν ἡ αἵρεσις; «Συγγνώμη τοῖς πατράσιν· ἡ γὰρ βία τῆς γνώμης ἐκράτησεν», ὥσπερ ἐξουσίαν λαβοῦσα λοιδορεῖν καὶ κατακρίνειν ὅτε βούλεται καὶ πάλιν ἀφιέναι τὸ ἁμάρτημα, καὶ μονονουχὶ βοῶσα· «Τὰ χείλη ἡμῶν παρ᾽ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι;» Πλὴν εἰ διότι πρὸς αἱρέσεις οἱ πατέρες ἐμάχοντο, κἂν τῆς εὐσεβείας ἐξέπιπτον, διὰ τοῦτο συγγνώμης ἐπάξιοι, πῶς τῆς ἴσης συμπαθείας ὑμῶν εἰ καί τι παραχαράσσειν ἔδοξαν, οἱ ἐν Καλχηδόνι οὐκ ἀπήλαυσαν; Καὶ πρὸς δύο γὰρ αἱρέσεις καὶ οὗτοι διαμαχεσάμενοι, τὴν Νεστορίου καὶ Εὐτυχοῦς, ἐδογμάτισαν. Ἀλλ᾽ οὕτως ἐστὶ πανταχοῦ τυφλὸν καὶ κωφὸν ἡ ἀσέβεια, καὶ οὔτε βλέπειν οἶδεν οὔτε ἀκούειν, οὐδ᾽ ἅπερ αὐτὴ ἐκείνη προβάλλεται.
Ἡ δὲ ἐν Καλχηδόνι σύνοδος εὐθὺς μὲν ἀρχομένη, ἃ κατὰ Νεστορίου Κύριλλος ἐν Ἐφέσῳ διεπράξατο, τούτοις τὸ κῦρος ἐπέθετο, καὶ τὰς πρὸ ταύτης δύο συνόδους εἰς ὅρον ἐδέξατο πίστεως, καὶ Ἄρειον δὲ καὶ Μακεδόνιον καὶ Νεστόριον τῷ αὐτῷ συνέδησεν ἀναθέματι, καὶ τοὺς εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπῶντας μυστήριον, ὥσπερ καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς τολμῶντας λέγειν τὴν θεότητα, καταδικάζει δι᾽ ἰσότητος. Ναὶ δὴ καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας, τοῖς αὐτοῖς συνέσφιγξε βρόχοις τοῦ ἀναθέματος. Ὥρισε δέ, καθάπερ καὶ αἱ πρὸ αὐτῆς, μηδενὶ ἐξεῖναι πίστιν ἑτέραν προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν παρ᾽ ἣν παρέδωκαν ἥ τε πρώτη καὶ ἡ δευτέρα οἰκουμενικὴ ἁγία σύνοδος. Τοὺς δὲ τολμῶντας ἕτερον παρ᾽ ἐκεῖνο σύμβολον συγγράφειν ἢ διδάσκειν τοὺς θέλοντας ἐπιστρέφειν ἐξ ἰουδαϊσμοῦ ἢ ἑλληνισμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, ἐπισκόπους μὲν ἢ κληρικοὺς ὄντας ἀλλοτριοῦσθαι τοῦ ἀξιώματος, μονάζοντας δὲ ἢ λαϊκοὺς, ἀναθεματίζεσθαι.
Ταῦτα εἰπὼν καὶ ῥητὰ τῆς ἐπιστολῆς τοῦ πάπα Λέοντος τῆς πρὸς Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως παρατίθησιν, ἐν οἷς αὐτοῦ λαμπρὰ διαλάμπει ἡ εὐσέβεια. Κἀκεῖθεν εἰς παραίνεσιν καὶ συμβουλὴν συγκλείει τὸν λόγον, μεταθέσθαι τῆς πλάνης τοὺς δεχομένους τὴν ἐπιστολὴν παρακαλῶν καὶ τῷ τῆς εὐσεβείας συναφθῆναι φρονήματι. Οὕτω μὲν καὶ ὁ γʹ λόγος.
Ἔστι δὲ καὶ ὁ δʹ αὐτῷ πεπονημένος πρός τινας ἀνατολικοὺς μοναχούς, τῇ αὐτῇ τῶν θεοπασχιτῶν κατεχομένους αἱρέσει. Ὧν ἐγκαλεσάντων τινά, ῥᾳδίως μὲν τὰς ἐγκλήσεις ψευδεῖς ἐπιδείξας τὸ ἔγκλημα ἀπολύεται, παραινεῖ δὲ καὶ αὐτοὺς μεταθέσθαι τῆς αἱρετικῆς δόξης, φέρων ὑπὲρ τοῦ ὀρθοῦ δόγματος μαρτυρίας αἷς καὶ ἐν τῷ πρόσθεν λόγῳ ἐχρήσατο, Ἀθανασίου τέ φημι καὶ Ἀμβροσίου καὶ Κυρίλλου καὶ τῶν ἁγίων πατέρων δι᾽ ὧν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον διαπρυσίᾳ τῇ φωνῇ ἀνεκήρυξεν.
Ὧν ἐστι μία καὶ ἡ τοῦ ἐν ἁγίοις Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων καὶ ὁμολογητοῦ, ἣν ἐν τῷ κατ᾽ Ἀπολιναρίου λόγῳ παρέθετο, ἔχουσα οὕτως· «Ἀλλ᾽ ἐν ὅσῳ, φησί, τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς φύσεως. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφημίαν;
Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλονεικίᾳ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα μίαν ἐκήρυξαν».
Τοῦ δὲ ἱεροῦ τούτου ἀνδρὸς χρῆσιν ὁ νικηφόρος Κύριλλος κατὰ Νεστορίου προήνεγκεν, ἐξ ὧν αὐτοῦ τὸ ἀξιόπιστον καὶ θαυμαστὸν ἐπιδείκνυται. Λέγει δὲ καὶ αὐτὸς ὁ ἅγιος Κύριλλος ἄλλα τε πολλὰ κρατύνων τὴν εὐσέβειαν, καὶ ἐν τῷ περὶ πίστεως λόγῳ· «Λέλυται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ», καὶ πάλιν· «Ἀνέστησε καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ λόγῳ, τῇ τριημέρῳ οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλὰ σῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα». Καὶ πάλιν ἐν τῷ κατὰ Ματθαῖον ὑπομνήματι, βιβλίῳ αʹ· «Πλὴν οἶδεν ὁ λόγος τῆς θεοπνεύστου γραφῆς ἄνθρωπον ὄντα καὶ Θεὸν τὸν Χριστόν, εἰ καὶ εἷς νοοῖτο καὶ ὁ αὐτός.
Ἀπονέμει τοιγαροῦν ὁ μακάριος εὐαγγελιστὴς τὸ οἱονεὶ τῶν μερῶν ἑκατέρῳ πρέπον, ἀπλανῆ καὶ ἀσύγχυτον τοῦ μυστηρίου διατηρήσας τὸν λόγον. Τὰ μὲν γὰρ ἰδικῶς οἶδεν ὄντα τε καὶ πρέποντα τοῖς τῆς ἀνθρωπότητος μέτροις, τὰ δὲ ταῖς ὑπεροχαῖς τῆς ἀφράστου θεότητος».
Οὐ μόνον δὲ δύο φύσεις ὁ Κύριλλος ἀλλὰ καὶ δύο ἐνεργείας κηρύττει, ὡς ἐν τοῖς θησαυροῖς λέγει· «Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτεροούσιον τὰς αὐτὰς ἀπαραλλάκτους φορήσει δυνάμεις τε καὶ ἐνεργείας».
Καὶ πάλιν· «Ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποσῴζουσι τὴν ἐνέργειαν». Καὶ πάλιν· «Οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τρόπον».
Ἐπειδὴ δὲ οἱ πρὸς οὓς ἔγραφεν ἐζήτησαν ψιλῶς τὴν λέξιν τὴν ἑκατέρα παρὰ τίσιν εἴρηται τῶν πατέρων, προκομίζει χρῆσιν κειμένην ἐν τῇ πρὸς Ἑβραίους Κυρίλλου ἑρμηνείᾳ ἔχουσαν οὕτως· «Οὐκ ἀνάχυσίν τινα τῆς εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν· μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ᾽ ὅπερ ἐστίν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον». Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν· «Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς στῆναι τὴν τοῦ λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ᾽ οὐδ᾽ αὖ πάλιν τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν, ἐνοικήσαντος τοῦ λόγου σωματικῶς τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ».
Ὡσαύτως δὲ λέγει καὶ Βασίλειος ὁ Καισαρείας τῆς Καππαδοκίας ἐν τῷ κατ᾽ Εὐνομίου λόγῳ· «Διὸ μετὰ πάσης ἀγωνίας τε καὶ εὐλαβείας δεῖ συνορᾶν ὅπως ἂν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἑκατέρας φύσεως ἀποδειχθῇ ἡ ἀλήθεια».
Ὅτι μέντοι γε οὐ μίαν οἱ πατέρες ἡμῶν ἐπὶ Χριστοῦ ἀλλὰ δύο φύσεις ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει κηρύττουσιν, εἴρηται μὲν καὶ πρότερον, οὐδὲν δὲ κωλύει καὶ νῦν παραστῆσαι. Λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρα τούτων θεωρεῖται φύσις, τῆς σαρκός τε λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» Καὶ ὁ ἐν ἁγίοις δὲ Ἐφραῒμ ἐν τῷ περὶ ἐνανθρωπήσεως καὶ εἰς τὸν μαργαρίτην· «Οὐχ ἡττήθη, φησί, τῇ πλοκῇ τῆς προσλήψεως, ἵνα ἀπολέσῃ ὃ ἔσχε, καὶ ὃ μὴ ἔσχε γένηται. Τέλειον ἔχει ὃ ἦν, καὶ τέλειον ἔχει ὃ προσέλαβε».
Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ ἀλλὰ καὶ ἐν τῇ πρὸς Σούκενσον πρώτῃ καὶ ἐν τῷ περὶ πίστεως λόγῳ καὶ ἐν τῷ κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ ἐν τοῖς θησαυροῖς τὰ αὐτὰ λέγει. Ὡσαύτως δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ. Φησὶ γάρ· «Ἀλλ᾽ εἰς ἓν ἄμφω συλλέγων κατὰ σύμβασιν οἰκονομικὴν τὰ τῶν φύσεων ἰδιώματα διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων». Καὶ μεθ᾽ ἕτερα· «Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης, μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ συνδέων τὴν φύσιν τῶν ἑκατέρᾳ προσόντων ἰδιωμάτων τὴν δύναμιν». Καὶ ἐκ μυρίων ἄλλων λόγων αὐτοῦ τὰ αὐτά ἐστι λαβεῖν.
Ἑρμηνεύων δὲ τὸν προφήτην Ζαχαρίαν οὕτω φησίν· «Ὁ δέ γε θεσπέσιος Ἰεζεχιὴλ θρόνον τεθεᾶσθαί φησιν, ἐπὶ στερεώματος ὑπερκείμενον τῶν Χερουβίμ· ἔφη δὲ ὅτι τὸν ἐπὶ θρόνου καθήμενον ἑώρακε διφυᾶ». Καὶ πάλιν ἑρμηνεύων τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς;» Καὶ μυρία ἄλλα. Πῶς δὲ οὐκ ἐκ δύο φύσεων εἶπεν ἡ ἁγία σύνοδος τὸν Χριστόν, διαρρήδην βοῶσα πρὸ αἰώνων τὸν αὐτὸν ἐκ τοῦ πατρὸς γεννηθῆναι κατὰ τὴν θεότητα, καὶ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τὸν αὐτὸν δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς θεοτόκου καὶ ἀεὶ παρθένου κατὰ τὴν ἀνθρωπότητα; Ἄλλωστε δὲ εἰ τὰς Κυρίλλου ἠσπάσατο ἐπιστολάς, αἳ πολλαχοῦ τὸ ἐκ δύο φύσεων διακεκράγασι, πῶς οὐ μάτην ἡ αἵρεσις κατὰ τῆς ἱερᾶς συνόδου φρυάττεται;
Ἀλλ᾽ ὅρα τὸ κακοῦργον τῆς αἱρέσεως. Φαμένης γὰρ τῆς συνόδου· «Περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκουσι τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησι» τετράδα εἰπεῖν ἐμμανῶς ἡ κατήγορος ἀνεβόησε. Διὰ τί;
Διότι μετὰ τὸ εἰπεῖν πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν τοῦ Κυρίου ἐπήγαγεν ἐνανθρώπησιν. Ἀλλὰ καὶ ταύτην ὁ συγγραφεὺς τὴν συκοφαντίαν εἰς τὰς τῶν συκοφαντῶν ἔτρεψε κεφαλάς, μυρίαις μαρτυρίαις ἀρχαιοπαράδοτον εἶναι τὴν τοιαύτην ἐπιδειξάμενος σύνταξιν, ὡς μετὰ τὴν τῆς ἁγίας καὶ ὑπερφυοῦς Τριάδος ἀνύμνησιν τὴν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος σάρκωσιν ἡ ἐκκλησία θεολογεῖ, μηδαμῶς τετράδος ἐγκληθεῖσα συναρίθμησιν.
Οὕτω Κύριλλος ἐν τῷ ἑβδόμῳ λόγῳ τῆς ἐν πνεύματι λατρείας λέγει, οὕτως ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ, οὕτως ἐν τῷ κατὰ Ματθαῖον, καὶ μυρίοι ἄλλοι. Λαμπρῶς δὲ καὶ ἐν πολλοῖς αὐτοῦ λόγοις ὁ νικηφόρος Κύριλλος τὸ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τοῦ Χριστοῦ τέλειον ἀνακηρύττει καὶ παραδίδωσιν.
Ὧι καὶ ἡ ἁγία συνᾴδουσα σύνοδος ἕνα τὸν αὐτὸν Ἰησοῦν Χριστὸν Κύριον μονογενῆ ἐν δυσὶ φύσεσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἐκήρυξεν. Οἷς πάλιν ὁ ἱερὸς Κύριλλος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ συμφθέγγεται λέγων· «Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς». Καὶ μεθ᾽ ἕτερα· «Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασιν, ὃν τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ Κύριον τὸν τοῦ Θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον».
Καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἐπιστολῇ· «Δύο γὰρ φύσεων ἕνωσις γέγονε, διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν». Καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς· «Ὅτι τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονεῖται τρόπος, δύο τὰ ἀλλήλοις ἀπορρήτως τε καὶ ἀσυγχύτως συνηνεγμένα καθ᾽ ἕνωσιν ὁρᾷ δὴ πάντως ὁ ἀνθρώπινος νοῦς, ἑνωθέντα τε μὴν διίστησιν οὐδαμῶς, ἀλλ᾽ ἕνα τὸν ἐξ ἀμφοῖν καὶ υἱὸν καὶ Χριστὸν καὶ Θεὸν καὶ Κύριον εἶναι πιστεύει καὶ ἀραρότως εἰσδέχεται». Καὶ ἐν τοῖς σχολίοις· «Γεγονότα δὲ σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν, ἵνα δι᾽ ἀμφοῖν ἀποδείξῃ καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον. Μεμένηκε γὰρ ὅπερ ἦν, νοεῖται δὲ πάντως ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἐν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονε τοῦθ᾽ ὅπερ ἐστὶ τὸ ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ».
Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ Λευϊτικοῦ· «Διὰ τοῦτο καὶ δύο λαμβάνεται τὰ ὀρνίθια καὶ νοεῖται πάλιν ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ᾽ ἑαυτὸν ὁ λόγος καὶ ὁ ἐκ παρθένου ναὸς τὸν αὐτὸν λόγον ἔχων ἐν ἑαυτῷ· ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐχὶ ἀλλότριον φόρημα. Διά τοι τοῦτο καὶ εἷς Κύριος Ἰησοῦς Χριστός».
Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ κατὰ Μάτθαιον εὐαγγελίου· «Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινός τε καὶ νοητὸς καὶ ὡς ἐν τύπῳ τῷ ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, διπλοῦς χαρακτήρ». Καὶ μεθ᾽ ἕτερα· «Ὁ στατὴρ τοιγαροῦν ὁ νοητός, τουτέστι τὸ νόμισμα τὸ βασιλικόν, ὁ ἐν ἑνότητι διπλοῦς χαρακτήρ, ἑαυτὸν ὑπὲρ πάντων ὡς παρὰ πάντων προσκεκόμικε τῆς ἡμετέρας ζωῆς ἀντίλυτρον».
Καὶ ἐν τῷ κατὰ Ἀρείου λόγῳ πάλιν· «Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ᾽ υἱῷ λόγος· ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ Θεοῦ καὶ ὡς καθ᾽ ἡμᾶς γεγονότι τὰ ἀνθρώπινα». Καὶ πάλιν· «Ἆρ᾽ οὖν, ἐρήσομαι γάρ, σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τούτοις προσιέμενοι λόγον, καὶ καιροῖς ἀπονέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν;» Καὶ ἐν τῷ θʹ λόγῳ τῆς ἐν πνεύματι λατρείας· «Ἐξ ἀργύρου δὲ καὶ ἐκ δυοῖν ἡ βάσις· λαμπρὸς γὰρ ἐν γῇ καὶ διαφανὴς ὁ Χριστός, κατά γε τὸ Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, καὶ οἱονεὶ διφυᾶ τὴν γνώμην ἔχων. Νοεῖται γὰρ ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος. Τουτὶ γὰρ οἶμαί ἐστι τὸ διπλῆν ἐξ ἀργύρου τὴν βάσιν ἔχειν». Καὶ ἐν τῷ κατὰ Νεστορίου λόγῳ· «Ἑτέρα μὲν γὰρ παρὰ τὸν τοῦ Θεοῦ λόγον ἡ σάρξ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ λόγου φύσις». Οὕτω σύμφωνος τῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου δογμάτων ἡ Κυρίλλου πανταχοῦ δόξα.
Πάλιν μέντοι τῆς αὐτῆς ὁσίας συνόδου φαμένης· «Οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης», ὅρα πῶς κατ᾽ οὐδένα τρόπον ὁ νικηφόρος Κύριλλος διαφωνεῖ. Ἐν γὰρ τῇ πρὸς τὸν Νεστόριον αʹ φησὶν ἐπιστολῇ· «Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον καὶ υἱὸν καὶ Χριστόν, θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς». Καὶ πάλιν ἐν τοῖς σχολίοις· «Προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προσκυνουμένης φύσεως ὑπάρχων ἐπέκεινα, καθὸ νοεῖται Θεός». Καὶ σκόπει ὡς οὔτε τὰ κατ᾽ εὐθεῖαν ἄρθρα, οὔτε τὰ κατ᾽ αἰτιατικὴν μερισμὸν εἰσάγει τῷ ἱερῷ Κυρίλλῳ τοῦ ἑνὸς Χριστοῦ.
Πάλιν δὲ ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς σχολίοις φησίν· «Οὐ διοριστέον ἄρα τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν δεῖ φρονεῖν τοῖς τῶν φύσεών φαμεν εἰδόσι τὴν διαφορὰν καὶ ἀσυγχύτως ἀλλήλαις τηροῦσιν αὐτάς». Καὶ ἐν τοῖς θησαυροῖς· «Τέλος δὲ τί ἂν ἕτερον εἴη ἣν ἄγνοιαν ἔφησεν οἰκονομικῶς, ἢ ἀποσῴζειν πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα».
Καὶ ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ· «Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου φύσις, ἀλλ᾽ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ, ἀλλ᾽ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου». Ὁ ταῦτα οὕτω δεχόμενος λύει τὸ σκάνδαλον· ὁ δὲ ἐναντίως φερόμενος ὑπόκειται τῇ φοβερᾷ ἀποφάσει τῆς ἀχράντου φωνῆς λεγούσης ἐν τοῖς εὐαγγελίοις· «Οὐαὶ δι᾽ οὗ ἔρχεται τὸ σκάνδαλον». Οὕτως ἡ σύνοδος καὶ ὁ Κύριλλος· καὶ οὐχ ὁ Κύριλλος μόνον, ἀλλὰ καὶ πᾶς ὁ ἄλλος τῶν ἱερῶν ἀνδρῶν χορός, ὥσπερ ὁμόφρονες, οὕτω γνωρίζονται καὶ ὁμόφωνοι.
Ἀλλ᾽ ἔτι σκόπει τὸ ἀναίσχυντον τῆς αἱρέσεως· ἐπικαλεῖ γὰρ αὐτῷ τὴν ἐπιστολὴν τόμον καλέσαντι, ἀγνοοῦντες οἱ παράπληγες ὡς αὐτός τε Κύριλλος καὶ ὁ πολύαθλος Ἀθανάσιος καὶ πολὺς ἄλλος τῶν ἁγίων ὅμιλος τοὺς ἰδίους ὑπὲρ εὐσεβείας πόνους τόμους ἐκάλεσαν, ὥστε μάτην αὐτοῖς τὸ τοῦ τόμου ὄνομα τὴν τομὴν ἐφάντασε καὶ διαίρεσιν.
Ἀλλ᾽ οὐκ ἐπιλείπουσιν οἱ τῆς αἱρέσεως ἐρασταὶ καταισχυνόμενοι καὶ ἀναιδευόμενοι τὸ «ἐν ὅσῳ τὰ συναμφότερα μετ᾽ ἀλλήλων ἐστίν» ὡς χρονικὴν καὶ πρόσκαιρον ἐπαγγελλόμενον τὴν συνάφειαν· τὸ γὰρ ἐν ὅσῳ ἀντὶ τοῦ ἕως λαμβάνεσθαι. Ἀλλ᾽ ὁ μὲν ἱερὸς συγγραφεὺς δείκνυσι τὸ ἐπίρρημα παρὰ τοῖς ἱεροῖς λογίοις οὐ χρονικὴν μόνον διάνοιαν ὑποσημαῖνον, ἀλλ᾽ ἐν πολλοῖς πολλάκις καὶ τὸ ἀπέραντον· ἐμοὶ δὲ δοκεῖ τὸ ἐν ὅσῳ ἐνταῦθα οὐδὲ τὴν ἕως δύναμιν ἔχειν, ἀλλ᾽ ἀντὶ τοῦ καθὸ παρειλῆφθαι μᾶλλον. Πλὴν ἀλλὰ γὰρ καὶ ὁ θεολόγος Γρηγόριος τὰς αὐτὰς προεῖπε φωνάς, οἷς ὁ ἐν ἁγίοις Λέων ἠκολούθησε.
Πάλιν δὲ ἡ αἵρεσις διαβάλλει τὸν ὅσιον Λέοντα διότι, φησίν, εἶπε τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τό τε ταπεινὸν τῆς σαρκὸς καὶ τὸ μέγεθος τῆς θεότητος. Καίτοι γε εἰ μὲν μὴ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ, τάχα ἂν τοῖς ἄφροσι παρεῖχε λαβῆς ὑπόνοιαν ὡς ἀνὰ μέρος τίθησι τὴν σάρκα καὶ τὴν θεότητα, εἰ καὶ μηδὲ τοῦτο ἡ λέξις μηδὲ τότε ἐδήλου· ἐπεὶ δὲ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπήγαγε τό τε ταπεινὸν τῆς σαρκὸς καὶ τὸ μέγεθος τῆς θεότητος, πῶς οὐκ ἐσχάτης ἐστὶ μανίας ἐν αἰτίαις ποιεῖν τὸν ἀναίτιον; Ὅτι δὲ καὶ τῶν ἱερῶν ἡμῶν πατέρων γέμει τὰ γράμματα τὰς τοιαύτας φωνάς, περιττὸν οἶμαι παριστάνειν τῇ παραθέσει τῶν χρήσεων.
Καίτοι καὶ εἴ τι τοιοῦτον ὑπενοεῖτο τοῖς τοῦ μακαρίου Λέοντος ῥήμασιν, ἐχρῆν κατὰ τὸν ἐν ἁγίοις Γρηγόριον τὸ ἀμφίβολον πρὸς τὸ εὐσεβέστερον εὐλαβῶς ἑλκῦσαι ἀλλὰ μὴ θρασέως οὕτω πρὸς τὴν ἀσέβειαν ἐκβιάσασθαι· εἰ δὲ ἐν οὐδενὶ λόγῳ αὐτοῖς ὁ θεολόγος Γρηγόριος, ἀλλ᾽ οὖν γε δυσωπηθῆναι τὸν ἀπόστολον Παῦλον λέγοντα· «Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ».
Οἱ δὲ πάλιν ἐπιπηδῶσι τοῖς τοῦ ἀνδρὸς ῥήμασιν, ἐν οἷς φησιν· «Ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιόν ἐστι, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ᾽ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Ἰδού, φασί, δύο πρόσωπα εἴρηκε, καὶ ἰδίᾳ τὰς ἐνεργείας ἐκήρυξε. Καίτοι γε οὐδὲν τοιοῦτον οὔτε ἡ λέξις οὔτε ἡ ἀκολουθία ἀπαιτεῖ τοῦ νοήματος. Ποῦ γὰρ εἶπεν ὡς ἀνὰ μέρος καὶ ἀνὰ μέρος μορφὴ ἑκατέρα ἐνεργεῖ; Ἢ ποῦ παρέλιπε τὸ μετὰ τῆς θατέρου κοινωνίας, τουτέστιν ἐν τῇ ἑνώσει τῶν φύσεων; Εἰ δ᾽ οὗτος ταῦτα εἰπὼν ὑπ᾽ αἰτίαν, καὶ Κύριλλος οὐκ ἄλλα λέγων ἐν τοῖς κατὰ Νεστορίου λόγοις τῆς αὐτῆς ἔνοχος μέμψεως· «Παρεχώρει μὲν γὰρ τὸ σῶμα, φησί, τοῖς τῆς ἰδίας χρᾶσθαι φύσεως νόμοις, καὶ τὴν τοῦ θανάτου γεῦσιν ἐδέχετο, καὶ τοῦτο παθεῖν ἐφέντος αὐτῷ χρησίμως τοῦ ἑνωθέντος λόγου». Καὶ πάλιν ἐν τοῖς θησαυροῖς· «Ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ αὐτοῖς φύσει προσόντα, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορῆσαι σάρκα καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς γραφάς». Ἀλλὰ ταῦτα μὲν ταύτῃ.
