Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Διόδωρος Σικελιώτης: Ιστορική Βιβλιοθήκη

Αποσπάσματα από το οικουμενικό ιστορικό έργο του Διοδώρου σχετικά με ιστορικά, εθνογραφικά και ρωμαϊκά γεγονότα, συμπεριλαμβανομένου του δουλικού πολέμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 28 από 37

Ὕπαρχον πέμψω Ῥωμαίοις; Χλιδῶν δὲ δῆμος σεμνὸν οὐκ οἶδεν ἡνίοχον. Δυσχεραίνει μοι τάχα Καρχηδών, πόλις ἐπὶ Λιβύῃ δι᾽ ἀρετήν ποτε κατὰ Ῥώμης φρονήσασα, πόλις Ἰταλίαν ὅλην τοῖς ἑαυτῆς κάλλεσι βόσκουσα, πόλις παρὰ τοσοῦτον οὐ πρώτη παρ᾽ ὅσον Ῥώμην αἰσχύνεται. Κινδυνεύει μοι πόλις μεγάλη, καὶ ἤπειρος ὅλη πονηροῖς κυβερνᾶται τοῖς οἴαξι. Πέμψωμεν αὐτὸν τὸν μέγαν τῆς δίκης ἡνίοχον. Ἔγνω ταῦτα βασιλεύς, καὶ χρυσαῖ παραχρῆμα δέλτοι τὴν γνώμην ἔφθανον. Ἐνταῦθα τοῦ λόγου γενόμενος τί πρῶτον, τί ἔπειτα, τί δ᾽ ὑστάτιον καταλέξω; Κινοῦνται μὲν γὰρ πανταχόθεν αἱ πράξεις, ἴσα δὲ πάντα, καὶ τῷ μὴ λέγειν τὸ λέγειν ὁμοίως ἄπορον, ὅτι τὸ μὲν πλήθει τὸ δὲ μεγέθει κωλύεται. Λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλ᾽ ὅσα ἔξεστιν. Ὁρῶντες δὲ αὐτὸν κατὰ τοῦ χειμῶνος ὡς κατὰ γαλήνης τὸν στόλον πέμποντα, καὶ κατὰ κυμάτων ὡς κατὰ λιμένων ἀθύροντα, οἱ μὲν ὡς δριμὺν ἐραστὴν ἐπόθουν, οἱ δὲ ἔφριττον ὡς πᾶσι φόβοις ἀήττητον. Κρείττονα πομπὴν τῆς Ἡφαίστου ἐπόμπευον. Ἀντήχει δὲ δῆμος κύμασι, καὶ ῥοθίῳ κρότος ἐκ πόλεως· καὶ ψόφον θαλάσσης βοὴ Καρχηδόνος ἐξέπληττε. Συγγνώμην δὲ ἅπας ἐχέτω καὶ γέρων καὶ νέος, εἰ ἔπη φθέγγομαι· οἶδε γὰρ, οἶδεν ἔρως καὶ λόγον ποιεῖν αὐτόνομον. Οὗτος νόσον ἐνόσησε τῆς μὲν ἑαυτοῦ τύχης μείζονα, τῆς δὲ πονηρίας οὐχ ἥττονα. Καὶ μὴ θαυμάσῃ τις εἰ ταῦτα ἐκεῖνος κατὰ τοιοῦδε ἀνδρὸς ἐνόσησεν.

Ἄνωθεν κατὰ τῶν ἀρίστων ἀρχόντων τοῖς ἐλάττοσι μῶμος ἐμφύεται. Ἐσυκοφάντει Περικλέα Κλέων, ἔφυγε Νικίας Ὑπέρβολον, Δημάδης δ᾽ ἔκρινε Δημοσθένην, Κλεόφων Ἀλκιβιάδην ἐγράφετο, ἀνὴρ ἐλοιδόρει Θεμιστοκλέα Σερίφιος. Τῷ γὰρ ὑπερβάλλοντι τῆς τύχης φθονοῦντες, τὸ ἐλαττούμενον τῆς ἀξίας ἀνισοῦν θράσει βιάζονται. Ἔνθα δὴ καὶ μάλιστα ἔδειξεν ὅσον τὸ μέσον ἀρετῆς τε καὶ πανούργου τρόπου καθέστηκεν.

Ἀνεγνώσθη τῆς 〈Διοδώρου〉 βιβλιοθήκης ἄλλοι τε λόγοι καὶ ὁ λβʹ καὶ λδʹ, καὶ ὁ μʹ καὶ ὁ ληʹ, καὶ ὁ λαʹ καὶ ὁ βʹ καὶ δʹ, καὶ ϛʹ, καὶ ὁ λζʹ καὶ ὁ ληʹ. Ὧν ἐκλογὴν ἡ παροῦσα ἔκδοσις περιέχει. Ὅτι πολλοὶ μὲν καὶ ἄλλοι ἱστόρησαν ἀπὸ σχήματος γυναικείου καὶ ὑπολήψεως εἰς ἀνδρὸς καὶ σχῆμα καὶ φύσιν ἀναφανῆναι· ἀτὰρ καὶ Διόδωρος ἐν τῇ λβʹ τῶν ἱστοριῶν τοιαῦτα περὶ ταύτης τῆς περιπετείας ἱστορεῖ, τὰ περὶ Ἀλέξανδρον τὸν κοίλης Συρίας καὶ Ἀντιοχείας βασιλεύσαντα διεξιών.

Φησὶν δέ· ὁ δὲ Ἀλέξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. Εἶτα οἱ μὲν περὶ τὸν Ἡλιάδην ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν.

Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρηστηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τόπον τὸν ἐνεγκόντα τὸν δίμορφον. Καὶ τότε μὲν αἰνιγματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας.

Τῆς Ἀραβίας ἐν ταῖς καλουμέναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. Οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησεν υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. Τὸν μὲν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα Σαμιάδῃ.

Οὗτος μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρόνον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. Τὴν δ᾽ Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παντελῶς ἀπιστουμένῃ· φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι περὶ τὸ ἦτρον αὐτῆς. Ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν τράχηλον τῆς μήτρας. Χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμβανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ᾽ οὔσης, ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον, ἔχον διδύμους προσκειμένους. Τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ᾽ ἄλλων τῶν ἔξωθεν παρόντων, πλὴν μητρὸς καὶ δύο θεραπαινίδων.

Τότε μὲν ἀχανεῖς γενομένας διὰ τὸ παράδοξον, τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιήσασθαι τῆς Ἡραΐδος, καὶ κατασιωπῆσαι τὸ γεγονός. Τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν· καταδοξάζεσθαι δὲ ὑπὸ τῶν συνειδότων τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ κατὰ τὴν γεγενημένην μετ᾽ ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύσιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρενικαῖς συμπεριφοραῖς καθωμιλῆσθαι.

Λανθανούσης δὲ τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης ἐπανελθεῖν τὸν Σαμιάδην καί, καθάπερ ἦν ἐπιβάλλον, τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ᾽ ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην φασὶ βαρέως ἐνεγκεῖν. Ἐπικειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ἠύξετο ἡ διαφορά. Ἐπενεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράματι τὸ παράδοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. Συνεδρευσάντων δὲ τῶν κριτῶν καὶ λόγων ῥηθέντων, συμπαρεῖναι μὲν τῇ κρίσει τὸ ἀμφισβητούμενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν.

Πέρας τῶν κριτῶν οἰομένων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, τὴν ἀλήθειαν διασαφῆσαι τὸ τῆς φύσεως ἄρρεν, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύσασαν δεῖξαι πᾶσι, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγκάζουσι συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. Πάντων δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυναικεῖον κόσμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατροὺς ἐπιδειχθέντων αὐτοῖς τῶν φανέντων γνῶναι ὅτι κατεκέκρυπτο φύσις ἄρρενος ἐν ὁμοειδεῖ τόπῳ φύσεως θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνηθες τὴν φύσιν, σύντρησίς τις ἐγεγένητο, δι᾽ ὧν ἐξωδεύοντο τὰ περιττώματα· διόπερ τὸν προσεσυριγγωμένον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀνδρὸς φύσιν εὔκοσμον ποιήσαντας σὺν ἐνδεχομένῃ δόξαι κεχρῆσθαι θεραπείᾳ. Τὴν δ᾽ Ἡραΐδα μετονομασθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συναναχωρῆσαι.

Διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρησμὸν τότε γνωσθῆναι σφαγέντος τοῦ βασιλέως ἐν ταῖς Ἄβαις, καθ᾽ ὃν τόπον ὁ δίμορφος ἐγεγένητο. Τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνηθείᾳ δεδουλωμένον, αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διόφαντον ἀναδεῖξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγεννημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ᾽ ἄνδρα γυναικείας ψυχῆς ἀσθενέστερον γενέσθαι.

Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπετεία τριάκοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. Ἦν γάρ τις Ἐπιδαυρία, κόρη μὲν εἶναι δοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ᾽ ὄνομα. Αὕτη τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πόρον ἄτρητον εἶχε, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγωθέντος τόπου ἐκ γενετῆς τὰς περιττώσεις τῶν ὑγρῶν ἐξέκρινεν.

Εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη συνῳκίσθη τινὶ τῶν πολιτῶν. Διετῆ μὲν οὖν χρόνον συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν ἀναγκαζομένη.

Μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ συμβάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγενομένων, συνεκλήθη πλῆθος ἰατρῶν. Καὶ τῶν μὲν ἄλλων οὐδεὶς ὑπισχνεῖτο θεραπεύσειν, φαρμακοπώλης δέ τις ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τόπον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. Πάντων δὲ τὸ παράδοξον καταπλαγέντων ὁ φαρμακοπώλης ἐβοήθει τοῖς λειπομένοις μέρεσι τῆς πηρώσεως.

Τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ καθεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώσας συνέφυσε. Καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὐτὸν παρειληφέναι γυναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαίνοντα.

Ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλαβοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ τὴν ἄλλην διάθεσιν μετωνομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ 〈ν〉 προστεθέντος. Λέγεται δ᾽ ὑπό τινων ὅτι πρὸ τοῦ μεταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμητρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρίσιν ἔσχεν ἀσεβείας.

Ὁμοίως δ᾽ ἐν τῇ Νεαπόλει καὶ κατ᾽ ἄλλους τόπους πλείονας ἱστοροῦνται γεγονέναι τοιαῦται περιπέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον τύπον δημιουργηθείσης (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευδογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώπων.

Διόπερ ἡμεῖς τὰς περιπετείας ταύτας ἀναγραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ᾽ ὠφελείας ἕνεκα τῶν ἀναγινωσκόντων. Πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαιμονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις.

Κατ᾽ ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φησιν Ἰταλικὸν γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις πεισθεῖσαν ζῶντα προστάξαι καῦσαι. Τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνηκότα φύσεως, ἀλλ᾽ οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φασίν, ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι.

Μετ᾽ ὀλίγον δὲ καὶ παρὰ Ἀθηναίοις τοῦ τοιούτου γενομένου, διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατακαῆναι. Καὶ γὰρ τὰς λεγομένας ὕαινάς τινες μυθολογοῦσιν ἄρρενας ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ᾽ ἐνιαυτὸν ἀλλήλας ὀχεύειν, τῆς ἀληθείας οὐχ οὕτως ἐχούσης. Ἑκατέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουόμενον τοὺς εἰκῆ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρρενι κατὰ τὸ ἐναντίον ἔμφασις θηλείας φύσεως. Ὁ δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυναμένων.

Ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισιδαιμονίας Ὁ μὲν οὖν Διόδωρος πρὸς τῷ τέλει που τοῦ λβʹ λόγου τῆς ἱστορικῆς αὐτοῦ πραγματείας τοσαῦτα διέξεισι· καὶ ἄλλοι δὲ πλεῖστοι τοιαύτας περιπετείας ἱστορήκασιν.

Ἐκ τοῦ λδʹ. Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. Οἱ δὲ πλείους αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων. μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. Ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου πεφυγαδευμένους. Τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι, καθαρμοῦ χάριν ὡς ἐναγεῖς συναθροισθέντας, ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους· διὰ τοῦτο δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης κοινωνεῖν μηδ᾽ εὐνοεῖν τὸ παράπαν. Ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος.

Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανής, καταπολεμήσας τοὺς Ἰουδαίους, εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οὗ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος, καθήμενον ἐπ᾽ ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωϋσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις, αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. Διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ μεγάλην ὗν θύσας τό τε αἷμα προσέχεεν αὐτοῖς καὶ τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτοῦ βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ᾽ αὐτοῖς λύχνον καὶ καιόμενον ἀδιαλείπτως ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενεγκάσθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους.

Ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μεταθέσθαι. Ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος, καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων.

Ταῦτα Διόδωρος περὶ τῶν Μωσαϊκῶν ἐθῶν καὶ νομίμων, ἀλλὰ καὶ τοῦ τῶν Ἱεροσολύμων κτίστου καταψευσάμενος καὶ αὐτῆς τῆς ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἐξόδου, καὶ πρὸς τὸν ἔλεγχον τοῦ ψεύδους ὥσπερ ἑαυτῷ τὸ μὴ αὐτὸς ἁλῶναι διοικονομούμενος, ἑτέροις περιτίθησι προσώποις τὴν περὶ τῶν διεψευσμένων ἀφήγησιν, τὴν Ἀντιόχου φιλίαν τούτοις προσεπισυνάπτων.

Γράφει δὲ καὶ ἐν τῷ μʹ λόγῳ τῆς αὐτῆς βιβλιοθήκης περὶ Ἰουδαίων ταῦτα.

Ἐκ τοῦ μʹ λόγου περὶ τὸ μέσον. Ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον, οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ᾽ αὐτοῖς νόμιμα.

Κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης, ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων, καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ᾽ αὐτοῖς τὰς πατρίους τῶν θεῶν τιμάς. Διόπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον, ἐὰν μὴ τοὺς ἀλλοφύλους μεταστήσωνται, λύσιν οὐκ ἔσεσθαι τῶν κακῶν. Εὐθὺς οὖν ξενηλατουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστραφέντες ἐξερρίφησαν (ὥς τινές φασιν) εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τόπους, ἔχοντες ἀξιολόγους ἡγεμόνας, ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν κατ᾽ ἐκείνους τοὺς χρόνους.

Ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείᾳ πολὺ διαφέρων. Οὗτος δὲ καταλαβόμενος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομαζομένην Ἱεροσόλυμα. Ἰδρύσατο δὲ καὶ τὸ μάλιστα παρ᾽ αὐτοῖς τιμώμενον ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολιτείαν ἐνομοθέτησέ τε καὶ διέταξε. Διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλάς, διὰ τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῷ πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων.

Ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε, διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. Τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ τὰς κατὰ τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ μισόξενον βίον εἰσηγήσατο.

Ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μάλιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προίστασθαι, τούτους ἱερεῖς ἀπέδειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμάς τε καὶ θυσίας. Τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῇ προέχειν. Τοῦτον δὲ προσαγορεύουσιν ἀρχιερέα, καὶ νομίζουσιν αὐτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. Τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα· καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπειθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα.

Προσγέγραπται δὲ καὶ τοῖς νόμοις ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. Ἐποιήσατο δ᾽ ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν, καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. Ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν, κατεκληρούχησε, τοῖς μὲν ἰδιώταις ἴσους ποιήσας κλήρους, τοῖς δ᾽ ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. Οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευάζωσιν ὀλιγανδρίαν.

Τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι᾽ ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν, ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. Καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. Κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων, πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη.

Οὕτω μὲν κἀνταῦθά φησι περὶ τῶν παρὰ Ἰουδαίοις ἐθῶν τε καὶ νομίμων, καὶ αὐτῶν ἐκείνων τῆς ἐξ Αἰγύπτου ἀπαλλαγῆς, καὶ τοῦ θείου Μωϋσέως, ψευδολογῶν τὰ πλεῖστα, καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν ὧν κατεψεύσατο τῆς ἀληθείας, ἀναχώρησιν ἑαυτῷ μεθοδευσάμενος, εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρημένων τὴν παριστορίαν· ἐπάγει γάρ· «Περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Ἀβδηρίτης ταῦτα ἱστόρηκεν».

Ἐκ τοῦ ληʹ. Ὅτι ὃ λέγεται συνενεχθῆναι αἴτιον θανάτου παρά τινων Ἰοβιανῷ τῷ βασιλεῖ, τὸ κατακοιμηθῆναι ἐν οἴκῳ νεωστὶ κεκονιαμένῳ, πυρὶ δὲ διὰ τὴν ψύξιν ὑποθερμαινομένῳ καὶ ἀτμοὺς ἀφιέντι τοὺς ἐκ τῆς νενοτισμένης κονίας, τοῦτο ἑκόντα ὑπελθεῖν ἱστορεῖ Διόδωρος Κάτλον κατὰ τοὺς πολλῷ παλαιοτέρους χρόνους. Φησὶ γὰρ ἐν ληʹ λόγῳ πρὸς τῇ ἀρχῇ ὅτι οἱ περὶ τὸν Κίνναν καὶ Μάριον συνεδρεύσαντες μετὰ τῶν ἐπιφανεστάτων ἡγεμόνων ἐβουλεύοντο ὅπως βεβαίως καταστήσωσι τὴν εἰρήνην. Τέλος ἔδοξεν αὐτοῖς τοὺς ἐπιφανεστάτους τῶν ἐχθρῶν καὶ δυναμένους ἀμφισβητῆσαι πραγμάτων πάντας ἀποκτεῖναι, ὅπως καθαρᾶς γενομένης τῆς ἰδίας αἱρέσεως καὶ μερίδος ἀδεῶς τὸ λοιπόν, καὶ ὡς ἂν βούλωνται, μετὰ τῶν φίλων διοικῶσι τὰ κατὰ τὴν ἡγεμονίαν.

Εὐθὺς οὖν τῶν μὲν γεγενημένων συνθέσεων καὶ πίστεων ἠμέλησαν, σφαγαὶ δὲ τῶν καταψηφισθέντων αὐτοῖς ἄκριτοι καὶ πανταχοῦ ἐγίνοντο. Κόϊντος δὲ Λουτάτιος ὁ Κάτλος, τεθριαμβευκὼς μὲν ἐπισήμως ἀπὸ Κίμβρων, ἀγαπώμενος δὲ ὑπὸ τῶν πολιτῶν περιττότερον, ὑπό τινος δημάρχου κατηγορίας ἐτύγχανεν ἐν τῷ δήμῳ θανάτου. Φοβούμενος δὲ τὸν ἐκ τῆς συκοφαντίας κίνδυνον ἧκεν εἰς τὸν Μάριον, δεόμενος τυχεῖν βοηθείας. Ὁ δὲ τὸ μὲν ἔμπροσθεν ἐγεγόνει φίλος, τότε δ᾽ ἔκ τινος ὑποψίας ἀλλοτρίως ἔχων πρὸς αὐτὸν τοῦτο μόνον ἀπεκρίθη· «Θανεῖν δεῖ». Καὶ ὁ Κάτλος ἀπογνοὺς μὲν τὰς τῆς σωτηρίας ἐλπίδας, σπεύδων δὲ χωρὶς ὕβρεως καταστρέψαι τὸν βίον, ἑαυτὸν τοῦ ζῆν μετέστησεν ἰδίῳ τινὶ καὶ παρηλλαγμένῳ τρόπῳ. Συγκλείσας ἑαυτὸν εἰς οἶκον νεόχριστον, καὶ τὴν ἐκ τῆς κονίας ἀναφορὰν πυρὶ καὶ καπνῷ συναυξήσας, τῇ τῆς ἀναπνοῆς φθορᾷ περιπνιγὴς γενόμενος μετήλλαξεν.

Ἐκ τοῦ λαʹ. Ἅμα δὲ τούτοις πραττομένοις, εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων, τὰς γεγενημένας διαβολὰς κατ᾽ αὐτῶν ἀπολύσασθαι. Ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. Μηδὲν δὲ ἀνύοντες ὧν ἐπρέσβευον, εἰς ἀθυμίαν ἐνέπιπτον, καὶ μετὰ δακρύων ἐποιοῦντο τὰς ἐντεύξεις. Εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων, Ἀντωνίου, πρῶτος μὲν ἐποιεῖτο τὸν ὑπὲρ τῆς πρεσβείας λόγον Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. Πολλὰ δὲ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες, καὶ τὸ τελευταῖον, κατὰ τὴν παροιμίαν, τὸ κύκνειον ᾄσαντες, μόλις ἔλαβον ἀποκρίσεις, δι᾽ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρελύθησαν, περὶ δὲ τῶν ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν.

Διόπερ ἰδεῖν ἔστι παρὰ Ῥωμαίοις τοὺς ἐπιφανεστάτους ἄνδρας ὑπὲρ δόξης ἁμιλλωμένους, δι᾽ ὧν ἅπαντα σχεδὸν τὰ μέγιστα τῷ δήμῳ κατορθοῦνται. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πολιτεύμασι ζηλοτυποῦσιν ἀλλήλους, Ῥωμαῖοι δὲ ἐπαινοῦσιν. Ἐξ οὗ συμβαίνει μάλιστα τοὺς μὲν πράσσειν τὰ κάλλιστα τῶν ἔργων, ἁμιλλωμένους αὔξειν τὸ κοινῇ συμφέρον, τοὺς δ᾽ ἄλλους ἀδικοδοξοῦντας καὶ τὰς ἀλλήλων ἐπιβολὰς λυμαινομένους βλάπτειν τὴν πατρίδα.

Ὅτι Περσέα τὸν τελευταῖον Μακεδονίας βασιλέα, πολλάκις Ῥωμαίοις διὰ φιλίας ἰόντα, πολλάκις δὲ καὶ στρατιᾷ οὐκ ἀναξιολόγῳ πολεμήσαντα, τέλος Αἰμίλιος καταπολεμήσας εἷλε, καὶ λαμπρὸν θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε. Περσεὺς δὲ τηλικαύταις περιπεσὼν συμφοραῖς ὥστε δοκεῖν ὅμοια μύθοις ἀγενήτοις εἶναι τὰ πάθη τὰ περὶ αὐτόν, οὐδ᾽ ἀπολυθῆναι τοῦ ζῆν ἤθελε.

Πρὶν γὰρ ἢ τὴν σύγκλητον ὑπὲρ αὐτοῦ διαλαβεῖν ὃ χρὴ παθεῖν, τῶν κατὰ πόλιν στρατηγῶν εἷς ἐνέβαλεν αὐτὸν εἰς τὸν ἐν Ἄλβαις κάρκαρον μετὰ τῶν τέκνων. Ἔστι δὲ ὁ κάρκαρος ὄρυγμα κατάγειον βαθύ, τὸ μὲν μέγεθος ἔχον οἴκου μάλιστά πως ἐννεακλίνου, σκότου δὲ πλῆρες καὶ δυσοσμίας διὰ τὸ πλῆθος τῶν παραδεδομένων εἰς τοῦτον τὸν τόπον ἀνδρῶν, τῶν ἐπὶ θανατικοῖς ἐγκλήμασι καταδικαζομένων, ὧν ἐν ἐκείνοις τοῖς χρόνοις οἱ πλείους ἐνταῦθα καθείργνυντο· ἐν οὕτω γὰρ στενωπῷ συγκεκλεισμένων πολλῶν ἀνδρῶν ἀπεθηριοῦτο τὰ τῶν ἀτυχῶν σώματα, τῶν τε πρὸς τροφὴν καὶ τὴν ἄλλην πᾶσαν χρείαν ἀνηκόντων πάντων ἐν ταὐτῷ πεφυρμένων τοσαύτην προσπίπτειν δυσωδίαν συνέβαινεν, ὥστε μηδένα τῶν προσιόντων ῥᾳδίως δύνασθαι καρτερῆσαι.

Ἐφ᾽ ἡμέρας μὲν οὖν ἑπτὰ διετέλεσεν ἐνταῦθα κακουχούμενος, ὥστε καὶ παρὰ τῶν ἐσχάτων καὶ τακτὰ σιτουμένων ἐπικουρίας δεηθῆναι· συμπαθεῖς γὰρ οὗτοι γινόμενοι διὰ τὸ μέγεθος τῶν ἀκληρωμάτων ὧν μετελάμβανον, οὗτοι φιλανθρώπως τούτων ἐκείνῳ μετεδίδοσαν δακρύοντες. Ἔρριπτο δ᾽ οὖν αὐτῷ καὶ ξίφος πρὸς ἀναίρεσιν καὶ κάλως πρὸς ἀγχόνην, ἐξουσίας διδομένης ὡς βούλοιτο χρήσασθαι. Ἀλλ᾽ οὐδὲν οὕτω γλυκὺ φαίνεται τοῖς ἠτυχηκόσιν ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων.

