Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Φλάβιος Ιώσηπος: Ιουδαϊκή Αρχαιολογία
Σύνοψη της ιστορίας των Ιουδαίων, της δυναστείας των Ασαμωναίων και των Ηρωδών, έως την απαρχή του Ιουδαϊκού πολέμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Φλάβιος Ιώσηπος: Ιουδαϊκή Αρχαιολογία
Σύνοψη της ιστορίας των Ιουδαίων, της δυναστείας των Ασαμωναίων και των Ηρωδών, έως την απαρχή του Ιουδαϊκού πολέμου.
Ἀνεγνώσθη 〈Ἰωσήπου〉 ἡ ἀρχαιολογία· ἧς ἡ ἐκλογὴ ὅσα τε ἱστορεῖ περὶ Ἡρώδην καταλέγει, τήν τε ἀνοικοδομὴν τοῦ ναοῦ, ὅπως τε τὴν Ἰουδαϊκὴν ὑπεισῆλθε βασιλείαν, καὶ ὅπως αὐτοῦ τὴν ἀρχὴν οἱ ἐκ γένους διεδέξαντο, ὅπως τε αὕτη εἰς ἀριστοκρατίαν καταλέλυται, τὴν προστασίαν τοῦ ἔθνους τῶν ἀρχιερέων ἀναδεξαμένων, καὶ ὅσα ἄλλα τούτοις συνδιαπλέκεται.
Ὅτι Ἰώσηπος πρὸς τῷ τέλει τῆς ιεʹ κατὰ τὴν ἀρχαιολογίαν ἱστορίας, ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἡρώδην ἀνύοντα τὸν ἐν Ἱεροσολύμοις νεών, ὃν ἔκτισε Σολομὼν ὁ βασιλεύς, καταστραφέντα δὲ πάλιν οἱ ἐκ Βαβυλῶνος ἀναχθέντες αἰχμάλωτοι Δαρείου τοῦ Περσῶν βασιλέως συναραμένου αὐτοῖς ἀνέστησαν ἐν ϛʹ ἔτεσι καὶ μʹ, τοῦτόν φησι τὸν περιώνυμον νεὼν μετὰ ἔτη ἑξακόσια, ἀνελόντα μὲν τοὺς ἀρχαίους θεμελίους, ἑτέρους δὲ καταβαλόντα ἐπ᾽ αὐτῶν τὸν Ἡρώδην διπλάσιον τοῦ προτέρου ἀναστῆσαι. Λείπεσθαι γὰρ τὸν ὑπὸ τῶν αἰχμαλώτων τοῦ Σολομωντείου μέτροις κατὰ τὸ ὕψος τισίν.
Εἶχε δὲ ὁ Ἡρώδου νεὼς μῆκος μὲν πήχεις ρʹ, ὕψος δὲ κʹ περιττοῖς, οὓς καὶ ὑπέβη τῷ χρόνῳ τῶν θεμελίων συνιζησάντων· ὃ καὶ κατὰ τοὺς Νέρωνος καιροὺς Ἰουδαῖοι ἐγνώκεισαν ἐπεγείρειν. Οἰκοδομηθῆναι δ᾽ Ἡρώδῃ τὸν ναὸν Ἰώσηπός φησιν ἐνιαυτῷ ἑνὶ καὶ μησὶν ἕξ, τὸν δὲ περὶ τὸν νεὼν οἶκον καὶ περίβολον ἔτεσιν ὅλοις ηʹ.
Λίθους δ᾽, ἐξ ὧν ἠγείρετο ὁ νεώς, λευκοὺς μὲν εἶναι καὶ κραταιούς, ἔχειν δ᾽ ἕκαστον αὐτῶν μήκους μὲν πήχεις κʹ καὶ εʹ, ὕψους δὲ ηʹ καὶ εὔρους περὶ ιβʹ. Τελεσθῆναι δὲ τὸ ἔργον φησὶν ἐπινοίᾳ τοιαύτῃ. Ἡρώδῃ πολλή τις ἐγένετο περὶ τὸ ἔργον φιλοτιμία· ἀγείρει οὖν πρότερον ἅπασαν ὕλην, καὶ χίλιαι αὐτῷ ἅμαξαι λίθους ἄγειν εὐτρεπεῖς ἦσαν, ἐργάται δὲ ἄλλοι μὲν μύριοι, τῶν δὲ ἱερέων, οἳ τῶν ἀδύτων ἔργων ἔμελλον ἅπτεσθαι, χίλιοι· τοσούτους γὰρ οἰκοδομεῖν καὶ ξυλουργεῖν ἐξεπαίδευσεν, ἱερατικὰς αὐτοῖς ἅπασιν ὠνησάμενος στολάς. Καὶ ἥδε ἡ παρασκευὴ θᾶττον μὲν ἐλπίδος εἰς πέρας τὸ βούλημα ἤγαγε, μεγάλας δὲ καὶ πολλὰς ἀπὸ τοῦ πλήθους τὰς εὐχαριστίας ἐν τοῖς ἄλλοις ἅπασιν ἀχθομένου Ἡρώδῃ προὐξένησε.
Θύει δ᾽ Ἡρώδης ἅμα τοῦ συντελέσαι τὸν νεὼν βοῦς τριακοσίας· τῶν δ᾽ ἄλλων Ἰουδαίων ὅσα θύσειαν, οὐδ᾽ ἐγένετο λαβεῖν ἀριθμῷ. Οὗτος Ἡρώδης ἐστὶν ὁ Ἀντιπάτρου τοῦ Ἰδουμαίου καὶ τῆς Ἀραβίσσης (Κύπρις δ᾽ ὄνομα αὐτῇ) παῖς, ἐφ᾽ οὗ καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους παρθενικῆς ἀποτίκτεται μήτρας· καθ᾽ οὗ καὶ μανεὶς Ἡρώδης τοῦ μὲν δεσπότου διήμαρτε, φονεὺς δὲ πολλῶν νηπίων γίνεται.