Ὅτι δὲ ἡ μορφὴ οὐχ ὑπόστασις ἢ πρόσωπον νοεῖται ἀλλ᾽ οὐσία, Βασίλειος μὲν ὁ λαμπρὸς τῆς ἐκκλησίας κῆρυξ ἐν τῷ κατ᾽ Εὐνομίου λόγῳ τρανῶς διδάσκει, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς λέγων· «Ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοουσία ἡμῶν ἐστιν, ὅτι καὶ ἐξ ἡμῶν. Ἔστι δὲ Θεοῦ μορφὴ ὁ υἱός· ὁμοούσιος ἄρα ἐκείνου οὗ καὶ ἔστιν ἐν μορφῇ». Καὶ πρὸ τούτων ὁ μέγας Παῦλος· «Ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών». Δῆλον γὰρ οὐχὶ πρόσωπον ὑπῆρχεν ὁ υἱὸς τοῦ πατρός, οὐδὲ τῆς αὐτῆς ὑποστάσεως, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ἐν ᾗ καὶ εἶναι λέγεται. Πάλιν δὲ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῷ κατ᾽ Εὐνομίου λόγῳ, ἐν τῷ πρώτῳ κεφαλαίῳ, οὕτω φησίν· «Τὸ ἐν μορφῇ ἐν οὐσίᾳ ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφὴ καὶ ἄλλο οὐσία Θεοῦ, ἵνα μὴ σύνθετος ᾖ. Ὁ οὖν κατὰ μορφὴν ἴσος κατ᾽ οὐσίαν ἴσος».
Τὰ αὐτὰ δὲ καὶ ὁ ἐν ἁγίοις Ἀμφιλόχιος ὁ Ἰκονίου ἐν τῇ πρὸς Σέλευκον ἐπιστολῇ· «Ὥστε τὴν τοῦ Θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, οὕτω Θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, ἕνα δὲ υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου, νοητῆς καὶ ἀοράτου, ψηλαφητῆς καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρχομένης, ἀπεριγράφου καὶ περιγεγραμμένης».
Τοῦ μέντοι γε προκειμένου ἀνδρός, ὡς τὸ ἐπίσημον ἐπ᾽ εὐσεβείᾳ ἔχοντος, ὁ ἱερὸς Κύριλλος κατὰ τὴν ἱερὰν γʹ σύνοδον παρήγαγε μαρτυρίας κατὰ Νεστορίου. Καὶ μὴν καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως καὶ Κυριακὸς ὁ τῆς Πάφου ἐπίσκοπος, εἷς ὢν τῶν τιηʹ ἁγίων πατέρων, τὰ αὐτά φησιν, ὁ μὲν ἐν Πουλχεριαναῖς μετὰ τὸ γενέθλιον, ὁ δὲ ἐν τῷ εἰς τὰ θεοφάνια λόγῳ. Ὁ αὐτὸς δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως τὰ αὐτὰ λέγει· ἀλλά γε δὴ καὶ ὁ Χρυσόστομος ἐν τῷ περὶ τῆς ἀναλήψεως λόγῳ. Καὶ ὁ Γρηγόριος δὲ ὁ Νύσσης ἐν τοῖς κατ᾽ Εὐνομίου ταῦτά φησι· «Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις καταπειρόμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται;» Οὕτω μὲν οὖν [οὕτω] σύμφωνοι πανταχοῦ τῇ τε ἁγίᾳ συνόδῳ καὶ τῷ ἱερῷ ἀνδρὶ Λέοντι καὶ ὁ προγενέστερος ἅπας τῶν ἁγίων χορός.
Ἀλλ᾽ ἡ αἵρεσις πάλιν ἀναισχυντοῦσα κατὰ τοῦ ἱεροῦ Λέοντός φησιν ἐν τῷ εἰπεῖν αὐτὸν «τὸ μὲν αὐτοῦ διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν» υἱῶν δυάδα συνεισάγει καὶ ὑποστάσεων. Καίτοι εἰ «ὁ μέν, ἔφη, διαλάμπει τοῖς θαύμασιν, ὁ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν», εἶχεν ἂν προφάσεως κἂν γοῦν σχῆμα ἡ λαβή. Ὅτε δὲ τοῦτο μὲν παντελῶς οὐ λέγει, ἀλλὰ τὸ μὲν αὐτοῦ διαλάμπειν τοῖς θαύμασιν, τὸ δὲ ὑποκεῖσθαι ταῖς ὕβρεσι, τοῦ αὐτοῦ εἶναι λέγων ἀμφότερα, τά τε πάθη καὶ τὰ θαύματα, πῶς ἂν ἀσεβείας τινὸς λαβὴν παράσχοι;
Τὸ αὐτὸ δὲ καὶ πάντες οἱ πατέρες ἡμῶν ἐκδιδάσκουσιν. Ὁ δέ γε Νύσσης Γρηγόριος ἐν τῷ κατ᾽ Εὐνομίου γράφων οὐδ᾽ οἷς μᾶλλον ἀνασοβεῖται ἡ αἵρεσις, οὐδὲ τούτοις χρήσασθαι παρῃτήσατο. Οὐ γὰρ κατὰ τὸ οὐδέτερον, ἀλλὰ κατὰ τῆς φωνῆς τὸ ἀρρενικὸν προάγει τὸν λόγον. Λέγει γάρ· «Τίς ὁ κοπιάσας ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ;» Καὶ κατὰ συνέχειαν· «Τί τὸ τῆς δόξης ἀπαύγασμα, καὶ τί τὸ τοῖς ἥλοις καταπειρόμενον;» Φανερὰ γὰρ ταῦτα, φησί, κἂν μή τις ἑρμηνεύσῃ τῷ λόγῳ.
Πάλιν δὲ διασύρουσι τὸν ἐν ἁγίοις Λέοντα φάμενον οὕτως ὅτι «καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπε». Καὶ τί διαφέρει ταῦτα τοῦ λέγειν ὁμοούσιον ἡμῖν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα καὶ ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα; Ὃ τῷ Εὐτυχεῖ μόνον οὐκ ἀρέσει καὶ ὅσοι τῆς ἐκείνου μανίας ὑπόδικοι. Καίτοι ὁ ἐν ὁσίοις Λέων τοῖς εἰρημένοις ἐπιφέρει· «Εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱός τε Θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου ὑπάρχει», ὃ πᾶσαν ἀσεβούντων ἰσχὺν ἄμαχον ἔχει καταισχῦναι κακόνοιαν.
Ταῦτα μὲν οὖν παρὰ τῶν αἱρετικῶν προτεινόμενα πρὸς λαβὴν τῆς εὐσεβείας γενναίως ὁ ἐν ἁγίοις Ἐφραΐμιος ἐπελύσατο. Τίθησι δὲ καὶ αὐτὸς οἴκοθεν τοῦ αὐτοῦ τόμου ῥήματα, ἐν οἷς τοῦ ἀρχιερέως αὐτοῦ τῆς εὐσεβείας ἐξαστράπτει τὸ κήρυγμα, καὶ οὐδ᾽ ἡ ἀναίσχυντος τῶν ἀσεβούντων τόλμα ἐπιλαβέσθαι τινὸς τούτων οὐμενοῦν οὐδαμῶς ἀπηναισχύντησεν. Ὧν ἐκ πολλῶν ἐστιν ἓν καὶ τὸ «ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου».
Ἀναθεματίζει δὲ τρανῶς ἡ σύνοδος καὶ Νεστόριον διὰ τοῦ αὐτοῦ Λέοντος, οὕτω λέγουσα· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακαρίαν παρθένον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα, ἵνα τῆς μὲν σαρκὸς ἄλλο τῆς δὲ θεότητος ἄλλο πρόσωπον ἀπεργάζηται».
Πῶς οὖν τὰ Νεστορίου φρονεῖ ὁ Νεστόριον καὶ τὰ αὐτοῦ δόγματα οὕτω καταδικάζων; Πάλιν δὲ ἐπηρεάζουσιν οἱ αἱρετικοὶ τὴν δʹ σύνοδον, λέγοντες ὡς ἐδογμάτισε μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν πίστιν ἑτέραν παρ᾽ ἣν ἐξέθετο αὐτή. Καίτοι οὐ τοῦτο ἡ σύνοδος διωρίσατο, κἂν ἀναισχύντως οὗτοι καταψεύδωνται ἀλλὰ τὴν πίστιν ἣν οἱ τιʹ καὶ ηʹ ἅγιοι πατέρες ἐξέθεντο τιμῶσά τε καὶ θειάζουσα, παρὰ ταύτην ἔφησε μηδενὶ ἐξεῖναι προφέρειν ἑτέραν πίστιν καὶ τὰ ὑπόλοιπα. Δῆλον δέ ἐστιν ἐξ αὐτῶν μάλιστα τῶν συνοδικῶν φωνῶν, ὧν καὶ μόνον ἀναγινωσκομένων οὐδεμιᾶς ἄλλης δεῖσθαι κατασκευῆς ἢ συστάσεως ἐπιδειχθεῖσα ἡ ἀλήθεια. Καὶ οὐχ ὥρισε μὲν τοῦτο, ἔπραξε δὲ ἄλλως, ἀλλ᾽ ὡς ὥρισεν, οὕτω πανταχοῦ καὶ διαπραττομένη γνωρίζεται· καὶ γὰρ τοὺς τῇ εὐσεβείᾳ προσιόντας οὐκ ἄλλο σύμβολον, ἀλλὰ τῶν τιηʹ ἁγίων πατέρων ἐκδιδάσκει καὶ παραδίδωσι.
Γέλωτα δὲ μᾶλλον καθ᾽ ἑαυτῶν ἢ διαβολὴν τῆς συνόδου καταχέουσιν ἐν οἷς φασιν αὐτὴν ὑπὸ πολλῶν διασύρεσθαι. Πόσαι γὰρ τῆς πρώτης καὶ οἰκουμενικῆς ἁγίας συνόδου κατεῖπον σύνοδοι, καὶ τότε ἀρχιερέων οὖσαι πλήρωμα; Τὴν δὲ τῶν ρνʹ οὐδ᾽ εἰ γέγονέ τινες τῶν Αἰγυπτίων εἰδέναι ἠθέλησαν. Ἀλλ᾽ ἐάσωμεν τὸ ἀλόγιστον.
Ἐπεὶ δὲ χρῆσίν τινα τοῦ Ἰουλίου Ῥώμης οἱ πρὸς οὓς ἔγραφεν ὑπὲρ τῆς ἰδίας δυσσεβείας (ὡς ἐνόμιζον) προσεκόμισαν, τὴν μὲν χρῆσιν ὁ σοφὸς συγγραφεὺς ἐπεδείξατο κατά τε τοῦ Σαμωσατέως Παύλου καὶ τῆς νεστοριανῆς δευτέρας αἱρέσεως εἰρῆσθαι, καὶ κωλύειν τὰς δύο φύσεις ἰδικῶς καὶ ἀνὰ μέρος φρονεῖν, ὥσπερ καὶ δύο ὑποστάσεις καὶ πρόσωπα καὶ υἱούς. Καὶ γὰρ ἡ μία φύσις ἐπὶ Χριστοῦ τῷ Ἰουλίῳ ἐνταῦθα ἀντὶ τῆς ὑποστάσεως εἴληπται, καὶ οὐδὲν οὔτε τῇ ἀληθείᾳ οὔτε τοῖς ἄλλοις θεοφόροις ἡμῶν πατράσιν ἀπομάχεται, καὶ δῆλον τοῦτο ποιεῖ ὁ θεῖος Ἰούλιος κατὰ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Ἀπολιναρίου καὶ Εὐτυχέως διὰ τῶν ἱερῶν αὐτοῦ φωνῶν τὸ βέλος ἀφείς. Ἔφη γὰρ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ ὁμοουσίου· «Ὅθεν ἐξ ἀνάγκης καὶ τὸ σωματικὸν καθόλου καὶ τὸ θεϊκὸν καθόλου λέγεσθαι. Καὶ ὁ μὴ δυνάμενος ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνοις περιπεσεῖται. Ὁ δὲ καὶ τὰ ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάττων οὔτε τὰς φύσεις ψεύδεται οὔτε τὴν ἕνωσιν ἀγνοήσειεν». Ὥστε φανερὸν ὡς ὁ θαυμαστὸς Ἰούλιος τὰς δύο φύσεις ἀνομολογῶν, τὴν μίαν φύσιν ἐν τῷ προτεθέντι ῥητῷ ἀντὶ τῆς ὑποστάσεως παρέλαβεν.
Ἐλέγχει δὲ καὶ ἕτερά τινα οὐκ ὀλίγα ἄτοπα, ἃ οἱ πρὸς οὓς ἀντέγραφεν ὁ φιλόθεος Ἐφραΐμιος τῇ οἰκείᾳ ἐντεθείκασιν ἐπιστολῇ, δεικνὺς αὐτὰ δυσσεβείας γέμοντα. Ἐκεῖνο δέ ἐστι θαυμάζειν ἄξιον, ὅτι ἃ Κύριλλος μὲν προεῖπεν, ἐκεῖνα δὲ ἡ σύνοδος λαβοῦσα προήνεγκε (λέγω δὴ τὸ οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, καὶ πάλιν τὸ συντρεχουσῶν τῶν φύσεων εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν), ταῦτα οἱ ἐπὶ Κυρίλλῳ σεμνυνόμενοι διασύρουσιν.
Ἀλλὰ γὰρ ταῦτα διελθὼν ὁ θεοφιλὴς Ἐφραΐμιος παρατίθησιν ἐπιστολὰς τοῦ τε ἐν ἁγίοις Συμεῶνος, τοῦ τὴν ἐν τῷ κίονι στάσιν ἀθλήσαντος, καὶ Βαραδάτου πρὸς Βασίλειον τὸν ἐπίσκοπον Ἀντιοχείας ἐπεσταλμένας καὶ δὴ καὶ πρὸς Λέοντα τὸν βασιλέα ἑκατέρου τούτων ἰδίᾳ πρὸς ἑκάτερον τοῖν δυοῖν ἀνὰ μιᾶς γεγραμμένης. Τοῦ μέντοι γε Ἰακώβου μία καὶ αὐτὴ πρὸς τὸν αὐτὸν εὐσεβέστατον ἐγράφη βασιλέα. Ἅπασαι δὲ ἀφελεῖ μὲν συντέθεινται καὶ ἁπλῷ λόγῳ, πνεύματος δὲ πεπλήρωνται καὶ τῆς ἱερᾶς ἡμῶν σοφίας. Πρεσβεύουσι δ᾽ ὁμοίως τὴν ἐν Καλχηδόνι σύνοδον, ἐν τοῖς εὐσεβεστάτοις ταύτης δόγμασι διαμένειν τοὺς γεγραφότας ἀνομολογοῦσαι, καὶ τοὺς δεχομένους αὐτὰς στέργειν καὶ κηρύσσειν τὰ ἐν τῇ ὁσίᾳ σπουδῇ δογματισθέντα παράκλησίν τε καὶ παραίνεσιν συνεισάγουσαι.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Εὐλογίου〉 βίβλος πληρουμένη λόγοις ιαʹ. Τούτων ὁ πρῶτος Ῥώμης ἀρχιερέα ἔλεγε πρὸς ὃν ἔγραφεν· ὃς ἐδέξατο παρὰ τοῦ συγγραφέως ἐπιστολὴν συνοδικήν, ἐνδεῖν δὲ αὐτὴν ἀντεδήλωσεν, ὅτι μήτε τῶν τεσσάρων συνόδων τὰς προσηγορίας ῥήματι εἶπε, μήδ᾽ ἔνθα συνέστησαν, ἀλλὰ μηδὲ τοῦ πλήθους τὸν ἀριθμὸν ἑκάστης ἐσήμηνε· καὶ ὅτι οὐδ᾽ ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ ἐπὶ λέξεως μνήμης ἔτυχεν, ἀλλὰ μήδ᾽ Εὐτυχὴς μηδὲ Διοσκόρος μηδὲ Σεβῆρος ἀναθέματι παρεδόθησαν, καὶ διότι ἡ ἐν δύο φωνὴ ἀμυδρότερον ἢ ὅσον ἐχρῆν ἀπηγγέλλετο.
Ἃ μὲν ὁ τὰ συνοδικὰ δεξάμενος ᾐτιᾶτο, ταῦτα ἦν· ὁ μέντοι γε θεοφιλὴς ἀνὴρ λόγον ὑπὲρ ὧν ᾐτιάθη διδούς, πρῶτον μὲν περιειλῆφθαι πάντα φησὶν ἐπὶ κεφαλαίων τοῖς συνοδικοῖς ἃ ἔδοξε παραλελεῖφθαι, πλὴν πλατύτερον καὶ νῦν εἰπεῖν περὶ αὐτῶν μηδένα λαβεῖν ὄκνον. Τοῦτο δὲ σπουδαίως τε καὶ θεοφρόνως ἐπιτελῶν εἰς τὸ ἄριστόν τε καὶ τελεώτατον τά τε ἄλλα καὶ τὴν περὶ τῆς πίστεως ἱερὰν ἡμῶν ὁμολογίαν διατίθησιν, ἐμφιλοχωρῶν μάλιστα τῇ κατὰ τὴν οἰκονομίαν ἱερολογίᾳ, ἐν ᾗ τῶν τε δύο φύσεων ἀδιαίρετόν τε καὶ ἀσύγχυτον τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ὑμνεῖ, καὶ τὰς ἑκατέρωθεν αἱρετικὰς παραφυάδας τῇ μαχαίρᾳ τέμνει τῆς ἀληθείας.
Κέχρηται δὲ καὶ τῇ λέξει τῆς κράσεως εὐσεβῶς μέν, πλὴν κέχρηται, μὴ κατὰ τὸν ἄνουν Ἀπολινάριον τῇ φωνῇ κεχρῆσθαι διαμαρτυρόμενος, μὴ μέντοι γε μηδὲ κατὰ τὸν δυσσεβῆ Εὐτυχῆ, ἀλλ᾽ ὡς ὁ τῆς εὐσεβείας νόμος βούλεται, ἅτε δὴ ἕνα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τρανολογεῖν ἐν δύο φύσεσιν ἀδιαιρέτοις τε καὶ ἀσυγχύτοις εἰδώς, ἐν τελείᾳ θεότητι καὶ τελείᾳ ἀνθρωπότητι, οὔτε τῆς κράσεως σύγχυσιν αὐτῷ δηλούσης, οὔτε τῆς ἐν δύο φωνῆς διαίρεσιν παρεισαγούσης. Τούτοις δὲ καὶ Ἀθανάσιον καὶ Κύριλλον συμβαίνειν ὑπαγορεύει, οἷς καὶ αὐτοὶ διωμολόγησαν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην· ἐν ᾧ γὰρ ἔφησαν σεσαρκωμένην, τὴν προσληφθεῖσαν ἀνεκήρυξαν φύσιν.
Ταῦτα διελθών, καὶ ὡς καὶ ἐν ἄλλοις αὐτοῦ πόνοις γυμνάζει τὴν προκειμένην φωνὴν ἐπισημηνάμενος, τριπλῇ φησι μερίζεσθαι διανοίᾳ τὴν παροῦσαν χρῆσιν. Καὶ γὰρ τὸ σεσαρκωμένη ἢ ἀντὶ τοῦ σαρκὶ ἐσχηματισμένη καὶ οἷον εἰδοποιηθεῖσα, ὥσπερ ὁ χαλκοῦς τῇ μορφῇ τοῦ ἀνδριάντος, ἐκληφθείη ἄν· ἢ ὅτι εἰς σάρκα τῆς τοῦ Λόγου φύσεως τραπείσης καὶ οἷον ἀποσαρκωθείσης μία προῆλθεν ἡ φύσις· ἢ ὅτι μία οὖσα ἡ τοῦ Λόγου φύσις κατὰ τὴν οἰκονομίαν οὐκέτι μία μόνη ἀλλὰ καὶ μετὰ σαρκὸς θεωρεῖται, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἑαυτῇ τε καὶ τῇ προσληφθείσῃ σαρκὶ διασῴζουσα.
Αἱ μὲν οὖν πρῶται δύο ὑπολήψεις Ἀπολινάριον ἴσασι καὶ Εὐτυχέα· ἡ δὲ τρίτη δόξα τοῦ κηρύγματός ἐστι τῶν ἀποστόλων, ἣν καὶ ὁ τῶν μακαρίων ἡμῶν πατέρων χορὸς ἐκεῖθεν μαθὼν συνετήρησε. Καὶ δῆλον ὡς, εἴ τις εὐσεβεῖν ἐθέλοι ἐν τῷ λέγειν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, τὸ αὐτὸ φρονεῖν ἂν χαριτωθείη τοῖς δύο φύσεις ἀδιαιρέτους καὶ ἀσυγχύτους ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ θεωροῦσί τε καὶ δοξάζουσιν· εἰ δὲ μή, πρὸς Ἀπολινάριον ἢ Εὐτυχέα πάντως δραμεῖται. Καὶ γὰρ ἐνταῦθα τὴν μίαν μὲν φύσιν ἀντὶ τῆς ὑποστάσεως εἰρῆσθαι, τὸ δὲ σεσαρκωμένην ἀντὶ τῆς ἀνθρωπίνης φύσεως, ὡς μηδὲν διαφωνεῖν τὸν λέγοντα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἢ μίαν ὑπόστασιν τοῦ Λόγου ἀνθρωπίνην φύσιν ἀναλαβοῦσαν. Διὸ καὶ οἱ πατέρες ἡμῶν ἐξηγούμενοι τὴν φωνὴν ἐπάγουσιν· «Οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς καὶ μετὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον ἑκατέρας ἐν τῷ ἰδίῳ τῆς φύσεως ὅρῳ τε καὶ λόγῳ, ἐν τῷ αὐτῷ καὶ ἑνὶ Χριστῷ τῷ Θεῷ ἡμῶν».
Ὥστε εἰ τὰ σῳζόμενα μὲν θεωρεῖται, τὰ δὲ θεωρούμενα ὁμολογεῖται, ἃ δὲ ὁμολογεῖται, καὶ ἀριθμεῖται, φανερὸν ὅτι τὸ λέγειν εὐσεβῶς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καὶ τὸ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει, διαφορὰν οὐδεμίαν εἰς τὸν τῆς εὐσεβείας ἐμποιεῖ λόγον.
Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν περατοῖ τὸν αʹ λόγον. Ὁ δὲ βʹ ἐπιγράφεται μὲν δογματικός, ἔκθεσιν δὲ καὶ οὗτος ἀπαγγέλλει πίστεως· ἐν ᾗ τήν τε Τριάδα εὐσεβοφρόνως θεολογεῖ καὶ τὰ περὶ τὴν οἰκονομίαν ὁμοίως διέξεισι, συνοπτικώτερον μὲν ἢ ἐν τῷ προτεταγμένῳ ταῦτα διεξιών, οὐδὲν μέντοι τῆς ἀκριβείας καθυφιείς.
Καὶ ταῦτα διαδραμὼν εἰς παραίνεσιν περαίνει τὴν σπουδήν, δι᾽ ἧς τοὺς τῆς ἐκκλησίας ἀποφοιτῶντας τὴν κοινὴν ὁμόνοιαν ἀσπάσασθαι παρακαλεῖ. Ἐν τούτῳ τῷ λόγῳ φησὶν ὡς τῶν ἐν τῇ ἐκκλησίᾳ παραδεδομένων ὑπὸ τῶν ὑπηρετῶν τοῦ Λόγου διδαγμάτων τὰ μέν ἐστι δόγματα, τὰ δὲ κηρύγματα. Καὶ ἡ διαφορά, τὰ μὲν δόγματα μετ᾽ ἐπικρύψεως καὶ σοφίας ἀπαγγέλλεται, καὶ τὴν ἀσάφειαν πολλάκις ἐξεπίτηδες περιβάλλεται, ὡς ἂν μὴ βεβήλοις εἶεν τὰ ἅγια ἔκθετα καὶ οἱ μαργαρῖται τοῖς χοίροις προκείμενοι, τὰ δὲ κηρύγματα χωρίς τινος ἐπικρύψεως ἀπαγγέλλεται, καὶ μάλιστα ὅσα εἰς λόγον ἐντολῶν καὶ θείου φόβου συντήρησιν ἀναφέρεται. Εἶναι δὲ καὶ τῶν δογμάτων ἔτι τινὰ μυστικώτερα, ἃ παντελῶς, ὡς τὸ ἔπος φάναι, σεσίγηται, ἐκείνοις δὲ μόνοις μυστικῶς παραδέδοται, οἳ διὰ Λόγου ζῶντος ἔχουσι πνευματικὴν σοφίαν πιστοῖς ταῦτα παρατίθεσθαι.
Ἔτι δὲ διαστολὴν τῶν ἐπὶ Χριστοῦ λεγομένων ποιεῖται, τὰ μὲν ἀληθῶς καὶ κυρίως ὑποτιθέμενος λέγεσθαι, τὰ δὲ κατὰ ἀναφοράν. Ἀναφέρεται γὰρ ἀφ᾽ ἡμῶν, ὡς κεφαλῆς ἐκείνου πάντων ἡμῶν ἀνασχομένου γενέσθαι, ἥ τε ἁμαρτία καὶ ἡ κατάρα καὶ ὅσα παραπλήσια. Λέγει γὰρ ὁ Ἀπόστολος· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε». Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Οὕτω δὲ καὶ τὸ ἀνυπότακτον ἡμῶν καὶ τὴν ἄγνοιαν, ὡς κεφαλὴν τοῦ ὅλου σώματος, ἀναδέχεσθαι, καὶ τό· «Θεέ μου Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» δι᾽ ἄφατον φιλανθρωπίαν ὡς ἑαυτοῦ τὰ ἡμέτερα οἰκειούμενον.
Ὁ δὲ γʹ λόγος κατὰ τῶν συκοφαντησάντων τοὺς ἁγίους πατέρας καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀγωνίζεται. Καὶ πρῶτον μὲν τὰς πρὸς Σούκενσον ἐπιστολάς, αἳ τῷ μακαρίῳ Κυρίλλῳ ἐγράφησαν, καὶ ὅσα ἄλλα ταύταις συντρέχειν δοκοῦσι, διευκρινεῖ (καὶ γὰρ οἱ δι᾽ ἐναντίας ἀπὸ τῶν τοιούτων φωνῶν, ὥσπερ ἀπό τινος ἀκροπόλεως, κατατρέχειν τῶν τῆς εὐσεβείας δογμάτων φρυάττονται), ἔπειτα δὲ καὶ τὰς ἄλλας συκοφαντίας ἀποσκευάζεται.