Καὶ πέρας ἐν ταύταις ἂν ταῖς ἀνάγκαις κατέστρεψε τὸν βίον εἰ μὴ Μάρκος Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου, τηρῶν τό τε περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικές, παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἀνθρώπινον φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην Νέμεσιν αἰδεῖσθαι.

Διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακήν, καὶ κεναῖς ἐλπίσι προσανέχων, ὁμοίαν τοῖς προητυχημένοις ἔσχε τοῦ βίου τὴν καταστροφήν. Διετῆ γὰρ χρόνον φιλοψυχήσας, καὶ προσκόψας τοῖς φυλάττουσι βαρβάροις, κωλυόμενος ὑπ᾽ ἐκείνων ὕπνου τυχεῖν ἐτελεύτησεν.

Ὅτι λέγουσιν ἑαυτοὺς οἱ τῆς Καππαδοκίας βασιλεῖς εἰς Κῦρον ἀναφέρειν τὸ γένος τὸν ἐν Πέρσαις, διαβεβαιοῦνται δὲ καὶ τῶν ἑπτὰ Περσῶν τῶν τὸν μάγον ἐπανελομένων ἑνὸς ὑπάρχειν ἀπόγονοι. Καὶ τὴν μὲν ἀπὸ Κύρου συγγένειαν οὕτω καταριθμοῦνται.

Καμβύσου τοῦ Κύρου πατρὸς ἀδελφὴν ὑπάρξαι γνησίαν Ἀτόσσαν· ταύτης δὲ καὶ Φαρνάκου τοῦ Καππαδοκίας βασιλέως γενέσθαι παῖδα Γάλλον, καὶ τούτου γενέσθαι Σμέρδιν, οὗ Ἀρτάμνην· τοῦ δὲ Ἀναφᾶν, ὃν καὶ διενεγκεῖν μὲν ἀνδρείᾳ καὶ τόλμῃ, γενέσθαι δ᾽ ἕνα τῶν ἑπτὰ Περσῶν.

Τὴν μὲν οὖν εἰς Κῦρον συγγένειαν οὕτω γενεαλογοῦσι καὶ τὴν εἰς Ἀναφᾶν, ᾧ φασι δι᾽ ἀνδρείαν συγχωρηθῆναι τὴν Καππαδοκίας δυναστείαν ὥστε μὴ τελεῖν φόρους Πέρσαις. Οὗ τελευτήσαντος ὁμώνυμος υἱὸς ἄρχει. Μετὰ δὲ τὴν τούτου τελευτὴν ἀπολειφθέντων δυοῖν υἱοῖν, Δατάμου καὶ Ἀριμναίου, διαδέξασθαι τὴν ἀρχὴν Δατάμην, ἄνδρα καὶ κατὰ πόλεμον καὶ κατὰ ἄλλα μέρη τῆς βασιλείας ἐπαινούμενον, ὃς Πέρσαις διὰ μάχης ἐλθὼν καὶ λαμπρῶς κατὰ τὴν μάχην ἀγωνισάμενος ἐν αὐτῇ τελευτᾷ.

Διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀριάμνης, οὗ γίνονται παῖδες Ἀριαράθης καὶ Ὁλοφέρνης· οὗτος δὲ ἔτη πεντήκοντα δυναστεύσας καὶ μηδὲν ἔργον ἄξιον μνήμης πράξας τελευτᾷ. Τὴν δὲ ἀρχὴν διεδέξατο ὁ πρεσβύτερος τῶν υἱῶν Ἀριαράθης, ὃς φιλοστοργῆσαι διαφερόντως λέγεται τὸν ἀδελφόν, καὶ προάγειν αὐτὸν εἰς τὰς ἐπιφανεστάτας τάξεις· ὃν καὶ Πέρσαις κατ᾽ Αἰγυπτίων ἀποσταλέντα συμμαχῆσαι μετὰ μεγάλων τιμῶν ἐπανελθεῖν ἃς Ὦχος ὁ Περσῶν βασιλεὺς ὑπὲρ ἀνδρείας ἐδίδου, καὶ τὸν βίον ἐν τῇ πατρίδι λιπεῖν, υἱοὺς ἐγκαταλιπόντα Ἀριαράθην καὶ Ἀρύσην. Ὁ δὲ ἀδελφὸς καὶ τῆς Καππαδοκίας ἔχων τὴν ἀρχήν (οὐ γὰρ ἦν αὐτῷ γονὴ γνησία) τὸν πρεσβύτερον τῶν παίδων τἀδελφοῦ Ἀριαράθην υἱοποεῖται.

Κατὰ δὲ τούτους τοὺς χρόνους Ἀλέξανδρος ὁ Μακεδὼν καταπολεμεῖ μὲν Πέρσας, εἶτα καὶ τελευτᾷ, καὶ Περδίκκας ὁ τῶν ὅλων τότε ἡγούμενος Εὐμένη πέμπει Καππαδοκίας στρατηγόν. Καὶ καταπολεμηθέντος Ἀριαράθου, πεσόντος τε ἐν τῇ μάχῃ, αὐτή τε ἡ Καππαδοκία καὶ τὰ πλησιόχωρα αὐτῆς ἔπεσεν ὑπὸ Μακεδόνας. Ἀριαράθης δὲ ὁ τοῦ προβεβασιλευκότος υἱός, ἀπελπίσας κατὰ τὸ παρόν, ἀποχωρεῖ μετ᾽ ὀλίγων πρὸς τὴν Ἀρμενίαν.

Μετ᾽ οὐ πολὺν δὲ χρόνον τῶν περὶ τὸν Εὐμένη καὶ Περδίκκαν τελευτησάντων, Ἀντιγόνου δὲ καὶ Σελεύκου περισπωμένων, λαβὼν δύναμιν παρὰ τοῦ βασιλέως τῶν Ἀρμενίων Ἀρδοάτου, τὸν μὲν τῶν Μακεδόνων στρατηγὸν Ἀμύνταν ἀπέκτεινεν, ἐξέβαλε δὲ καὶ Μακεδόνας ταχέως τῆς χώρας, καὶ τὴν οἰκείαν ἀρχὴν ἀνεκτήσατο.

Τούτῳ δὲ τριῶν παίδων γενομένων παρέλαβε τὴν βασιλείαν ὁ πρεσβύτατος Ἀριάμνης· ὃς ἐπιγαμίαν πρὸς Ἀντίοχον ποιησάμενος τὸν ἐπονομασθέντα θεόν, τὴν τούτου θυγατέρα Στρατονίκην συνῴκισε τῷ πρεσβυτέρῳ τῶν υἱῶν Ἀριαράθῃ. Ὑπάρχων δὲ φιλότεκνος διαφερόντως περιέθετο τῷ παιδὶ διάδημα, καὶ συνάρχειν πάντων τῶν τῆς βασιλείας προτερημάτων ἐπ᾽ ἴσης μεταδίδωσι. Τοῦ δὲ πατρὸς τελευτήσαντος, Ἀριαράθης βασιλεύει καθ᾽ ἑαυτόν, καὶ μεταλλάσσων τὸν βίον κατέλιπε τὴν βασιλείαν Ἀριαράθῃ τῷ υἱῷ νηπίῳ παντελῶς ὄντι τὴν ἡλικίαν.

Οὗτος δὲ ἔγημε θυγατέρα τοῦ μεγάλου κληθέντος Ἀντιόχου, ὀνομαζομένην Ἀντιοχίδα, πανοῦργον μάλιστα. Ταύτην δέ, μὴ γινομένων τέκνων, ὑποβαλέσθαι δύο παῖδας ἀγνοοῦντος τοῦ ἀνδρός, Ἀριαράθην καὶ Ὁλοφέρνην.

Μετὰ δέ τινα χρόνον τῆς φύσεως ἐπιδεξαμένης ἀνελπίστως τεκεῖν αὐτὴν δύο μὲν θυγατέρας, υἱὸν δὲ ἕνα τὸν ὀνομασθέντα Μιθριδάτην. Ἐξ οὗ τοὺς ὑποβολιμαίους ἀναδιδαξαμένην τἀνδρὶ τὸν μὲν πρεσβύτερον μετὰ συμμέτρου χορηγίας εἰς Ῥώμην ἀποσταλῆναι παρασκευάσαι, τὸν δὲ νεώτερον εἰς τὴν Ἰωνίαν χάριν τοῦ μὴ διαμφισβητεῖν ὑπὲρ τῆς βασιλείας τῷ γνησίῳ.

Τοῦτον δὲ ἀνδρωθέντα καὶ Ἀριαράθην φασὶ μετονομασθῆναι, παιδείας τε Ἑλληνικῆς μετασχεῖν, καὶ κατὰ τὴν ἄλλην ἐπαινεῖσθαι ἀρετήν. Καὶ ὁ μὲν πατὴρ φιλοπάτορι ὄντι τῷ υἱῷ ἔσπευδεν ἀποδοῦναι τὴν τοῦ φιλοτέκνου σπουδήν, καὶ ἐπὶ τοσοῦτον αὐτοῖς προέβη τὰ τῆς πρὸς ἀλλήλους εὐνοίας, ὥστε ὁ μὲν πατὴρ ἐξίστασθαι τῆς ὅλης ἀρχῆς ἠγωνίζετο τῷ παιδί, ὁ δὲ ἀδύνατον ἐδείκνυ δέξασθαι αὐτὸν παρὰ γονέων ἔτι ζώντων τὴν τοιαύτην χάριτα.

Οὗτος τὸν πατέρα τοῦ πεπρωμένου καταλαβόντος διεδέξατο τὴν βασιλείαν, τήν τε ἄλλην ἀγωγὴν τοῦ βίου ἀξιολογωτάτην ἐνδεικνύμενος καὶ φιλοσοφίᾳ προσανέχων, ἐξ οὗ καὶ ἡ παρὰ τοῖς Ἕλλησιν ἀγνοουμένη πάλαι Καππαδοκία τότε τοῖς πεπαιδευμένοις ἐμβιώτερον ὑπῆρχεν. Ἀνεσώσατο δ᾽ οὗτος καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τε καὶ συμμαχίαν. Ἀλλὰ τὰ μὲν περὶ τῆς εἰς Κῦρον ἀναφορᾶς τῶν μέχρι τοῦδε τῆς Καππαδοκίας βασιλευσάντων ἐν τούτοις.

Ἐκ τοῦ αὐτοῦ. Ὅτι περὶ Λευκίου Αἰμιλίου, τοῦ Περσέα καταπολεμήσαντος, τῆς ταφῆς διερχόμενος, καὶ λαμπρὰν αὐτὴν ἐς τὰ μάλιστα γενέσθαι λέγων, ἐπάγει· «Τῶν γὰρ Ῥωμαίων οἱ ταῖς εὐγενείαις καὶ προγόνων δόξῃ διαφέροντες μετὰ τὴν τελευτὴν εἰδωλοποιοῦνται κατά τε τὴν τοῦ χαρακτῆρος ὁμοιότητα καὶ κατὰ τὴν ὅλην τοῦ σώματος περιγραφήν, μιμητὰς ἔχοντες ἐκ παντὸς τοῦ βίου παρατετηρηκότας τήν τε πορείαν καὶ τὰς κατὰ μέρος ἰδιότητας τῆς ἐμφάσεως.

Παραπλησίως δὲ καὶ τῶν προγόνων ἕκαστος προηγεῖται τοιαύτην ἔχων διασκευὴν καὶ κόσμον, ὥστε τοὺς θεωμένους διὰ τῆς ἐκ τούτων ἐμφάσεως γινώσκειν ἐφ᾽ ὅσον ἕκαστοι τιμῆς προήχθησαν καὶ μετέσχον τῶν ἐν τῇ πολιτείᾳ καλῶν».

Ὅτι τοὺς Ἴβηρας καὶ Λυσιτανοὺς ὀνομάζει. Φησὶ γὰρ ὡς Μέμμιος ἑξαπέλεκυς στρατηγὸς εἰς τὴν Ἰβηρίαν ἐξαπέσταλτο μετὰ δυνάμεως, οἱ δὲ Λυσιτανοὶ συστραφέντες πρὸς αὐτόν, καὶ λαβόντες ἀπαράσκευον ἐκ κατάπλου μάχῃ τε ἐνίκησαν καὶ τὸ πλεῖστον τοῦ στρατοῦ διέφθειραν.