Εἰς ὠμότητα δὲ καὶ μιαιφονίαν πάντας ὅσοι τύραννοι ὑπερβαλέσθαι ἱστόρηται. Καὶ γυναικὸς δὲ τῆς Μαριάμμης (θυγάτηρ δ᾽ ἦν αὕτη Ἀλεξάνδρας τῆς Ὑρκανοῦ τοῦ ἀρχιερέως παιδός, ὥρᾳ σώματος οὐδενὶ χρόνῳ λείπουσα δεῖξαι ταύτης ἐφάμιλλον), ταύτης οὖν καὶ δύο τῶν ἐξ αὐτῆς αὐτῷ γεννηθέντων παίδων, Ἀριστοβούλου καὶ Ἀλεξάνδρου, οἳ κάλλει τε καὶ λόγων ἀσκήσει καὶ χειρῶν ἔργοις οὐδὲν ἧττον ἢ ὅτι βασιλέως ἦσαν παῖδες ἀνὰ πάντων ἐφέροντο στόμασι, τούτων συμπάντων διαβολαῖς Ἀντιπάτρου μανεὶς δήμιος γίνεται, πρῶτον μὲν τῆς γαμετῆς, εἶτα καὶ τῶν παίδων, καὶ τελευταῖον Ἀντιπάτρου καὶ αὐτοῦ, παιδὸς ἐκ προτέρας γυναικός. Νόσῳ δὲ πικρᾷ παραδοθείς (ἕλκωσις γὰρ ἐντέρων εἶχε τὸν δύστηνον ὄρθιόν τε ἆσθμα καὶ ποδῶν λευκοῦ φλέγματος οἴδημα, δειναί τε τοῦ κώλου ἀλγηδόνες, καὶ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, καὶ μυρία ἄλλα) μετὰ πέμπτην δ᾽ ἡμέραν τῆς Ἀντιπάτρου σφαγῆς τοῦ παιδὸς καὶ αὐτὸς τὸν βίον κατέστρεψε, διαβιοὺς μὲν ἔτη σύμπαντα οʹ, βασιλεύσας δ᾽ ἐξ αὐτῶν ζʹ καὶ λʹ. Βασιλεύει δ᾽ οὗτος παρανόμως τε καὶ παρ᾽ ἐλπίδας καὶ αὐτοῦ ἐκείνου, σπουδῇ μὲν Ἀντωνίου τοῦ στρατηγοῦ Ῥωμαίων, χρήμασιν ὑπερητοῦντος, καὶ Αὐγούστου καταινέσει, ψήφῳ δὲ πρὸς ἀφοσίωσιν καὶ τῆς βουλῆς Ῥωμαίων.
Ὅτι Ἡρώδου τοῦδε, τοῦ πρώτου ἐξ ἀλλοφύλων παρὰ τοὺς νόμους βασιλεύσαντος Ἰουδαίων, τούτου πατὴρ ἦν Ἰδουμαῖος γένος ἐξ Ἀσκάλωνος πόλεως, παῖς Ἀντίπα, Ἀντίπας καὶ αὐτὸς ἐπικαλούμενος πρότερον, Ἀντίπατρος δ᾽ ἔπειτα. Οὗτος πολλῶν μὲν χρημάτων εὐπορῶν, δραστήριος δὲ τὴν φύσιν ὢν καὶ στασιαστής, Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ δι᾽ εὐνοίας ἐτύγχανεν, Ἀριστοβούλῳ δὲ τἀδελφῷ Ὑρκανοῦ διάφορος· διὸ πείθει Ὑρκανόν, πολλάκις ἐνοχλήσας, τὴν βασιλείαν πάλιν ἀναζητεῖν ἅπασι τρόποις, ἣν ἐκείνου συγχωρήσαντος ἀφελόμενος Ἀριστόβουλος εἶχεν ὁ ἀδελφός.
Αὕτη τῶν ἀδελφῶν ἡ στάσις μεγάλη κακῶν αἰτία αὐτοῖς τε καὶ γένει καὶ τῷ Ἰουδαίων ἔθνει κατέστη, καὶ τῆς εἰς ἀλλοφύλους τῆς βασιλείας μεταπτώσεως. Ἐν τῇ στάσει ταύτῃ πολλὰ φαίνεται Ἀντίπατρος ὑπὲρ Ὑρκανοῦ κατ᾽ Ἀριστοβούλου πράξας. Τέλος δ᾽ Ἀριστόβουλος μὲν εἰς Ῥώμην ἅμα παισὶν αἰχμάλωτος ἄγεται, ἐκεῖθεν δὲ φυγὼν πάλιν εἰς τὰ περὶ τὴν Ἰουδαίαν παραγίνεται, πάλιν τε πολιορκηθεὶς ὑπὸ Ῥωμαίων ἅμα τῷ παιδὶ Ἀντιγόνῳ (οὗτος γὰρ ἔτυχεν ἐκ Ῥώμης τῷ πατρὶ συμφυγών), ἁλίσκεται καὶ εἰς Ῥώμην ἀναπέμπεται, καὶ δεθεὶς κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη γʹ μῆνας ϛʹ, λαμπρὸς δὲ καὶ μεγαλόψυχος ἐν τῇ ἀρχῇ γεγονώς.