Τὸ μὲν οὖν αἱρετικὸν φρόνημα πρῶτον μὲν προτείνει τῆς δευτέρας πρὸς Σούκενσον ἐπιστολῆς χρῆσιν, ἥτις τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν ἐναντίον εἶναί φησι τοῖς μίαν πρεσβεύουσι τοῦ Λόγου φύσιν σεσαρκωμένην. Οἷς ἀνθυποφέρων ὁ συνήγορος λέγει τῆς ἀληθείας, ὡς οἱ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην δοξάζοντες σαφῆ μὲν βούλονται διὰ τῆς φωνῆς ποιεῖν τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, καὶ ὡς ὁ Λόγος οὐκ ἄνθρωπον προϋποστάντα προσέλαβεν ἀλλὰ σὰρξ ὡς ἀληθῶς γέγονεν· ἡ δὲ οὐκ ἐξαρκεῖ τοῦ μυστηρίου δεῖξαι τὸ τέλειον. Ποῦ γὰρ ἔστι διὰ τῆς φωνῆς λαβεῖν εἴτε ἔμψυχος ἦν ἡ ἀναληφθεῖσα σὰρξ ἢ μή, καὶ εἰ ἐσχημάτιστο μόνον τῇ σαρκὶ ἢ ἀληθῶς ἐπεφύκει σάρξ; Πόθεν δ᾽ ὅτι τέλεια ἢ ὅτι ἀσύγχυτα τὰ συνελθόντα μεμενήκασιν; Οὐδὲν γὰρ τούτων διευκρινημένον ἐστὶν ἐξ αὐτῆς εὑρεῖν. Διὰ τοῦτο γὰρ καὶ Ἀπολιναρίῳ καὶ Εὐτυχεῖ τὸ προκείμενον χωρίον περιπτύσσεται, τῷ μὲν συγχέοντι τὰ συνελθόντα, Ἀπολιναρίῳ δὲ ἄψυχον τὴν σάρκα φανταζομένῳ. Ἀλλὰ καὶ Μάνεντι φίλον ἡ φωνή, σχήματι καὶ φαντασίᾳ τὴν ἐνανθρώπησιν πλάττοντι.
Οἱ μέντοι γε λέγοντες δύο φύσεις ἀδιαιρέτους ἀσύγχυτα μὲν τὰ συνελθόντα φυλάττουσιν, οὐδ᾽ οὗτοι μέντοι διὰ τῶν αὐτῶν φωνῶν τὴν καθ᾽ ὑπόστασιν κηρύττουσιν ἕνωσιν. Δυνατὸν γὰρ πάλιν κακούργως λαβεῖν τὸ ἡνωμένον, ὡς ὁ Νεστόριος, τιμῇ καὶ δόξῃ καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐπιτεχνάσμασι. Διὰ τοῦτο καὶ ὁ θεῖος Κύριλλος κατὰ τὸ πέρας τῆς εἰρημένης ἐπιστολῆς· «Τὸ δὲ ἀδιαιρέτως, ἔφη, προστεθὲν δοκεῖ μέν πως παρ᾽ ἡμῖν ὀρθῆς δόξης εἶναι σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ᾽ αὐτοῖς κατὰ τὰς Νεστορίου κενοφωνίας καθ᾽ ἕτερον λαμβάνεται τρόπον· φασὶ γὰρ ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ τῇ αὐθεντίᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατῴκησεν ἄνθρωπος». Ὥστε διττὸν καὶ ὁ μέγας Κύριλλος οἶδε τὸ ἀδιαίρετον, τὸ μὲν αἱρετικῆς δόξης, τὸ δὲ οἰκεῖόν τε καὶ ὀρθοδόξου φρονήματος.
Διχῇ δὲ τοῦ ἀδιαιρέτου λεγομένου, εὐλόγως ἔφησε μάχεσθαι τὸ λέγειν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην τοῖς κατὰ Νεστόριον φάσκουσι δύο φύσεις ἀδιαιρέτους. Αὐτὸ δὲ τοῦτο τὸ ῥητὸν ὀρθῆς γίνεται δόξης, ἀπομερισθὲν τῆς ὁμωνυμίας. Ἀπομερίζεται δὲ κατ᾽ ἄλλους τρόπους, μάλιστα δὲ ἐν τῷ καθ᾽ ὑπόστασιν προσλαβεῖν ἕνωσιν· αὕτη γὰρ ἡ προσθήκη τὸ ἀκριβὲς πληροῦσα καὶ τὸν δόλον ἐλαύνει Νεστορίου καὶ τοὺς συκοφάντας τῆς εὐσεβείας καταισχύνει.
Ἀτελὴς οὖν ἑκατέρα φωνή, ὡς ἐκ τῶν εἰρημένων δῆλον κατέστη, μὴ προσλαβοῦσα τὴν ἑτέραν, λέγω δὴ καὶ ἡ λέγουσα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην καὶ ἡ δύο φύσεις ἀδιαιρέτους· τελειοῦται δὲ ἑκατέρα συμπλεκομένη τῇ ἑτέρᾳ· ἡ μὲν γὰρ τοῦ Λόγου φύσις σεσαρκωμένη τὴν καθ᾽ ὑπόστασιν ἁπλῶς ἕνωσιν εἰσάγει, ὁ δὲ τὰς δύο φύσεις λέγων ἀδιαιρέτους τὸ ἄφυρτόν τε καὶ ἀσύγχυτον τῶν συνελθόντων μηνύει.
Οὐκοῦν ἀπομερισθεῖσα φωνὴ θατέρας ἡ ἑτέρα καὶ σοφιστικῶς προαγομένη δικαιοτάτην ἂν τὴν κατάγνωσιν ἐνέγκοι. Ὥστε δικαίως καὶ ὁ ἱερὸς Κύριλλος πρὸς Νεστόριον ἀποτεινόμενος ὡς ἀτελῆ τὴν λέγουσαν ῥῆσιν δύο φύσεις ἀδιαιρέτους, καὶ μὴ ἐξαρκοῦσαν τὸ αἱρετικὸν σόφισμα διελέγξαι, παραιτεῖται, καὶ μάχεσθαι αὐτῇ τὴν λέγουσαν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, μεθ᾽ ἧς ἡ συντεθεῖσα προῆλθεν, ἀκήρατον τὴν εὐσέβειαν ἐδήλου, τὰς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει τρανολογοῦσα. Οὕτω δὴ κἂν μίαν τις προφέρῃ τοῦ Λόγου φύσιν σεσαρκωμένην, καὶ μάλιστα πρὸς Ἀπολινάριον διαμαχόμενος ἢ Μάνεντα ἢ Εὐτυχέα, ἀτελῶς τε ἂν προφερόμενος εἴη, καὶ τῷ ἐκείνων μᾶλλον φρονήματι συνεπαμύνων, καὶ τὴν τοῦ Κυρίλλου δόξαν διαπολεμῶν τε καὶ ἀνατρέπων, συναπελαύνων δὲ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ὁμολογοῦντας ἑνώσει.
Ὅτι δὲ τὸ δύο φύσεις ὁμολογεῖν ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει σύνδρομόν ἐστι τῇ εὐσεβῶς δοξαζούσῃ γνώμῃ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ἐμαρτύρησε περιφανῶς ὁ φύλαξ τῆς ἀκριβείας Κύριλλος. Τοὺς γὰρ ἀνατολικοὺς τοῦ Θεοῦ ἀρχιερεῖς μίαν μὲν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐδαμῶς εἰπόντας, δύο δὲ φύσεις ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει καὶ δογματίζοντας καὶ φρονοῦντας, εὖ μάλα καὶ μετὰ πολλῆς τῆς εὐφροσύνης ἀπεδέξατο. Ὁ μὲν γὰρ ἐν ἁγίοις Ἰωάννης, ὃς τὸν ἀρχιερατικὸν τῆς Ἀντιοχείας περιεῖπε θρόνον, ἔγραψεν ὅτι· «Δύο φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον θεοτόκον διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι».
Ὁ δὲ θερμὸς τῆς ἀκριβείας ἐραστὴς Κύριλλος ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα τοῖς γράμμασι διομολογησάμενον οὐ μόνον ἀσμένως καὶ περιχαρῶς προσήκατο, ἀλλὰ καὶ Παῦλον τὸν Ἐμίσης ἐπίσκοπον, ὃς ἐξ αὐτοῦ ἀπέσταλτο, ἐπὶ πανδήμου προσομιλήσαντα πανηγύρεως ὃ ὑπῆρχεν αὐτῷ τε καὶ τῷ ἀποστείλαντι φρόνημα, ἐγκωμίοις τε ἐδεξιώσατο καὶ ὡς ὁμογνώμονα ἐμεγάλυνεν. Ἡ δὲ ὁμιλία διεξῄει ὡς ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ὅτι τὸ δεύτερον τοῦ πρώτου ἑρμηνεία ἐστὶ τοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο» τὸ· «Ἐσκήνωσεν ἐν ἡμῖν», τουτέστιν ἐν τῇ ἡμετέρᾳ φύσει. Τοιαῦτα μὲν ὁμιλήσας ὁ Παῦλος τῶν Κυριλλείων ἀπήλαυσεν ἐπαίνων.
Ὅρα δὲ πάλιν καὶ τὸν Ἰωάννην δύο φύσεις κηρύττοντα καὶ ἕνα Υἱόν· «Ἕτερον σκηνὴ καὶ ἕτερον τὸ σκηνοῦν, ἕτερον ναὸς καὶ ἕτερον ἐνοικῶν Θεός. Πρόσεχε τῷ λεγομένῳ. Οὐκ εἶπον ἕτερος καὶ ἕτερος, ὡς ἐπὶ δύο Χριστῶν ἢ δύο Υἱῶν, ἀλλ᾽ ἕτερον καὶ ἕτερον, ὡς ἐπὶ δύο φύσεων». Ὅτε οὖν εἶπεν· «Ἐσκήνωσεν ἐν ἡμῖν» καὶ ἐκήρυξε δύο φύσεις, τότε ἐπήγαγε· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς».
Ταῦτα οὖν καὶ τοιουτότροπα τοῦ ἱεροῦ γεγραφότος Ἰωάννου, ἐπιμαρτύρεται μὲν τοῖς εἰρημένοις δογμάτων ὀρθότητα, τῆς δὲ οἰκείας ἀπαρχόμενος διδασκαλίας ὧδέ φησιν· «Ὁ μακάριος Προφήτης Ἠσαΐας, τῶν ἐν Χριστῷ διδασκάλων τὰς εὐστομίας προανακηρύττων, ἔλεγεν· ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἰδοὺ τοίνυν ἠντλήσαμεν ἡμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ Διδασκάλου, ὃς καὶ ταῖς τοῦ Πνεύματος δᾳδουχίαις λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος μυστήριον». Οὕτω τὸν ἱερὸν Ἰωάννην, δύο φύσεις ἄνω καὶ κάτω στρέφοντα, ὁ τῆς ἀληθείας θερμὸς ἐραστὴς Κύριλλος πηγὴν μὲν ἁγίαν ἀποκαλεῖ, τῆς δὲ τοῦ παναγίου Πνεύματος φωτοχυσίας ἔμπλεων καὶ λαμπρὸν ὑποφήτην τοῦ κατὰ Χριστὸν σεπτοῦ καὶ μεγάλου μυστηρίου.
Οὐ μόνον δέ, ἀλλὰ καὶ περὶ τοῦ μνημονευθέντος ἀρχιερέως Παύλου, πρὸς τὸν αὐτὸν ἐν ἁγίοις Ἰωάννην ἀντιγράφων, ὧδέ φησιν ἐπὶ λέξεως· «Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου καὶ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος». Καὶ πάλιν· «Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προσκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν».
Οὕτω μὲν οὕτω καὶ τὸν ἀρχιερέα Παῦλον θυμηδίας αἴτιον γενέσθαι καὶ τὴν προσκομισθεῖσαν δι᾽ αὐτοῦ τῶν ἀνατολικῶν πίστιν, τὸ ἀδιάβλητον ἔχουσαν, ἀνακηρύττει. Ἐπὶ δὲ τούτοις δεικνὺς ἐναργῶς ἐφ᾽ οἷς τοῖς ἀνατολικοῖς συμβαίνει καὶ ἃ κοινῇ πρεσβεύουσιν, ἵνα μὴ τὸ φιλόνεικον μεταφέρειν ἄδειαν λάβοι πρὸς ὃ βούλοιτο τὴν εἰρηνικὴν ὁμόνοιάν τε καὶ κατάστασιν, αὐτοῖς ῥήμασι κεφάλαιον τελευταῖον ταῦτα ποιεῖται· «Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ᾽ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας». Οἷς ἐπιφέρει καὶ τὴν οἴκοθεν κρίσιν, λέγων· «Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ αὐτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα) ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ᾽ ὑμῖν καὶ αἱ παρ᾽ ἡμῖν ἐκκλησίαι».
Καὶ τίς ἂν ἄλλος εἴη μεγαλοφωνότερος ἢ ἀξιοπιστότερος Κυρίλλου Κύριλλον ἑρμηνεῦσαι καὶ τὸ αὐτοῦ φρόνημα καθαρὸν καὶ ἀκαπήλευτον αἱρετικῆς ἐπιμιξίας παραστῆσαι; Ἐξ ὧν οὖν ἀδιαφόρως δοξάζειν αὐτόν τε καὶ τοὺς ἀνατολικοὺς τὴν εὐσέβειαν ἀνεῖπεν, ἔδειξε περιφανῶς ἀδιάφορον εἶναι καὶ τὸ ἐφ᾽ ἑνὸς προσώπου ἤτοι μιᾶς ὑποστάσεως δύο τὰς φύσεις ἀδιαιρέτους ὁμολογεῖν, καὶ τὸ μίαν τοῦ Λόγου σεσαρκωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ.
Οὐ μόνον δὲ πρὸς τοὺς τῆς ἀνατολῆς γράφων τὸ ὁμόδοξον αὐτοῖς μαρτυρεῖ, ἀλλὰ καί τινων ἐγκαλούντων αὐτῷ ὅτι τὰς δύο φύσεις ὁμολογοῦντας τοὺς ἀνατολικοὺς ἐδέξατο, αὐτὸς πρὸς Οὐαλεριανὸν τὸν Ἰκονίου ἐπίσκοπον ὑπὲρ αὐτῶν γράφει, ὡς Νεστόριον μὲν οἱ ἀνατολικοὶ κατακρίνουσι καὶ τὴν τῶν πατέρων ὁμολογίαν ἀκήρατον διασῴζουσι, τὴν ἁγίαν Παρθένον θεοτόκον μεθ᾽ ἡμῶν ἀνομολογοῦντες, καὶ ἕνα εἶναι Χριστὸν καὶ Υἱὸν καὶ Κύριον, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς γεννηθέντα Θεὸν Λόγον, ἐπ᾽ ἐσχάτων δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα τεχθέντα, καὶ τέλειον εἶναι τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, οὐ διαιροῦντες εἰς δύο Υἱοὺς ἢ Χριστοὺς ἢ Κυρίους καὶ τοὺς τολμῶντάς τι λέγειν κατ᾽ αὐτῶν ὡς ψεύστας καὶ ἀπατεῶνας καὶ τοῦ ψεύδους ἑαυτῶν προβαλλομένους πατέρα μυσάττεσθαί τε παραινεῖ καὶ ἀποπέμπεσθαι.
Ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς ἐπίσκοπον περὶ τῶν ἀνατολικῶν οὕτω φησίν· «Οὐ διαιροῦσιν εἰς δύο τὸν ἕνα Υἱὸν καὶ Χριστόν, τὸν αὐτὸν δὲ εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς ὡς Θεὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα ὡς ἄνθρωπον, καὶ ὡς οὐκ ἂν νοοῖτο ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα οὐδὲ τῷ Πατρὶ κατὰ τὴν θεότητα, εἰ μὴ νοοῖτο Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός, ὃ Νεστόριος οὐκ ἀνείχετο».
Οὕτως οὐ μόνον δύο λέγοντας φύσεις τοὺς ἀνατολικοὺς κατασπάζεται, ἀλλὰ κἂν κατηγορῇ τις, ὑπέρμαχος γίνεται, καὶ (τὸ παράδοξον) κἂν μὴ προσθῶσι τὸ ἀδιαιρέτως, οὐ λέγει διαιρεῖν αὐτοὺς τὰς φύσεις. Οἶδε γὰρ ὡς ἕνα Χριστόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν ὁ λέγων τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ θεοτόκον τὴν Παρθένον, οὐδὲν ἧττον, κἂν μὴ προσθῇ τὸ ἀδιαιρέτως, ὡς ὁμολογῶν ἐκ τῶν εἰρημένων τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, συνεισάγει καὶ τὸ ἀληθῶς ἀδιαίρετον. Ὁ αὐτὸς δὲ τῆς ἀσφαλοῦς καὶ θείας εἰρήνης ὄντως ἐραστὴς πάλιν πρὸς Ἀκάκιον γράφων· «Ἔνεστι, φησί, καὶ δύο φύσεις εἰπεῖν, καὶ μὴ διαίρεσιν τῶν φύσεων ἐννοεῖν πως ἐπειδάν τις συνάψοι τοῖς εἰρημένοις τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν». Καὶ μὴν ἐπιστέλλων καὶ πρὸς Εὐλόγιον ὁμόδοξον ἡγεῖται τὸν μίαν φύσιν λέγοντα τοῦ Λόγου σεσαρκωμένην τῷ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει συνομολογοῦντι.
Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ ἀνατολικοί, καί φασι· «Διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν ἠνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς Ἀλεξανδρείας;» Οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές.
Χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν, ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραιτεῖσθαι χρή· ὥστε δύο φύσεις λέγοντας τοὺς μὲν ἀνατολικοὺς ἀποδέχεται (εὐσεβῶς γὰρ οὗτοί φασι) Νεστόριον δὲ κατακρίνει, οὐχ ὅτι δύο φύσεις ἔλεγεν, ἀλλ᾽ ὅτι δύο φύσεις λέγων τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν οὐ προσίετο, ὥσπερ οὐδὲ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην. Μετ᾽ ὀλίγα γὰρ ἐπιφέρει ὡς· «Κἂν δύο λέγῃ φύσεις Νεστόριος, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, ἀλλ᾽ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ᾽ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες αὐτὰ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν».
Ὃ κοινόν ἐστιν ὁμολόγημα αὐτοῦ τε καὶ τῶν ἀνατολικῶν. Εἶτα καὶ πάλιν ἐπάγει· «Μίαν τὴν τοῦ Υἱοῦ φύσιν ὁμολογοῦμεν σεσαρκωμένην», ὡς εἰ ἔλεγεν, ἡμεῖς τὴν διαφορὰν τῶν συνελθόντων ὁμολογοῦντες δύο μὲν λέγομεν φύσεις, ἀλλὰ καὶ τὴν ἕνωσιν ἐξακριβοῦντες συνάπτομεν αὖθις τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην· τὸ μὲν γάρ ἐστι τῆς τῶν ἑνωθέντων διαφορᾶς, τὸ δὲ αὐτῆς τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως δηλωτικόν.
Ἐξ ὧν δὲ περὶ Νεστορίου ἔφη, μονονουχὶ τοῦτο βοᾷ, ὡς εἴ γε τὴν ἕνωσιν μεθ᾽ ἡμῶν καὶ Νεστόριος ᾔδει, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογῶν, ἐδεξάμεθα ἂν αὐτὸν καὶ δύο λέγοντα φύσεις, εἴπερ διὰ τῆς τοιαύτης φωνῆς τὴν διαφορὰν τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου δηλοῦν ἐβούλετο, ἀλλὰ μὴ διασπᾶν τὴν ἕνωσιν ἐτεχνάζετο.
Εἰ δὲ τὸ δύο φύσεις λέγειν, ὡς αὐτὸς εἶπε, τὴν διαφορὰν σημαίνει τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, καὶ ταύτην δεῖ σῴζεσθαι μετὰ τὴν ἕνωσιν, δῆλον ὅτι καὶ τὰς δύο διδάσκει φύσεις μετὰ τὴν ἕνωσιν σῴζεσθαι· τῆς γὰρ διαφορᾶς σῳζομένης, ἀνάγκη καὶ τὰ ὧν ἡ διαφορὰ συνδιασῴζεσθαι. Καὶ τοὺς ἀνατολικοὺς δ᾽ εἰπὼν συμφρονεῖν αὐτῷ, καίτοι μηδαμοῦ φαμένους μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ἀλλὰ δύο μὲν λέγοντας τὰς φύσεις, ἡνωμένας δὲ τῇ καθ᾽ ὑπόστασιν ἑνώσει, ἀδιαφόρους τὰς φωνὰς περιφανῶς ἀποφαίνεται. Ὥστε καὶ ἡ σύνοδος, κἂν μὴ τῇ γλώσσῃ ἀλλὰ τῇ γε γνώμῃ, μίαν φύσιν κηρύττειν οἶδε τοῦ Λόγου σεσαρκωμένην.
Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ῥᾷόν ἐστι τοῦτο καθορᾶν, ἀλλὰ καὶ ἐκ τοῦ λιβέλλου ὃν ἔγραψε μὲν οἰκείᾳ χειρὶ ὁ θεσπέσιος Φλαβιανός, ἐπιδέδωκε δὲ Θεοδοσίῳ τῷ βασιλεῖ. Ἡ δὲ σύνοδος πρὸ τῶν ἄλλων ταύτην ἔκρινεν ἀναγνωσθῆναι. Ἔχει γὰρ ἐπὶ λέξεως ὧδε· «Καὶ γὰρ ἐκ δύο φύσεων ὁμολογοῦντες τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Εἶτα καὶ μίαν μὲν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην μέντοι καὶ ἐνανθρωπήσασαν λέγειν οὐκ ἀρνούμεθα, διὰ τὸ ἐξ ἀμφοῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν».
Σὺ δέ μοι σκόπει κἀκεῖνο. Ἡ σύνοδος συνεχῶς τὸν αὐτὸν λέγει καὶ ἕνα Χριστόν. Τοῦτο δὲ τί ἐστιν ἕτερον ἢ τὸ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ὁμολογεῖν, ἢ εἰ βούλει, τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην; Καὶ γὰρ χωρὶς τῶν αἱρετικῶν σοφισμάτων ἡ χρῆσις αὕτη προφερομένη τὸ ἀδιάφορον ἔχει, πρός γε τὴν προειρημένην διάνοιαν.
Ὥσπερ δὲ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἡ σύνοδος λέγουσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ δύο φύσεων ὁμοίως ἀνευφημεῖ, οὕτω καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι λέγουσα ἐν δυσὶ δοξάζει φύσεσι καὶ συνομολογεῖ. Οὐ γὰρ ἐκ τούτων μέν ἐστιν ὁ Χριστός, οὐχὶ ταῦτα δέ, οὐδὲ ταῦτα μέν, οὐκ ἐν τούτοις δέ, ἀλλ᾽ ἐξ ὧν ἐστι, καὶ ἐν τούτοις γνωρίζεται καὶ ταῦτά ἐστιν.
Οὕτω δὲ καὶ Ἀμβρόσιος ὁ θαυμάσιος ἐν τῷ περὶ ἐνανθρωπήσεως τετάρτῳ δογματίζει λόγῳ· «Ἐν τῷ Θεὸς εἶναι αἰώνιος τὰ τῆς σαρκὸς μυστήρια προσελάβετο, οὐ διῃρημένος ἀλλ᾽ εἷς, ἐπειδὴ τὸ ἑκάτερον εἷς καὶ ὁ εἷς ἐν ἑκατέρῳ, τουτέστι καὶ θεότητι καὶ σώματι». Πάλιν δὲ ἐν ἄλλῳ λόγῳ, ἐξ οὗ καὶ ὁ σοφὸς Κύριλλος χρῆσιν κατὰ Νεστορίου προήνεγκεν, οὕτως ὁ χρηστὸς Ἀμβρόσιός φησιν· «Εἷς Θεοῦ Υἱὸς ἐν ἑκατέρᾳ λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐν αὐτῷ». Τοῦτο δὲ τὸ ῥητὸν ἐκακούργησε μὲν Σεβῆρος, οὐδὲν δὲ τῆς κακουργίας ἀπώνατο. Μεταστρέφει μὲν γὰρ εἰς τὸ ἑκατέρῳ τὴν ἑκατέρᾳ φωνὴν, ἵνα πείσῃ δηλοῦσθαι διὰ τῆς φωνῆς μὴ τὴν φύσιν ἀλλὰ τὸν τρόπον τῆς λαλιᾶς, οἷον ἐν ἑκατέρῳ τρόπῳ θείῳ τε καὶ ἀνθρωπίνῳ λαλεῖ. Ὅπερ αὐτόθεν μὲν ἔχει τὸν ἔλεγχον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς προειρημένης ἐπιρραπίζεται χρήσεως.
Ἐν αὐτῇ γὰρ εἰπὼν αὐτὴν τὴν λέξιν ἐν ἑκατέρῳ αὐτὸς ἡρμήνευσε τί βούλεται αὐτῷ τὸ ἐν ἑκατέρῳ· «Τουτέστιν, ἐπισυνάψας, καὶ θειότητι καὶ σώματι». Ὥστε εἴτε ἐν ἑκατέρᾳ λαλεῖ, ὡς ἔχει τὸ ἀκακούργητον τῶν Ἀμβροσίου ῥημάτων, εἴτε ἐν ἑκατέρῳ, ὡς ὁ τῆς κακίας σοφιστὴς τὴν φωνὴν διαφθείρει, οὐδὲν ἧττον αἱ δύο φύσεις δηλοῦνται, διότι ὁ αὐτὸς Ἀμβρόσιος, ὡς εἴρηται, τὸ ἐν ἑκατέρῳ εἰπών, τουτέστιν ἐν ἑκατέρῳ πράγματι, πρὸς τὴν θεότητα καὶ τὸ σῶμα τὴν φωνὴν ἀποδέδωκεν ἀναφέρεσθαι.