Περιβοήτου δὲ γενομένης τῆς τῶν Ἰβήρων εὐημερίας οἱ μὲν Ἀρουακοὶ νομίσαντες πολὺ κρείττους εἶναι τῶν Ἰβήρων, κατεφρόνησαν τῶν πολεμίων, καὶ τὸ πλῆθος τὸ κατὰ τὴν ἐκκλησίαν διὰ ταύτην μάλιστα τὴν αἰτίαν εἵλετο τὸν πρὸς Ῥωμαίους πόλεμον.

Ἐκ τοῦ λβʹ. Ὅτι τὸ τεῖχος τῶν Καρχηδονίων τῆς πόλεώς φησιν ὕψος μὲν εἶναι πηχῶν τεσσαράκοντα, πλάτος δὲ εἰκοσιδύο· ὅμως καὶ τοιούτων ὄντων αἱ Ῥωμαίων μηχαναὶ καὶ τὰ κατὰ πόλεμον ἀνδραγαθήματα κρείττους ὤφθησαν τῆς ἐκείνων ἀσφαλείας, καὶ ἑάλω ἡ πόλις καὶ κατερειπώθη.

Ὅτι Μασανάσσης ὁ Λιβύων βεβασιλευκὼς καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τετηρηκὼς ἐνενήκοντα μὲν ἐβίω ἔτη ἐν δυνάμει, παῖδας δέκα ἐν τῷ ἀπαλλάττεσθαι καταλιπών, οὓς καὶ Ῥωμαίοις ἐπιτροπεύεσθαι παρακατέθετο· ἦν δὲ καὶ κατὰ τὴν τοῦ σώματος εὐτονίαν διαφέρων, καὶ καρτερίᾳ καὶ πόνοις συνήθης ἐκ παιδός· ὅς γε στὰς ἐν τοῖς ἴχνεσιν ὅλην τὴν ἡμέραν ἀκίνητος ἔμενε, καθεζόμενος δὲ οὐκ ἠγείρετο μέχρι νυκτὸς ἐνημερεύων ταῖς τῶν πόνων μελέταις, ἐπὶ δὲ τῶν ἵππων ἐπιμένων συνεχῶς ἡμέραν καὶ νύκτα καὶ ταῖς ἱππασίαις χρώμενος οὐκ ἐξελύετο. Σημεῖον δὲ τῆς περὶ αὐτὸν εὐεξίας τε καὶ δυνάμεως μέγιστον· ἐνενήκοντα γὰρ σχεδὸν ἔχων ἔτη υἱὸν εἶχε τετραετῆ, διαφέροντα τῇ τοῦ σώματος ῥώμῃ. Ἐν δὲ ταῖς τῶν ἀγρῶν ἐπιμελείαις τοσοῦτον διήνεγκεν, ὡς ἑκάστῳ τῶν υἱῶν ἀπολιπεῖν ἀγρὸν μυριόπλεθρον κεκοσμημένον πάσαις ταῖς κατασκευαῖς. Ἐβασίλευσε δ᾽ ἐπιφανῶς ἔτη ἑξήκοντα.

Ὅτι Νικομήδης Προυσίαν τὸν ἑαυτοῦ πατέρα καταπολεμήσας, καὶ καταφυγόντα εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνελών, παρέλαβε τὴν βασιλείαν τῆς Βιθυνίας, ἀσεβεστάτῳ φόνῳ κτησάμενος τὴν ἀρχήν. Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πολεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. Ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν Ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων δ᾽ ἐκ παιδὸς ὀρείῳ βίῳ κατέστη συνήθης σύνεργον ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν λοιπῶν μερῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν Ἰβήρων.

Συνεθίσας δὲ αὑτὸν τροφῇ μὲν ὀλίγῃ γυμνασίοις δὲ πολλοῖς χρῆσθαι, καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. Καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι᾽ ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν ἔδοξε διαφερόντως. Ἦν δὲ καὶ δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων, καὶ κατ᾽ ἀξίαν τοὺς ἀνδραγαθήσαντας ἐξῆρε τοῖς δώροις.

Προϊὼν δὲ οὐκέτι λῃστὴν ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις, καὶ πολλαῖς ἐκράτησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥωμαίων Οὐετίλιον αὐτῷ καταπολεμῆσαι στρατῷ καὶ αἰχμάλωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημερῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς αὐτὸν πολέμου κεχειροτόνητο. Ἐκεῖθεν δ᾽ ἐλαττοῦσθαι ἤρξατο ἐπ᾽ οὐκ ὀλίγον. Εἶτα ἀναλαβὼν καὶ κατευδοκιμήσας Φαβίου εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥωμαίων ἠνάγκασεν. Ἀλλ᾽ ὅ γε Καιπίων στρατηγεῖν καθ᾽ Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολλάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συνελάσας ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. Καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν στρατηγίαν Ταύταμον καὶ τοὺς μετ᾽ αὐτοῦ καταπληξάμενος, καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν.

Ἐκ τοῦ λδʹ. Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν ἐπὶ ξʹ ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. Ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησάμενοι πλούτους συνηγόραζον οἰκετῶν πλῆθος· οἷς ἐκ τῶν σωματοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ στιγμὰς τοῖς σώμασιν. Ἐχρῶντο δ᾽ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ᾽ ἄλλοις ὥς πῃ ἑκάστῳ ἡ χρεία ἐπέβαλλε. Βαρέως δ᾽ αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶντο, καὶ ἐπεμελείας παντελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. Ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων τῶν λῃστῶν.

Οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκάζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ τοῖς ἄρχουσιν ὑπῆρχον.

Πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις, καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. Συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον.

Ἦν δέ τις οἰκέτης Σύρος Ἀντιγένους Ἐνναίου τὸ γένος, ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. Αὐτὸς προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ᾽ ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξηπάτα.

Ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ μέλλοντα. Πολλῶν δ᾽ ὑπ᾽ αὐτοῦ σχεδιαζομένων, ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ᾽ οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. Τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ μέλλοντα ἀπεφοίβαζεν.

Εἰς γὰρ κάρυον ἤ τι τοιοῦτον τετρημένον ἐξ ἑκατέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῷ στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆράς ποτε δὲ φλόγα ἐξέκαεν. Οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὐτοῦ διετέλει λέγων. Εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγματος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερατείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα (τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ) καὶ διηρώτα περὶ τῆς βασιλείας, καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο τοῖς παρακεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδωροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος μνημονεύοι.

Οὐ μὴν ἀλλ᾽ ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. Ἀρχὴ δὲ τῆς ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη. Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ᾽ οὐσίαν μεγαλόψυχος, ὑπερήφανος δὲ τὸν τρόπον.

Οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις, καὶ ἡ γυνὴ δὲ Μεγαλλὶς ἀντεφιλονείκει τῷ ἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. Ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακιζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. Καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. Ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι, παραχρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. Εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου καθοπλισθέντες, εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομένου τούτοις τοῦ Εὔνου. Ταῖς δ᾽ οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, μηδ᾽ αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι, ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ᾽ ἔστιν εἰπεῖν (καὶ τότε βλεπόντων τῶν ἀνδρῶν) ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο.

Οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας.

Μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν. Ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προϋπηργμένων εἰς αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις.

Τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλμένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐνταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. Καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος, καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν.

Ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους, οὔτε δι᾽ ἀνδρείαν, οὔτε διὰ στρατηγίαν, διὰ δὲ μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν. Τῶν ὅλων δὲ τοῖς ἀποστάταις καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλησίαν, ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέβαλλεν. Ἔδωκε δὲ καὶ ταῖς θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο· καὶ αὗται κατεκρήμνισαν αἰκισαμέναι. Καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. Περιθέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς διακοσμήσας, τήν τε συμβιοῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας, συνέδρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον, καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσλαμβάνων, ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολεμῆσαι, καὶ συμπλακείς, τῷ πλήθει πολλάκις ἐκράτησεν ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους.

Ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. Καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων, ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σικελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων.

Ἡμέραι δ᾽ ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριάκοντα. Καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευκίῳ Ὑψαίῳ, ἔχοντι στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. Μετ᾽ οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον. Οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, ἔν τε Δήλῳ καὶ κατ᾽ ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ᾽ ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες καὶ τὸ ἄλλο, ὅσον ἦν ἐπὶ ἀποστάσει μετέωρον.

Κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔτανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατεκόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας, καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀποστάτας συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ᾽ ὅλως φείσασθαι· ὅτε καὶ Κομανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα ἐκ τῆς πολιορκουμένης πόλεως εἷλε.

Καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος, συμπάντων τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισάμενος κατεκρήμνισεν. Ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλπίδας.

Καὶ Κλέωνα τὸν στρατηγόν, ἐξελθόντα τῆς πόλεως καὶ ἡρωϊκῶς ἀγωνισάμενον μετ᾽ ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ᾽ ἦν ἁλώσιμος διὰ τὴν ὀχυρότητα βίᾳ χειρός.

Ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους, ἔφευγεν ἀνάνδρως εἴς τινας παρακρήμνους τόπους. Ἀλλ᾽ οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι (ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ᾽ αὐτοὺς ἤλαυνεν) ἀλλήλους τοῖς ξίφεσιν ἔφθαζον ἀπαυχενίσαντες· ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεύς, καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν, ἐξειλκύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυχαγωγεῖν αὐτόν. Καὶ παραδοθεὶς εἰς φυλακήν, καὶ τοῦ σώματος αὐτοῦ διαλυθέντος εἰς φθειρῶν πλῆθος, οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέστρεψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. Ἐντεῦθεν Ῥουπίλιος ἐπιτρέχων ὅλην τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις, θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου.

Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν.

Ἐκ τοῦ λϛʹ. Ὅτι ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐν Ῥώμῃ (καθ᾽ οὓς Μάριος μὲν τοὺς κατὰ Λιβύην βασιλεῖς Βόκχον καὶ Ἰουγούρθαν κατεπολέμησε μεγάλῃ παρατάξει, καὶ πολλὰς μὲν τῶν Λιβύων μυριάδας ἀνεῖλεν, ὕστερον δὲ καὶ αὐτὸν Ἰουγούρθαν συλληφθέντα ὑπὸ Βόκχου, ὥστε τυχεῖν συγγνώμης παρὰ Ῥωμαίων ὑπὲρ ὧν αὐτοῖς κατέστη πρὸς πόλεμον, λαβὼν ἐκεῖθεν αἰχμάλωτον εἶχε) μεγίστοις δὲ πταίσμασι τοῖς κατὰ Γαλατίαν τῶν Κίμβρων πολεμούντων Ῥωμαῖοι περιπεσόντες ἠθύμουν, κατὰ τοὺς αὐτοὺς χρόνους ἧκόν τινες ἀπὸ Σικελίας ἀπόστασιν ἀγγέλλοντες οἰκετῶν εἰς πολλὰς ἀριθμουμένων μυριάδας. Οὗ προσαγγελθέντος ἐν πολλῇ περιστάσει τὸ Ῥωμαϊκὸν ἅπαν συνεχόμενον διετέλει, ὡς ἂν στρατιωτῶν ἐπιλέκτων σχεδὸν ἑξακισμυρίων ἐν τῷ πρὸς Κίμβρους κατὰ Γαλατίαν πολέμῳ διολωλότων, καὶ ἀπόρων ὄντων εἰς ἀποστολὴν στρατιωτῶν λογάδων.

Πρὸ δὲ τῆς κατὰ τὴν Σικελίαν τῶν δούλων ἐπαναστάσεως ἐγένοντο κατὰ τὴν Ἰταλίαν πλείους ἀποστάσεις ὀλιγοχρόνιοι καὶ μικραί, καθάπερ τοῦ δαιμονίου προσημαίνοντος τὸ μέγεθος τῆς ἐσομένης κατὰ τὴν Σικελίαν ἐπαναστάσεως, πρώτη μὲν ἡ περὶ Νουκερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα ἡ περὶ τὴν Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ καταλυθέντων.