Ὑρκανῷ δ᾽ ἡ μὲν ἀρχιερωσύνη δίδοται, οὐκέτι δ᾽ ἡ βασιλεία· ἀλλ᾽ ἦν τὸ ἔθνος αὐτονομούμενον, ἐθνάρχης ὅμως δ᾽ ἀντὶ βασιλέως τῆς δεδομένης αὐτῷ ἐξουσίας εἶχεν ὄνομα. Ἀντιπάτρῳ δ᾽ Ὑρκανοῦ ἀρχιερατεύοντος ἐπὶ πλεῖστον τὰ τῆς δυναστείας ηὔξετο. Ῥωμαίων τε γὰρ τοῖς στρατηγοῖς κατὰ τῶν ἀνθισταμένων συνεμάχει, καὶ τὸ Ἰουδαίων διὰ χειρός, τῇ ἀπραγμοσύνῃ καὶ τῷ συγκεχωρηκότι Ὑρκανῷ, αὐτὸς εἶχε πράγματα. Ἀριστόβουλον δὲ Ἰούλιος ὁ Καῖσαρ, λύσας τῶν δεσμῶν, εἰς Συρίαν κατὰ τῶν Πομπηΐου πέμπειν ἐγνώκει. Ἀλλ᾽ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηΐου φρονοῦντες φαρμάκῳ φθείρουσι. Καὶ Σκιπίων δ᾽ ἐπιστείλαντος αὐτῷ Πομπηΐου τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον ἐπικαλοῦντος ἃ πρότερον εἰς Ῥωμαίους ἁμάρτοι, πελέκει διεχρήσατο.
Ἀποδείκνυται δὲ ὑπὸ Ἰουλίου Καίσαρος Ἀντίπατρος μετὰ τὴν κατὰ Πομπηΐου νίκην καὶ ἐπίτροπος Ἰουδαίας. Ὃς ἐπὶ ταύτην παραγεγονὼς Φασαήλῳ μὲν τῷ παιδὶ Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ τὴν στρατηγίδα ἀρχὴν δίδωσι, τὸν δὲ μετ᾽ αὐτὸν Ἡρώδην νέον ὄντα κομιδῇ (πεντεκαίδεκα γὰρ αὐτῷ ἀπὸ γενέσεως ἔτη ἦν) τῆς Γαλιλαίας ἀποφαίνει ἐπίτροπον, οὐδὲν ὑπὸ τῆς νεότητος τὸ μὴ οὐχὶ τὸ δεινὸν αὐτοῦ καὶ γενναῖον ἐκφῆναι κωλυόμενον. Καὶ ταῦτα πράττων Ἀντίπατρος, καὶ θαυμαζόμενος οὐδὲν ἧττον ὑπὸ τοῦ ἔθνους ἢ κατὰ βασιλέα, ὅμως τῆς πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα εὐνοίας καὶ πίστεως οὐδὲν ὅλως ἡλλοίωσεν. Ἀναιρεῖται δ᾽ Ἀντίπατρος, εὔρουν καὶ λαμπρὸν διὰ παντὸς ἀναφαίνων βίον, ἐξ ἐπιβουλῆς φαρμάκῳ, Μαλίχου τὸν οἰνοχόον χρήμασι πείσαντος στάξαι τῷ πόματι τοῦ φαρμάκου· Μάλιχος δ᾽ οὗτος Ἰουδαῖος μὲν ἦν, δεινὸς δὲ δόλον ῥάψαι καὶ δοθείσης ὑπονοίας ὅρκοις τὴν ὑπόνοιαν θεραπεῦσαι καὶ ὑποκρίσει φιλίας. Ἀλλ᾽ οὐδὲν ἧττον, ὡς ἔοικεν, Ἡρώδῃ τοιαῦτα μηχανᾶσθαι φύσιν λαχόντι ἢ καὶ δεινοτέρῳ περιτυχών, δίκην εἰσπραττομένῳ τοῦ πατρῴου φόνου, ξιφιδίοις κατακεντούμενος κτίννυται.
Ἀντίγονος δ᾽ ὁ Ἀριστοβούλου παῖς, Φαβίου χρήμασι θεραπευθέντος, καὶ Πτολεμαίου τοῦ Μεναίου διὰ τὸ κήδευμα (ἀδελφὴ γὰρ αὐτοῦ ἐγεγάμητο) συλλαμβανομένου καὶ ἑτέρων τινῶν, ἐπεχείρησε κατάγεσθαι ἐπὶ Ἰουδαίαν.
Ἀλλ᾽ Ἡρώδης μάχῃ συμπλακεὶς νικᾷ καὶ τῆς Ἰουδαίων γῆς ἀπελαύνει, καὶ ὑπὸ Ἱεροσολύμων καὶ αὐτοῦ Ὑρκανοῦ λαμπρῶς ἐπὶ τῇ νίκῃ ἐδέχθη παραγεγονώς. Καὶ Ἀντώνιος χρήμασιν, ὁ Ῥωμαίων στρατηγός, Ἡρώδῃ καὶ τῷ ἀδελφῷ Φασαήλῳ τὰς τῶν Ἰουδαίων τετραρχίας δίδωσιν, οὐδὲν πρὸς ταῦτα δυσχεραίνοντος Ὑρκανοῦ. Τοῦ δὲ πλήθους τῶν περὶ Ἡρώδην κατηγορούντων οὐδὲν πλέον πλὴν τοῦ τιμωρίαν ὑπέχειν ἀντὶ τοῦ λαβεῖν ὧν ἐπεκάλουν ἐγίνετο διὰ τὸ χρήμασιν Ἀντώνιον διεφθάρθαι καὶ Ὑρκανὸν τοῖς περὶ Ἡρώδην τίθεσθαι· ἤδη γὰρ καὶ τὴν τῆς θυγατρὸς αὐτοῦ παῖδα Μαριάμμην Ἡρώδης ἐγγεγύητο.