Καὶ πρὸς Ἀλβῖνον δὲ γράφων ὁ αὐτός· «Ἵνα, φησίν, τέλειος ἐν ἑκατέρᾳ φύσει τυγχάνῃ». Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Εἰ δέ τις ἡμῖν Ἀθανάσιον ἐν τῷ περὶ σαρκώσεως προκομίζει λόγῳ, καὶ τὸν Νεοκαισαρείας Γρηγόριον ἐν τῷ περὶ τῆς κατὰ μέρος πίστεως, δύο λέγειν κωλύοντας ἐπὶ τοῦ Χριστοῦ τὰς φύσεις, μανθανέτω οὗτος ὅτι (καθάπερ εἴρηται πολλάκις) οὐδ᾽ οἱ λοιποὶ πατέρες τὸ δύο λέγειν φύσεις οὔτε ἁπλῶς ἠσπάσαντο, ἀλλὰ καὶ πολλάκις ἀπώσαντο, μετὰ μέντοι γε τοῦ ἀδιαιρέτου προελθοῦσαν τὴν φωνὴν οὔτε προπετῶς ἀσπάσασθαι οὔτε ἀβασανίστως ταύτην περιπτύξασθαι οὐμενοῦν οὐκ ἐλάμβανον τὸ ἀδίστακτον· συνομολογηθείσης δὲ τοῖς λεχθεῖσι τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως, οὐμενοῦν οὐδεὶς ὤφθη τῶν εὐσεβῶν μὴ λίαν τὴν φωνὴν ἀσπαζόμενος.
Μὴ οὖν λεγέτω τις (οὐδὲν γὰρ τοῦτο πρὸς τὴν εὐσέβειαν) ὡς ἐπὶ Χριστοῦ δύο φύσεις λέγειν οἱ πατέρες ἐκώλυσαν· ἀλλὰ δεικνύτω πότε ἢ ποῦ τοὺς συνομολογοῦντας τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν δύο λέγειν φύσεις ἀδιαιρέτως ἐκώλυσαν.
Καὶ γὰρ κἀνταῦθα ὅρα πῶς φησιν ὁ Ἀθανάσιος· «Οὐ δύο φύσεις ὁμολογοῦμεν τὸν ἕνα Υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον». Ἀκούεις πῶς εἶπε προσκυνητὴν καὶ ἀπροσκύνητον. Καὶ τίς οὐκ οἶδεν ὅτι τὸ προσκυνητὸν καὶ ἀπροσκύνητον εἰς δύο μὲν ὑποστάσεις τέμνουσι τὸν ἕνα, τὴν καθ᾽ ὑπόστασιν δὲ ἕνωσιν ἐκκηρύττουσιν;
Ἀλλ᾽ ἡ μὲν τοῦ μεγάλου Ἀθανασίου διάνοια δήλη· ἡ δὲ τὸν θαυματουργὸν Γρηγόριον ὑποβαλλομένη χρῆσις (λέγεται μὲν γὰρ ἐκείνου, τὸν δὲ Ἀπολινάριον εἰσκομίζει) κατάφωρον προβάλλεται τὴν ἀτοπίαν. Λέγει γάρ· «Καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα οὐδὲ δύο φύσεις· οὐδὲ γὰρ τέσσαρας προσκυνεῖν λέγομεν».
Ὁρᾷς ὅπως προφανὴς ἡ δυσσέβεια; Τὸ τέλειον γὰρ εἰπὼν κατὰ τὴν θεότητα, τὴν ἀνθρωπότητα παντελῶς ἐσιώπησε. Καὶ τὸ προειπεῖν δέ· «Ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς» τῆς Ἀπολιναρίου φρενοβλαβοῦς γεωργίας πικρόν ἐστι βλάστημα.
Ἀλλὰ γὰρ καὶ ἡ χρῆσις, ἣν ἡ αἵρεσις προκομίζει ἐκ τῆς πρὸς Διονύσιον ἐπιστολῆς τοῦ Ἰουλίου Ῥώμης, ἀναμφίβολον μὲν οὐκ ἔχει τὸ γνήσιον· ὁ γὰρ ἱερὸς Κύριλλος, ἐν τῇ κατ᾽ Ἔφεσον συνόδῳ ἐκ τῆς πρὸς Δόκιον ἐπιστολῆς αὐτοῦ χρείαν προενεγκών, οὐκ ἠξίωσεν εἰς μνήμην ταύτης ἐλθεῖν. Ἣν δὲ τῇ συνόδῳ προανέγνωσεν, οὕτω τοῖς ῥήμασιν ἔχει· «Ὁ τοῦ Θεοῦ Υἱὸς σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπῳ ἐνεργήσας, τέλειος Θεὸς ἐν σαρκί, τέλειος ἄνθρωπος ἐν πνεύματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος Υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλ᾽ εἷς ἐν οὐρανῷ μονογενής, μονογενὴς ἐπὶ γῆς Θεός».
Ἡ μὲν τοῦ Ἰουλίου ῥῆσις ἡ τῇ συνόδῳ διαγνωσθεῖσα τοιαύτη· εἰ δὲ γνησίαν ᾔδει τὴν φωνὴν ἣν ἐκ τῆς πρὸς Διονύσιον προφέρουσιν ἐπιστολῆς καὶ μάλιστα Νεστόριον κατακρίνουσαν, οὐκ ἂν ὑπερεῖδε ταύτην. Ἔτι δὲ κἀκεῖνο δεῖ συνιδεῖν, ὡς ὁ σοφὸς Κύριλλος τὸν ἄνθρωπον εἰς παράδειγμα, οὐχ ἵνα δείξῃ μίαν φύσιν ἐπὶ τοῦ Χριστοῦ παραλαμβάνει, ἀλλ᾽ ὡς ἂν δι᾽ αὐτοῦ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν παραστήσῃ.
Καὶ γὰρ ἐπὶ μὲν τοῦ καθ᾽ ἡμᾶς συγκρίματος ἑτεροειδῆ φάμενος τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ ὡς ἑνωθέντα μίαν ἀνθρώπου ἀπετέλεσαν φύσιν, οὐκ ἐπήγαγεν οὔτε σεσωματωμένην οὔτε ἐψυχωμένην· ἐπὶ δὲ τοῦ Λόγου μίαν φύσιν εἰπὼν εὐθὺς συνάπτει τὸ σεσαρκωμένην. Τὸ γὰρ σπανιάκις αὐτὴν ἀποσιωπῆσαι οὐκ ἐναντιότητα τῆς αὐτοῦ γνώμης, βεβαίωσιν δὲ μᾶλλον μαρτυρεῖ· πολλάκις γάρ, ὅπερ τις συνεχῶς ἀναβοᾷ καὶ βεβαίαν τὴν περὶ αὐτοῦ δόξαν πᾶσιν ἐνιδρύσας οἶδεν, ὡς ὁμολογούμενον καὶ δῆλον ἐνίοτε ἀποσιωπᾷ, διὰ τῆς σιγῆς οὐκ ἀθετῶν ὃ πολλάκις ἀνεκήρυξεν, ἀλλὰ δεικνὺς οὕτω βέβαιον εἶναι καὶ περιφανές, ὡς μηκέτι φωνῆς μηδὲ μνήμης δεῖσθαι.
Οὕτω τοίνυν καὶ ὁ σοφὸς καὶ ἀδίστακτος τὴν εὐσέβειαν Κύριλλος τὸ μίαν δοξάζειν φύσιν τοῦ Λόγου, καὶ ταύτην σεσαρκωμένην, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἀλλὰ ψυχῇ νοερᾷ τε καὶ λογικῇ, τοῦτο δὴ τοῦτο προκαταβαλὼν καὶ προθεμελιώσας ἐν ταῖς ἁπάντων ψυχαῖς, διά τε τὸ γνώριμον καὶ ἀναμφισβήτητον καὶ τὸ σύντομον τῆς φωνῆς ἀπὸ μέρους εἰπὼν ἀφῆκε τὸ λοιπὸν συνεκφωνεῖσθαι καὶ συνεξακούεσθαι. Καὶ γάρ ἐστιν οὗτος ὁ πολὺς ἐν διανοίᾳ οὐ τοῖς ῥήμασι καὶ τοῖς ὀνόμασιν ἀεὶ τὸν νοῦν καταπιστεύων, τοῖς δὲ νοήμασι καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα συμμεταφέρων τε καὶ μεθαρμοζόμενος.
Ἄκουε γὰρ τί μὲν ἐν τῷ πρώτῳ τῶν θησαυρῶν λέγει, τί δὲ ἐν ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς. Ἐν ἐκείνῳ μὲν γάρ φησι τὸν θεῖον Λόγον, ὑπὲρ ἡμῶν ἀρχιερέα γεγονότα, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μαρίας ἄνθρωπον, ἢ τὸν ναὸν ἀναλαβεῖν· ἐν ταύταις δέ· «Οὐκοῦν γέγονε, φησίν, ἄνθρωπος, οὐκ ἄνθρωπον ἀνελάβετο».
Πῶς οὖν ἐκεῖ μὲν ἄνθρωπον οὐκ ἀνέλαβεν, ἐνταῦθα δὲ ἀνέλαβεν; Αὐτὸς ἑαυτὸν ἑρμηνεύει· ἐπάγει γάρ· «Ὡς Νεστορίῳ δοκεῖ». Τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ μὴ τοῖς ῥήμασι καταπιστεύειν τὸν νοῦν, τὰ δὲ ῥήματα τῇ διανοίᾳ ζυγοστατεῖν; Ὥστε εἴ που λέγων εὑρεθείη τὸν Θεὸν Λόγον ἄνθρωπον μὴ ἀναλαβεῖν, ἐκ τῆς παρούσης ἀνεκήρυξε διδασκαλίας οὐχ ἁπλῶς αὐτὸν ἀπείργειν τοῦτο μὴ λέγειν (πῶς γὰρ ἂν ἑτέρους κωλύσειεν, ὅπερ αὐτὸς λαμπρῶς διαπράττοιτο;) ἀλλὰ μὴ λέγειν οὕτως ὡς Νεστορίῳ δοκεῖ.
Ὁ μέντοι γε κλεινὸς Εὐλόγιος τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην διευκρινῶν καὶ τοῦτό φησιν, ὡς εἴ τις τὸν νοῦν τοῦ διδασκάλου ἐξακριβώσασθαι βουληθῇ, εὑρήσει τοῦτον διὰ τῆς φωνῆς οὐδὲν ἕτερον βουλόμενον ἢ τὸ ἄτρεπτον ἐπιδεῖξαι τοῦ Λόγου, ἵνα μὴ τὸ λεγόμενον μὴ εἰς ἄλλο τι ἀλλ᾽ εἰς τὴν θεότητα τοῦ μονογενοῦς ἀναφέροιτο. Ἐν γὰρ τῷ διαλόγῳ ὃς ἐπιγράφεται ὅτι εἷς ὁ Χριστός· «Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν φαμέν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκὸς ψυχὴν ἐχούσης τὴν νοεράν». Δι᾽ ὧν οὐδὲν ἕτερον ἢ τὸ ἄτρεπτον ἀποσημαίνεται τῆς θεότητος. Οὐκοῦν εἰ τοῦ Υἱοῦ μία φύσις, καθάπερ εἴρηται, τὸ ἄτρεπτον ἀνυμνοῦσα τῆς θεότητος, οὐδαμῶς ἀναιρεῖ τὰς καθ᾽ ὑπόστασιν ἑνωθείσας δύο φύσεις, οὕτω δ᾽ ἂν νοήσειεν ὁ τῆς εὐσεβείας φίλος καὶ τὸ πρὸς Εὐλόγιον τῷ διδασκάλῳ εἰρημένον· «Εἷς λοιπὸν Υἱός, καὶ μία φύσις αὐτοῦ τοῦ σαρκωθέντος Λόγου», τουτέστιν οὐ τραπεῖσα οὐδὲ τῆς οἰκείας ἀποστᾶσα τελειότητος.
Κἀκεῖνο δὲ δεῖ κατὰ νοῦν φέρειν, ὡς ὁ θεῖος Κύριλλος οὐδαμοῦ φαίνεται μίαν φύσιν Χριστοῦ εἰπών, ἀλλ᾽ ἕνα μὲν Χριστὸν καὶ ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν Χριστοῦ πανταχοῦ, μίαν δὲ φύσιν Χριστοῦ οὐκέτι· τοὐναντίον μέντοι γε καὶ ἀποκωλύει ἐν ταῖς ἐπιστολαῖς, αἳ τὸν Σούκενσον ἐπιγράφονται, μίαν φύσιν λέγειν ἐπὶ τοῦ συνθέτου· «Ἐὰν γάρ, φησίν, ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ τῇ ὀρθῇ μαχόμενοι δόξῃ, εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνανθρώπησεν;» Ὅλον δὲ εἰπών, καὶ μετὰ τὴν ἕνωσιν εἰπών, δῆλον ὡς οὐ τὰ πρὸ τῆς ἑνώσεως ἀλλὰ τὰ μετὰ τὴν ἕνωσιν, ὅπερ ἐστὶ τὸ σύνθετον, λέγει. Καὶ γὰρ ὅλον τί ἐστιν ὁ Χριστός· εἰ δὲ μὴ μία φύσις τὸ ὅλον, ὑπὲρ τὴν μίαν πάντως.
Τούτοις καὶ ὁ θεολόγος συνᾴδων Γρηγόριος, εἰ καὶ τὸ συναμφότερον ἕν φησιν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Ὁ μέντοι δυστυχὴς Εὐτυχὴς ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν ὡμολόγει, μετὰ δὲ τὴν ἕνωσιν μίαν ἐδυσφήμει. Ἐφ᾽ οἷς αὐτὸν ἥ τε ἐν Καλχηδόνι καὶ ἡ πρὸ αὐτῆς ἐν Κωνσταντινουπόλει δικαίως κατεδίκασε σύνοδος. Ἀλλ᾽ ὁ γενναῖος Διοσκόρος οὐδὲν αὐτὸν Ἀπολιναρίου διαφέροντα μετὰ πλείστης ὅσης σπουδῆς ἀπεδέξατο. Ὁ γὰρ δυσσεβὴς Ἀπολινάριος, ἐν τῷ περὶ σαρκώσεως αὐτοῦ λόγῳ πρόσεχε οἷά φησιν· «Ὦ καινὴ κτίσις καὶ μίξις θεσπεσία· Θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσαν φύσιν». Ἐξ οὗ τοὺς ὀχετοὺς τῆς δυσσεβείας οἱ μετ᾽ ἐκεῖνον ἠρύσαντο.
Σὺ δέ μοι καὶ τὸν ἀρχαιότερον ὅρα βόρβορον· Οὐαλεντῖνος γὰρ κατὰ λέξιν οὕτω λέγει· «Τῶν Γαλιλαίων ἐπὶ Χριστοῦ δύο φύσεις λεγόντων πλατὺν καταχέομεν γέλωτα· ἡμεῖς γὰρ τοῦ ὁρατοῦ καὶ ἀοράτου μίαν εἶναι τὴν φύσιν φαμέν». Ναὶ δὴ καὶ ὁ Μανιχαῖος πρὸς Σκυθιανὸν ἐπιστέλλων, καὶ ὑπὸ μέμψεις ποιῶν τοὺς δύο λέγοντας φύσεις, τοιαῦτά φησιν· «Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς Υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο φύσεις ἔχων ἀλλὰ μίαν ἐν ὁρατῷ τε καὶ ἀοράτῳ». Καὶ Πολέμων δέ (τὸν Ἀπολινάριον δὲ διδάσκαλον οὗτος ἀνευφήμει) τοὺς ἱεροὺς ἡμῶν πατέρας αἰτιώμενος ἃ τοὺς ἐν Καλχηδόνι οἱ ἀπὸ Σεβήρου, ὅρα τί φησιν· «Οὐδὲν χεῖρον ἐννοῆσαι κἀκεῖνο. Θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον τὸν αὐτόν, οὐκ αἰσχύνονται μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καθάπερ μίαν σύνθετον, ὁμολογοῦντες. Εἰ γὰρ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, δύο φύσεις ἄρα ὁ αὐτός, καθάπερ ἡ τῶν Καππαδοκῶν εἰσηγεῖται καινοτομία καὶ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίᾳ ὁ τύφος. Καὶ σχηματίζονται μέν, ὡς δῆθεν ἡμέτεροι, φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ οἱ Γρηγόριοι τὴν τῶν φύσεων δυάδα».
Πῶς οὖν ἐνῆν Εὐτυχοῦς τε καὶ Ἀπολιναρίου Οὐαλεντίνου τε καὶ Μανιχαίου τὴν τοσαύτην τῆς ἀσεβείας ῥύμην ἐπισχεῖν καὶ τὴν νομὴν οὕτως ἕρπουσαν καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς καταβοσκομένην ἀναστεῖλαι, εἰ μὴ τῆς ἱερᾶς ἐν Καλχηδόνι ὁμηγύρεως ὁ θεῖος ζῆλος δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει τοῦ Χριστοῦ διαπρυσίως τε καὶ θεοφρόνως ἀνεκήρυξε; Τῆς γὰρ αἱρετικῆς φορᾶς οὕτω μαινομένης, εἰ μὴ τῆς εὐσεβείας ὁ πύργος ἀνέτρεψε τὸ ῥεῦμα, οὐδὲν ἐκώλυεν ὑποβρυχίους πολλοὺς τῇ πλάνῃ γενέσθαι. Ὥστε εἰ μὴ τοῖς ἔμπροσθεν πατράσιν ἡ τῶν δύο φύσεων ἐγνωρίζετο φωνή, τὸ ἀναγκαῖον εἶχεν ἡ σύνοδος διὰ τὴν ἐκείνων λύσσαν ταύτην ἀνευρεῖν τε καὶ ἀνακηρύξαι. Μικροῦ δὲ πᾶσι τοῖς ἱεροῖς ἀνδράσιν ἐγνωσμένης, πῶς οὐκ ἀπαραίτητον ἦν κατὰ τῶν πολεμίων ταύτην πανδήμοις ψήφοις ἀναστηλῶσαι; Ὥσπερ γὰρ πρὸς τὸν δυσσεβῆ Ἄρειον ἑτέραν οὐσίαν Πατρὸς καὶ Υἱοῦ δυσφημοῦντα, ἡ ἐν Νικαίᾳ σύνοδος τὸ ὁμοούσιον ἀντετάξατο, καίτοι τῆς λέξεως οὔπω τοῖς πατράσιν ἐπιπολαζούσης, τοὐναντίον δὲ καὶ κεκωλυμένης, ὑφ᾽ ὧν ὁ Σαμωσατεὺς Παῦλος καθαιρετικὴν ἀπόφασιν ἤνεγκεν, οὕτω δὴ καὶ κατὰ τῶν εἰρημένων δυσσεβῶν ἡ ἁγία σύνοδος διὰ τοῦ δύο φύσεις λέγειν ἐπὶ Χριστοῦ ἀνθωπλίσατο, οὐκ αὐτὴ πρώτη τῆς εὐσεβείας φωνὰς ἀνευροῦσα, ἀλλὰ καὶ πολλοὺς ἔχουσα πρὸ αὐτῆς τούτων διδασκάλους.
Εἰ δέ τις φιλονεικοίη τὸν Ἰούλιον ἐπὶ Χριστοῦ μίαν εἰπεῖν φύσιν, πρῶτον μὲν οὔπω δῆλον εἰ γνήσιος ὁ λόγος, δεύτερον δὲ προσήκει γινώσκειν ὡς Ἰουλίου ὕστερον παρὰ Ῥωμαίοις τὸ τῆς φύσεώς τε καὶ ὑποστάσεως ἐφυλοκρινήθη τε καὶ διεκρίθη ὄνομα, καὶ μάτην τὰ αἱρετικὰ ζιζάνια τὴν σπορὰν ἐκεῖθεν σπουδάζει συλαγωγεῖν.
Ἀδιακρίτων γὰρ ἔτι τῶν φωνῶν μενουσῶν οὐδὲν ἀπαντᾷ δυσχερές, μᾶλλον δὲ καὶ λίαν ἀκόλουθον, ἀντὶ τῆς ὑποστάσεως τῇ λέξει τῆς φύσεως χρήσασθαι. Ἀλλὰ ταῦτα μὲν ὑπὲρ Ἰουλίου ἔστι φάναι. Ἔτι δὲ τὸ αἱρετικὸν ἀναισχυντεῖ φρόνημα, καί φησι· «Διὰ τί μή, καθάπερ ἐκ δύο φύσεων λέγοντες τὸν ἄνθρωπον, εἶτα μετὰ τὴν ἕνωσιν καὶ μίαν αὐτοῦ τὴν φύσιν, μὴ καὶ τὸν Χριστὸν ἐκ δύο φύσεων λέγοντες μίαν αὐτοῦ τὴν φύσιν μετὰ τὴν ἕνωσιν ἀνομολογοῦμεν;
Μίαν μὲν γὰρ ἴσμεν φύσιν τὸ σύνθετον, ἀναλυτικῷ δὲ κεχρημένοι τρόπῳ δύο τὰς συνελθούσας γνωρίζομεν». Ἀλλ᾽ ἡ μὲν αἱρετικὴ ἀναισχυντία ἐπιζητεῖ ταῦτα. Μανθανέτωσαν δὲ οἱ ἀσύνετοι ὅτι τότε τὸ σύνθετον μία φύσις ἀκωλύτως λέγεται, ἡνίκα μὴ κυρίως ἐπ᾽ αὐτοῦ τὰ τῶν ἁπλῶν, ἐξ ὧν συνετέθη, ὀνόματα λέγεται. Οἷον τὸν ἄνθρωπον οὔτε σῶμα ἄν τις κυρίως οὔτε ψυχὴν εἴποι· οὐδὲ γὰρ οὐδ᾽ ἐπιδέξαιτο ἂν οὔτε τὸν τοῦ σώματος οὔτε τὸν τῆς ψυχῆς ὅρον· καταχρηστικῶς μέντοι πολλάκις ἥ τε ἀνὰ χεῖρα ὁμιλία τὸ ἀκριβὲς παρατρέχουσα, καὶ τὰ ἱερὰ λόγια τῇ ἐλευθερίᾳ κεχρημένα τοῦ Πνεύματος, ἐκ μέρους τὸν ὅλον ἄνθρωπον ἐπονομάζουσι, ζυγῷ δουλείας τῆς διαλεκτικῆς ματαιότητος ὑπείκειν οὐκ ἀνεχόμενα. Ἐπὶ δέ γε τῆς ἀρρήτου καὶ ἀνεπινοήτου ἑνώσεως οὔτε παράδειγμα λαβεῖν οἰκειότερον δύναιτ᾽ ἄν τις, καὶ λέγοντες τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητός φαμεν αὐτὸν ὁμοίως καὶ Θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον· διὸ καὶ κυρίως καὶ ἀληθῶς ἡ παναγία Παρθένος θεοτόκος πρεσβεύεται.
Ὥστε μάτην ἐκακουργήθη τοῖς ἀσυνέτοις τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα εἰς διαβολὴν καὶ ἀνατροπὴν τῆς ἀσυγχύτου καὶ ἀδιαιρέτου τῶν δύο τοῦ Χριστοῦ φύσεων καθ᾽ ὑπόστασιν ἑνώσεως. Ὅτι δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν κυρίως ἀμφότερα, ἐξ ὧν τέ ἐστι, λέγεται, οἷον Θεὸς καὶ ἄνθρωπος, ἄλλοι τε πολλοὶ βοῶσι, καὶ ὁ θεῖος δὲ Κύριλλος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ ἕνα φησὶ καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχειν. Καὶ πρὸς Οὐαλεριανὸν δὲ τὸν Ἰκονίου ἐπίσκοπον ὁμοίως γράφει· «Οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός ἐστι, κατὰ ταὐτὸν ἀμφότερα Χριστός, εἷς ὢν Υἱός, εἷς Κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός». Τὸ γὰρ ἀμφότερα, τί ἄλλο ἢ ὅτι ὁ αὐτός ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος βεβαιοῖ; Ἀλλὰ καίτοι ταῦτα βοῶντος Κυρίλλου, ὅμως ἐτόλμησάν τινες ὑλακτεῖν ὡς ὁ Χριστὸς ἐκ θεότητος μέν ἐστι καὶ ἀνθρωπότητος, οὔτε δὲ ἄνθρωπος οὔτε Θεός, μηδὲ τοῦ Παύλου τὸ θεόπνευστον καὶ μεγαλόφωνον καταιδεσθέντες, ὃς κέκραγεν· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας», διὰ μὲν τοῦ χθὲς καὶ σήμερον ἄνθρωπον τὸν αὐτὸν ὁμολογῶν, διὰ δὲ καὶ εἰς τοὺς αἰῶνας τὸν αὐτὸν ἀνακηρύττων Θεόν.
Καὶ πάλιν ὁ αὐτὸς· «Εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», ὥστε κυρίως ὁ Χριστὸς καὶ ἄνθρωπος καὶ Θεός. Καὶ Ἀθανάσιος δὲ γνήσιον ἑαυτὸν τοῦ Παύλου δεικνὺς μαθητὴν οὕτω φησίν· «Ἐπεὶ καὶ Θεός ἐστιν ὁ Χριστός». Βασιλείου δὲ καὶ τῶν ἱερῶν Γρηγορίων καὶ τῶν ἄλλων ὁσίων πατέρων, εἴ τις συλλέγειν πειραθείη, εἰς τὸ ἄπειρον ἂν αἱ μαρτυρίαι παρατενοῦσι τὸν λόγον.
Ὁ μέντοι γε σοφὸς Κύριλλος τὸν τῆς οἰκουμένης διδάσκαλον Παῦλον μάρτυρα καλῶν κατὰ τῶν μὴ βουλομένων ὁμολογεῖν θεοτόκον τὴν ἁγίαν Παρθένον (οὕτω γὰρ ἐπιγράφει καὶ τὸν λόγον) ὅρα τί φησι· «Νῦν δὲ τὴν φωνὴν μὲν οὐκ εἴρηκεν, ἤτοι τὴν θεοτόκος, Θεὸν δὲ τὸν Χριστὸν ἐπὶ πάντων ἀνεβόησε». Καὶ πάλιν· «Εἰ μὴ Θεὸν ἅμα καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν ἐπέφερε κατὰ σάρκα. Τοῦτο γὰρ φανερῶς ἐπὶ τοῦ μὴ μόνον ἀνθρώπου ἀλλὰ καὶ ἕτερόν τι τὴν οὐσίαν ὑπάρχοντος λέγεται». Ὁ δὲ αὐτὸς θεοφόρος ἀνὴρ κἀν τῷ δευτέρῳ ἀναθεματισμῷ τὰ αὐτὰ βοᾷ· «Εἴ τις οὐχ ὁμολογεῖ καθ᾽ ὑπόστασιν σαρκὶ ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε Χριστὸν εἶναι μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δηλονότι Θεὸν καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω». Καὶ ἐν τῷ πρὸς τὰς βασιλίδας προσφωνητικῷ ὁμοίως· «Ἕνα τε ἡμῖν οὕτως ἀναδειχθῆναι Χριστόν, τὸν αὐτὸν ὁμοῦ Θεὸν ὄντα καὶ ἄνθρωπον». Καὶ μυρία ἄλλα. Κατάδηλον οὖν ὡς πολλὴ καὶ ἄπειρος ἡ διαφορὰ τοῦ κατὰ τὸν Χριστὸν μυστηρίου καὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματος· ὁ μὲν γὰρ ἐξ ὧν ἐστιν, οὐ λέγεται ταῦτα, ὁ δὲ ἐξ ὧν προῆλθε, καὶ διαπρυσίως ταῦτα ὀνομάζεται.