Τρίτη δὲ παράδοξος γέγονέ τις. Ἦν Τίτος Οὐέττιος, ἱππεὺς μὲν Ῥωμαίων, μεγαλοπλούτου δὲ πατρὸς παῖς. Οὗτος ἠράσθη θεραπαινίδος ἀλλοτρίας, κάλλει διαφερούσης. Συμπλακεὶς δ᾽ αὐτῇ καὶ εἰς ἔρωτα παράδοξον αὐτῆς ἐμπεσών, ἐξηγόρασεν αὐτήν, οὕτω τοῦ τε μανιώδους ἔρωτος βιαζομένου καὶ τοῦ κυρίου τῆς κόρης τὴν πρᾶσιν μόλις κατανεύσαντος, ταλάντων Ἀττικῶν ἑπτά, καὶ χρόνον ὥρισε καθ᾽ ὃν ἀποτίσει τὸ χρέος· ἐπιστεύετο δὲ διὰ τὴν πατρῴαν περιουσίαν. Ἐνστάντος δὲ τοῦ ὁρισθέντος, καὶ μὴ ἔχων ἀποδοῦναι, πάλιν ἔταξε λʹ ἡμερῶν προθεσμίαν. Ὡς δὲ καὶ ταύτης ἐπιστάσης οἱ μὲν ἀπῄτουν, ὁ δὲ οὐδὲν πλέον εἶχεν ἀνύειν, ὁ δ᾽ ἔρως ἤκμαζεν, ἐπεχείρησε πράξει παραλογωτάτῃ.

Ἐπιβουλεύει μὲν γὰρ τοὺς ἀπαιτοῦντας, ἑαυτῷ δὲ μοναρχικὴν ἐξουσίαν περιέθηκε. Συναγοράσας γὰρ πεντακοσίας πανοπλίας, καὶ χρόνον τῆς τιμῆς συντάξας καὶ πιστευθείς, λάθρᾳ πρὸς ἀγρόν τινα παρακομίσας τοὺς ἰδίους ἀνέσεισε πρὸς ἀπόστασιν οἰκέτας, τετρακοσίους ὄντας.

Εἶτα ἀναλαβὼν διάδημα καὶ περιβόλαιον πορφυροῦν καὶ ῥαβδούχους καὶ τὰ ἄλλα σύσσημα τῆς ἀρχῆς, καὶ βασιλέα αὑτὸν συνεργίᾳ τῶν δούλων ἀναδείξας, τοὺς μὲν ἀπαιτοῦντας τὴν τιμὴν τῆς κόρης ῥαβδίσας ἐπελέκισεν, ἐξοπλίσας δὲ τοὺς οἰκέτας ἐπῄει τὰς σύνεγγυς ἐπαύλεις, καὶ τοὺς μὲν προθύμως συναφισταμένους καθώπλιζε, τοὺς δ᾽ ἀντιπράττοντας ἀνῄρει. Ταχὺ δὲ συναγαγὼν στρατιώτας πλείους τῶν ἑπτακοσίων, καὶ τούτους εἰς ἑκατονταρχίας καταλέξας, ἐνεβάλλετο χάρακα καὶ τοὺς ἀφισταμένους ὑπεδέχετο.

Τῆς δ᾽ ἀποστάσεως εἰς Ῥώμην ἀπαγγελθείσης, ἡ σύγκλητος ἐμφρόνως περὶ αὐτῆς ἐβουλεύσατο καὶ κατώρθωσε. Τῶν γὰρ κατὰ πόλιν στρατηγῶν ἀπέδειξεν ἕνα πρὸς τὴν τῶν δραπετῶν σύλληψιν, Λεύκιον Λούκουλλον. Οὗτος δὲ αὐθήμερον ἐκ τῆς Ῥώμης ἐπιλέξας στρατιώτας ἑξακοσίους, εἰς τὴν Καπύην ἦλθε συναθροίσας πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους.

Ὁ δὲ Οὐέττιος τὴν ὁρμὴν τοῦ Λουκούλλου πυθόμενος, κατελάβετο λόφον καρτερόν, ἔχων τοὺς πάντας πλέον τῶν ͵γ καὶ φʹ. Καὶ τὸ μὲν πρῶτον συμβολῆς γενομένης ἐπλεονέκτησαν οἱ δραπέται, ἐκ τόπων ὑπερδεξίων μαχόμενοι· μετὰ δὲ ταῦτα τὸν μὲν στρατηγὸν τοῦ Οὐεττίου Ἀπολλώνιον διαφθείρας ὁ Λούκουλλος, καὶ τῇ δημοσίᾳ πίστει τὴν ἄφεσιν τῆς τιμωρίας βεβαιώσας, ἔπεισεν αὐτὸν προδότην γενέσθαι τῶν συναποστατῶν. Διὸ καὶ τούτου συνεργοῦντος τοῖς Ῥωμαίοις καὶ τὰς χεῖρας προσφέροντος τῷ Οὐεττίῳ, φοβηθεὶς τὴν ἐκ τῆς ἁλώσεως τιμωρίαν ἑαυτὸν ἀπέσφαξεν, αὐτίκα συναπολωλότων καὶ τῶν τῆς ἀποστάσεως κεκοινωνηκότων, πλὴν τοῦ προδόντος Ἀπολλωνίου. Καὶ ταῦτα μὲν πρὸ τῆς κατὰ Σικελίαν ὥσπερ προοιμιαζόμενα ταύτῃ μεγίστης ἀποστάσεως ἥτις ἀρχὴν ἔλαβε τοιαύτην.

Κατὰ τὴν ἐπὶ τοὺς Κίμβρους τοῦ Μαρίου στρατείαν ἔδωκεν ἡ σύγκλητος ἐξουσίαν τῷ Μαρίῳ ἐκ τῶν πέραν θαλαττῆς ἐθνῶν μεταπέμπεσθαι συμμαχίαν. Ὁ μὲν Μάριος ἐξέπεμψε πρὸς Νικομήδην τὸν τῆς Βιθυνίας βασιλέα περὶ βοηθείας· ὁ δὲ ἀπόκρισιν ἔδωκε τοὺς πλείους τῶν Βιθυνῶν ὑπὸ τῶν δημοσιωνῶν διαρπαγέντας δουλεύειν ἐν ταῖς ἐπαρχίαις. Τῆς δὲ συγκλήτου ψηφισαμένης ὅπως μηδεὶς σύμμαχος ἐλεύθερος ἐν ἐπαρχίᾳ δουλεύῃ καὶ τῆς τούτων ἐλευθερώσεως οἱ στρατηγοὶ πρόνοιαν ποιῶνται, τότε κατὰ τὴν Σικελίαν ὢν στρατηγὸς Λικίνιος Νερούας ἀκολούθως τῷ δόγματι συχνοὺς τῶν δούλων ἠλευθέρωσε, κρίσεις προθείς, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους τῶν ὀκτακοσίων τυχεῖν τῆς ἐλευθερίας. Καὶ ἦσαν πάντες οἱ κατὰ τὴν νῆσον δουλεύοντες μετέωροι πρὸς τὴν ἐλευθερίαν. Οἱ δ᾽ ἐν ἀξιώμασι συνδραμόντες παρεκάλουν τὸν στρατηγὸν ἀποστῆναι ταύτης τῆς ἐπιβολῆς. Ὁ δ᾽ εἴτε χρήμασι πεισθεὶς εἴτε χάριτι δουλεύσας τῆς μὲν τῶν κριτηρίων τούτων σπουδῆς ἀπέστη, καὶ τοὺς προσιόντας ἐπὶ τῷ τυχεῖν τῆς ἐλευθερίας ἐπιπλήττων εἰς τοὺς ἰδίους κυρίους προσέταττεν ἐπαναστρέφειν. Οἱ δὲ δοῦλοι συστραφέντες, καὶ τῶν Συρακουσῶν ἀπαλλαγέντες, καὶ καταφυγόντες εἰς τὸ τῶν Παλικῶν τέμενος, διελάλουν πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως.

Ἐκεῖθεν ἐν πολλοῖς τόποις τῆς τῶν οἰκετῶν τόλμης ἐκδήλου γινομένης, πρῶτοι τῆς ἐλευθερίας ἀντεποιήσαντο κατὰ τὴν Ἁλικυαίων χώραν ἀδελφῶν δυεῖν μεγαλοπλούτων οἰκέται τριάκοντα, ὧν ἡγεῖτο Ὀάριος ὄνομα· οἳ πρῶτον μὲν νυκτὸς κοιμωμένους τοὺς ἰδίους δεσπότας ἀπέσφαξαν, εἶτα ἐπὶ τὰς γειτνιώσας ἐπαύλεις παρελθόντες παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν τοὺς δούλους· καὶ ἐν αὐτῇ τῇ νυκτὶ συνέδραμον πλείους τῶν ρκʹ. Καὶ καταλαβόμενοι χωρίον φύσει ὀχυρόν, τοῦτο μᾶλλον ἐπωχύρωσαν, προσδεξάμενοι καὶ ἑτέρους δούλους ὡπλισμένους πʹ.

Ὁ δὲ στρατηγὸς τῆς ἐπαρχίας Λικίνιος Νερούας κατὰ τάχος αὐτοῖς ἐπελθὼν καὶ πολιορκῶν ἄπρακτον ἔσχε τὴν σπουδήν. Ἐπεὶ δὲ βίᾳ ἀνάλωτον τὸ φρούριον ἑώρα, ἐπὶ τὴν προδοσίαν ὁρᾷ, καὶ σωτηρίας ὑποσχέσεσι Γάϊον Τιτίνιον ἐπικαλούμενον Γαδαῖον ἀναπείσας (ἦν δ᾽ οὗτος πρὸ δυεῖν ἐτῶν καταδικασθεὶς μὲν θανάτῳ, τὴν τιμωρίαν δ᾽ ἐκφυγὼν καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν ἐλευθέρων κατὰ λῃστείαν ἀναιρῶν, οὐδένα δὲ τῶν οἰκετῶν παραλυπῶν) εἶχεν ὑπηρέτην τοῦ σκοποῦ. Οὗτος ἔχων αὑτῷ πιστοὺς οἰκέτας ἱκανοὺς πρόσεισι τῷ φρουρίῳ τῶν ἀποστατῶν ὡς δὴ συμμεθέξων τοῦ κατὰ Ῥωμαίων πολέμου· εὐμενῶς δὲ καὶ φιλοφρόνως προσδεχθεὶς ᾑρέθη διὰ τὴν ἀνδρείαν καὶ στρατηγός, καὶ προὔδωκε τὸ φρούριον. Τῶν δ᾽ ἀποστατῶν οἱ μὲν μαχόμενοι κατεκόπησαν, οἱ δὲ τὴν ἀπὸ τῆς ἁλώσεως δεδιότες τιμωρίαν ἑαυτοὺς κατεκρήμνισαν. Ἡ μὲν οὖν πρώτη τῶν δραπετῶν στάσις κατελύθη τὸν εἰρημένον τρόπον.

Τῶν δὲ στρατιωτῶν πρὸς τὰ οἰκεῖα ἤθη ἀπολυθέντων, ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πόπλιον Κλόνιον, γενόμενον ἱππέα Ῥωμαίων, ἐπαναστάντες οἱ δοῦλοι κατέσφαξαν ὀγδοήκοντα ὄντες, καὶ ὅτι πλῆθος ἀγείρουσι. Καὶ ὁ μὲν στρατηγὸς ἑτέρων βουλαῖς παρακρουσθείς, ἤδη καὶ τῶν πλείστων στρατιωτῶν ἀπολελυμένων, καιρὸν παρεῖχε διὰ τῆς ἀναβολῆς τοῖς ἀποστάταις βέλτιον αὑτοὺς ἀσφαλίσασθαι. Προῆγε δὲ μετὰ τῶν ἐνόντων στρατιωτῶν, καὶ διαβὰς τὸν Ἄλβαν ποταμὸν παρῆλθε τοὺς ἀποστάτας διατρίβοντας ἐν ὄρει καλουμένῳ Καπριανῷ, καὶ κατήντησεν εἰς πόλιν Ἡράκλειαν. Ἐκ γοῦν τοῦ μὴ προσβαλεῖν αὐτοῖς τὸν στρατηγὸν ἀτολμίαν αὐτοῦ διαφημίσαντες συχνοὺς ἀνέσειον τῶν οἰκετῶν. Καὶ πολλῶν συρρεόντων καὶ τὸν δυνατὸν τρόπον εἰς μάχην παρασκευαζομένων, ἐν ἑπτὰ ταῖς πρώταις ἡμέραις καθωπλίσθησαν πλείους τῶν ὀκτακοσίων, ἐφεξῆς δ᾽ ἐγένοντο τῶν δισχιλίων οὐκ ἐλάττους· πυθόμενος δ᾽ ἐν Ἡρακλείᾳ τὴν αὔξησιν αὐτῶν ὁ στρατηγὸς ἡγεμόνα προεχειρίσατο Μάρκον Τιτίνιον, δοὺς αὐτῷ στρατιώτας τοὺς ἐκ τῆς Ἔννης φρουροὺς ἑξακοσίους. Οὗτος δὲ μάχῃ προσβαλὼν τοῖς ἀποστάταις, ἐπεὶ καὶ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ἐπλεονέκτουν ἐκεῖνοι, ἐτράπη σὺν τοῖς περὶ αὐτόν, πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ λοιπῶν ῥιψάντων τὰ ὅπλα καὶ φυγῇ μόλις διασωθέντων.