Πτολεμαίου δὲ τοῦ Μεναίου τὸν βίον λιπόντος ὁ παῖς λαμβάνει τὴν ἀρχὴν Λυσανίας. Καὶ Πάκορος δὲ ὁ βασιλέως παῖς καὶ Βαζαφαρμάνης σατράπης Πάρθος κατέσχον τὴν Συρίαν. Λυσανίας δὲ τὸν σατράπην ἔχων σὺν αὑτῷ ποιεῖται πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου φιλίαν· καὶ Ἀντίγονος ὑπισχνεῖται Πάρθοις χίλια τάλαντα δώσειν καὶ πεντακοσίας γυναῖκας, εἰ τὴν πατρῴαν ἀρχὴν αὐτῷ δώσουσιν Ὑρκανὸν ἀφελόμενοι καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. Διὸ Πάκορος καὶ Βαζαφαρμάνης κατάγουσιν Ἀντίγονον, καὶ πολέμου αὐτοῖς ὑπὸ τῶν περὶ Ἡρώδην συστάντος πολλοὶ ἀφ᾽ ἑκατέρων κτείνονται, εὐδοκιμοῦντος μάλιστα τοῖς πόνοις Ἡρώδου. Τέλος Ὑρκανὸς καὶ Φασάηλος δόλῳ συλλαμβάνεται ὑπὸ Πάρθων· καὶ ὁ μὲν Φασάηλος τῶν ἐχθρῶν προφθάσας τὴν σφαγήν, πέτρᾳ τὴν κεφαλὴν προσαράξας ἔξεισι τοῦ βίου, Ὑρκανὸς δὲ δέσμιος εἴχετο.
Καὶ οἱ Παρθοὶ λοιπὸν τὰ Ἱεροσόλυμα λαβόντες, μόλις αὐτοὺς Ἡρώδου δεινότητι γνώμης καὶ τάχει τοῦ προμηθοῦς καὶ χειρῶν ἀρετῇ γενναίᾳ διαφυγόντος, τὰ τῶν Ἱεροσολυμιτῶν διήρπαζον χρήματα πλὴν τῶν Ὑρκανοῦ (πʹ δ᾽ ἦν τάλαντα) καὶ οὕτως εἰς τὴν πατρῴαν ἀρχὴν Ἀντίγονον ἐγκαθιστῶσιν. Ἀντίγονος δ᾽ Ὑρκανοῦ τοῦ θείου ὑπὲρ τοῦ μὴ πάλιν ἀναλαβεῖν τὴν ἱερωσύνην (τὸ γὰρ σεσινωμένον κατά τι τοῦ σώματος μέρος ἀπείρηται Ἰουδαίοις ἱερᾶσθαι) περιτέμνει τὰ ὦτα, καὶ Πάρθοις ἄγειν σὺν αὐτοῖς δίδωσιν.
Ἡρώδης δ᾽ οὐδαμῶς ἠρέμει, ἀλλὰ πρῶτον μὲν εἰς Μάλιχον τὸν Ἀράβων ἀπῄει βασιλέα, ἐπικουρίαν κατὰ πατρῴαν φιλίαν ἐλπίδας ἔχων εὑρεῖν· ἀποτυχὼν δ᾽ ἐπὶ Βρεντήσιον πρὸς Ἀντώνιον τὸν Ῥωμαίων στρατηγόν, κἀκεῖθεν εἰς Ῥώμην σὺν αὐτῷ ἀνάγεται, ἀπολοφυράμενος τὰ συνενεχθέντα καὶ τὸν τἀδελφοῦ θάνατον.
Ἐποιεῖτο δὲ γνώμην τῷ τῆς γαμετῆς ἀδελφῷ, Ὑρκανοῦ δὲ θυγατρὸς παιδί, εἴ πως δύναιτο, τὴν βασιλείαν καταπράξασθαι· αὐτῷ γὰρ ἀνέλπιστον ἦν παντάπασιν ταύτην περιελθεῖν ἀλλοφύλῳ ὄντι. Ἀλλ᾽ Ἀντώνιος καὶ Αὔγουστος, σύμψηφον λαβόντες τὴν βουλήν, καὶ βασιλέα Ἰουδαίων ἀποφαίνουσι, καὶ κατὰ Ἀντιγόνου πολλάκις αὐτῷ συμμαχήσαντες μετὰ πολλὰς σφαγὰς καὶ πολέμους Ἀντίγονον μὲν αἰχμάλωτον ἄγουσι, Σοσσίου στρατηγοῦ Ῥωμαίων τέλος τοῦτο τοῖς πολέμοις ἐπιθεμένου, αὐτῷ δὲ τὰ τῆς ἀρχῆς ἐπὶ μᾶλλον κρατύνουσιν.
Ἀντώνιος δὲ ὁ στρατηγὸς λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι τοῦ θριάμβου φυλάττειν· μαθὼν δὲ νεωτερίζειν τὸ Ἰουδαίων ἔθνος ἐκ τοῦ πρὸς Ἡρώδην μίσους, τοῦτον ἐν Ἀντιοχείᾳ ἐπελέκισεν. Ὑρκανὸς δ᾽ ἐπεὶ Ἡρώδην βασιλεύειν ἤκουσεν, ἐδεήθη Φραάτου βασιλέως, καὶ συνδεηθέντος Ἡρώδου ἀφίεται εἰς τὴν πατρίδα, πολλῶν ἐλπίσας παρὰ Ἡρώδῃ τυχεῖν. Ἡρώδης δὲ σχήματα μὲν εὐνοίας καὶ τιμῆς τῆς πρωτευούσης πολλὰ εἰς αὐτὸν ἐδείκνυ, ἐν ὑστέρῳ δὲ διαβολὰς ἐπενεγκὼν δωροδοκίας καὶ τῆς πρὸς Ἄραβας προδοσίας ἀνεῖλεν ἄνδρα ὑπὲρ τὰ πʹ ἔτη ἐνιαυτῷ ἑνὶ μετὰ πολλῆς καὶ ἀφάτου τῆς ἐπιεικείας καὶ ἀπραγμοσύνης βεβιωκότα. Καὶ Ἀριστόβουλον δὲ τὸν υἱωνὸν μὲν Ὑρκανοῦ, Μαριάμμης δὲ τῆς γαμετῆς ἀδελφόν, ἐνοχλησάσης Ἀλεξάνδρας τῆς τῶν παίδων μητρὸς καὶ αὐτῆς Μαριάμμης, ἀρχιερέα μὲν καθίστησιν ιζʹ ἔτος ἄγοντα, καὶ μετ᾽ ὀλίγον ἐν Ἱεριχοῦντι ταῖς ἐκεῖσε κολυμβήθραις ἐναποπνιγῆναι κατεπράξατο. Ἀλλ᾽ Ἡρώδης μὲν τοιοῦτος, καὶ οἷος εἶναι προείρηται.