Ἀλλὰ γὰρ τῆς αἱρέσεως πάλιν ἡ ἀπόνοια τὴν τετάρτην μέμφεται σύνοδον ὡς ὅρον ἐκθεμένην, διατεινομένη τὴν τοιαύτην ἐπιχείρησιν ὑπὸ τῆς κατὰ τὴν Ἔφεσον πρώτης συνόδου παντελῶς ἀποκεκωλύσθαι. Καίτοι γε εἰ κατὰ τὸν λῆρον αὐτῶν ἀπεῖργεν ἡ σύνοδος ἕτερον ὅρον μηδ᾽ ὅλως προάγειν, αὐτὴ καθ᾽ ἑαυτῆς πρὸ τῶν ἄλλων τὴν καταδικάζουσαν ἐξήνεγκε ψῆφον· ὁρίζει γὰρ αὐτὸ τοῦτο τυποῦσα, ἃ μηδ᾽ ἑτέρα τῶν πρὸ αὐτῆς διωρίσατο. Ἀλλὰ καὶ ἡ καθ᾽ ὑπόστασιν ἕνωσις αὐτῆς ἐστιν ὅρος, ὃ ταῖς πρεσβυτέραις τῶν συνόδων οὐ διώρισται.
Ναὶ δὴ καὶ τὴν ἐν Κωνσταντινουπόλει, τῶν ρνʹ ἁγίων πατέρων, ἐξ ὧν αὐτοὶ ληροῦσι, παραγράφεται· τὸν πνευματομάχον γὰρ αὕτη καθελοῦσα, τῷ κατὰ τὴν Νίκαιαν ἐκφωνηθέντι ὅρῳ τὴν περὶ τοῦ ἁγίου Πνεύματος θεολογίαν προσθεῖσα συνήρμοσεν. Εἰ γὰρ αἱ προλαβοῦσαι προστιθεῖσαι τὸν μῶμον ἐκφεύγουσιν, οὐδ᾽ αἱ μετ᾽ αὐτὰς ἐν τοῖς ὁμοίοις ἀνομοίως ἕξουσι τὴν κατάγνωσιν.
Οὕτω τὸ ἀσύνετον πάντα φύρει καὶ διαστρέφει. Καὶ γὰρ ἡ ἐν Ἐφέσῳ σύνοδος πίστιν μὲν ἑτέραν, ἧς ἐναντία τὰ δόγματα πρὸς τὴν ἐν Νικαίᾳ καθέστηκε σύνοδον, παντελῶς ἐκτίθεσθαι διεκώλυσεν. Ἀκηράτων δὲ τῶν ἐν αὐτῇ σῳζομένων, ἅπερ ὁ καιρὸς ἀπαιτεῖ προστιθέναι αὐτῆς τε γέγονεν ἔργον, καὶ τῶν πραγμάτων ἡ φύσις διδάσκαλος, καὶ τῆς ἐκκλησίας ὁρᾶται τοῦτο στέργουσα διὰ παντὸς ἡ παράδοσις. Διὸ καὶ κατὰ τὴν Ἀλεξανδρείαν, οὔπω τῆς οἰκουμενικῆς συγκροτηθείσης συνόδου, τοὺς ἐν αὐτῇ τῶν ἱερέων λογάδας ὁ θεσπέσιος ἀθροισάμενος Κύριλλος, καὶ πίστιν διαθέμενος ἔγγραφον, τῷ Νεστορίῳ διεπέμψατο.
Ἐκφεύγει μὲν οὖν οὕτω τὰς ἀδίκους λαβὰς ἡ εὐσέβεια· τὸ αἱρετικὸν δὲ πάλιν ἑτέροις μώμοις ἐπιπηδᾶν οὐκ αἰσχύνεται, καί φησιν ὡς ἡ κατὰ Καλχηδόνα σύνοδος τοῖς Κυρίλλου δόγμασι μάχεται. Ὁ μὲν γὰρ ἔν τε ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς καὶ ἀλλαχοῦ δὲ τὸν Χριστὸν δογματίζει ἐκ δύο φύσεων, ἡ δὲ τὴν τοιαύτην φωνὴν ὀστρακίζουσα δύο φύσεις ἀδιαιρέτους ἀντεχειροτόνησεν. Οὕτω τὸ συκοφαντεῖν τοῦ ἀληθεύειν πολὺ τῇ αἱρέσει σπουδαιότερον.
Καὶ γὰρ Διόσκορον ἡ σύνοδος, τὸ ἐκ δύο μὲν φύσεων δεχόμενον, τὸ δύο δὲ οὐκ ἀνεχόμενον δέξασθαι, ὡς τὰ τοῦ Εὐτυχοῦς νοσοῦντα διώσατο· καὶ οὐχ ἁπλῶς ἐξεκήρυξε τὸ ἐκ δύο λέγειν φύσεων τὸν Χριστόν, ἀλλὰ τὸ λέγειν κατ᾽ Εὐτυχέα καὶ Διόσκορον.
Διὰ μέντοι τοῦ δύο φύσεις ἀδιαιρέτους μετὰ τῆς εὐσεβοῦς διανοίας λέγειν αὐτὴν καὶ τὸ ἐκ δύο φύσεων συνεισήγαγεν. Ὅτι γὰρ Εὐτυχὴς ἐκ δύο μὲν ἔλεγε φύσεων, δυσσεβῶς δέ, πρόδηλον. Οὐ τοίνυν τὴν Κυρίλλου φίλην φωνήν, ἀλλὰ τὴν Εὐτυχοῦς δυσσέβειαιν ἡ σύνοδος ἀπεπέμψατο.
Καὶ γὰρ καὶ κατ᾽ αὐτὸ τὸ μέσον τῶν ἐν Καλχηδόνι πεπραγμένων τῆς πίστεως τοῦ ἐν ἁγίοις Φλαβιανοῦ ἀναγινωσκομένης, ἐν ᾗ ἐγέγραπτο· «Ἐκ δύο φύσεων ὁμολογοῦμεν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν, ἐν μιᾷ ὑποστάσει, ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, ἕνα Υἱὸν ὁμολογοῦντες», ἡ σύνοδος ἐξεβόησεν αὐτούς τε οὕτω φρονεῖν καὶ τῶν πατέρων πίστιν εἶναι ταύτην ἐπίστασθαι. Πῶς οὖν ἡ ταῦτα λέγουσα ἢ Κυρίλλῳ μάχεται, ἢ τοὺς λέγοντας εὐσεβῶς ἐκ δύο φύσεων ἀποστρέφεται;
Ταῦτα διεξελθὼν ὁ ἱεράρχης Εὐλόγιος, καὶ παραίνεσιν πρὸς ἕνωσιν ἐκκλησιαστικὴν τοὺς διεστῶτας παρακαλοῦσαν τοῖς εἰρημένοις ἐπιθείς, περατοῖ τὸν λόγον. Καὶ ὁ ἐφεξῆς δὲ λόγος κατὰ τῶν συκοφαντῶν τῆς ἐν Καλχηδόνι συνόδου τὴν σπουδὴν ἔχει. Γυμνάζει δὲ κἀνταῦθα τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα ᾧ κέχρηται μὲν Κύριλλος εὐσεβῶς, προφέρει δὲ δυσσεβῶς τὸ ἀλλόφυλον· προφέρει γὰρ ἵνα μίαν φύσιν ἐπὶ Χριστοῦ, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου, λέγεσθαι δογματίσῃ. Πλὴν ἐξ ὧν ὑπὲρ τῆς ἀσεβείας σπουδάζει, κατ᾽ αὐτῆς μᾶλλον, κἂν οὐκ ἔχῃ τὴν αἴσθησιν ἐξοπλίζεται. Λέγει γὰρ ὡς ἐπὶ τῶν ἀνομοιομερῶν τὸ ὅλον ταῖς τῶν μερῶν προσηγορίαις οὐκ ὀνομάζεται, ἀλλ᾽ ἰδιαζούσῃ κλήσει γνωρίζεται· εἰ δὲ τοῦτο, καὶ μιᾶς γνωσθήσεται φύσεως. Ἡ μὲν αἵρεσις οὕτω συμπλέκει τὸ σόφισμα, ὁ δὲ τοῦ Λόγου μαθητὴς Εὐλόγιος τὸ ματαιολόγον αὐτῆς ἐξελέγξας, πατρικαῖς ἐπιδείκνυσι μαρτυρίαις κυρίως τε καὶ ἀληθῶς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν καὶ Θεὸν καλεῖσθαι καὶ ἄνθρωπον, ὥστε εἰ ἐφ᾽ ὧν τὸ ὅλον τὰς τῶν μερῶν προσηγορίας οὐ δέχεται, οὐδ᾽ ἡ μία φύσις συνεισάγεται, ἐφ᾽ ὧν τὸ ὅλον τῶν μερῶν τὰς κλήσεις κυρίως ἀναδέχεται ἐπ᾽ ἐκείνων καὶ ἡ μία φύσις συνθεωρηθήσεται.
Ὁ μέντοι γε σοφὸς συγγραφεὺς παράγει τὸν ἱερὸν Κύριλλον ἑρμηνεύοντα ἑαυτόν, ὅπως καὶ ἐφ᾽ ᾧ τῷ κατὰ τὸν ἄνθρωπον ἐχρήσατο παραδείγματι. Θεοδώρου γὰρ τοῦ Μοψουεστίας τὸ κατὰ τὸν ἄνθρωπον ἐνδιαβάλλοντος παράδειγμα ὡς ὑπάρχον τῷ κατὰ Χριστὸν μυστηρίῳ ἀνάρμοστον, οὕτως ἐν τῷ λεγομένῳ πρώτῳ τόμῳ ἀνθυποφέρει ὁ Κύριλλος. «Ἕνα καὶ τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ ἐκ Θεοῦ Πατρὸς θεϊκῶς καὶ ἐκ γυναικὸς κατὰ σάρκα· κεχρήμεθα δὲ τῇ τοῦ παραδείγματος χρείᾳ, τηροῦντες πανταχοῦ τῇ ἑνώσει τὸ ἀδιάσπαστον, καὶ τὴν διαίρεσιν παρωθούμενοι».
Ἀκούεις ἐφ᾽ ᾧ Κύριλλος παραλαμβάνει τὸ παράδειγμα· οὐ γὰρ ἵνα σὺ μίαν τοῦ Χριστοῦ φύσιν καινολογήσῃς, ἀλλ᾽ ἵνα Θεόδωρος καὶ Νεστόριος καταισχυνθῶσι τῇ τοῦ παραδείγματος χρείᾳ, τηροῦντος τοῦ ἱεροῦ Κυρίλλου τῇ ἑνώσει τὸ ἄτμητόν τε καὶ ἀδιάσπαστον. Σὺ δ᾽ ἴσως ἀκολουθῶν τῷ παραδείγματι οὐδὲ Θεὸν οὐδὲ ἄνθρωπον κυρίως εἰπεῖν ἀνάσχοιο ἂν τὸν Χριστόν, διότι οὐδὲ ὁ ἄνθρωπος, τὸ παράδειγμα, οὔτε σῶμα κυρίως οὔτε ψυχή, εἰ ἐκβιάσῃ ταῦτα λέγειν αὐτόν, διότι ἐπὶ τῆς κατὰ Χριστὸν ἀπορρήτου ἑνώσεως, ἐξ ὧν αὐτὸς σύγκειται, ταῦτα κυρίως λέγεται. Οὐ τοίνυν κἂν ὁ ἄνθρωπος μιᾶς λέγοιτο φύσεως, οὐδεὶς ἀκολουθίας ἀπαιτήσει λόγος καὶ τὸν Χριστὸν μιᾶς ὑπάρχειν διὰ τοῦτο φύσεως. Διὸ καὶ Κύριλλον τὸν θαυμάσιον μίαν μὲν τὸν ἄνθρωπον φύσιν εὑρήσεις λέγοντα, μίαν δὲ φύσιν εἰπόντα τοῦ Χριστοῦ οὐκ ἂν φωράσῃς.
Εἰ δέ τις δύο φύσεις δέδοικεν εἰπεῖν, ἵνα μὴ διαίρεσιν συνεισάξῃ, πρῶτον μὲν οὕτως ἁπλῶς μηδὲ λεγέτω δύο φύσεις, προστιθέτω δὲ τὸ ἀδιαίρετον, εἶτα συνομολογείτω καὶ τὸ ἓν καθ᾽ ὑπόστασιν πρόσωπον καὶ μίαν ὑπόστασιν, ἢ ἀντ᾽ αὐτῶν εἰ βούλει, τὸ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. Ταῦτα γὰρ ὁ λέγων κατὰ τὸν γνώμονα τῆς ἀκριβείας Κύριλλον οὐκ ἂν οὐδὲ συκοφάνταις παράσχοι λαβὴν ὡς διαίρεσιν δογματίσας τῶν φύσεων. Καὶ γὰρ καὶ τῶν ἀνατολικῶν δύο φύσεις εἰπόντων, καὶ συκοφαντεῖν αὐτοὺς ὡς διαιροῦντας ἑτέρων κινηθέντων, πρὸς Ἀκάκιον γράφων, ἐπειδὴ μετὰ τοῦ εἰπεῖν δύο φύσεις καὶ τὸ ἀδιαίρετον συνῆψαν καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ τὰς δύο φύσεις ὁρᾶν ὡμολόγησαν, τέκνα μὲν διαβόλου τοὺς συκοφάντας ἀποφαίνει, τοὺς δὲ διομολογοῦντας κατὰ τὸ φρόνημα τῶν ἀνατολικῶν ἀδύνατόν ποτε διαίρεσιν εἰσάγειν.
Ὅρα δὲ καὶ Ἀθανάσιον, οἷα περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου γράφων κατὰ τῶν τὰ Ἀπολιναρίου νοσούντων ἐκτίθεται. Λέγων γὰρ διὰ τοῦ ἑκάτερα τὸ δύο παρ᾽ οὐδενὸς τῶν εὐσεβῶν εἰσάγειν ὑπενοήθη διαίρεσιν. Λέγει δέ· «Ἀλλ᾽ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵνα εἷς ᾖ τὰ ἑκάτερα τέλειος, κατὰ πάντα Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός». Καὶ ὁ θεολόγος δὲ Γρηγόριος ἐν τῷ ἀπολογητικῷ φησι· «Τοῦτο ἡ κενωθεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐκ δυοῖν, καὶ δι᾽ ἑνὸς ἀμφότερα». Ναὶ δὴ καὶ πρὸς Οὐαλεριανὸν τὸν Ἰκονίου γράφων ὁ Κύριλλος· «Οὐκοῦν ὁμολογουμένως μέν, φησί, τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός.
Ἔστι δὲ κατὰ ταὐτὸν ἀμφότερα ὁ Χριστός». Ὥσπερ οὖν οὐ τέμνει τὸ Θεὸς καὶ ἄνθρωπος τὸν ἕνα Χριστόν, οὐδὲ τὸ ἀμφότερα, οὐδὲ τὸ ἑκάτερα, οὕτως οὐδὲ τὸ δύο, εἰ μὴ τὸν νοῦν εἴησαν ἐκτετμημένοι τινὲς καὶ τοῦ καλοῦ σπορέως οὐδένα καρπὸν φῦναι δυνάμενοι.
Σὺ δέ μοι σκόπει πάλιν νεανιευομένην τὴν αἵρεσιν. Ὁ Κύριλλος, φησί, τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους ἐξεκήρυξεν, ἀντίπαλον εἶναι νομίζων τῇ λεγούσῃ δόξῃ μίαν εἶναι φύσιν τοῦ Λόγου σεσαρκωμένην. Ῥᾷον δὲ αὐτῆς τὸ φρύαγμα καταβάλλεται. Διττὸν γὰρ τὸ ἀδιαίρετον κἀνταῦθα, ὡς καὶ ἐν τοῖς ἄλλοις αὐτοῦ λόγοις, ὁ συγγραφεὺς ἐπιδειξάμενος φαίνεται, καὶ τὸ μὲν Νεστορίῳ φίλον, τὸ δὲ τῇ εὐσεβείᾳ τιμώμενον, καὶ διὰ τοῦτο ἀλλήλοις ἀντικείμενα. Τὸ γὰρ κατὰ σχέσιν ἀδιαίρετον, ὡς ὅπλον Νεστορίου ἀποβάλλεται, τὸ δὲ καθ᾽ ὑπόστασιν ἀδιαίρετον ἤτοι ἡ καθ᾽ ὑπόστασιν ἕνωσις περιφανῶς καὶ κηρύσσεται καὶ περιπτύσσεται.
Ὥσπερ οὖν εἴ τις ἕνωσιν ἐπὶ Χριστοῦ λέγων μὴ συνάπτοι τῇ ἑνώσει τὸ καθ᾽ ὑπόστασιν, ὕποπτον τὸ ῥῆμα ποιεῖ, οὕτως εἴ τις δύο φύσεις ἀδιαιρέτους λέγει μὴ συνεπιφέρων τὸ καθ᾽ ὑπόστασιν, εἰς τὴν αὐτὴν ὑποψίαν περιτρέπεται. Ὡσαύτως δὲ καὶ ὁ λέγων ἄνθρωπον ἀναλαβεῖν τὸν Θεὸν Λόγον, εἰ μὴ τὴν φωνὴν ἄλλοθεν ἑρμηνεύσειε (δυνατὸν γὰρ αὐτὴν καὶ κατὰ Νεστόριον καὶ κατὰ τὸν ὀρθὸν εἰπεῖν λόγον λαβὴν παρασχεῖν τοῖς ἀκροαταῖς), οὐκ ἔστιν ἀναίτιος.
Διὸ καὶ ὁ διαιτᾶν σοφὸς Κύριλλος ἐν μὲν τῷ θησαυρῷ τὸν Θεὸν Λόγον ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μαρίας ἄνθρωπον ἢ ναὸν ἀναλαβεῖν λέγει, ἐν δὲ ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς· «Οὐκοῦν ἄνθρωπος, φησί, γέγονεν, οὐκ ἄνθρωπον ἀνέλαβεν, ὡς Νεστορίῳ δοκεῖ».
Καὶ ὅρα τῆς διαίτης τὸ ἀγχίνουν καὶ νηφάλιον. Ὁ μὲν ἄνθρωπον καὶ ναὸν ἀναλαβεῖν ἱερολογεῖ, Νεστόριον δὲ ἄνθρωπον ἀναλαβεῖν εἰπόντα παραγράφεται, εὐσεβῶς δὲ ἑκάτερον. Ὁ μὲν γὰρ ὑποστάντα τὸν ἄνθρωπον ἀναλαβεῖν Νεστόριος ἐσοφίζετο, ὁ δὲ οὐμενοῦν προϋποστάντα, ἐν ἑαυτῷ δὲ τοῦτον ὑποστήσαντα, κἀν τῷ ἀτρέπτῳ μεμενηκότα τῆς θεότητος, ἀληθῶς γενέσθαι καὶ ἄνθρωπον.
Σοφῶς οὖν καὶ ὁμοίως διαπραττόμενος ὁ ἱερὸς Κύριλλος καὶ ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τὸ δύο φύσεις λέγειν ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν, μὴ συνεπιφέροντα τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, μάχεσθαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην δογματίζουσί φησιν. Οὐ γὰρ αὐτάρκης οὕτως ἡμίτομος ἡ φωνὴ ῥηθεῖσα συνελθεῖν καὶ ὁμοφρονῆσαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην κηρύττουσιν. Εἰ δὲ δύο τις φύσεις ἀδιαιρέτους εἰπὼν συμπαραλάβοι καὶ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, ὀρθῶς τε καὶ εὐσεβῶς ἐρεῖ, καὶ Κύριλλον εὑρήσει ὁμόψηφον.
Καὶ ἄκουσον κατὰ τὸ τέλος τῆς αὐτῆς ἐπιστολῆς οἷα διέξεισι· «Τὸ ἀδιαιρέτως, φησί, προστεθὲν δοκεῖ μέν πως παρ᾽ ἡμῖν ὀρθῆς εἶναι δόξης σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσιν». Ὥστε εἰ οὕτως ἐνόουν, ὀρθοδόξως ἂν ἔλεγον καὶ τῇ Κυρίλλου γνώμῃ συνέβαινον. Ἔστι γὰρ τὸ ἀδιαίρετον αὐτῷ δόξης ὀρθῆς τοῖς συνάπτουσι τὴν φωνὴν ᾗ συνεπινοοῦσι τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως, τοῖς αἱρετικοῖς δὲ διεσπασμένον καὶ τὸ ἀδιαίρετον· τῆς γὰρ καθ᾽ ὑπόστασιν ἑνώσεως αὐτὸ διασχίζουσιν. Οὕτω δ᾽ ἂν εἴη μεμφόμενος καὶ τοὺς λέγοντας μὲν δύο φύσεις ἀδιαιρέτους, τὴν καθ᾽ ὑπόστασιν δὲ μὴ συνομολογοῦντας ἕνωσιν· μάχονται γὰρ ὡς ἀληθῶς οὗτοι τοῖς μίαν φύσιν φρονοῦσι τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Τοὺς μέντοι μετὰ τοῦ λέγειν δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει θεωρεῖν οὔτ᾽ ἂν μεμψαίμην ἐρεῖ, ὥσπερ οὐδὲ τοὺς ἀνατολικοὺς τὰ ὅμοια λέγοντας ἐμεμψάμην, ἀλλ᾽ οὔτε ἐμοὶ τἀναντία φρονεῖν οὔτε διαμάχεσθαι πρὸς τὴν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐκ ἂν ψηφισαίμην.
Σὺ δέ μοι συνδιασκόπει ὅπως οὐδ᾽ ἡ μία φύσις τοῦ Λόγου σεσαρκωμένη, ἁπλῶς οὕτω προαγομένη, οὐμενοῦν τὸ ἀνεπίληπτον οὐ διασῴζει. Λέγοιτο γὰρ ἂν μία φύσις τοῦ Λόγου σεσαρκωμένη καὶ οἷς ἄψυχος ἡ προσληφθεῖσα νομίζεται σάρξ, καὶ οἷς τῶν συνελθόντων ἡ σύγχυσις δυσσεβεῖται, καὶ οἷς ἡ τοῦ Λόγου φύσις εἰς σάρκα φρενοβλαβῶς ἀναχεῖται. Ὁ δὲ τῆς ἀκριβείας διδάσκαλος Κύριλλος, ἕκαστον τῶν αἱρετικῶν φρονημάτων ὁμοτίμως βδελυσσόμενος, διὰ τῆς κοινῇ προκειμένης φωνῆς τὸ ἀδιαίρετον μὲν καὶ ἀσύγχυτον τῶν συνελθόντων τρανολογεῖ φύσεων, ἀπευθύνει δὲ ταύτην ἔτι μᾶλλον, τὴν σεσαρκωμένην φύσιν, ἐψυχῶσθαι δογματίζων ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Διὸ καὶ τοὺς ἀνατολικοὺς, ὡς πολλάκις εἴρηται, ταύτην μὲν τὴν φωνὴν οὐκ εἰπόντας, τὴν δὲ ἰσοδυναμοῦσαν προβαλλομένους (δύο γὰρ φύσεις εἶπον πρεσβεύειν ἐν τῇ καθ᾽ ὑπόστασιν ἑνώσει) καὶ μηδὲ τὸ ἀδιαιρέτους ἐπενεγκόντας ὀρθοδόξους ἀνεκήρυξε· καίτοι γε οὐδ᾽ αὐτοῖς ῥήμασι τὸ καθ᾽ ὑπόστασιν ἔγραψαν, ἀλλ᾽ ἐξ ὧν εἶπον ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν τὸν ἐκ Πατρὸς ἀχρόνως γεννηθέντα καὶ ἐκ τῆς θεοτόκου Μαρίας ἐπ᾽ ἐσχάτων, καὶ τὸν αὐτὸν πρεσβεύειν Θεόν τε καὶ ἄνθρωπον, ἅτε δὴ σύνδρομα εἰδὼς τὰ εἰρημένα τῇ καθ᾽ ὑπόστασιν ἑνώσει φωνῇ, ὁμοδοξεῖν αὐτὸν αὐτοῖς περιφανῶς ἐμαρτύρησε.
Δεῖ δ᾽ οὖν εἰδέναι ὡς οἱ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν εἰπόντες πατέρες ἡμῶν δύο τινῶν σύνοδον καθ᾽ ἕνωσιν ἀδιάσπαστον διὰ ταύτης τῆς φωνῆς δογματίζουσιν· εἰ δὲ ἀσύγχυτα τὰ συνελθόντα μεμένηκεν, οὐδὲν ἡ προκειμένη φωνὴ παραδίδωσιν. Ὡσαύτως καὶ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην λέγειν εἰς τὴν αὐτὴν μὲν ἔννοιαν σχεδὸν ὑποφέρεται, παρελκυσθῆναι δὲ πολλοῖς αἱρετικοῖς πρὸς τὸ βούλημα τὸ ῥᾴδιον ἐμπαρέχεται. Ὥστε οὐχ ἁπλῶς αὐτὴν παραδεκτέον, ἀλλ᾽ ὡς ὁ τὰ θεῖα σοφὸς ἐχρήσατο Κύριλλος, τουτέστι ψυχῇ λογικῇ τε καὶ νοερᾷ συνάπτοντα ἐψυχωμένην, καὶ τῶν συνελθόντων συνεπιθεωροῦντα τὸ ἀσύγχυτον.