Καὶ οἱ ἀποστάται ὅπλων τε εὐπορήσαντες τοσούτων ἀθρόον καὶ νίκης, θρασύτερον εἴχοντο τῶν ἔργων, καὶ πάντες τῶν δούλων ἐμετεωρίζοντο πρὸς ἀπόστασιν. Καὶ πολλῶν καθ᾽ ἡμέραν ἀφισταμένων σύντομον καὶ παράδοξον ἐλάμβανον αὔξησιν, ὡς ἐν ὀλίγαις ἡμέραις πλείους γενέσθαι τῶν ἑξακισχιλίων, ὅτε δὴ καὶ εἰς ἐκκλησίαν συνελθόντες καὶ βουλῆς προτεθείσης, πρῶτον μὲν εἵλαντο βασιλέα τὸν ὀνομαζόμενον Σαλούϊον δοκοῦντα τῆς ἱεροσκοπίας ἔμπειρον εἶναι καὶ ταῖς γυναικείαις θέαις αὐλομανοῦντα.

Οὗτος βασιλεύσας τὰς μὲν πόλεις ἀργίας καὶ τρυφῆς νομίζων ἐξέκλινεν, εἰς τρία δὲ μερίσας τοὺς ἀποστάτας, καὶ ἴσους ἡγεμόνας ἐγκαταστήσας ταῖς μερίσι, προσέταξεν ἐπιέναι τὴν χώραν καὶ πρὸς ἕνα τόπον καὶ καιρὸν ἅπαντας ἀπαντᾶν. Διὸ πολλῶν ἐκ τῆς ἐπελασίας ἄλλων τε ζῴων καὶ ἵππων εὐπορήσαντες, ἐν ὀλίγῳ χρόνῳ κατεσκευάσθησαν ἱππεῖς μὲν πλείους τῶν δισχιλίων, πεζοὶ δὲ οὐκ ἐλάττους τῶν δισμυρίων, ἠδὴ καὶ γυμνασίαις πολεμικαῖς ἐνδιαπρέποντες. Προσπεσόντες οὖν ἄφνω πόλει ὀχυρᾷ Μοργαντίνῃ προσβολὰς ἐνεργεῖς καὶ συνεχεῖς ἐποιοῦντο.

Ὁ δὲ στρατηγὸς ὡς βοηθήσων τῇ πόλει ἐπελθών, νυκτοπορίᾳ χρησάμενος, ἔχων μεθ᾽ ἑαυτοῦ Ἰταλιώτας τε καὶ ἐκ Σικελίας σχεδὸν στρατιώτας μυρίους, κατέλαβε τοὺς ἀποστάτας ἀσχολουμένους περὶ τὴν πολιορκίαν, καὶ ἐπιθέμενος αὐτῶν τῇ παρεμβολῇ, καὶ εὑρὼν ὀλίγους μὲν τοὺς φυλάττοντας, πλῆθος δὲ γυναικῶν αἰχμαλώτων καὶ λείας ἄλλης παντοδαποῦς, ῥᾳδίως ἐξεῖλε τὴν στρατοπεδείαν. Καὶ ταύτην μὲν διήρπασεν, ἐπὶ δὲ τὴν Μοργαντίνην ἦγεν. Οἱ δ᾽ ἀποστάται ἐξαίφνης ἀντεπιθέμενοι καὶ ὑπερδέξιον τὴν τάξιν ἔχοντες, βιαίως τε ἐπιρράξαντες εὐθὺς ἐπὶ προτερήματος ἦσαν. Οἱ δὲ τοῦ στρατηγοῦ ἐτράπησαν πρὸς φυγήν.

Τοῦ δὲ βασιλέως τῶν ἀποστατῶν κήρυγμα ποιησαμένου μηδένα κτείνειν τῶν τὰ ὅπλα ῥιπτόντων, οἱ πλεῖστοι ῥίπτοντες ἔφευγον. Καὶ τούτῳ τῷ τρόπῳ καταστρατηγήσας τοὺς πολεμίους ὁ Σαλούϊος τήν τε παρεμβολὴν ἀνεκτήσατο, καὶ περιβόητον νίκην ἀπενεγκάμενος πολλῶν ὅπλων ἐκυρίευσεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ τῶν Ἰταλιωτῶν τε καὶ Σικελῶν οὐ πλείους ἑξακοσίων διὰ τὴν τοῦ κηρύγματος φιλανθρωπίαν, ἑάλωσαν δὲ περὶ τετρακισχιλίους.

Ὁ δὲ Σαλούϊος, πολλῶν πρὸς αὐτὸν ἀπὸ τοῦ κατορθώματος συρρεόντων, διπλασιάσας τὴν ἰδίαν δύναμιν, ἐκράτει τῶν ὑπαίθρων, καὶ πολιορκεῖν πάλιν ἐπεχείρει τὴν Μοργαντῖναν, κηρύγματι δοὺς τοῖς ἐν αὐτῇ δούλοις τὴν ἐλευθερίαν. Τῶν δὲ κυρίων ἀντιπροτεινόντων αὐτοῖς ταύτην, εἰ σφίσι συναγωνίσαιντο, εἵλοντο μᾶλλον τὴν ἀπὸ τῶν κυρίων, καὶ προθύμως ἀγωνισάμενοι ἀπετρίψαντο τὴν πολιορκίαν.

Ὁ δὲ στρατηγὸς μετὰ ταῦτα τὴν ἐλευθερίαν ἀνατρέψας αὐτομολῆσαι τοὺς πλείστους παρεσκεύασε τοῖς ἀποστάταις. Περὶ δὲ τὴν Αἰγεσταίων καὶ Λιλυβαϊτῶν χώραν, ἔτι δὲ τῶν ἄλλων τῶν πλησιοχώρων, ἐνόσει πρὸς ἀπόστασιν τὰ πλήθη τῶν οἰκετῶν. Γίνεται δὲ τούτων ἀρχηγὸς Ἀθηνίων ὄνομα, ἀνὴρ ἀνδρείᾳ διαφέρων, Κίλιξ τὸ γένος. Οὗτος οἰκονόμος ὢν δυοῖν ἀδελφῶν μεγαλοπλούτων, καὶ τῆς ἀστρομαντικῆς πολλὴν ἔχων ἐμπειρίαν, ἔπεισε τῶν οἰκετῶν πρῶτον μὲν τοὺς ὑφ᾽ ἑαυτὸν τεταγμένους, περὶ διακοσίους ὄντας, ἔπειτα τοὺς γειτνιῶντας, ὥστε ἐν πέντε ἡμέραις συναχθῆναι πλείους τῶν χιλίων.

Ὑπὸ δὲ τούτων αἱρεθεὶς βασιλεὺς καὶ διάδημα περιθέμενος, ἐναντίαν τοῖς ἄλλοις ἅπασιν ἀποστάταις τὴν διάθεσιν ἐποιεῖτο. Οὐ γὰρ προσεδέχετο πάντας τοὺς ἀφισταμένους, ἀλλὰ τοὺς ἀρίστους ποιούμενος στρατιώτας, τοὺς ἄλλους ἠνάγκαζε μένοντας ἐπὶ τῶν προγεγενημένων ἐργασιῶν ἐπιμελεῖσθαι τῆς ἰδίας ἕκαστον οἰκονομίας καὶ τάξεως, ἐξ ὧν καὶ τροφὰς ἀφθόνους τῶν στρατιωτῶν ἐχορηγεῖτο.

Προσεποιεῖτο δὲ τοὺς θεοὺς αὐτῷ διὰ τῶν ἄστρων προσημαίνειν ὡς ἔσοιτο τῆς Σικελίας συμπάσης βασιλεύς· διὸ δεῖν αὐτῆς τε τῆς χώρας καὶ τῶν ἐν αὐτῇ ζῴων τε καὶ καρπῶν ὡς ἰδίων φείδεσθαι. Τέλος, ἀθροίσας ὑπὲρ τοὺς μυρίους ἐτόλμησε πόλιν ἀπόρθητον τὸ Λιλύβαιον πολιορκεῖν. Μηδὲν δὲ ἀνύων, μετανίστατο αὐτῆς, εἰπὼν αὐτῷ τοὺς θεοὺς τοῦτο ἐπιτάττειν· ἐπιμένοντας γὰρ τῇ πολιορκίᾳ δυστυχήματος πειραθῆναι. Παρασκευαζομένου δὲ αὐτοῦ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν κατέπλευσάν τινες ἐν ταῖς ναυσὶ κομίζοντες ἐπιλέκτους Μαυρουσίους, οἳ ἐπὶ βοήθειαν ἦσαν ἀπεσταλμένοι τοῖς Λιλυβαΐταις, ἔχοντες ἡγούμενον ὃς ὠνομάζετο Γόμων. Οὗτος σὺν τοῖς ἁμ᾽ αὐτῷ κατὰ νύκτα καὶ ἀνελπίστως ἐπιθέμενος τοὺς περὶ Ἀθηνίωνα ὁδοιποροῦντας, πολλοὺς καταβαλόντες, οὐκ ὀλίγους δὲ τραυματίσαντες εἰς τὴν πόλιν ἐπανῆλθον.

Διόπερ οἱ ἀποστάται τὴν ἐκ τῆς ἀστρομαντείας πρόρρησιν ἐθαύμαζον. Εἶχε δὲ τὴν Σικελίαν πᾶσαν σύγχυσις καὶ κακῶν Ἰλιάς. Οὐ γὰρ οἱ δοῦλοι μόνον ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ ἄποροι πᾶσαν ἁρπαγὴν καὶ παρανομίαν ἐργαζόμενοι, καὶ τοὺς περιτυγχάνοντας δούλους τε καὶ ἐλευθέρους, ὅπως μηδεὶς ἀπαγγέλλοι τὴν περὶ αὐτοὺς ἀπόνοιαν, ἐφόνευον ἀναιδῶς. Διὸ καὶ πάντες οἱ κατὰ τὰς πόλεις ὑπελάμβανον τὰ μὲν ἐντὸς τειχῶν μόλις εἶναι ἴδια, τὰ δ᾽ ἐκτὸς ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρασίας· καὶ ἄλλα δὲ πολλὰ πολλοῖς ἄτοπα κατὰ τὴν Σικελίαν ἐτολμᾶτο.

Ὁ δὲ τὴν Μοργαντίνην πολιορκήσας Σαλούϊος, ἐπιδραμὼν τὴν χώραν μέχρι τοῦ Λεοντίνου πεδίου, ἤθροισεν αὑτοῦ τὸ σύμπαν στράτευμα, ἐπιλέκτους ἄνδρας οὐκ ἐλάττους τῶν τρισμυρίων, καὶ θύσας τοῖς Παλικοῖς ἥρωσι τούτοις μὲν ἀνέθηκε μίαν τῶν ἁλουργῶν περιπορφύρων στολὴν χαριστήρια τῆς νίκης, αὐτὸς δὲ ἀναγορεύσας ἑαυτὸν βασιλέα, Τρύφων μὲν ὑπὸ τῶν ἀποστατῶν προσηγορεύετο, διανοούμενος δὲ τὰ Τριόκαλα καταλαβέσθαι καὶ κατασκευάσαι βασίλεια, πέμπει καὶ πρὸς Ἀθηνίωνα, μεταπεμπόμενος αὐτὸν ὡς στρατηγὸν βασιλεύς.