Ὅτι τελευτῶν Ἡρώδης Ἀρχέλαον τὸν υἱὸν διατίθεται, Καίσαρος διδοῦντος, τῆς βασιλέας γενέσθαι διάδοχον. Καῖσαρ δέ (ὁ Αὔγουστος δ᾽ ἦν) τῆς ἡμισείας Ἀρχέλαον ἀποφήνας κύριον, καὶ βασιλείᾳ τιμήσειν εἶπεν εἰ ἐπιεικῶς καὶ δικαίως τὴν ἀρχὴν μάθοι χειρίζοντα· τὴν δ᾽ ἄλλην μοῖραν διελὼν τετράρχας Φίλιππον καὶ Ἀντίπατρον, καὶ αὐτοὺς Ἡρώδου παῖδας ὄντας, καθίστησιν. Ἀλλ᾽ Ἀρχέλαος ἐπεὶ ὠμῶς καὶ κατὰ τὸν πατέρα Ἰουδαίων ἦρχεν, Καίσαρος δεηθέντων τῶν τυραννουμένων δεκάτῳ ἔτει τῆς βασιλείας ἐκπέπτωκε, καὶ Βίενναν οἰκεῖν τῆς Γαλλίας καταδικάζεται, καὶ μεταπίπτει ἐντεῦθεν Ἰουδαία ἐκ βασιλείας εἰς ἐπαρχίαν.
Ὅτι Ἡρώδης ὁ τετράρχης Γαλιλαίας καὶ Περαίας, παῖς Ἡρώδου τοῦ μεγάλου, ἠράσθη (ὡς Ἰώσηπός φησιν) ἀδελφοῦ Ἡρώδου γυναῖκα ὄνομα Ἡρωδιάδα· ἀπόγονος δ᾽ ἦν αὕτη τοῦ μεγάλου Ἡρώδου, Ἀριστοβούλῳ τῷ παιδί, ὃν ἐκεῖνος ἀνεῖλε γεγενημένη· ἦν δ᾽ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἀγρίππας. Ταύτην Ἡρώδης τἀνδρὸς διαστήσας ἠγάγετο γυναῖκα. Οὗτός ἐστιν ὁ τὸν μέγαν ἀνελὼν Ἰωάννην τὸν Πρόδρομον, δεδιώς (Ἰώσηπός φησι) μὴ τὸ ἔθνος αὐτοῦ διαστήσει· πάντες γὰρ δι᾽ ὑπερβολὴν ἀρετῆς τοῖς Ἰωάννου λόγοις εἵποντο. Κατὰ τοῦτον καὶ τὸ σωτήριον ἐγεγόνει πάθος.
Ὅτι Ἀγρίππας ὁ Ἡρώδου μὲν ἀπόγονος τοῦ πρώτου, Ἀριστοβούλου δὲ τοῦ ἀνῃρημένου παῖς, ἀδελφὸς δ᾽ Ἡρωδιάδος, μυρίαις τυχαῖς καὶ μεταβολαῖς περιπεσὼν ὅμως ἐκ φυλακῆς καὶ δεσμῶν, οἷς αὐτὸν κατεχόμενον Τιβέριος Καῖσαρ τελευτῶν ἀπολελοίπει, ἐκ τούτων ἀπαλλαγεὶς Γαίου Καίσαρος προνοίᾳ καὶ βασιλεὺς χειροτονεῖται τετραρχίας Φιλίππου (Ἡρώδου δ᾽ ἦν οὗτος ἀδελφὸς τοῦ πρώτου), προσλαμβάνει δὲ καὶ τὴν Λυσανίου τετραρχίαν, καὶ ἀποπλεῖ πρὸς τὴν Ἰουδαίαν, πάντων ἐν ἐκπλήξει καὶ θαύματι τὸ τῆς μεταβολῆς ἀθρόον ποιουμένων. Μεθ᾽ ὧν καὶ Ἡρωδιὰς ἐκπεπλεγμένη καιρίαν δέχεται πληγὴν ἐκ φθόνου, καὶ οὐκ ἀνίει διενοχλοῦσα τὸν ἄνδρα, ἕως κατειργάσατο ἀνελθεῖν εἰς Ῥώμην καὶ βασιλείαν ἑαυτῷ σπουδὴν ποιεῖσθαι καταπράξασθαι. Ἀλλ᾽ ὁ μὲν ἀνῄει σὺν αὐτῇ, εἵπετο δ᾽ Ἀγρίππας καὶ καταλαμβάνει ἄρτι κατάραντας. Κατηγορήσας δ᾽ Ἡρώδην παρὰ Γαίῳ Καίσαρι ὡς δύσνους εἴη Ῥωμαίοις ἀεί (Τιβερίου μὲν γὰρ ἔτι περιόντος πρὸς Σηΐανον ἐχθρὸν ὄντα Ῥωμαίοις θέσθαι φιλίαν, καὶ νῦν δὲ πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα τὰ αὐτὰ φρονεῖν κατὰ Ῥωμαίων) παρασκευάζει ἀντὶ τῆς ὀνειροποληθείσης βασιλείας τῆς τε οἰκείας ἐκπεσεῖν τετραρχίας καὶ εἰς Λουγδούνων ἀϊδίῳ φυγῇ ζημιωθέντα ἐλαθῆναι. Καὶ Ἡρωδιὰς δ᾽ ἑκοῦσα τῷ ἀνδρὶ συμφυγαδεύεται· τὴν δὲ τετραρχίαν αὐτοῦ Γαΐος Ἀγρίππᾳ προστίθησιν.