Οὕτω γοῦν ἑκατέρᾳ φωνῇ τῆς ἀκριβείας οὐκ ἐπιστατούσης, ἓν μὲν δηλοῦσι τὸ πρόσωπον, τῶν δὲ συνελθόντων οὐ τρανολογοῦσι τὸ ἀσύγχυτον. Πάλιν οἱ δύο φύσεις ἀδιαιρέτους δοξάζοντες τὸ μὲν ἀσύγχυτον διετράνωσαν, ἓν δὲ εἶναι τὸ πρόσωπον ἤτοι τὴν ὑπόστασιν οὐ συνδιετράνωσαν, ὥστε δεῖ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους λέγοντας ἢ τὴν καθ᾽ ὑπόστασιν ἐπισυνάπτειν ἕνωσιν ἢ τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἢ τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον· ἄνευ γὰρ ἑνὸς τῶν εἰρημένων τὸ ἀτελὲς ἡ φωνὴ προβαλλομένη δικαίως ἂν διελέγχοιτο. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διεληλυθὼς ὁ συγγραφεύς, καὶ παραίνεσιν παρακαλοῦσαν πρὸς ὁμόνοιαν καταβαλών, καὶ τὸν παρόντα διαναπαύει λόγον.
Ὁ δὲ ἐφεξῆς αὐτῷ λόγος πρὸς τοὺς οἰομένους ἀνθρωπίναις ἐπινοίαις δύνασθαι τὴν ἀληθῆ τῶν Χριστιανῶν ὑποβάλλειν θεολογίαν διαλέγεται. Ἐν ᾧ θεολογήσας εὐσεβῶς, καὶ κρείττω πάσης ἐπιτεχνήσεως καὶ τῆς ἐκ λόγων σοφίας τὴν παρὰ Χριστιανοῖς ἀποδειξάμενος θεολογίαν, καὶ τὸ ἐξῃρημένον αὐτῆς ἀνυμνήσας, διαλαμβάνει ὡς ἐφ᾽ ἡμῶν μὲν αἱ τῶν ἰδιωμάτων διαφοραὶ φανερῶς διεστήκασι, καθ᾽ ἃς ἀπ᾽ ἀλλήλων διακρινόμεθα, καὶ τὰ χαρακτηριστικὰ τῆς τινος ὑποστάσεως θατέρας οὐκ οἶδε κοινοποιεῖν ἰδιώματα· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος αἱ ἰδιότητες ἀκίνητοι μένουσαι συνάπτονταί πως, διὰ τῆς ἀδιαιρέτου ἑνώσεως καὶ τὸ μίαν εἶναι τῶν ὑποστάσεων τὴν ἐνέργειαν πλείστην ἔχουσαι κἀν τῇ διακρίσει τὴν θεϊκήν τε καὶ ἄρρητον πρὸς ἀλλήλας συνάφειαν, καθ᾽ ἣν Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ καὶ Υἱὸς ἐν Πατρὶ καὶ Πνεύματι καὶ Πνεῦμα ἐν Υἱῷ καὶ Πατρὶ θεωρεῖται, τῆς συναφείας πανταχόθεν ἐπικρατούσης καὶ μηδ᾽ ἐν τοῖς ἰδιώμασι καινοτομούσης τὸ ἀδιαίρετον. Καὶ δὴ καὶ τὸ εἶναι ἄλλο τί ἐστιν ἐπὶ τῆς ὑπεραρχίου Τριάδος καὶ ἄλλο τὸ ἐν ἡμῖν· ἐκεῖ μὲν γὰρ τὸ ὂν ὑπὲρ τὸ εἶναι, ἐνταῦθα δὲ οὐδὲ κυρίως ὄν.
Πῶς γὰρ ἂν εἴη κυρίως ὂν τὸ ἐκ μὴ ὄντων παρηγμένον, καὶ εἰς τὸ μὴ ὂν τῇ γε οἰκείᾳ φύσει ὑπορρέον, εἰ καὶ δῶρον ἐφιλοτιμήθη τοῦ δημιουργοῦ εἰς τὸ ἀεὶ εἶναι καὶ πρὸς ἀφθαρσίαν ἀναβιβάζεσθαι; Θεὸς οὖν ἡμῖν ἐστιν εἷς καὶ Τριὰς θεωρούμενος, πηγὴ τυγχάνων ἀπερινοήτου σοφίας καὶ ἁγιαστικῆς δυνάμεως. Ὅθεν εἷς Θεὸς καὶ Κύριος καὶ βασιλεύς, αὐτός τε ὁ Πατὴρ καὶ ἡ τελειοποιὸς σοφία αὐτοῦ καὶ ἡ ἁγιαστικὴ δύναμις. Ἀδιαίρετος γὰρ ὁ Πατὴρ πρός τε τὴν ἑαυτοῦ σοφίαν καὶ τὴν ἁγιαστικὴν δύναμιν, ἐν μιᾷ φύσει προσκυνούμενος, οὐκ εἰς ἕνα καὶ ἕνα μεριζόμενος Θεόν, καθάπερ ἐφ᾽ ἡμῶν, οἳ τῷ ἀκοινωνήτῳ τῶν ἰδιωμάτων καὶ τῷ διαφόρῳ τῆς ἐνεργείας μεριζόμεθά τε καὶ διαιρούμεθα, καὶ τῇ διόλου τομῇ τὴν πρὸς ἀλλήλους διαφορὰν ὑφιστάμεθα.
Διὸ οὐδὲ ἔστιν εἰπεῖν, ὥσπερ ἐφ᾽ ἡμῶν, οὕτω καὶ ἐπ᾽ αὐτῆς, ὅτι τόδε τοῦδε πρῶτον ἢ ἐκεῖνο τοῦδε δεύτερον ἢ τρίτον. Μονὰς γὰρ ἀληθῶς ἡ Τριάς, καὶ Τριὰς ἡ μονάς, οὔτε διότι μονάς, τὴν Τριάδα συστέλλουσα, οὔτε διότι Τριάς, τὴν ἑνάδα διατέμνουσα· οὐδὲ γὰρ τὸ ἓν ἐπὶ τῆς θείας οὐσίας ὡς ἐπὶ τῶν κτισμάτων νοοῦμεν, παρ᾽ οἷς οὐδὲ τὸ κυρίως ἕν ἐστι θεωρῆσαι. Οὐ γὰρ τὸ ἓν ἀριθμῷ ἐφ᾽ ἡμῶν καὶ κυρίως ἕν. Καὶ γὰρ τὸ ἐφ᾽ ἡμῶν λεγόμενον ἓν οὐ κυρίως ἕν, ἀλλά τι ἕν. Τοῦτο δὲ ἕν τέ ἐστι καὶ οὐχ ἕν, ἅτε δὴ καὶ τοῦ ἑνὸς φέρον τὴν κλῆσιν καὶ πρὸς τὸ πολλὰ εἶναι μεριζόμενον. Εἰ δὲ καὶ ὡς νοῦν οἱ θεολόγοι τὸ ἓν ἐπὶ τῆς θείας ὑμνοῦσι φύσεως, ἀλλὰ διὰ μόνην τὴν ἀπαθῆ τοῦ Λόγου γέννησιν τοῦτο παραλαμβάνουσιν.
Ἡ γὰρ εὐσεβὴς ἔννοια καὶ τῆς τοῦ νοῦ φύσεως ὑπεριδρυμένην θεολογεῖ τὴν θεότητα. Καὶ γὰρ καὶ κατὰ τὸν νοῦν ταυτότης ὁρᾶται καὶ ἑτερότης, κίνησίς τε καὶ στάσις, καὶ τῆς διπλόης παντελῶς οὐκ ἐξίσταται, ἀλλὰ στάσις μὲν αὐτῷ διὰ τὴν τῆς οὐσίας ἐνορᾶται ταυτότητα, ἑτερότης δὲ καὶ κίνησις διὰ τὴν αὐτεξούσιον ὁρμὴν καὶ ἐνέργειαν· οὐ γάρ ἐστι ταὐτὸν ἓν εἰπεῖν καὶ μετὰ τῆς πρὸς ἕτερα παραθέσεως ἕν.
Ὅθεν εἰ καὶ εἷς τῷ ὑποκειμένῳ τυγχάνει, ἀλλὰ νοῶν ἑαυτὸν καὶ ὑφ᾽ ἑαυτοῦ γινωσκόμενος ἀνθ᾽ ἁπλοῦ διπλοῦς ἀποδείκνυται. Ὅπερ, καὶ εἴ τι ὅμοιον, τοῦ κυρίως ἑνὸς καὶ τῆς μακαρίας φύσεως παντελῶς ἠλλοτρίωται. Διόπερ οὐκ ἔστιν οὐδὲ τῷ ἀριθμῷ ἓν ἢ ὡς ἀρχὴ ἀριθμοῦ, οὐδὲ ὡς μέγεθος ἢ ὡς ἀρχὴ μεγέθους· πάσης γὰρ ποσότητος καὶ μέρους καὶ συνθέσεως ὑπερίδρυται. Ἀλλ᾽ εἰ δεῖ θαρρήσαντα εἰπεῖν, ἕν ἐστι τὸ θεῖον κατὰ τὴν ἁπλότητα τῆς ὑπάρξεως, οὐχ ὡς ἓν τριώνυμον θεωρούμενον ἢ εἰς μέρη διαιρούμενον ἢ ἐκ πλειόνων συγκείμενον· ἄρρητον γάρ ἐστι καὶ ἀκατονόμαστον τοῦτο τὸ ἕν, ἐπεὶ καὶ αὐτοῦ τοῦ ἑνός ἐστιν αἴτιον, πάσης ἑνάδος ἑνοποιὸν καὶ παντὸς ἑνὸς καὶ πλήθους ὑπεραπλούμενον, διὰ τὸ κυρίως ἓν εἶναι καὶ ἐν πᾶσιν εἶναι καὶ ὑπὲρ πάντα γινώσκεσθαι, οὐσιοποιὸν μὲν ἁπάντων τῶν ὄντων, ὑπεριδρύμενον δὲ ἐν τῇ ὑπερουσίῳ καὶ ἰδίᾳ μονότητι, ἑνὰς καὶ μονὰς θεολογούμενον, Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ γινωσκόμενον, Πνεῦμα ἅγιον ἐκπορευόμενον ἐκ Πατρός, ἀρχὴν μὲν ἔχον τὸν Πατέρα, δι᾽ Υἱοῦ δὲ εἰς κτίσιν ἐπ᾽ εὐεργεσίᾳ τῶν δεχομένων ἐρχόμενον, οὐ καθ᾽ ὕφεσιν γινωσκομένης τῆς γεννήσεως, οὐ κατὰ τομὴν θεωρουμένης τῆς ἐκπορεύσεως. Εἰ γάρ τις δοίη ταῦτα, καὶ ἐπὶ τετράδα καὶ πεντάδα καὶ ἐπ᾽ ἄπειρον τὴν πρόοδον ῥυῆναι κατὰ τοὺς Ἑλλήνων μύθους συγκατασκευάσειεν.
Ἓν οὖν κυρίως τὸ θεῖον, πληθυσμὸν οὐδένα παραδεχόμενον, ὡς ἀκριβής τε καὶ ἀληθὴς ἑνότης κατὰ τὴν φυσικήν, εἰ χρὴ φάναι, θεωρούμενον ταυτότητα. Ὅθεν εἰ καὶ ὑποστάσεις ἢ πρόσωπα ἢ ἰδιότητας ὀνομάζομεν, ἃ ὁ νοῦς ἔγνω, καθ᾽ ὅσον δυνατόν ἐστιν, ἑρμηνεῦσαι βουλόμενοι, οὐ τὸ ἓν διαιροῦμεν, οὐ τὴν μονάδα μερίζομεν, οὐ τὴν ἑνάδα διασπῶμεν, ἀλλὰ τῇ ἀϊδίῳ μονότητι θεολογοῦντες ταύτην ἐν τρισὶν αὐτὴν συνθεολογοῦμεν ὑποστάσεσιν, οὐκ ἀνθρωπίνοις λογισμοῖς τὰ ὑπὲρ νοῦν ὑποβάλλοντες, οὐδὲ περινοητικαῖς ἐρεύναις τὰ ὑπὲρ εὕρεσιν ἐνυβρίζοντες. Διὸ τοὺς παρὰ ταῦτα ἢ τὴν ἄρρητον ἑνότητα διατέμνοντας ἢ τὸ τριαδικὸν τῶν ὑποστάσεων εἰς μοναδικὴν πενίαν συγκλείοντας ὡς τῆς εὐσεβείας πολεμίους ἐκτρεπόμεθα.
Ταῦτα καὶ τοιαῦτα διεξελθὼν πρὸς τοὺς ἰδίωμα μόνον εἶναι κενολογήσαντας τὴν ὑπόστασιν ἀντιφθέγγεται, καὶ πλείοσι τῆς εὐσεβείας λογισμοῖς τὴν αὐτῶν ἐπιστομίζει κακόνοιαν. Εἰ γὰρ ταὐτὸν ὑπόστασις καὶ ἰδίωμα, ἐνανθρωπῆσαι δὲ τὴν τοῦ Λόγου φαμὲν ὑπόστασιν, ἀλλὰ τὸ ἀκόλουθον γνώριμον ὄν, καὶ πρὸς βλασφημίαν γνωριμώτερον, εἰς τὰς κεφαλὰς τῶν ῥηθῆναι βιασαμένων σιγῇ ἀπερρίφθω.
Πῶς δὲ καὶ τὸ Πνεῦμα, εἴπερ ἰδίωμα, δύναιτ᾽ ἂν τοῦ Πατρὸς ἐκπορεύεσθαι καὶ παρὰ τοῦ Πατρὸς ἐπ᾽ εὐεργεσίᾳ τοῦ πλάσματος ἀποστέλλεσθαι; Ἀλλὰ καὶ πᾶσα ὑπόστασις τῶν ὑφεστηκότων ἐστὶ καθ᾽ ἑαυτά· ἰδίωμα δέ, πῶς ἂν ὑποσταίη καθ᾽ ἑαυτό, μὴ ἐκείνῳ ἑδρασθὲν οὗ καὶ εἶναι ἰδίωμα λέγεται; Καὶ ἐν τρισὶ μὲν ὑποστάσεσιν ὁ ἱερὸς τῶν πατέρων χορὸς τὴν θεϊκὴν οὐσίαν δογματίζει, ἐν τρισὶ δὲ ἰδιώμασιν οὐδεὶς ἂν φαίη. Τοὐναντίον γὰρ ἐν μὲν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ὁρᾶται τὰ ἰδιώματα, αὐτὴν δὲ ἐν ἰδιώμασιν οὐκ ἄν τις φαίη. Εἰ γὰρ καὶ τῷ θεολόγῳ εἴρηται τὴν μίαν φύσιν ἐν τρισὶν ὑπάρχειν ἰδιότησιν, ἀλλὰ πρῶτον μὲν οὐ ταὐτὸν ἰδιότης καὶ ἰδίωμα, ἔπειτα δὲ οὐδ᾽ εἰ ὁ πατὴρ κατεχρήσατο τῇ φωνῇ, ταύτην λαβὼν ἀντὶ τῆς ὑποστάσεως, ἤδη ταὐτόν τις εἶναι δογματίσει τὴν ὑπόστασιν καὶ τὴν κυρίως ἰδιότητα. Εἰ δὲ καὶ χαρακτηριστικὸν καθέστηκεν ἡ ἰδιότης τῆς ὑποστάσεως, ὥσπερ Βασιλείῳ τε καὶ πολλοῖς τῶν πατέρων δοκεῖ, οὐδὲν μὲν ἄτοπον τὸν ἱερὸν Γρηγόριον εἰπεῖν ἐν τρισὶν ἰδιότησιν, οὐ ταὐτὸν ὑπάρχειν νομοθετοῦντα τῇ ὑποστάσει τὴν ἰδιότητα, ἀλλ᾽ ὡς ἐκ τοῦ μάλιστα χαρακτηριστικοῦ, τουτέστι τῆς ἰδιότητος, ἐπονομάζοντα τὴν ὑπόστασιν, διὸ καὶ ἐπάγει· νοεραῖς, τελείαις, καθ᾽ ἑαυτὰς ὑφεστώσαις, ὅπερ οὐδεὶς ἂν νοῦν ἔχων ἐπὶ τῶν ἰδιωμάτων παραδέξαιτο.
Χωρὶς δὲ τῶν εἰρημένων, τὰς μὲν ὑποστάσεις ἡ ἁγία πρώτη σύνοδος ὁμοουσίους ἀνεκήρυξε, τὰ δὲ ἰδιώματα πῶς ἄν τις μὴ μελαγχολῶν ἀποφήνοι ὁμοούσια; Εἰ δέ τις ὁμοούσια ἀποθρασυνθείη λέγειν τὰ ἰδιώματα, ὅτι ἐν τῇ αὐτῇ πολλάκις οὐσίᾳ συντρέχοντα ὁρᾶται, λέληθε μὲν αὐτὸς ἑαυτὸν ἕτερον ἀναπλάττων ὁμοουσίου σημαινόμενον, ἄλλως τε δὲ καὶ τὰ ἑτερογενῆ οὗτος, ποσότητά φημι καὶ ποιότητα καὶ ὅσα ἄλλα ἀδύνατον εἰς μίαν φύσιν συνελθεῖν, ταῦτα πάντα ὁ καινὸς νομοθέτης οὗτος παρακελεύεται νοεῖν τε καὶ λέγειν ὁμοφυῆ τε καὶ ὁμοούσια· ἐν γὰρ τῇ ἡμετέρᾳ οὐσίᾳ φανερῶς ὁρᾶται καὶ ποιότης καὶ ποσότης καὶ πρός τι καὶ εἴ τι τούτοις εἰς ἀκοινωνήτους ἀρχὰς συνδιῄρηται. Ἀλλὰ τοῦτο μὲν αὐτάρκως ἔδωκε τὸν ἔλεγχον τὸ ἀτόπημα.
Ἀλλ᾽ οὐδ᾽ οὕτω σιγᾶν οἶδε τὸ φίλερι. Φασὶ γάρ τινες συμπλοκὴν οὐσίας καὶ ἰδιώματος εἶναι τὴν ὑπόστασιν· ὃ περιφανῶς συνεισάγειν οἶδε τὴν σύνθεσιν, καὶ ποῦ ἂν εἴη τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς ἐν τῇ Τριάδι Θεότητος; Οἱ δὲ καὶ Βασίλειον προϊστῶσι τὸν μέγαν τῆς φωνῆς διδάσκαλον, οὐκ ἐθέλοντες νοεῖν ὡς ὁ σοφὸς ἐκεῖνος ἀνὴρ οὔτε ὅρον οὔτε ὑπογραφὴν ἀποδιδοὺς ὑποστάσεως τὸ τῆς συμπλοκῆς παρέλαβεν ὄνομα, ἀλλὰ βουλόμενος ἐπιστομίσαι τὸν ἀνόμοιον τὴν ἀγεννησίαν καὶ τὴν οὐσίαν εἰς ταὐτὸν ἀγαγεῖν φιλονεικήσαντα, καὶ τὴν πρὸς τὸ γεννητὸν τοῦ ἀγεννήτου διαφορὰν εἰς τὸν τῆς οὐσίας λόγον μεταγαγεῖν, ἵνα μὴ μόνον διαφόρους, ἀλλὰ καὶ ἀντικειμένας οὐσίας εἰσάγοι ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ.
Διὰ τοῦτο ὁ τοὺς λόγους οἰκονομῶν ἐν κρίσει Βασίλειος, ἐν τῷ πρὸς τὸν ἀνόμοιον ἀγῶνι, τῷ κοινῷ συμπλέκει τὸ ἴδιον, ἀσύγχυτον ἡμῖν καὶ διακεκριμένην μεθοδεύων τὴν τῆς ἀληθείας κατάληψιν. Ἀπορεῖ μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς ἁπλῇ καὶ μιᾷ προσβολῇ τὸ ἑνιαῖον ἅμα καὶ ἁπλοῦν καὶ τὸ τρισσὸν καταλαβεῖν τῶν ὑποστάσεων· διὸ τῇ τῶν ἰδιωμάτων, ὡς ὁ διδάσκαλος ἔφη, προσθήκῃ τὴν ἰδιάζουσαν ἀφορίζει τῶν ὑποστάσεων ἔννοιαν καὶ ἔστι μὲν ἡ μέθοδος ἀσθενείας ἐπίκουρος καὶ τῆς περὶ τὸ ἀκατάληπτον συνεργὸς καταλήψεως, οὐ μήν γε συμπεπλεγμένον τὸ ἁπλοῦν τῆς θεότητος ἢ ὅλως τινὰ τῶν ταύτης ὑποστάσεων οὐμενοῦν οὐδαμῶς ἀπεργάσαιτο. Διὸ καὶ ἐπήγαγεν ὡς ἀμήχανον ἰδιάζουσαν ἔννοιαν Πατρὸς λαβεῖν ἢ Υἱοῦ, μὴ τῇ τῶν ἰδιωμάτων προσθήκῃ τῆς διανοίας διαρθρουμένης.
Καὶ ὅπερ ἐν τοῖς προλαβοῦσι συμπλοκὴν ἐκάλεσε, τοῦτο νῦν προσθήκην ὠνόμασε. Σαφέστερον δὲ τὸ εἰρημένον ποιῶν· «Οὐ γὰρ οἱ δεικτικοί, φησί, τῆς ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος αὐτοῦ λόγον παραλυπήσουσιν· ἢ οὕτω γε ἂν πάντα, ὅσα περὶ Θεοῦ λέγεται, σύνθετον ἡμῖν τὸν Θεὸν ἀναδείξῃ».
Ταῦτα διελθὼν ὁ καλὸς Εὐλόγιος ἄλλην ἀπορίαν κινουμένην ἵστησιν. Ἆρα γάρ, φησίν, ἡνίκα τὸ ἴδιον συμπλέκομεν τῷ κοινῷ, ψευδόμενοι τοῦτο ποιοῦμεν; ἢ ἀληθεύοντες; Ἀλλ᾽ εἰ μὲν ψευδόμενοι, τί καὶ προφέρομεν λέξεις ὧν μὴ ἔστι λαβεῖν ὑποκείμενον; Εἰ δ᾽ ἀληθεύοντες, συμπεπλεγμένον ἂν εἴη καὶ ἡ τῆς Τριάδος, ἐφ᾽ ἣν τὴν φωνὴν φέρομεν, ὑπόστασις.
Ἡ μὲν ἀπορία τοιαύτη· ἀνασκευάζει δὲ αὐτὴν δι᾽ ὧν εἶπε πρότερον. Ἐξασθενῶν γάρ, φησί, περὶ τὴν τοῦ ὄντος ὄντως θεωρίαν ὁ νοῦς ὁ ἀνθρώπινος βιάζεταί πως συμπεπλεγμέναις χρῆσθαι φωναῖς καὶ τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, τὸ ἁπλοῦν ἅμα καὶ διακεκριμένον τῶν ὑποστάσεων ἁπλῶς καὶ καθ᾽ αὑτὸ ὑποδηλῶσαι μὴ δυνάμενος· ὡς εἴ γε οἷόν τε ἦν ἁπλῇ τὸ ἁπλοῦν ἀπαγγεῖλαι φωνῇ, τῇ συμπλοκῇ τῶν λέξεων οὐκ ἂν ὁ νοῦς ἀπεκέχρητο. Ἀλλ᾽ οὐ συμφέρεται τῇ εὐτελείᾳ τῶν ῥημάτων τῆς θείας οὐσίας τὸ ἀκατάληπτον, ἐπεὶ καὶ αὐτὸς ὁ διδάσκαλος συμπλοκὴν εἰπὼν ἐφεξῆς τὸ θεῖον ἁπλοῦν πάντῃ καὶ ἀσύνθετον καὶ ἀλλαχοῦ πολλάκις ἀνύμνησε, μονονουχὶ βοῶν ὡς ἀσθενείας ἐστὶν ἡ προσθήκη καὶ ἡ συμπλοκὴ πρόβλημα, πρὸς κατάληψιν ἡμᾶς τῆς ἀληθείας χειραγωγοῦσα, οὐ μέντοι γε τὸ ἁπλοῦν τῆς φύσεως καὶ ἀσύνθετον εἰς διπλόην καὶ σύνθεσιν καταγαγεῖν ποθὲν τόλμαν εἴληφεν. Ἀρρήτως γὰρ καὶ ἀνεπινοήτως ἕν τε ὑπάρχον καὶ Τριὰς θεωρούμενον τὸ προσκυνούμενον τὸ μὲν κατὰ τὴν ἄσχετόν τε καὶ ὑπὲρ ἡμᾶς θεολογίαν κατανοεῖται, τὸ δὲ κατὰ τὴν σχετικήν τε καὶ περὶ ἡμᾶς. Τὴν μὲν οὖν ἀπορίαν οὕτως ἔδοξεν ἐπιλύεσθαι.
Εἰ δέ τις οὐδὲν ἧττον ἐρεῖν οἴεται τὸ ἠπορημένον τοῖς ἀπ᾽ ἀρχῆς ἐπερείδεσθαι, προσλαβέτω τῷ λόγῳ ὅτι καὶ ὅπερ ἄφραστον λέγομεν ῥήμασιν ἀπαγγέλλομεν, καὶ τὸ ἀπερινόητον σκιαγραφοῦμεν διὰ νοήσεως, καὶ τὸ ἄχρονον χρονικαῖς ἐπιβολαῖς καὶ κινήσεσιν ὑποβάλλομεν, καὶ τὸ ἀδιάστατον καὶ ἀκίνητον κινουμέναις τε καὶ διισταμέναις φαντασίαις ἀνατυπούμεθα. Ὥστε εἰ, ἃ πάσχομεν περὶ τὴν τοῦ θείου θεωρίαν ἀναγόμενοι, ταῦτά τις ἐνορᾶν καὶ περὶ αὐτὸ ἐκβιάσαιτο, τὰ ἄνω κάτω ποιήσει, καὶ πρὸ πάντων αὐτὸς ἑαυτὸν ἀμηχανίας βυθῷ παραπέμψει.
Ὁ δὲ ἱερὸς Εὐλόγιος ἀπὸ τῆς προταθείσης ἀπορίας ἑτέραν ἀναφυομένην διέξεισιν. Εἰ γὰρ μήτε ἰδίωμά φησιν ἡ ὑπόστασις μήτε συμπλοκὴ οὐσίας καὶ ἰδιώματος, τί ἂν εἴη ἕτερον; Καὶ ἐπιλύεται λέγων ὡς ὑπόστασιν μὲν καλεῖν τὸν ἕνα τῆς Τριάδος παρὰ τῆς ἐκκλησίας μεμαθήκαμεν.