Πάντες μὲν οὖν ὑπελάμβανον τὸν Ἀθηνίωνα τῶν πρωτείων ἀντιποιήσεσθαι, καὶ διὰ τὴν στάσιν τῶν ἀποστατῶν ῥᾳδίως καταλυθήσεσθαι τὸν πόλεμον· ἡ δὲ τύχη καθάπερ ἐπίτηδες αὔξουσα τὰς τῶν δραπετῶν δυνάμεις, ὁμονοῆσαι τοὺς τούτων ἡγεμόνας ἐποίησεν.

Ἧκε μὲν γὰρ συντόμως μετὰ τῆς δυνάμεως ἐπὶ τὰ Τριόκαλα ὁ Τρύφων, ἧκε δὲ καὶ Ἀθηνίων μετὰ τρισχιλίων, ὑπακούων ὡς στρατηγὸς βασιλεῖ τῷ Τρύφωνι, τὴν ἄλλην αὐτοῦ δύναμιν κατατρέχειν τὴν χώραν καὶ ἀνασείειν πρὸς ἀπόστασιν τοὺς οἰκέτας ἀπεσταλκώς.

Μετὰ δὲ ταῦτα ὑπονοήσας ὁ Τρύφων τὸν Ἀθηνίωνα ἐπιθήσεσθαι ἐν καιρῷ παρέδωκεν εἰς φυλακήν. Τὸ δὲ φρούριον ὀχυρώτατον ὂν κατεσκεύαζε πολυτελέσι κατασκευαῖς καὶ ἐπὶ μᾶλλον ὠχύρου. Τριόκαλα δὲ αὐτό φησιν ὠνομάσθαι διὰ τὸ τρία καλὰ ἔχειν, πρῶτον μὲν ναματιαίων ὑδάτων πλῆθος, διαφόρων τῇ γλυκύτητι, δεύτερον παρακειμένην χώραν ἀμπελόφυτόν τε καὶ ἐλαιόφυτον καὶ γεωργεῖσθαι δυναμένην θαυμαστῶς, τρίτον ὑπερβάλλουσαν ὀχυρότητα, ὡς ἂν οὔσης μεγάλης πέτρας ἀναλώτου· ἣν καὶ περιβόλῳ πόλεως σταδίων ὀκτὼ προσπεριβαλὼν καὶ ταφρεύσας βαθείᾳ τάφρῳ, βασιλείοις ἐχρῆτο, πάσῃ ἀφθονίᾳ τῶν κατὰ τὸν βίον ἁπάντων πεπληρωμένην. Κατεσκεύασε δὲ καὶ βασιλικὴν οἰκίαν καὶ ἀγορὰν δυναμένην δέξασθαι πλῆθος ἀνθρώπων.

Ἐξελέξατο δὲ καὶ τῶν φρονήσει διαφερόντων ἀνδρῶν τοὺς ἱκανούς, οὓς ἀποδείξας συμβούλους ἐχρῆτο συνέδροις αὐτοῖς· τήβεννάν τε περιπόρφυρον περιεβάλλετο καὶ πλατύσημον ἔδυ χιτῶνα κατὰ τοὺς χρηματισμούς, καὶ ῥαβδούχους εἶχε μετὰ πελέκεων τοὺς προηγουμένους, καὶ τἄλλα πάντα ὅσα ποιοῦσί τε καὶ ἐπικοσμοῦσιν ἐπετήδευε βασιλείαν.

Προχειρίζεται δὲ κατὰ τῶν ἀποστατῶν ἡ σύγκλητος τῶν Ῥωμαίων Λεύκιον Λικίνιον Λούκουλλον, ἔχοντα στρατιώτας μυρίους μὲν καὶ τετρακισχιλίους Ῥωμαίους καὶ Ἰταλούς, Βιθυνοὺς δὲ καὶ Θετταλοὺς καὶ Ἀκαρνᾶνας ὀκτακοσίους, ἐκ δὲ τῆς Λευκανίας ἑξακοσίους ὧν ἡγεῖτο Κλέπτιος, ἀνὴρ στρατηγικὸς καὶ ἐν ἀνδρείᾳ περιβόητος, ἔτι δὲ καὶ ἑτέρους ἑξακοσίους, ὡς γενέσθαι σύμπαντας ἑξακισχιλίους καὶ μυρίους, οὓς ἔχων κατέλαβε τὴν Σικελίαν.

Ὁ δὲ Τρύφων ἀπολύσας Ἀθηνίωνα τῆς αἰτίας ἐβουλεύετο περὶ τοῦ πρὸς Ῥωμαίους πολέμου. Καὶ τῷ μὲν ἤρεσκεν ἐν τοῖς Τριοκάλοις ἀγωνίζεσθαι, Ἀθηνίων δὲ συνεβούλευε μὴ συγκλείειν ἑαυτοὺς εἰς πολιορκίαν, ἀλλ᾽ ἐν ὑπαίθρῳ διαγωνίζεσθαι. Κρατησάσης δὲ ταύτης τῆς βουλῆς κατεστρατοπέδευσαν πλησίον Σκιρθαίας, ὄντες οὐκ ἐλάττους τῶν τετρακισμυρίων· ἀπεῖχε δ᾽ αὐτῶν ἡ Ῥωμαίων παρεμβολὴ στάδια δώδεκα.

Τὸ μὲν οὖν πρῶτον ἐγίνοντο συνεχεῖς ἀκροβολισμοί· εἶτα παραταξαμένων ἑκατέρων, καὶ τῆς μάχης ὧδε κἀκεῖσε ῥεπούσης, καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, ὁ μὲν Ἀθηνίων ἔχων συναγωνιζομένους διακοσίους ἱππεῖς ἐπικρατῶν πάντα τὸν περὶ αὑτὸν τόπον νεκρῶν ἐπλήρωσε, τρωθεὶς δὲ εἰς ἀμφότερα τὰ γόνατα καὶ τρίτην λαβὼν ἄχρηστος ἐγένετο πρὸς τὴν μάχην, ἐξ οὗ οἱ δραπέται ταῖς ψυχαῖς πεσόντες πρὸς φυγὴν ἐτράπησαν. Ὁ δὲ Ἀθηνίων ὡς νεκρὸς ὢν ἔλαθε, καὶ προσποιηθεὶς τετελευτηκέναι τῆς νυκτὸς ἐπιλαβούσης διεσώθη. Ἐπεκράτησαν δὲ λαμπρῶς οἱ Ῥωμαῖοι, φυγόντων καὶ τῶν μετὰ Τρύφωνος καὶ αὐτοῦ ἐκείνου· καὶ πολλῶν κατὰ τὴν φυγὴν κοπέντων τέλος οὐκ ἐλάττους τῶν δισμυρίων ἀνῃρέθησαν.

Οἱ δὲ λοιποὶ τῆς νυκτὸς συνεργούσης διέφυγον εἰς τὰ Τριόκαλα. Καίτοι ῥᾷον ἦν ἐπιδιώξαντι τῷ στρατηγῷ καὶ τούτους ἀνελεῖν. Ἐπὶ τοσοῦτον δ᾽ ἐτεταπείνωτο τὸ οἰκετικόν, ὥστε καὶ ἐβουλεύσαντο ἐπὶ τοὺς κυρίους ἐπαναδραμεῖν καὶ σφᾶς αὐτοῖς ἐγχειρίσαι· πλὴν ἐπεκράτησεν ἡ γνώμη τῶν μέχρι τελευτῆς ὑποθεμένων ἀγωνίσασθαι καὶ μὴ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπροδοῦναι. Μετὰ δ᾽ ἐνάτην ἡμέραν ὁ στρατηγὸς ἧκε πολιορκήσων τὰ Τριόκαλα καὶ τὰ μὲν ἀναιρῶν τὰ δὲ ἀναιρούμενος, ἔλαττον ἔχων ἀπηλλάγη, καὶ οἱ ἀποστάται αὖθις ἐφρονηματίζοντο.

Ἤνυε δὲ τῶν δεόντων ὁ στρατηγός, εἴτε διὰ ῥᾳστώνην εἴτε διὰ δωροδοκίαν οὐδὲν, ἀνθ᾽ ὧν καὶ δίκην ὕστερον κριθεὶς Ῥωμαίοις ἔδωκε. Γάϊος δὲ Σερουΐλιος καταπεμφθεὶς στρατηγὸς διάδοχος Λουκούλλου οὐδ᾽ αὐτός τι ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ὁμοίως Λουκούλλῳ ὕστερον φυγῇ κατεδικάσθη.

Τελευτήσαντος δὲ Τρύφωνος διάδοχος τῆς ἀρχῆς ὁ Ἀθηνίων καθίσταται, καὶ τοῦτο μὲν πόλεις ἐπολιόρκει, τοῦτο δὲ πᾶσαν τὴν χώραν ἀδεῶς κατέτρεχε, καὶ πολλῶν ἐκυρίευσε, τοῦ Σερουϊλίου μηδὲν ἀντιπράττοντος.

Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διελθόντος ὕπατος ἐν Ῥώμῃ Γάϊος Μάριος ᾑρέθη τὸ πέμπτον καὶ Γάϊος Ἀκύλλιος· ὧν ὁ Ἀκύλλιος στρατηγὸς κατὰ τῶν ἀποστατῶν σταλείς, διὰ τῆς ἰδίας ἀνδρείας ἐπιφανεῖ μάχῃ τοὺς ἀποστάτας ἐνίκησε. Καὶ πρὸς αὐτὸν δὲ τὸν βασιλέα τῶν ἀποστατῶν Ἀθηνίωνα συμβαλὼν ἡρωϊκὸν ἀγῶνα συνεστήσατο.

Καὶ τοῦτον μὲν ἀνεῖλεν, αὐτὸς δὲ εἰς τὴν κεφαλὴν τρωθεὶς ἐθεραπεύθη. Καὶ στρατεύει ἐπὶ τοὺς ὑπολειπομένους τῶν ἀποστατῶν ὄντας μυρίους. Οὐχ ὑπομεινάντων δὲ τὴν ἔφοδον ἀλλ᾽ εἰς τὰ ὀχυρώματα καταφυγόντων, ὅμως Ἀκύλλιος οὐκ ἐνεδίδου πάντα πράττων, ἕως αὐτοὺς ἐκπολιορκήσας ἐχειρώσατο. Ἔτι δ᾽ ὑπολειπομένων χιλίων, καὶ στρατηγὸν ἐχόντων τὸν Σάτυρον, τὸ μὲν πρῶτον ἐπεβάλετο διὰ τῶν ὅπλων αὐτοὺς χειρώσασθαι, μετὰ δὲ ταῦτα διαπρεσβευόντων καὶ παραδόντων ἑαυτούς, τῆς μὲν παραυτίκα τιμωρίας ἀπέλυσεν, ἀπαγαγὼν δὲ εἰς τὴν Ῥώμην θηριομάχας αὐτοὺς ἐποίησε.

Τοὺς δέ φασί τινες ἐπιφανεστάτην ποιήσασθαι τοῦ βίου καταστροφήν· τῆς μὲν γὰρ πρὸς τὰ θήρια μάχης ἀποστῆναι, ἀλλήλους δὲ ἐπὶ τῶν δημοσίων βωμῶν κατασφάξαι, καὶ τὸν τελευταῖον αὐτὸν τὸν Σάτυρον ἀνελόντα, τοῦτον δ᾽ ἐπὶ πᾶσιν αὐτοχειρίᾳ ἡρωϊκῶς καταστρέψαι.

Ὁ μὲν οὖν κατὰ Σικελίαν τῶν οἰκετῶν πόλεμος, διαμείνας ἔτη σχεδόν που τέτταρα, τραγικὴν ἔσχε τὴν καταστροφήν. Ὅτι Βαττάκης τις ὄνομα ἧκε, φησίν, ἐκ Πισινοῦντος τῆς Φρυγίας, ἱερεὺς ὑπάρχων τῆς μεγάλης τῶν θεῶν μητρός. Οὗτος κατὰ πρόσταγμα τῆς θεοῦ παρεῖναι φήσας τοῖς ἄρχουσιν ἐνέτυχε καὶ τῇ συγκλήτῳ, λέγων τὸ ἱερὸν τῆς θεοῦ μεμιάνθαι καὶ δεῖν αὐτῇ δημοσίᾳ καθαρμοὺς ἐπὶ τῆς Ῥώμης συντελεσθῆναι.

Ἐφόρει δὲ ἐσθῆτα καὶ τὴν περὶ τὸ σῶμα ἄλλην κατασκευὴν ἐξηλλαγμένην καὶ ὑπὸ τῶν Ῥωμαίων ἐθῶν οὐκ ἐπιχωρουμένην· χρυσοῦν τε γὰρ στέφανον εἶχεν ὑπερμεγέθη καὶ στολὴν ἀνθίνην διάχρυσον, βασιλικὴν ἀξίαν ἐπιφαίνουσαν.