Τοῦτον τὸν Ἀγρίππαν πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ μέγαν Ἀγρίππαν καλοῦσι, καὶ εἰς τὸ μάλιστα κεχαρισμένον Ἰώσηπός φησιν Ἰουδαίων ἄρξαι. Οὗτος ἐκείνοις, ὡς ἔοικε, χαριζόμενος καὶ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ ἀνεῖλε, καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ἐπεχείρησεν, εἰ καὶ διήμαρτεν, ἀνελεῖν. Οὗτος ἐσθῆτα ἀργύρου πεποιημένην περιθέμενος καὶ τῷ πλήθει δημηγορήσας, ἐπεὶ φωνὰς παρ᾽ αὐτῶν μετὰ τὸ ὑπερβολὴν κολακείας ἔχειν καὶ ἀσεβείας εἰς ἔσχατον ἥκειν ἀκούων οὐκ ἐπετίμησε, παραυτίκα δίκην δίδωσιν· ἀλγήματος γὰρ αὐτῷ κατὰ γαστέρα σφοδροῦ γεγονότος δι᾽ ἡμερῶν εʹ τὸν βίον κατέστρεψεν, ἄγων ἀπὸ γενέσεως ἔτος δʹ καὶ νʹ, τῆς δὲ βασιλείας ζʹ, ὧν δʹ Γαΐου βασιλεύοντος ἦρξε, τὰ μὲν γʹ τὴν Φιλίππου ἔχων τετραρχίαν, τῷ δʹ δὲ προσλαβὼν καὶ τὴν Ἡρώδου, τὰ δὲ λοιπὰ γʹ ἐπὶ Κλαυδίου, ἐν οἷς Ἰουδαίαν τε καὶ Σαμαρείαν καὶ Καισάρειαν Καίσαρος δόντος προσεκτήσατο.
Οὕτως Ἀγρίππας τελευτᾷ, τοῦ βουβῶνος (τοῦ πτηνοῦ δὲ γένους παρὰ Ῥωμαίοις ἐστὶν οὕτω καλούμενον ζῷον) πρὸ πέντε τῆς τελευτῆς ἡμερῶν ὑπὲρ κεφαλῆς φανέντος, ᾧ καὶ τὴν βασιλείαν προσαγγεῖλαι νομίζει Ἰώσηπος. Τελευτᾷ δ᾽ οὖν παῖδας λιπὼν δʹ, ἄρρενα μὲν Ἀγρίππαν, ιζʹ ἔτος ἄγοντα, θηλείας δὲ γʹ, Βερενίκην, Μαριάμμην καὶ Δρουσίλαν. Ὧν ἡ μὲν ἔτος ἄγουσα ιϛʹ Ἡρώδῃ πατρὸς ἀδελφῷ ἐγεγάμητο, Μαριάμμη δ᾽ ἠνύετο δέκατον καὶ Δρουσίλα ἑκτόν, ἃς οἱ Σεβαστηνοὶ κατ᾽ οὐδεμίαν ἄλλην πρόφασιν πλὴν τοῦ μανῆναι ἁρπάσαντες ἀθρόον καὶ πορνείοις ἐγκαταστήσαντες, πᾶσαν αὐταῖς ὕβριν ῥητὴν καὶ ἄρρητον ἐπεδείξαντο.
Οἷς χαλεπήνας Κλαύδιος ὅμως οὐδὲν ἄξιον τῆς παρανομίας εἰσεπράξατο. Ὅτι Ἀγρίππας ὁ τοῦ Ἀγρίππου παῖς τελευτήσαντος αὐτῷ τοῦ πατρὸς εἰς Ῥώμην ἀπαίρει· Κλαύδιος δ᾽ αὐτῷ τὴν πατρῴαν ἀρχὴν ἐγνώκει χειρίζειν, ἀνακοπεὶς δ᾽ ἐνίων βουλαῖς τὸ νέον τῆς ἡλικίας Ἀγρίππα αἰτιασαμένων, Φάδον μὲν ἐπίτροπον ἐκπέμπει τῆς Ἰουδαίας, Ἀγρίππαν δὲ Χαλκίδος, Ἡρώδου τελευτήσαντος τοῦ ταύτης ἔχοντος τὴν βασιλείαν, εἰς βασιλέα καθίστησι.
Μετὰ δὲ τέταρτον ἔτος δωρεῖται αὐτὸν τῇ τε Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ, προσθεὶς αὐτῷ καὶ τὴν Τραχωνῖτιν· Λυσανίου δ᾽ αὕτη τετραρχία ἐγεγόνει. Καὶ ταῦτα δοὺς ἀφαιρεῖται τὴν Χαλκίδα. Ἀγρίππας δὲ Δρουσίλαν τὴν ἀδελφὴν Ἀζιζῷ τῷ Ἐμέσων βασιλεῖ περιτμηθέντι δίδωσι γυναῖκα. Ἐπιφανὴς γὰρ Ἀντιόχου, καίτοι ὑποσχόμενος, οὐκ ἐδέχετο τὴν περιτομήν, ἐξ οὗ καὶ ἡ τῆς ἐγγυήσεως διάλυσις ἠκολούθει. Δρουσίλα δὲ καὶ Ἀζιζοῦ διαλύεται καὶ Φήλικι τῷ τῆς Ἰουδαίας ἐπιτρόπῳ, πολλὰ σπουδάσαντος ἐκείνου διὰ τὸ κάλλος, γαμεῖται. Καὶ Μαριάμμην δὲ δίδωσιν Ἀρχελάῳ παιδὶ τῷ Ἑλκιοῦ, ᾧ καὶ ζῶν ὁ πατὴρ ἡρμόσατο· ἐξ ὧν τίκτεται Βερενίκη.