Τί δέ ἐστιν ὑπόστασις; Εἰ μὲν ἐπὶ κτισμάτων ἡ ἐρώτησις, οὐ πάνυ χαλεπόν ἐστιν ἀποκρίνασθαι διὰ τὸ καὶ τὴν περὶ ταῦτα ἁμαρτίαν τε καὶ ἀποτυχίαν μὴ λίαν εἶναι ὑπεύθυνον, εἰ δὲ περὶ τῆς ἁπλῆς καὶ μακαρίας φύσεως, οὐδὲν παρ᾽ ὃ παρέδοσαν οἱ θεοφόροι πατέρες ἀσφαλές ἐστιν ἀποκρίνασθαι. Πλὴν οὐδὲν κωλύει γραφικῶς φάναι ὡς ἡ τοῦ Υἱοῦ ὑπόστασις εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, ὅλον ἐν ἑαυτῇ τὸν Πατέρα δεικνύουσα.
Εἰ δὲ καὶ σοφίαν αὐτὴν πατρικὴν εἶναι ἀποκριθήσομαι ἢ λόγον ἢ δύναμιν τοῦ Πατρὸς, τῇ ἱερολογίᾳ συμφθέγγομαι. Καὶ περὶ τῆς τοῦ Πατρὸς δὲ καὶ Πνεύματος ὑποστάσεως τοιαῦτα ἄν τις ἐκ τῶν ἱερῶν λογίων ἀναλεγόμενος, καὶ διδοὺς τοῖς ἐπερωτῶσιν ἀπόκρισιν, εὐσεβῶς τε καὶ ἀνεπηρεάστως ἀποκρίνοιτο.
Σὺ δ᾽ ἂν δυνήσῃ λέγειν, ἀποδιδοὺς τὸν λόγον τῆς ὑποστάσεως τοῦ Υἱοῦ, Θεὸν ἐκ Θεοῦ ἀχρόνως τε καὶ ἀπαθῶς γεννηθέντα. Ὁμοίως δὲ καὶ τοῦ Πνεύματος, Θεὸν ἐκ Θεοῦ ἀϊδίως τε ἐκπορευόμενον καὶ ἀρρεύστως. Ὡσαύτως δὲ καὶ τοῦ Πατρὸς τὴν ὑπόστασιν λόγῳ παριστάναι μέλλων φήσεις, ἐξ οὗ γεγέννηται ὁ Θεὸς Λόγος, τομῆς ἁπάσης καὶ παντὸς πάθους μηδὲ κατ᾽ ἐπίνοιαν θεωρουμένης τῇ προόδῳ τῆς γεννήσεως· εἰ βούλει δέ, καὶ ἐξ οὗ τὸ Πνεῦμα ἀφράστως τε καὶ ἀνεπινοήτως καὶ ἀπαθῶς καὶ συναϊδίως ἐκπορεύεται, καὶ εἴ τι ἄλλο τοιουτότροπόν ἐστιν εἰπεῖν, τῆς θεοπνεύστου γραφῆς τὴν πνευματικὴν σοφίαν πηγαζούσης ἡμῖν καὶ συνεργούσης τῷ βουλήματι. Καίτοι οὐδὲ τὰ ῥηθέντα παντελῶς ἐστιν ἐλεύθερα φαντασίας ἀνατυπουμένης τὴν σύνθεσιν· ἀλλὰ τῷ γε μὴ τῷ ῥήματι τῆς συνθήκης καὶ τῆς συμπλοκῆς καὶ τῶν τοιούτων προσχρήσασθαι οὐ δοκεῖ θορυβεῖν τὸν ἀκροατὴν οὐδὲ προσίστασθαι.
Ἀλλ᾽ ἐν τούτοις μὲν αὐτῷ καὶ ὁ παρὼν ἀπαρτίζεται λόγος. Γράφει δὲ ὁ αὐτὸς ἱερὸς ἀνὴρ καὶ πρὸς Δομετιανόν (Μελιτηνῆς δὲ οὗτος ἐπίσκοπος) οὐκ ἀπρόσφορον εἶναι παριστῶν τὸ μίαν λέγειν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην.
Ὁ μὲν γὰρ οὐκ ἀνεύθυνον ἐτίθει τὸν ἱερὸν Εὐλόγιον κεχρημένον τῷ ῥήματι. Ὁ δὲ οἷς πολλάκις ἐν τοῖς προλαβοῦσι λόγοις τὴν φωνὴν ἐπικουρήσας καὶ τοῖς ὀρθῶς αὐτὴν ἐκλαμβάνουσιν εὐσεβῶς ἔχουσαν παρασχών, καὶ ὡς οἱ λέγοντες μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην οὐ μίαν φύσιν ἁπλῶς φασιν ἐξ ἀμφοτέρων γεγονέναι τῶν φύσεων, ὥστε καὶ συγχύσει τὰ συνελθόντα περιπεσεῖν, ἐκεῖνο δὲ μᾶλλον βούλεσθαι ὡς ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς ἡνώθη σαρκὶ καθ᾽ ὑπόστασιν, ὁ αὐτὸς καὶ Θεὸς καὶ ἄνθρωπος ὤν, ὡς καὶ τῷ θεολόγῳ δοκεῖ· «Ὁ λόγος γάρ, φησί, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». Ταῦτα διὰ πλάτους εἰπὼν καὶ ἀπολογησάμενος οὕτω δοξάζειν καὶ Κύριλλον ἐπαγγέλλεται, ἐν οἷς μάλιστα λέγει· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ᾽ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ᾽ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες».
Οὐκοῦν τὰς δύο φύσεις ἡ παροῦσα φωνὴ τῷ ἀδιαιρέτῳ εἰσήνεγκεν ἐπισφίγγουσα, ὡς αὐτὸς ἐμβοᾶται ὁ Κύριλλος. Διὸ καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην πολλάκις φαίνεται φάμενος, μίαν δὲ φύσιν Χριστοῦ ἁπλῶς εἰπὼν οὐκ ἂν ἁλοίη. Τί δ᾽ ἂν εἴη φύσις ἀνθρωπότητος ἤ, ὡς αὐτὸς πάλιν ἐν ἄλλοις ἐδίδαξε, σὰρξ ἐψυχωμένη νοερῶς; Ὡς καὶ διὰ τοῦτο πάλιν σῴζεσθαι τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον.
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς οἱ ὀρθοδόξως λέγοντες καὶ κατὰ Κύριλλον μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην οὐ πρὸς ἄλλον ἀφορῶσι σκοπόν, ἢ ὅστις αὐτοῖς τὴν τοιαύτης φωνὴν ἐπιδείκνυσι τὰς δύο φύσεις ἐπὶ τοῦ δεσπότου Χριστοῦ τῷ ἀδιαιρέτῳ πάντως συνεισάγουσαν. Ἐν τῷ γὰρ εἰπεῖν τὸν μακάριον Κύριλλον σῴζεσθαι δι᾽ αὐτῆς τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον, ποῖος ἂν ἄλλος παρεισαχθείη σκοπὸς ἢ ὁ τὰς δύο φύσεις ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ σῳζομένας κηρύττων ἀδιαιρέτους καὶ ἀποδεχόμενος; Καὶ τοῦτο φανερώτερον καὶ ἐν τῇ πρὸς Σούκενσον ὁ αὐτὸς δευτέρᾳ ποιεῖται ἐπιστολῇ. Ἑρμηνεύων γὰρ ἐν αὐτῇ τί ποτέ ἐστιν αὐτῷ δηλοῦσα ἡ μία φύσις τοῦ Λόγου σεσαρκωμένη, καὶ εἰπὼν ὡς ἔστιν Υἱὸς ὁ φύσει καὶ ἀληθῶς, εἰ καὶ κατὰ πρόσληψιν σαρκὸς οὐκ ἀψύχου ἀλλ᾽ ἐψυχωμένης νοερῶς προῆλθεν ἄνθρωπος ἐκ γυναικός, καὶ ἐπενεγκὼν ὡς οὐ διὰ τοῦτο μερισθήσεται εἰς δύο πρόσωπα ἢ υἱούς, ἀλλὰ καὶ οὕτω διαμένει εἷς, προστίθησι πῶς οὐκ ἄσαρκος οὐδὲ ἔξω σώματος, ἀλλ᾽ ἴδιον ἔχων αὐτὸ (δηλονότι τὸ σῶμα) καθ᾽ ἕνωσιν ἀδιάσπαστον.
Κἀν τῇ πρὸς .... δὲ ἐπιστολῇ καὶ ἐν ἄλλοις πολλοῖς τὰ αὐτὰ διδάσκων εὑρίσκεται. Ἀλλ᾽ οἱ περὶ Σεβῆρον τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν ὁμολογεῖν οὐκ ἀνεχόμενοι, κακούργως τε καὶ δυσσεβῶς πρῶτον μὲν τάττουσι τὰς φωνὰς αἳ τὴν διαφορὰν δηλοῦσι τῶν φύσεων, ἔπειτα δέ, ὡς δῆθεν ἀνατρέποντες αὐτάς, τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἐπάγουσιν. Οὐχ οὕτω δὲ ποιεῖ ἡ εὐσέβεια, ἀλλὰ ταύτην προσθεῖσα τὴν φωνήν, εὐθὺς ἐφεξῆς δείκνυσι καὶ διὰ ταύτης σῴζεσθαι πάλιν τῶν συνελθόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον, ἐλέγχουσα τοὺς δυσσεβεῖς ὡς ἡ μία τοῦ Λόγου φύσις σεσαρκωμένη οὐδὲν ἕτερον ἢ τὴν ἀδιάσπαστον καὶ καθ᾽ ὑπόστασιν ἕνωσιν δηλοῖ, φυλαττομένων κατὰ πάντα καιρὸν ἐν τῷ ἀσυγχύτῳ τῶν φύσεων. Δύο γὰρ φύσεις ἀδιαιρέτους δοξάζει, ὡς τὸ διάφορον τῶν συνελθόντων κηρύττουσα, καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ὡς τὸν αὐτὸν τοῦ Πατρὸς προαιώνιον Λόγον ἐνανθρωπῆσαι καὶ σαρκωθῆναι δογματίζουσα.
Ταῦτα καὶ τοιαῦτα ὑπὲρ τῆς προκειμένης ἀπολογησάμενος φωνῆς, καὶ τὰ αὐτὰ τὴν ἐν Καλχηδόνι σύνοδον φρονοῦσάν τε καὶ κηρύττουσαν ἐπιδειξάμενος διά τε ἄλλων καὶ ἐξ ὧν τοῦ ἐν ἁγίοις Φλαβιανοῦ ἰδιόχειρον πίστιν ἀναγνωσθεῖσαν ἡ σύνοδος ἐπεκύρωσεν, ἀπαλλάττει μὲν τὴν φωνὴν αἱρετικῆς ὑπολήψεως, ἀπαλλάττει δὲ καὶ ἑαυτὸν οὐκ εὐαγοῦς ὑπονοίας, ἣν περὶ αὐτοῦ ὁ Δομετιανὸς ὑπετόπαζε, νομίζων αὐτὸν οὐ κατὰ γνώμην ἐνδιάθετον τὴν τοιαύτην οἰκειοῦσθαι καὶ προάγειν φωνήν, ἐξ οἰκονομίας δέ, καὶ ὥστε δι᾽ αὐτῆς τοὺς ἀκροατὰς εὐμηχάνως ἄγειν πρὸς ἑνότητα, καὶ τὰς προφάσεις περικόπτειν τῶν τῆς καθολικῆς ἐκκλησίας διαστάσεων.
Ταῦτα καὶ τοιαῦτα ἕτερα ἐπιστείλας, ἅπερ κἀν τοῖς προλαβοῦσι λόγοις διεξελήλυθε, καὶ θερμὸν ἑαυτὸν τῆς τε κατὰ Καλχηδόνα συνόδου πρόμαχον καὶ τῆς τοῦ ἐν ἁγίοις πάπα Λέοντος ἐπιστολῆς διὰ πολλῶν, ὧνπερ διαφόρως ἔγραψε, παραστησάμενος, πέρας τῷ γράμματι ἐπιτίθησι.
Γράφει δὲ ὁ αὐτὸς θεσπέσιος ἀνὴρ καὶ πρὸς Χριστοφόρον τινὰ, ὃν αὐτὸς ὁσιώτατον ἐπιγράφει, γραφικῶν ἐρωτήσεων αἰτησάμενον λύσεις. Τὰ δὲ ἠρωτημένα ἐστὶ πρῶτον μέν, πῶς δεῖ νοεῖν τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἰρημένον· «Καὶ ἐπέσεισεν ὁ Θεὸς τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν» καὶ μετὰ ταῦτα, ὅτι ἠρίθμησεν, ἠγανάκτησε κατ᾽ αὐτοῦ; Καὶ ἐπιλύεται, ὅτι Θεὸν πολλάκις ἡ γραφὴ, ὥσπερ καὶ Κύριον, οὐ μόνον τὸν ἀληθινὸν ὀνομάζει Θεόν, ἀλλὰ καὶ αὐτὸν τὸν τῆς πονηρίας ἄρχοντα. Κατὰ τοῦτο γὰρ τὸ σημαινόμενον καὶ τὸν Παῦλον φάναι· «Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰς καρδίας τῶν ἀπίστων». Καὶ ὁ Σωτήρ· «Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν». Διὸ καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀπαρακαλύπτως τὸν διάβολον λέγει τὸν ἐπισείσαντα τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν. Πλὴν καὶ τὸ παρ᾽ ἡμῖν ἀντίγραφον οὐχ ὡς τὸ ἀποσταλὲν παρὰ σοῦ περιέχει. Ἔχει γὰρ· «Καὶ προσέθετο ὀργὴ Κυρίου ἐκκαῆναι ἐν Ἱερουσαλήν, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἐν αὐτοῖς» καὶ ἑξῆς, ὡς δοκεῖν πως ὀργὴν ἐνταῦθα λέγεσθαι κυρίου τὸν εἰρημένον ἐν Παραλειπομένοις διάβολον. Εἴτε δὲ οὕτως εἴτε ὡς γέγραφας ἔχει τὸ ῥητόν, οἶμαι φανερῶς τὴν λύσιν ἀναμφίβολον προελθεῖν. Ὅτι δὲ ὁμώνυμον καὶ τὸ Κύριος καὶ τὸ Θεός, καὶ (ὡς ἐρρήθη πολλάκις) καὶ ἐπὶ τοῦ ἀντικειμένου παραλαμβάνεται τῇ ἱερᾷ γραφῇ, εἴρηται μέν, οὐδὲν δὲ κωλύει καὶ δι᾽ ἑτέρων πιστώσασθαι.
Ἐν γὰρ τῇ νομοθεσίᾳ τῇ περὶ τοῦ Πάσχα, μετὰ τὸ χρίσαι τῷ αἵματι τὴν φλιὰν καὶ τοὺς σταθμούς· «Ἡμεῖς δὲ οὐκ ἐξελεύσεσθε, φησίν, ἕκαστος τὴν θύραν αὑτοῦ ἕως πρωί, καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾽ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι».
Δῆλον γὰρ ὡς ἄλλος κύριος ὃν λέγει παρελεύσεσθαι καὶ τοὺς Αἰγυπτίους πατάξαι, καὶ ἄλλος ὁ μὴ συγχωρῶν τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς τῶν Ἰσραηλιτῶν οἰκίας καὶ πατάξαι αὐτούς. Τοιοῦτον δέ ἐστι καὶ τὸ περὶ τοῦ Βαλαὰμ εἰρημένον. Λέγει γὰρ ἡ γραφὴ ἐπιτρέψαι μὲν αὐτῷ τὸν Θεὸν ἀπελθεῖν πρὸς τοὺς καλοῦντας, ὀργισθῆναι δὲ θυμῷ τὸν Θεὸν ὅτι ἐπορεύετο πρὸς αὐτούς. Κἀνταῦθα γὰρ ἄλλον αἰνίττεσθαί φησι Θεὸν τὸν ἐπιτρέψαντα αὐτῷ καὶ ἄλλον τὸν ὀργισθέντα θυμῷ ἐπ᾽ αὐτόν· οὐ γὰρ ἂν ὁ ἐπιτρέψας ὠργίζετο τῷ πληρώσαντι τὸ ἐπιτραπέν, ἀλλ᾽ ἢ ἐπιτρέψαντα οὐκ ἔδει θυμοῦσθαι, ἢ θυμοῦσθαι μέλλοντα ἀπελθεῖν οὐκ ἔδει ἐπιτρέπειν.
Αὐτὸς μὲν οὕτω δοκεῖ πως διὰ τῆς ὁμωνυμίας τὴν ἀμφιβολίαν ἐπιλύεσθαι· ἄμεινον δέ μοι δοκεῖ Θεοδωρήτῳ τε καὶ τοῖς ἄλλοις ἱεροῖς ἀνδράσι πραγματευθῆναι τῆς προκειμένης ἀπορίας τὴν ἐπίλυσιν. Λέγει δὲ καὶ τοῦ Δαβὶδ ἐν τῇ ἀριθμήσει ἁμαρτήσαντος τὸ πλῆθος ὑποσχεῖν τὴν τιμωρίαν οὐ διότι ἐκεῖνος ἠρίθμησεν, ἀλλ᾽ ὅτι τῷ πατραλοίᾳ Ἀβεσσαλώμ, χεῖρα πολεμίαν ἐπανατείναντος τῷ πατρί, συναντῆρέ τε ὁ λαὸς καὶ συνεστασίασε, προτιμήσας τὸν ἐξ αὐθαδείας ἁρπάσαντα τὴν ἀρχὴν τοῦ παρὰ Θεοῦ εἰς βασιλέα χρισθέντος.
Τὴν οὖν πρώτην ἐπιλυσάμενος (ὡς ἔδοξεν) ἀπορίαν ἐπιλύεται καὶ τὴν δευτέραν ἔχουσαν οὕτω· πῶς δεῖ νοῆσαι πῇ μὲν λέγοντος τοῦ Ἀποστόλου ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖν τὸν Χριστόν, πῇ δέ· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», μεγάλης οὔσης τῆς διαφορᾶς οἰκήσεώς τε καὶ ἐνδύσεως· ἡ μὲν γὰρ τὸ ἐπιπόλαιον, ἡ δὲ τὸ διὰ βάθους παρίστησι. Λέγει δὲ τὸν νοῦν διακρίνων ὅτι καθάπερ αὐτὸς καὶ βασιλεὺς ὑπάρχει καὶ ποιμήν, καὶ βασιλεὺς μὲν τῶν λογικῶν ποιμὴν δὲ τῶν ἀλόγων, πρὸς τὴν διάφορον χρείαν τῶν τὴν εὐεργεσίαν δεχομένων ὀνομαζόμενος (οὔτε γάρ τις ἀλόγων βασιλεύειν εἰκότως λεχθείη οὔτε ποιμαίνειν τὰ λογικά), οὕτω δεῖ νοεῖν καὶ τὸ προκείμενον.
Κατοικεῖ μὲν γάρ, ὡς αὐτὸς ὁ θεσπέσιος λέγει Παῦλος, ἡ τοῦ Θεοῦ σοφία ἐν οἷς πολιτεύεται καὶ οἳ καθεστήκασιν «ἐρριζωμένοι τε καὶ τεθεμελιωμένοι ἐν αὐτῷ». Ἐνδύεται δὲ τὸν Χριστὸν καὶ ὁ πάλιν αὐτὸν δυνάμενος ἀποδύσασθαι. Διό φαμεν ἐρριζωμένοις ἐν αὐτῷ δικαίως ἐγκατοικεῖ, τοῖς δὲ ἄλλοις διὰ τὴν ἄφατον φιλανθρωπίαν ἔνδυμα γίνεται, παρέχων σκέπην, ἵνα μὴ ἀπὸ τοῦ βορρᾶ, τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου, τοῖς ἐπιστρέφουσι πρὸς αὐτὸν ἐπιτρίβοιτο ἄδικα καὶ ψυχοφθόρα ἐπιπνέοντος· «Ἀπὸ προσώπου γὰρ βορρᾶ ἐκκαυθήσεται τὰ κακά». Τὰς οὖν δύο ταύτας ἀπορίας ἐπιλυσάμενος ἐν ταύτῃ τῇ ἐπιστολῇ εἰς ἐξαίτησιν προσευχῶν τελευτᾷ.
Ἔτι δὲ ὁ αὐτὸς καθωμίλησεν ἐν τῷ θʹ σημείῳ, δι᾽ ὧν ἐγκώμιον μὲν διαπλέκεται τοῦ μονάδος βίου, καὶ τί ποτέ ἐστιν ὁ μοναχός, ὑπογράφει· καὶ αὑτὸν δὲ τῆς αὐτῆς πολιτείας ἀπαγγέλλει. Παραινεῖ δὲ τοὺς τῆς μονάδος πολιτείας ἐραστὰς κατὰ τὸ ἐπάγγελμα πολιτεύεσθαι, καὶ τῇ μονότητι καὶ τῇ ἑνότητι τῆς ἐκκλησίας συναρμόζεσθαι.
Εἴησαν δέ, πρὸς οὓς ἀφεώρα ἡ παραίνεσις, τῆς Σεβήρου διασπορᾶς καὶ κατατομῆς μερίδες οὐκ ἄσημοι· οἷς ὅπως μὲν μάχονται τῶν πατέρων αὐτῶν αἱ δόξαι πρὸς ἑαυτάς, ὅπως δὲ πρὸς ἀλλήλας, καὶ οὐδαμῇ τὸ στάσιμον οὐδὲ τὸ πάγιον ἔχουσιν, ἀπογυμνώσας τε καὶ ἀνακαλυψάμενος, ἐκ τῆς ἐκεῖθεν ἀτοπίας ὁρᾶν αὐτοὺς πρὸς τὴν ἕνωσιν τῆς ἐκκλησίας ὑποτίθεται. Τοὺς μὲν γὰρ παράγει λέγοντας σῴζεσθαι τὰς διαφορὰς μετὰ τὴν ἕνωσιν, ὥσπερ καὶ Σεβῆρον, τοὺς δὲ σῴζεσθαι μηδαμῶς, ὥσπερ καὶ Τιμόθεον ἐν ἄλλοις τε καὶ ἐν οἷς κατὰ τοῦ ἐν ἁγίοις ἀγωνίζεται Λέοντος.
Οὐ μόνον δὲ αὐτὸς οὐκ ἀνέχεται φάναι σῴζεσθαι, ἀλλὰ καὶ ἀσεβείας ἐνόχους ἀποφαίνει τούς, εἴ τινες σῴζεσθαι τῶν φύσεων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν δογματίζουσιν. Ἀλλὰ καὶ Σεβῆρος πάλιν σῴζεσθαι λέγων τὰς διαφοράς, τὰ πράγματα οἷς ἡ διαφορὰ ἐπιθεωρεῖται οὐ συνομολογεῖ σῴζεσθαι· καὶ οὐ πανταχοῦ δογματίζει τοῦτο· παλίντροπος γάρ ἐστι τὴν πίστιν καὶ πολύμορφος· καὶ γὰρ ἔν τισιν αὑτοῦ λόγοις καὶ αὐτὰ διομολογεῖ τὰ πράγματα σῴζεσθαι.
Οὕτως οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς τὸ ἀλλόφυλον τῆς εὐσεβείας στασιάζουσι σύνταγμα. Ἐκ τούτου παραινῶν τοὺς στασιάζοντας τῷ φρονήματι τῆς εὐσεβείας συνδραμεῖν, κατ᾽ ἐπιδρομὴν ἱστορεῖ Μαρκιανὸν μὲν συγκροτῆσαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ ὡς ἐκείνου τὸν βίον λιπόντος, Λέων μὲν κατέστη τῶν πραγμάτων κύριος, οἱ δὲ Αἰγύπτιοι τῆς ἱερᾶς ἐπαναστρέψαντες συνόδου ταραχῆς ἐπλήρωσαν τὴν οἰκουμένην, δυσσεβῶς τε καὶ πεπλασμένως φημίσαντες ὡς ἡ σύνοδος Κύριλλον ἀπεβάλετο καὶ Νεστόριον ἀπεδέξατο. Ὧν τὸν ἄλογον ὁ Λέων καταστέλλων θόρυβον, τὰ ψηφισθέντα ἐν Καλχηδόνι καὶ τὰ πραχθέντα πανταχοῦ διαπέμψας τῆς οἰκουμένης μετ᾽ ἐγκυκλίων κελεύσεων ἕκαστον τῶν ἀρχιερέων καὶ ἱερέων, ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τῷ μοναδικῷ διέλαμπον βίῳ, τὸ φρόνημα αὐτῶν ἐγγράφως ἀνομολογῆσαι διετάξατο. Ὃ καὶ προθυμῶς πεπράχασι, τῶν ἀρχιερέων τοῦ ἀριθμοῦ εἰς ἑξακοσίους καὶ χιλίους συγκεφαλαιωθέντος, μηδενὸς ἑτερογνωμονήσαντος πλὴν Ἀμφιλοχίου τοῦ Σίδης, ὃς μετ᾽ οὐ πολὺ καὶ αὐτὸς δι᾽ ὑπογραφῆς συνεφώνησε. Μεθ᾽ ὧν καὶ ὁ μέγας Συμεὼν, ὁ ἐν τῷ στύλῳ τὸν ἀγγελικὸν ἐκεῖνον βίον διανυσάμενος, καὶ Βαράδατος, καὶ ἄλλοι τὸν αὐτὸν βαθμὸν τῆς πολιτείας φθάσαντες. Ταῦτα διαδραμὼν καὶ δικαίως Σεβῆρον τῷ ἀναθέματι παραπεμφθῆναι παραστησάμενος εἰς τέλος διέστειλε τὴν διάλεξιν.