Ποιησάμενος δὲ λόγους ἐπὶ τῶν ἐμβόλων ἐν τῷ δήμῳ, καὶ τὸ πλῆθος εἰς δεισιδαιμονίαν ἐμβαλών, καταλύματος μὲν δημοσίου καὶ ξενίων ἠξιώθη, τὸν δὲ στέφανον ἐκωλύθη φορεῖν ὑφ᾽ ἑνὸς τῶν δημάρχων Αὔλου Πομπηΐου.

Διά τινος δ᾽ ἑτέρου δημάρχου προαχθεὶς ἐπὶ τὰ ἔμβολα, καὶ περὶ τῆς εἰς τὸ ἱερὸν ἁγνείας ἐπερωτώμενος, ἀποκρίσεις ἐποιεῖτο δεισιδαιμονίαν περιεχούσας. Καταστασιασθεὶς δὲ ὑπὸ τοῦ Πομπηΐου, καὶ μεθ᾽ ὕβρεως ἀπαλλαγεὶς ἐπὶ τὴν κατάλυσιν, οὐκέτι προεπορεύετο, λέγων μὴ μόνον ἑαυτὸν ἀσεβῶς προπεπηλακίσθαι, ἀλλὰ καὶ τὴν θεόν. Ὁ δὲ Πομπήϊος παραχρῆμα μὲν λάβρῳ πυρετῷ συνεσχέθη, μετὰ δὲ ταῦτα ἄφωνος γενόμενος καὶ καταληφθεὶς κυναγχικῷ πάθει τριταῖος κατέστρεψε τὸν βίον, παρὰ τοῖς πολλοῖς ὑποληφθεὶς θείᾳ τινὶ προνοίᾳ, ἀνθ᾽ ὧν εἰς τὸν ἱερέα καὶ τὴν θεὸν ἐπλημμέλησε, τοῦ ζῆν ἐστερῆσθαι· σφόδρα γὰρ Ῥωμαῖοι δεισιδαιμονοῦσι.

Διόπερ ὁ Βαττάκης λαβὼν τὴν συγχώρησιν τῆς κατὰ τὴν ἱερὰν στολὴν κατασκευῆς, καὶ τιμηθεὶς ἀξιολόγοις ξενίοις ὑπὸ πολλῶν, ἀνδρῶν τε καὶ γυναικῶν, προεπέμφθη τὴν ἐκ τῆς Ῥώμης ἐπάνοδον ποιούμενος. Ὅτι ἔθος ἦν τοῖς Ῥωμαίων στρατιώταις, ἡνίκα ὁ στρατηγὸς αὐτῶν σὺν αὐτοῖς μάχῃ πρός τινας τῶν πολεμίων συμπλακεὶς ὑπὲρ τοὺς ἑξακισχιλίους τῶν ἐχθρῶν ἐφαίνετο ἀνελών, ἰμπεράτορα αὐτὸν ἀναγορεύειν καὶ ἀποκαλεῖν, ὅ ἐστι βασιλέα.

Ἐκ τοῦ λζʹ καὶ ηʹ καὶ τῶν ἐφεξῆς. Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγεγονότων ἀποφαίνεται. Ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰταλοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. Αἰτίαν δὲ πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρατοῦς, δι᾽ ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον τρυφῆς καὶ ἀκολασίας. Ἐκ γὰρ τῆς διαφθορᾶς ταύτης στασιασάντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα ἐκείνης ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικουρῆσαι, καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολιτείας μεταδοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· Ὀλυμπιὰς δ᾽ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα.

Ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώσεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, ταλαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου πλήθους ἑκατέρωθεν πεσόντος, ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος. Ἐπολέμουν δὲ Ῥωμαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νωλανοὶ καὶ ἕτεραι πόλεις καὶ ἔθνη· ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς Ἰταλιώταις τὸ Κορφίνιον ἦν ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ πρὸς πόλεμον ἀφθόνως ἅπαντα, καὶ χρημάτων πλῆθος, καὶ τροφῆς δαψιλῆ χορηγίαν. Συνεστήσαντο δὲ καὶ σύγκλητον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πατρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προβουλεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας. Καὶ τούτοις ἐπέτρεψαν τὰ κατὰ τὸν πόλεμον διοικεῖν, αὐτοκράτορας ποιήσαντες τοὺς συνέδρους. Οὗτοι δὲ ἐνομοθέτησαν δύο μὲν ὑπάτους κατ᾽ ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς. Καὶ κατεστάθησαν ὕπατοι μὲν Κόϊντος Πομπαΐδιος Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάϊος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ πράξεσι τοῦ ἔθνους προέχων.

Τὴν δ᾽ ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας ταύτας καὶ μερίδας ἀπέδειξαν, καὶ τῷ μὲν Πομπαϊδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατικῆς θαλάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, καὶ στρατηγοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰταλίας, τὴν πρὸς ἕω καὶ μεσημβρίαν νεύουσαν, προσώρισαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύξαντες ἕξ.

Οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαϊκῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονομάσαντες· καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήϊος ὕπατος αἱρεθεὶς καὶ στρατηγὸς τοῦ πολέμου, καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι, ἐπιφανεστάταις μάχαις τοὺς Ἰταλιώτας οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις νικήσαντες, τὰ πράγματα αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν.

Ἐπολέμησαν δ᾽ οὖν καὶ ἔτι· ἀλλὰ Γαίου Κοσκονίου σταλέντος εἰς Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττήθησαν. Εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέντες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορφίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις. Εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν πέντε στρατηγοὺς αὑτοῖς ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοΐντῳ Πομπαϊδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν.

Οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατεσκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν προὐπαρχόντων περὶ τρισμυρίους γενέσθαι. Χωρὶς δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας, συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους. Συμβαλὼν δὲ Ῥωμαίοις Μαμέρκου στρατηγοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ᾽ οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει.

Καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενουσίαν πόλιν ἀξιόλογον καὶ στρατιώτας πολλοὺς ἔχουσαν ἐξεπολιόρκησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων αἰχμαλώτους εἷλεν. Ἐπικρατούντων δ᾽ ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως ἂν συναφθέντων τὸ Ῥωμαϊκὸν καταβληθήσεσθαι κράτος. Ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν, ἐπειδὰν αὑτῷ καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. Διὸ παντελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοιποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι διατρίβοντες ἐν τῇ Νώλᾳ καὶ πρός γε τούτοις οἱ περὶ Λαμπώνιον καὶ Κλεπίτιον ἔχοντες λείψανα τῶν Λευκανῶν.

Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου πάλιν αἱ προγεγενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, ἀντιποιουμένων πολλῶν ἐνδόξων τὸ τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατηγίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάϊός τε γὰρ Ἰούλιος καὶ Γάϊος Μάριος ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμεριζόμενον ταῖς γνώμαις.

Συνέβησαν δὲ καὶ ἕτεραι ταραχαί. Ὁ μέντοι Σύλλας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολλοὺς τῶν πλησιοχώρων καταπληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. Τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυλίοις περισπωμένης, Μάρκος Ἀπώνιος καὶ Τιβέριος Κλεπίτιος, ἔτι δὲ Πομπήϊος, οἱ τῶν ὑπολοίπων Ἰταλιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Ἰσίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δὲ ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες, τῇ λοιπῇ τὸ Ῥήγιον ἰσχυρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον νήσων. Ἀλλ᾽ ὁ ταύτης στρατηγὸς Γάϊος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμενος, καὶ καταπληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς Ῥηγίνους. Εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ, οἱ δὲ Μαρίῳ συνεμάχησαν.

Καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ᾽ ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. Καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. Ὅτι μεγάλη στάσις ἐμφύλιος ἤδη διαλυομένου τοῦ Μαρσικοῦ γέγονε πολέμου, ἧς ἡγοῦντο Σύλλας καὶ Γάϊος Μάριος, νέος ὤν, ὁ Μαρίου τοῦ πολλάκις ὑπατευκότος (ἑπτάκις γὰρ ὑπάτευσε) παῖς. Ἐν δὲ τῇ στάσει πολλαὶ μυριάδες ἀνθρώπων ἀνῃρέθησαν. Ἐκράτησε δ᾽ ὁ Σύλλας, καὶ δικτάτωρ γεγονὼς Ἐπαφρόδιτόν τε ὀνομάσας ἑαυτόν, οὐκ ἐψεύσθη τῆς ἀλαζονείας· κρατῶν γὰρ τοῖς πολέμοις ἰδίῳ ἀπεβίω θανάτῳ· ὁ δὲ Μάριος μάχῃ τῇ πρὸς Σύλλαν γενναίως ἀγωνισάμενος, ὅμως ἡττηθεὶς κατέφυγεν εἰς Πραίνεστον ἅμα μυρίοις πεντακισχιλίοις. Συγκλεισθεὶς δ᾽ ἐν αὐτῇ καὶ χρόνον οὐκ ὀλίγον πολιορκηθεὶς ἠναγκάσθη, πάντων αὐτὸν ἐγκαταλειπόντων, καὶ μηδεμίαν σωτηρίας ὁδὸν καθορῶν, τὴν ἑνὸς οἰκέτου τῶν πιστῶν χεῖρα εἰς λύσιν τῶν δεινῶν παρακαλέσαι. Καὶ ὅ γε πεισθείς, καὶ μιᾷ πληγῇ τοῦ βίου τὸν δεσπότην ἀπαλλάξας, ἑαυτὸν ἐπικατέσφαξε.

Καὶ παύεται μὲν αὕτη ἡ στάσις, λείψανα μέντοι τοῦ πολέμου ὑπολειφθέντα τῆς Μαρίου μοίρας ἐπὶ χρόνον Σύλλᾳ διεμαχέσαντο, ἕως καὶ αὐτὰ συνδιέφθορε τοῖς ἄλλοις. Μετὰ μέντοι τὴν τούτων ἀπαλλαγὴν Πομπηΐῳ τῷ ἐπικληθέντι Μάγνῳ διὰ τὰς πράξεις ἃς κατώρθωσε Σύλλᾳ τε πράττων καὶ καθ᾽ ἑαυτὸν Ῥωμαίοις, τούτῳ δὴ καὶ Ἰουλίῳ Καίσαρι ἔρις ἐκκαεῖσα εἰς ἐμφυλίους σφαγὰς τοὺς Ῥωμαίους πάλιν ἠνάγκασε συστραφῆναι.

Πομπηΐου δὲ λαμπρῶς τοῖς ὅλοις ἡττηθέντος καὶ κατὰ τὴν Ἀλεξάνδρειαν ἀναιρεθέντος, συστέλλεται μὲν ἡ τῶν ὑπάτων ἀρχὴ εἰς μοναρχίαν Καίσαρι τῷ Ἰουλίῳ, παύει δὲ τέλεον καὶ ἡ στάσις. Ἐκείνου δὲ ἀνῃρημένου, κατὰ Βρούτου καὶ Κασσίου τῶν ἀνελόντων πόλεμος ἐμφύλιος κινεῖται, χειριζομένων Λεπίδου τε καὶ Ἀντωνίου καὶ Ὀκταβιανοῦ τοῦ Αὐγούστου τὴν ὕπατον ἀρχὴν ἐχόντων. Οὐ βραδέως δὲ τοῦ πολέμου κρίσιν τοῖς ὅπλοις λαβόντος, καὶ νικηθέντων καὶ ἀναιρεθέντων τῶν περὶ Κάσσιον καὶ Βροῦτον, μετ᾽ οὐ πολὺ ῥήγνυται εἰς τὸ φανερὸν ἡ ἐνδομυχοῦσα Αὐγούστου καὶ Ἀντωνίου ὑπὲρ τῆς φιλοπρωτείας ἅμιλλα. Καὶ πολλῶν συγγενῶν αἱμάτων ἑκατέρωθεν ῥυέντων, τὸ κράτος Αὐγούστῳ βεβαιοῦται καὶ τῶν ὅλων ἡ ἐξουσία αὐτῷ παραμένει διὰ βίου, τῆς τῶν ὑπάτων λοιπὸν ἀρχῆς τὴν ἰδίαν τάξιν καὶ δυναστείαν ἀποβεβληκυίας.