Ἔργον
Διονύσιος ὁ Ἀρεοπαγίτης – Ἐπιστολαί
Επιστολή προς Πολύκαρπον ιεράρχη
Απάντηση στις κατηγορίες του Απολλοφάνη περί χρήσης της ελληνικής φιλοσοφίας και επισήμανση των υπερφυών ουρανίων σημείων, όπως η ηλιακή έκλειψη κατά τη Σταύρωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς Πολύκαρπον ιεράρχη
Απάντηση στις κατηγορίες του Απολλοφάνη περί χρήσης της ελληνικής φιλοσοφίας και επισήμανση των υπερφυών ουρανίων σημείων, όπως η ηλιακή έκλειψη κατά τη Σταύρωση.
ΠΟΛΥΚΑΡΠΩΙ ΙΕΡΑΡΧΗΙ Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ᾽ ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ ὄντως ἔχει. Τούτου γάρ, ὅ τί ποτέ ἐστι, κατὰ νόμον ἀληθείας ὀρθῶς ἀποδεικνυμένου καὶ ἀκραιφνοῦς ἑστηκότος πᾶν τὸ ἑτέρως ἔχον καὶ τὴν ἀλήθειαν προσποιούμενον ἐξελεγχθήσεται καὶ ἕτερον ὂν τοῦ ὄντως ὄντος καὶ ἀνόμοιον καὶ δοκοῦν ἐκεῖνο μᾶλλον ἢ ὄν. Περιττὸν οὖν ἐστι τὸν ἀληθείας ἐκφάντορα πρὸς τούτους ἢ ἐκείνους διαμάχεσθαι. Λέγει γὰρ ἕκαστος αὐτὸς ἔχειν τὸ νόμισμα τὸ βασιλικόν—καὶ ἴσως γε ἔχει τι μορίου τινὸς τοῦ ἀληθοῦς ἀπατηλὸν εἴδωλον. Καὶ εἰ τοῦτον ἐλέγξεις, ὁ ἕτερος καὶ αὖθις ὁ ἄλλος περὶ τοῦ αὐτοῦ φιλονεικήσει. Τοῦ δ᾽ ἀληθοῦς αὐτοῦ τεθέντος ὀρθῶς λόγου καὶ πρὸς τῶν ἄλλων πάντων ἀνεξελέγκτου μείναντος πᾶν τὸ μὴ οὕτω κατὰ πάντα ἔχον αὐτὸ ἐφ᾽ ἑαυτοῦ τῇ ἀηττήτῳ στάσει τοῦ ὄντως ὄντος ἀληθοῦς καταβάλλεται. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καλῶς ἐγνωκὼς οὐκ ἔσπευσα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπεῖν, ἀλλ᾽ ἱκανόν μοι—καὶ τοῦτο θεὸς δοίη! —περὶ ἀληθείας εἰδέναι πρῶτον, ἔπειτα εἰδότα, ὡς χρή, λέγειν.
Σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνη καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. Καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. Καὶ οὐ τὴν τῶν πολλῶν ἔγωγέ φημι δόξαν τοῖς τῶν ποιητῶν προσύλως καὶ ἐμπαθῶς ἐναπομενόντων καὶ «τῇ κτίσει παρὰ τὸν κτίσαντα» λατρευόντων, ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται· τῇ γὰρ τῶν ὄντων γνώσει, καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ, πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους.