Κλαυδίου δὲ τελευτήσαντος Νέρων καταστὰς διάδοχος δωρεῖται Ἀγρίππαν μοίρᾳ τινὶ τῆς Γαλιλαίας, Τιβεριάδα καὶ Ταριχαίαν κελεύσας αὐτῷ ὑπακούειν, προστίθησι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας, καὶ κώμας τὰς περὶ αὐτὴν δέκα. Οὗτός ἐστιν Ἀγρίππας, ἐφ᾽ οὗ ὁ θεῖος Παῦλος Φήστου συνεδριάζοντος ἐδημηγόρησεν.
Ὅτι μετὰ Φάδον ἐπίτροπον Ἰουδαίας Κουμανὸς πέμπεται· μεθ᾽ ὃν εἰς Ῥώμην ἀναχθέντα ἐπ᾽ αἰτίαις Φήλιξ πέμπεται· μεθ᾽ ὃν Φῆστος, εἶτα Ἀλβῖνος, λοιπὸς Φλῶρος. Οὗ δευτέρῳ ἔτει διὰ τὴν ὑπερβολὴν τῶν παρ᾽ αὐτῷ κακῶν ὁ πρὸς Ῥωμαίους Ἰουδαίων πόλεμος ἀρχὴν δέχεται, Νέρωνος ἔτος δωδέκατον ἐν τῇ ἀρχῇ διανύοντος.
Ὅτι Ἄνανος ὁ Ἀνάνου παῖς τὴν ἀρχιερωσύνην παραλαβών, ἀφαιρεθέντος αὐτὴν Ἰωσήπου, θρασὺς ἦν καὶ τολμητὴς διαφερόντως· αἵρεσιν γὰρ τὴν Σαδδουκαίων μετῄει· οὗτοι γὰρ ὠμοί τε περὶ τὰς κρίσεις καὶ πρὸς πᾶσαν αὐθάδειαν ἕτοιμοι. Οὗτος οὖν ὁ Ἄνανος, Φήστου μὲν ἐν Ἰουδαίᾳ τελευτήσαντος, Ἀλβίνου δὲ οὔπω καταλαβόντος, αὐθεντήσας καθίζει συνέδριον, καὶ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου σὺν ἑτέροις, παρανομίαν αἰτιασάμενος, λίθοις ἀναιρεθῆναι παρασκευάζει. Ἐφ᾽ ὧν τῶν Ἰουδαίων ὑπεραλγήσαντες οἱ ἐπιεικέστεροι, καὶ αὐτὸς Ἀγρίππας ὁ βασιλεύς, ἐκβάλλουσιν ἄρξαντα μηνὶ γʹ, Ἰησοῦν δ᾽ ἀντ᾽ αὐτοῦ τὸν Δάμνεον ἐγκατέστησαν.
Ὅτι Ἀαρὼν τελευτήσαντος, Μωυσέως ἀδελφοῦ, οἱ παῖδες ἐκδέχονται τὴν ἀρχιερωσύνην, εἶτα ἑξῆς οἱ τούτων ἔκγονοι· νόμος γὰρ μηδένα ἢ τὸν ἐξ αἵματος Ἀαρὼν τὴν ἀρχιερωσύνην εἰσδέχεσθαι πάτριος ἐκράτει. Ἐγένοντο οὖν ἀπὸ Ἀαρῶνος μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀναδειχθέντος ἀρχιερέως πγʹ ἔτη.
Ἐκ τούτων ἀπὸ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, ἐν ᾗ καὶ ἡ σκηνὴ ἐπήγνυτο, μέχρι τοῦ νεὼ ὃν ἤγειρεν ὁ βασιλεὺς Σολομών, ἀρχιεράτευσαν δεκατρεῖς, τὴν ἀρχιερωσύνην διὰ βίου κατασχόντες ἕκαστος. Ἐγένετο δὲ αὐτῶν ἀριστοκρατορικὴ μὲν ἡ πρώτη πολιτεία, εἶτα μοναρχία, εἶτα βασιλέων ἡ τρίτη. Ἀπὸ γοῦν τῆς ἀπ᾽ Αἰγύπτου ἐξόδου ἕως τοῦ ἐν Ἱεροσολύμοις νεὼ τῆς οἰκοδομῆς ἔτη γίνεται ιβʹ καὶ χʹ. Μετὰ δὲ τοὺς ιγʹ ἀρχιερεῖς καὶ τὴν οἰκοδομὴν τοῦ νεὼ ιʹ καὶ ηʹ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολομῶνος βασιλέως ἐν τῷ ναῷ ἱερούμενοι, ἕως Ναβουχοδονόσορ ὁ Βαβυλωνίων βασιλεὺς τὸν νεὼν ἐμπρήσας αἰχμαλώτους τὸ Ἰουδαίων ἔθνος εἰς Βαβυλῶνα μετήνεγκεν ἅμα Ἰωσεδὲκ τοῦ ἀρχιερέως. Τούτων χρόνος ἐστὶ τῆς ἀρχιερωσύνης τξϛʹ, μῆνες ϛʹ ἡμέραι ιʹ.