Καὶ ὁ ἐφεξῆς δὲ λόγος προδιαβάλλεται μὲν τὴν αὐτὴν ἐπιγραφήν, παραίνεσιν δὲ πρὸς τοὺς διεστῶτας τῆς ἐκκλησίας εἰσηγεῖται, ἐκ τῆς πρὸς ἀλλήλους τῶν αἱρετιζόντων κἀνταῦθα μάχης τε καὶ διαφορᾶς συνιδεῖν τὸ τῆς ἐκκλησίας ὀρθὸν φρόνημα παρακαλῶν. Λέγει δὲ καὶ ὅθεν κατετμήθη εἰς μυρίας διαιρέσεις καὶ τομὰς ἡ αἱρετικὴ δόξα. Ἐπερωτῶσα γὰρ τὰ τέκνα τῆς ἐκκλησίας εἰ καθάπερ δύο τὰς φύσεις λέγουσιν, οὕτω καὶ τὰς ὑποστάσεις λέγειν ἀνέχονται, καὶ ἐπεὶ μίαν λέγουσιν ἐπὶ Χριστοῦ τὴν ὑπόστασιν, ἆρα καὶ μίαν φύσιν ἐπ᾽ αὐτοῦ δογματίζουσι, ταῦτα ἐπερωτῶσα ἡ αἵρεσις ὧν μὲν ἐζήτησε τέως οὐδὲν ἀκούει, ἀντεπερωτᾶται δὲ παρὰ τῆς ἐκκλησίας τί δήποτε ταῦτα ἐρωτᾷ· ἆρα γὰρ ταὐτὸν ἡγεῖται φύσιν καὶ ὑπόστασιν, καὶ διὰ τοῦτο τοὺς δύο λέγοντας φύσεις νομίζει δύο καὶ ὑποστάσεις δοξάζειν, ἢ ἀνάπαλιν τοὺς μίαν ὑπόστασιν λέγοντας καὶ μίαν φύσιν συνομολογεῖν νομίζει; Ἀρχὴν οὖν τοιαύτην τῆς κινήσεως λαβούσης, καὶ ὁ πολὺς ἐκεῖνος καὶ ἄσπονδος τῶν αἱρετιζόντων ἐν ἑαυτοῖς συνερράγη πόλεμος, εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐπεὶ μίαν φύσιν ἐπὶ τῆς Τριάδος φαμέν, καὶ μίαν ὁμολογεῖν ἀνάγκη τὴν ὑπόστασιν, ἢ ἐπεὶ τὰς ὑποστάσεις τρεῖς, καὶ ἡ φύσις εἰς τρεῖς διαιρείσθω.
Κἀκεῖθεν ἄλλο μὲν σημαίνειν τὴν φύσιν, ἄλλο δὲ σημαίνειν τὴν οὐσίαν ἀνέπλασαν, καὶ τὴν φύσιν πάλιν εἰς γενικὴν φύσιν καὶ ἰδικὰς φύσεις κατεμέρισαν. Καὶ πρὸς μὲν τὸν γραμματικὸν Σέργιον ὁ Σεβῆρος γράφων· «Μίαν οὐσίαν, φησίν, εἰπεῖν τὸν Χριστὸν ἐβουλόμεθα, ἵνα τῶν συνελθόντων τὴν διαφορὰν μὴ ἀνέλωμεν.
Μιᾶς γὰρ καθάπαξ γεγενημένης οὐσίας ἢ καὶ ποιότητος, πῶς ἔτι μεμένηκε τῶν φύσεων, ἐξ ὧν εἷς ὁ Χριστός, ἡ κατ᾽ οὐσίαν διαφορά; Εἰ γὰρ μία ποιότης καὶ οὐσία, τὰ τῆς διαφορᾶς λοιπὸν φροῦδα καθέστηκε». Καίτοι γε ἐξ ὧν τὴν μίαν οὐσίαν εἰπεῖν ὁ Σεβῆρος παραιτεῖται, ἐκ τῶν αὐτῶν καὶ τὸ μίαν λέγειν φύσιν ἐπὶ Χριστοῦ, κἂν μὴ βούλοιτο, παρῃτήσατο. Τινὲς δὲ τῶν ἀπηρυθριασμένως φύσιν καὶ ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἰπεῖν ἐκδεξαμένων καὶ ἐπὶ τῆς ἁγίας Τριάδος τρεῖς οὐσίας λέγειν οὐκ ἔφριξαν, δι᾽ ὧν καὶ τὸ τρεῖς θεοὺς καὶ θεότητας, εἰ καὶ μὴ τῇ φωνῇ, τοῖς γε νοήμασι δογματίζουσι.
Καὶ οἱ μὲν κατακρίνονται ὡς τρεῖς οὐσίας ἐπὶ τῆς Τριάδος τερατευόμενοι, οἱ δὲ ὡς οὐ κυρίως Θεὸν τὸν Πατέρα ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα δοξάζοντες· οὗτοι δ᾽ ἂν εἶεν οἱ μόνα τὰ χαρακτηριστικὰ ἰδιώματα τὰς ὑποστάσεις εἶναι δογματίζοντες.
Καὶ εἰς πολλὰ ἄλλα τοιαῦτα ὁ μερισμὸς αὐτοῖς καὶ ἡ κατατομὴ προελήλυθεν, ὥσπερ καὶ περὶ τῆς διαφορᾶς τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων. Τοῖς μὲν γὰρ μετὰ τὴν ἕνωσιν μὴ φυλάττεσθαι τὴν διαφορὰν ἐπῆλθε φαντάζεσθαι, τοῖς δὲ σῴζεσθαι τὴν διαφορὰν ἡ ὁμολογία γέγονε. Διχῇ δὲ καὶ οὗτοι διετμήθησαν· οἱ μὲν γὰρ τὴν διαφορὰν ὁμολογοῦντες σῴζεσθαι τὰ ὧν ἡ διαφορὰ σῴζειν οὐ βούλονται· οἱ δὲ κἀκεῖνα ὑπὸ τῆς ἀναγκαζούσης ἀκολουθίας συγχωροῦντες πολλάκις (ἄλλος λῆρος τοῦτο καὶ ἄλλη παράνοια) δύο ταύτας λέγειν οὐμενοῦν οὐδ᾽ ὅλως ἀνέχονται· ἡ γὰρ δύο φωνή, φασίν, ἀνὰ μέρος καὶ καθ᾽ ἑαυτὰ τὰ διαφέροντα τίθησι.
Ταῦτα καὶ τὰ τοιαῦτα διὰ βραχέων προθείς, καὶ τὴν παραίνεσιν πλατυνάμενος, καὶ τὸν παρόντα καταπαύει λόγον. Γράφει δὲ λόγον ἕτερον κατὰ Ἀγνοητῶν. Μοναχοὺς δέ τινας τῶν ἐκ τῆς κατὰ τὰ Ἱεροσόλυμα ἐρήμου κινῆσαι λέγει τὸ δόγμα, οἳ ἄγνοιαν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ περιάπτειν ὑπήχθησαν ἐξ ὧν τε εἶπεν αὐτός· «Ποῦ τεθείκατε Λάζαρον;» Καὶ· «Οὐδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν οὐδὲ ὁ Υἱός», καὶ ἐξ ἄλλων τοιουτοτρόπων ῥημάτων.
Ὁ δὲ ἱερὸς Εὐλόγιος οὗτος οὔτε κατὰ τὸ ἀνθρώπινον, πολλῷ δὲ μᾶλλον οὐδὲ κατὰ τὸ θεῖον ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὔτε τὸν τάφον τοῦ Λαζάρου οὔτε τὴν τέλειον ἡμέραν διατείνεται. Οὔτε γὰρ τὸ ἀνθρώπινον, εἰς μίαν ὑπόστασιν συνελθὸν τῇ ἀπροσίτῳ καὶ οὐσιώδει σοφίᾳ, ἀγνοήσει ἄν τι, ὥσπερ οὐδὲν τῶν παρόντων, οὕτω δὴ οὐδὲ τῶν μελλόντων· οὔτε διαψευσθῆναι δύναται τὸ εἰρημένον παρ᾽ αὐτοῦ· «Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν», εἰ μὴ ἄρα καὶ τὸν Πατέρα πρὸς τὴν ἄγνοιαν οἱ πάντα τολμῶντες παρελκύσωσι.
Τὸ μέντοι γε φάναι τὸν Σωτῆρα· «Ποῦ τεθείκατε Λάζαρον», εἰς ἐπίστασιν καὶ μνήμην ἐνάγοντα τοὺς παρόντας τῶν Ἰουδαίων εἰπεῖν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερά τινα διαπράξασθαι ὥσπερ τό· «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν», ἵνα ἐξ ὧν τε κατὰ μέρος εἶδον καὶ ἐξ ὧν ἤκουσαν, πιστὸν μὲν τὸ ὁρᾶσθαι καὶ ἀναμφισβήτητον, ἀνεξάλειπτον δὲ παραδοθείη τῇ μνήμῃ.
Λέγει δὲ ὅτι καὶ τὰ ἐπὶ Χριστοῦ λεγόμενα τὰ μὲν κατὰ ἀναφορὰν τὰ δὲ κατὰ ἀλήθειαν λέγεται, κατὰ ἀναφορὰν μὲν τὸ ἁμαρτίαν αὐτὸν καὶ κατάραν ὑπὲρ ἡμῶν γενέσθαι (οὐ γὰρ γέγονε ταῦτα, ἀλλ᾽ οἷα τῆς κεφαλῆς οἰκειουμένης τὰ τοῦ ἰδίου σώματος, αὐτὸς τὰ τοῦ σώματος ἀναδέχεται) κατὰ ἀλήθειαν δὲ λέγεται ἄνθρωπός τε γεγονέναι καὶ πεινῆσαι καὶ διψῆσαι καὶ τὰ ὅμοια. Ὥστε εἴ τις ἐθέλοι λέγειν ἀγνοεῖν αὐτὸν κατὰ ἀναφοράν, ὡς οὐκ ἐκτὸς ἀγνοίας ὄντος αὐτοῦ τοῦ σώματος ἤτοι τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν αὐτὸς κεφαλή, οὐκ ἂν μὲν ἔξω τοῦ εἰκότος περιενεχθείη, οὐ μὴν ἀγνοοῦντα τὴν τοῦ Πατρὸς σοφίαν δοξάσειεν.
Ἀλλ᾽ εἰ τό· «Ποῦ τεθείκατε αὐτόν» ἄγνοιαν τοῦ Χριστοῦ κατηγορεῖν τοὺς ἀπαιδεύτους ἀνέπεισε, πῶς οὐχὶ καὶ τῷ Πατρὶ τὴν αὐτὴν ἄγνοιαν ἐπιρρίψουσι, διαπυνθανομένῳ καὶ λέγοντι πρὸς τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ πρὸς τὸν ἀδελφοκτόνον· «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου;» καὶ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῷ». Ἐρωτᾷ δὲ καὶ ὁ Ἰησοῦς τὸ δαιμόνιον· «Τί ὄνομά σοι;» Κἀκεῖνο ἀποκρίνεται· «Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν». Ἀλλὰ καὶ τοῖς τυφλοῖς λέγει· «Τί θέλετε ποιήσω ὑμῖν;» Καὶ πῶς οὐκ ἔστι ταῦτα φανερὸν ὡς οὐκ ἀγνοίας ἦν, ἀλλὰ τὸ μὲν ἐπερωτᾷ ἀπ᾽ αὐτοῦ τοῦ δαιμονίου τὸ πλῆθος τῶν κατοικούντων τοῖς μαθηταῖς ἐπιδεῖξαι βουλόμενος, ὡς ἂν μάθοιεν ὡς καὶ τῶν πολλῶν ἤδη περιγέγονε, πίστιν αὐτοῖς καὶ θάρσος ἐντιθεὶς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τοὺς τυφλοὺς δὲ ἐπερωτᾷ οἰκονομῶν ἐξ αὐτῶν προσαχθῆναι τὴν αἴτησιν· ὅσον γὰρ αἰτοῦντες τῆς ὠφελείας τυγχάνομεν, τοσοῦτον τὴν αἴσθησιν τῆς εὐεργεσίας δεχόμεθα.
Τὸ δὲ περὶ τῆς ἐσχάτης ἡμέρας εἰρημένον, ὡς οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, τινὲς μὲν κατ᾽ οἰκονομίαν εἰρῆσθαί φασιν, ἵνα τῶν μαθητῶν κατὰ πᾶσαν ἡμέραν νομιζόντων ἐπελεύσεσθαι τὴν τελευταίαν ἡμέραν ἀεὶ γρηγοροῦντες διατελῶσιν· οὐδὲν δὲ κωλύει καὶ τοῦτο ἐκλαβεῖν ὡς κατὰ ἀναφορὰν εἰρημένον, καθάπερ καὶ τό· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου» καὶ τό· «Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες;» Ἔνιοι δέ φασιν αὐτὸν ἀγνοεῖν φάναι τὴν ἐσχάτην ἡμέραν τὸ ἰδίως προσὸν τῇ ἀνθρωπίνῃ φύσει γνώρισμα δεικνύοντά τε καὶ ἐμφανίζοντα, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος (ἄπαγε· οὔτε γὰρ κατὰ τὴν θεότητα οὔτε κατὰ τὴν ἀνθρωπότητα τὴν ἄγνοιαν λέγειν ἐπ᾽ αὐτοῦ θράσους ἐπισφαλοῦς ἠλευθέρωται), ἀλλ᾽ ἐπειδή, ὡς ὁ μακάριος Κύριλλός φησιν, ἐν ἰσχναῖς διαιροῦντες ἐννοίαις ἤτοι νοῦ φαντασίαις τῷ τρόπῳ τῆς θεωρίας ἑκατέρας φύσεως ὁρῶμεν ἴδια καὶ καθ᾽ ἑαυτὰ γνωρίσματα, ἢ καὶ ὡς ὁ θεολόγος Γρηγορίος, ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα, ἴδιον δὲ γνώρισμα ψιλῆς ἀνθρωπότητος ἡ ἄγνοια, κατὰ τοῦτο ῥηθείη ἂν ἐπὶ τῆς κατὰ Χριστὸν ἀνθρωπότητος, ὡς ἁπλῶς ἀνθρωπότητος, θεωρεῖσθαι τὴν ἄγνοιαν. Καὶ τοῦτο καὶ ὁ θεολόγος ἐτράνωσεν, εἰπών· «Γινώσκει μὲν ὡς Θεός, ἀγνοεῖ δὲ ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου».
Ταῦτα εἰπὼν ἐπάγει ὡς εἰ καί τινες τῶν πατέρων τὴν ἄγνοιαν ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα παρεδέξαντο ἀνθρωπότητος, οὐχ ὡς δόγμα τοῦτο προήνεγκαν, ἀλλὰ πρὸς τὴν τῶν Ἀρειανῶν μανίαν ἀντιφερόμενοι, οἳ καὶ τὰ ἀνθρώπινα πάντα ἐπὶ τὴν θεότητα τοῦ μονογενοῦς μετέφερον, ὡς ἂν κτίσμα τὸν ἄκτιστον Λόγον τοῦ Θεοῦ παραστήσωσιν, οἰκονομικώτερον ἐδοκίμασαν ἐπὶ τῆς ἀνθρωπότητος ταῦτα φέρειν ἢ παραχωρεῖν ἐκείνους μεθέλκειν ταῦτα κατὰ τῆς θεότητος. Εἰ δὲ κατὰ ἀναφορὰν κἀκείνους δοίη ταῦτά τις εἰπεῖν, τὸν εὐσεβέστερον λόγον ἀποδέξεται.
Ταῦτα διελθὼν πέρατι περιβάλλει τὸν λόγον. Τελευταῖον δὲ περιεῖχε τὸ βιβλίον λόγον ἐπιγραφὴν φέροντα· «Ὅρος ἐκφωνηθεὶς τοῖς Σαμαρείταις». Ἡ δὲ ὑπόθεσις πρόκειται τοιαύτη. Τῶν Σαμαρειτῶν τὸ πλῆθος εἰς ἀντικειμένας μερίδας διαιρεθέντες καὶ στασιάσαντες πρὸς ἀλλήλους καὶ ἀλλοφύλοις ἑαυτοὺς ἀποδιατειχίσαντες δόξαις, οἱ μὲν Ἰησοῦν τὸν Ναυῆ ἐδόξαζον εἶναι περὶ οὗ Μωσῆς εἶπε· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ», οἱ δὲ τοῦτον μὲν παρεγράφοντο, Δοσθὴν δέ τινα τοὔνομα ἢ Δοσίθεον ἀνεκήρυττον, Σαμαρείτην μὲν καὶ αὐτὸν τὸ γένος, συνακμάσαντα δὲ κατά γε τοὺς χρόνους Σίμωνι τῷ μάγῳ· καὶ τοῦτον εἶναι τὸν προφητευθέντα τερατευόμενοι ἐξ αὐτοῦ τὴν ἐπωνυμίαν ἔφερον, Δοσθηνοὶ καλούμενοι.
Οὗτος δὲ ὑβριστὴς μὲν γέγονε τῶν τοῦ Θεοῦ Προφητῶν, ὑβριστὴς δὲ μάλιστα τοῦ Ἰούδα τοῦ ἑνὸς τῶν δώδεκα Πατριαρχῶν, μηδὲ τοὺς περὶ αὐτοῦ μυρίους ἐπαίνους παρὰ τῆς Μωσαϊκῆς γραφῆς αἰσχυνθείς. Τοὺς οὖν εἰρημένους πάντας πλύνων καὶ διαγελῶν, εἰς ἑαυτὸν πάντα καὶ τὴν προφητείαν καὶ τὴν ἄλλην περιέσπα θειότητα. Μυρίαις δὲ καὶ ποικίλαις ἄλλαις νοθείαις τὴν Μωσαϊκὴν Ὀκτάτευχον κατακιβδηλεύσας, καὶ ἕτερά τινα συγγράμματα μωρά τε καὶ ἀλλοκότα καὶ ἀπεναντία πνευματικῆς νομοθεσίας συντεταχὼς τοῖς πειθομένοις κατέλιπεν. Ἀπεκήρυττε δὲ καὶ τὴν ἀνάστασιν.
Αἱ μὲν οὖν μερίδες οὕτως εἰς ἀντιπάλους καὶ βλασφήμους δόξας διετέτμηντο. Ἐπιδιδόασι δὲ καὶ λιβέλλους, ὑπέρ τε τοῦ οἰκείου φρονήματος καὶ κατὰ τοῦ ἀντικειμένου μερὶς ἑκατέρα τὸν παρ᾽ αὐτοῖς πρεσβευόμενον προφήτην εἶναι προτιμῶσα. Καθίζει δὲ τούτων δικαστὴς ὁ ἱερὸς Εὐλόγιος μετὰ συνόδου ἀρχιερεῖς τε τῶν ἐπισήμων καὶ τοὺς λαμπροὺς τῶν ἐν ἀξιώμασι πλήρωμα ποιουμένης. Μαυρίκιος δὲ τηνικαῦτα, ὃς τοῖς Ῥωμαϊκοῖς ἐνίδρυτο σκήπτροις, ἕβδομον ἔτος ἤνυε τῆς βασιλείας. Γυμνάσας δὲ τὰ παρ᾽ ἑκατέρων λεγόμενα ὁ ἱερὸς Εὐλόγιος, καὶ τῆς ἀληθείας ἑκατέρους διελέγξας μακρὰν ἀφισταμένους, τὸν μὲν προφητευόμενον γραφικοῖς παρέστησε ῥητοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεὸν εἶναι, τοὺς δὲ μακράν τε καὶ χαλεπωτάτην ἀποπλανηθῆναι πλάνην, τοὺς μὲν Ἰησοῦν τὸν τοῦ Ναυῆ τὸν προφητευόμενον εἶναι κενολογοῦντας, τοὺς δὲ Δόσθην ἢ Δοσίθεον τὸν δυσσεβῆ τερατολογοῦντας.
Καὶ οὕτω τὸν σύλλογον διαλύει, συντελευτώσης αὐτῷ καὶ τῆς ὑποθέσεως καὶ τῆς ἐκφωνήσεως καὶ τοῦ περιελθόντος εἰς τὰς ἡμετέρας χεῖρας τρίτου τεύχους. Ἐν τούτῳ τῷ βιβλίῳ τὴν ἀνάστασιν ὁ συγγραφεὺς ἐκ τῶν μωσαϊκῶν μαρτυριῶν ἐπιδεικνύναι σπεύδων, τοιαῦτά φησιν. Εἰ μὴ πανάληθες ἦν τὸ τῆς ἀναστάσεως χρῆμα πῶς ἔλεγε πρὸς Ἀβραὰμ ὁ Θεός· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ;» Πῶς γὰρ ἂν ἀπῄει καὶ πρὸς ποίους, εἰ μηδαμῶς μηκέτι μήτε οὗτος ἔμελλεν εἶναι μήτε πρὸς οὓς ἀπῄει; Πῶς δὲ πάλιν μετ᾽ ὀλίγα τὸ ἱερὸν λόγιόν φησι περὶ αὐτοῦ· «Καὶ ἐκλιπὼν ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ, πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ;» Τίς γὰρ τοῦ μὴ ὄντος προσθήκη, καὶ πῶς προστίθεται τοῖς μὴ οὖσι τὸ ὄν; Τί δὲ λέγει καὶ περὶ τοῦ Ἰακὼβ ὅτι· «Συνήχθησαν πάντες οἱ υἱοὶ αὐτοῦ καὶ πᾶσαι αἱ θυγατέρες, καὶ ἤθελον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς Ἅιδην;» Πῶς γὰρ ἂν ἐπινοηθείη κάθοδος τοῦ μὴ ὄντος; Πῶς δὲ κατέβαινε καὶ πρὸς τὸν υἱὸν τὸν μηδαμῇ μηδαμῶς κατὰ τὸν Δοσιθέου δύσφημον λῆρον δυνάμενον εἶναι;
Πάλιν δὲ τοὺς υἱοὺς εὐλογήσας ὁ Ἰακώβ φησιν· «Ἐγὼ δὲ προστίθεμαι πρὸς τὸν λαόν μου». Εἰ γὰρ περατουμένην ᾔδει τὴν ὕπαρξιν αὐτοῦ τῷ πέρατι τοῦ παρόντος βίου, πῶς ἔλεγε προστίθεσθαι μὴ ὢν αὐτὸς τῷ μηδαμῇ μηδαμῶς ὄντι αὐτοῦ λαῷ; Ὅρα δὲ καὶ αὐτὸς ὁ δεσπότης καὶ Θεὸς τῶν ὅλων τί λέγει τῷ Μωσεῖ, ὅτε αὐτὸν εἰς τὸ ὄρος ἀναβιβάζει τὸ πέραν Ναβαῦ, καὶ τὴν γῆν ἐπιδεικνύει ἣν ἔμελλε κατακληροδοτεῖν τῷ Ἰσραήλ; Ἐπάγει γάρ· «Καὶ ὄψει αὐτήν· εἶτα καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου».
Ἐκεῖνο δὲ τίνας οὐκ ἂν δυσωπήσειεν, αὐτοῦ τοῦ Θεοῦ διακεκραγότος καὶ λέγοντος· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ»; Πῶς γὰρ ἂν εἴη Θεὸς ὁ ἀληθινὸς Θεὸς τῶν μηκέτι ἐσομένων ἀλλὰ ἀποφθαρέντων εἰς τὸ μὴ ὄν; Τί δὲ καὶ τὸν κατὰ ἀνατολὰς παράδεισον ἐφύτευσε τὸν ἐν Ἐδέμ, ἐν ᾧ τὸν ἄνθρωπον ὃν ἔπλασεν ἔθετο, εἰ ἐκεῖνον μὲν εὐθὺς παραβήσεσθαι ᾔδει καὶ τοῦ χωρίου γενησόμενον ὑπερόριον, μηδένα δὲ τῶν μετὰ ταῦτα ἀνθρώπων μέλλοντα πάλιν οἰκήσειν αὐτόν; Εἰ γὰρ ἕκαστος καὶ τῶν εὐσεβῶς βεβιωκότων καὶ τῶν δυσσεβῶς πολιτευσαμένων μετὰ τὸ στάδιον τοῦ παρόντος βίου πρὸς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὐδεὶς οὐκέτι διαμένει ὥστε καὶ παράδεισον κληρονομεῖν καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἀπολαύειν ἱερᾶς, πῶς οὐ μάτην αὐτὸν γεγενῆσθαι ἡ τοιαύτη ἀγνώμων καὶ δυσσεβὴς ὑπόληψις ἀποφανεῖ, καὶ διὰ τῆς εἰς ἐκεῖνον ὕβρεως τὸν κοινὸν ἐξυβρίσει δημιουργόν, ἐκεῖνα πράττειν κατηγορῶν, ἃ μηδὲ μέτριος ἄν τις διαπράξοιτο ἀνήρ;
Οὕτω τὸ δυσσεβὲς περὶ ἀναστάσεως διὰ τῶν ἱερολογιῶν Δοσιθέου κήρυγμα καταβαλών, καὶ ὅτι φθαρτὸς ὁ κόσμος (ἐκεῖνος γὰρ φθαρτὴν μὲν τὴν ψυχήν, ἄφθαρτον δὲ τοῦτον ἐτερατολόγει), καὶ ὅτι τῶν Ἀγγέλων ἡ φύσις παρὰ Θεοῦ ὑπέστη (τῶν γὰρ μὴ ὄντων καὶ τούτων τὴν φύσιν ἐκεῖνος ὁ ληρώδης ἐνόμιζε), ναὶ δὴ καὶ ὅτι τὸ δαιμόνιον γέγονέ τε καὶ διαμένει φῦλον (οἱ γὰρ Δοσθηνοὶ τὰ μὲν εἴδωλα δαίμονας ἔλεγον, ἄλλο δέ τι δαιμόνιον φῦλον οὐκ ἐγίνωσκον), εἰς πολλὴν αὐτὸν ἐλάσαι φρενοβλάβειαν διήλεγξεν.
Ἐν τούτῳ τῷ βιβλίῳ ἀπορίαν προθείς, ὅτι πολλῶν ὄντων ζῴων ἃ τῆς τῶν καθαρῶν ἐτάχθη μερίδος, διὰ τί πέντε μόνα ἐθυσιάζοντο τοῖς παλαιοῖς καὶ ἱερουργοῦντο, τράγος καὶ κριὸς καὶ βοῦς, τρυγὼν καὶ περιστερά;
Καὶ ἐπιλύεται, τύπον μὲν εἶναι λέγων τὰ παλαιά, καὶ τὰ πλείω εἰς αἰνιγμάτων ἀναφέρεσθαι θεωρίαν, πέντε δὲ ἐκ τῶν καθαρῶν ἱερουργεῖσθαι, ἅτε δὴ καὶ τὰς ἡμετέρας αἰσθήσεις τὸν ἴσον ἀριθμὸν ὑποβαλλόμενος· ταύτας γὰρ ἡμᾶς κεκαθαρμένας προσάγειν τῷ Λόγῳ νομοθετεῖ τε καὶ βούλεται ὁ νομοθέτης. Ἀλλὰ τὰ μὲν τῆς ἐκλογῆς ἐν τούτοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.