Καὶ ἵνα μὴ τὴν ἄλλων ἢ τὴν αὐτοῦ παρὰ τὸ δοκοῦν ἐξελέγχοιμι δόξαν, ἔδει συνιδεῖν Ἀπολλοφάνη, σοφὸν ὄντα, μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔσχεν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα κατὰ τὸν ἱερὸν λόγον. Πῶς οὖν οὐ σέβει τὸν ἐγνωσμένον ἡμῖν κἀκ τούτου καὶ ὄντως ὄντα τῶν ὅλων θεὸν ἀγάμενος αὐτὸν τῆς παναιτίου καὶ ὑπεραῤῥήτου δυνάμεως; Ὅταν ἥλιος ὑπ᾽ αὐτοῦ καὶ σελήνη κατὰ δύναμιν καὶ στάσιν ὑπερφυεστάτην ἅμα τῷ παντὶ πρὸς τὸ πάντη ἀκίνητον ὁρίζωνται καὶ εἰς μέτρον ἡμέρας ὅλης ἐπὶ τῶν αὐτῶν ἑστᾶσι τὰ πάντα σημείων· ἤ, τὸ τούτου γε πλεῖον, εἴπερ τῶν ὅλων καὶ τῶν κρειττόνων καὶ περιεχόντων, οὕτω φερομένων, οὐ συμπεριήγετο τὰ περιεχόμενα· καὶ ὅταν ἄλλη τις ἡμέρα κατὰ συνέχειαν σχεδὸν τριπλασιάζηται καὶ ἐν εἴκοσι ταῖς πάσαις ὥραις ἢ τὸ πᾶν τοσούτου χρόνου φορὰς ἐναντίας ἀναποδίζῃ καὶ ἐπαναστρέφῃ ταῖς οὕτως ἄγαν ὑπερφυεστάταις ἀντιπεριαγωγαῖς ἢ ὁ ἥλιος ἰδίῳ δρόμῳ τὴν πεντάτροπον αὐτοῦ κίνησιν ἐν ὥραις δέκα συνελών, ἀναλυτικῶς αὖθις ὅλην αὐτὴν ἐν ταῖς ἑτέραις δέκα καινήν τινα τρίβων ὁδὸν ἀναποδίζῃ. Τοῦτο δὴ τὸ καὶ Βαβυλωνίους εἰκότως ἐκπλῆξαν καὶ μάχης ἐκτὸς τῷ Ἐζεκίᾳ καθυποτάξαν, ὡς ἂν ἰσοθέῳ τινὶ καὶ ὑπερέχοντι τοὺς ἀνθρώπους.
Καὶ οὐ δήπου φημὶ τὰς ἐν Αἰγύπτῳ μεγαλουργίας ἢ ἄλλας τινὰς ἀλλαχοῦ θεοσημείας γεγενημένας, ἀλλὰ τὰ κοινὰ καὶ οὐράνια καὶ ἐν τῷ παντὶ καὶ πᾶσι θριαμβευθέντα.
Φήσει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσυνα τοῦ τριπλασίου Μίθρου τελοῦσιν. Ἀλλ᾽ ἐξέστω αὐτῷ τούτοις διὰ τὴν ἄγνοιαν ἢ τὴν ἀπειρίαν ἀπιστεῖν. Εἰπὲ δὲ αὐτῷ· Τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; Ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν—οὐ γὰρ ἦν συνόδου καιρός—· αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. Ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γάρ, ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ᾽ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην.
Τοσαῦτά ἐστι τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι «μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός». Ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε καὶ συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. Ἀμέλει καὶ μαντείας τότε, οὐκ οἶδ᾽ ὅθεν, ὁ Ἀπολλοφάνης ἀπάρχεται καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γιγνόμενα συμβάλλων ἔφη· Ταῦτα, ὦ καλὲ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων.
Τοσαῦτα ὡς κατ᾽ ἐπιστολὴν ἡμῖν εἰρήσθω. Σὺ δὲ ἱκανὸς καὶ τὰ ἐλλείποντα προσαναπληρῶσαι καὶ προσαγαγεῖν τελέως τῷ θεῷ τὸν ἄνδρα σοφὸν τὰ πολλὰ ὄντα καὶ ἴσως οὐκ ἀπαξιώσοντα πραέως μαθεῖν τὴν ὑπέρσοφον τῆς θρησκείας ἡμῶν ἀλήθειαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.