Μετὰ δὲ τὴν ἅλωσιν ἐτῶν οʹ διελθόντων, Κῦρος ὁ Περσῶν βασιλεὺς τοὺς αἰχμαλώτους ἀπέλυσεν εἰς τὴν ἰδίαν ἐλθεῖν πατρίδα. Εἷς οὖν τῶν ἀναχθέντων αἰχμαλώτων λαμβάνει τὴν ἀρχιερωσύνην, καὶ ἐκεῖθεν οἱ ἐξ αὐτοῦ ἔκγονοι ιεʹ μέχρις Ἀντιόχου τοῦ Εὐπάτορος, πολιτείας οὔσης ἐν αὐτοῖς δημοκρατορικῆς. Καὶ τούτων δὲ χρόνος ἔτη υιδʹ.
Πρῶτος δ᾽ οὗτος Ἀντίοχος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης, ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ, καὶ ἀντικαθιστῶσιν Ἰάκιμον, γένους μὲν τοῦ Ἀαρῶνος, οὐ τῆς αὐτῆς δ᾽ οἰκίας. Διὰ τοῦτο καὶ Ἀνανίας ὁ τοῦ τελευτήσαντος Ὀνίου ἐξάδελφος, εἰς Αἴγυπτον ἀφικόμενος καὶ Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ διὰ φιλίας ἐλθών, πείθει τούτους κατὰ τὸν Ἡλιουπολίτην νομὸν δειμάμενος τῷ Θεῷ παραπλήσιον τοῦ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. Ὁ μέντοι Ἰάκιμος ἔτη γʹ ἀρχιερατεύσας τελευτᾷ· οὗ διάδοχος οὐδεὶς κατέστη ἐπὶ ἔτεσιν ἑπτά.
Πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔκγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες, καὶ Μακεδόσι πολεμήσαντες, Ἰωάννην ἀρχιερέα καθιστῶσιν, ὃς ἄρξας ἐνιαυτοὺς ἑπτὰ τελευτᾷ, Τρύφωνος ἐπιβουλαῖς διαμηχανηθείσης αὐτῷ τῆς τελευτῆς· οὗ διάδοχος Σίμων καθίσταται ὁ ἀδελφός. Καὶ τοῦτον δὲ δόλῳ παρὰ τὸ συμπόσιον διαφθαρέντα ὑπὸ τοῦ γαμβροῦ διαδέχεται παῖς Ὑρκανὸς ὄνομα· ὃς τελευτῶν Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι καταλείπει τὴν ἀρχήν.
Κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ τῆς βασιλείας (καὶ γὰρ διάδημα περιέθετο πρῶτος Ἰούδας) ἐνιαυτὸν ἕνα. Βασιλεύσας δ᾽ ὁ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη κζʹ καταστρέφει τὸν βίον, Ἀλεξάνδρᾳ δὲ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας.
Ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσι τῶν υἱῶν τῷ πρεσβυτέρῳ, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θʹ κατασχοῦσα τελευτᾷ· τὸν ἴσον δὲ χρόνον ἀρχιερατεύει καὶ Ὑρκανός. Μετὰ γὰρ τὸν ἐκείνης θάνατον ὁ νεώτερος παῖς πρὸς τὸν ἀδελφὸν πολεμήσας (Ἀριστόβουλος αὐτῷ ὄνομα) καὶ ἀφελὼν τὴν ἀρχιερωσύνην, ταύτην τε καὶ τὴν τῆς μητρὸς βασιλείαν αὐτὸς περιβάλλεται. Ἔτει δὲ τῆς ἀρχῆς τρίτῳ, καὶ πρὸς μησὶ τοῖς ἴσοις, Πομπήϊος ἐλθὼν καὶ τὴν πόλιν κατ᾽ ἄκρας ἑλών, αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψε, τῷ δ᾽ Ὑρκανῷ τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψε, διάδημα δὲ φορεῖν ἐκώλυσεν. Ἦρξε δὲ πρὸς τοῖς θʹ τοῖς πρώτοις ἔτη τέσσαρα καὶ εἴκοσι.
Βαζαφαρμάνης δὲ καὶ Πάκορος, οἱ τῆς Παρθυηνῆς δυνάσται, πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίαν ἔλαβον, Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου υἱὸν βασιλέα κατέστησαν. Γʹ δὲ ἔτη καὶ μῆνας γʹ ἄρξαντα τοῦτον Σόσσιος καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δὲ ἀναχθέντα ἐν Ἀντιοχείᾳ ἐπελέκισε. Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀσήμους δέ τινας καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνός· Ἀριστόβουλος δ᾽ ἦν οὗτος, υἱωνὸς δ᾽ ἦν οὗτος ἐκ θυγατρὸς Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος, οὗ καὶ τῇ ἀδελφῇ συνῴκει Μαριάμμη.
Τοῦτον δὲ τὸν Ἀριστόβουλον δεδιώς, ἅτε γένους ὄντα λαμπροῦ καὶ αὐτὸν καθ᾽ ἑαυτὸν περίβλεπτον, μὴ τὸ πλῆθος νεύσῃ πρὸς αὐτόν, ἐν Ἰεριχοῖ κολυμβῶντα πνιγῆναι διεμηχανήσατο. Περὶ δὲ τῆς τῶν ἱερέων καταστάσεως ὅμοια διεπράξατο Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετ᾽ αὐτὸν οἱ τὴν ἀρχὴν παραλαβόντες Ῥωμαῖοι.
Εἰσὶν οὖν ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες μέχρι τῆς ἡμέρας ᾗ τὸν ναὸν καὶ τὴν πόλιν ἑλὼν ἐπυρπόλησεν, κʹ καὶ ηʹ· χρόνος δ᾽ αὐτῶν ἔτη πρὸς τοῖς ρζʹ. Καί τινες μὲν ἐπολιτεύσαντο ἐπὶ τῇ Ἡρώδου δηλονότι καὶ Ἀρχελάου βασιλείᾳ· μετὰ δὲ τοῦτο ἀριστοκράτεια μὲν ἦν ἡ πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ ἀρχιερεῖς ἐπιστεύοντο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.