Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διονύσιος ὁ Ἀρεοπαγίτης – Ἐπιστολαί

Διονύσιος ὁ Ἀρεοπαγίτης

Επιστολή προς Δημόφιλον θεραπευτή

Εκτενής επιστολή περί της πραότητας και της αυστηρής τήρησης της εκκλησιαστικής ιεραρχίας. Περιλαμβάνει έλεγχο της αντικανονικής συμπεριφοράς του Δημοφίλου και αναφορά στη θεοφάνεια του αγίου Κάρπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διονύσιος ὁ Ἀρεοπαγίτης

—

Κεφάλαιο 5 από 7

ΔΗΜΟΦΙΛΩΙ ΘΕΡΑΠΕΥΤΗΙ Αἱ τῶν Ἑβραίων ἱστορίαι φασίν, ὦ γενναῖε Δημόφιλε, καὶ τὸν ἱερὸν ἐκεῖνον Μωσέα διὰ πολλὴν πραότητα τῆς θεοφανείας ἠξιωμένον. Καὶ εἴ ποτε αὐτὸν ἔξω τῆς θείας ὄψεως ἀναγράφουσιν, οὐ πρὸ τῆς πραότητος ἐκβάλλουσι τοῦ θεοῦ. Λέγουσι δέ, ὅτι λίαν ἀπαυθαδιαζομένῳ καὶ ἀντιτείνοντι ταῖς θείαις βουλαῖς ὠργίσθη θυμῷ κύριος. Ὅταν δὲ αὐτὸν ἀνακήρυκτον ποιῶσι ταῖς θεοκρίτοις ἀξίαις, ἐκ τῆς προὐχούσης τ᾽ ἀγαθοῦ θεομιμησίας ἀνακηρύττεται.

Καὶ γὰρ ἦν πρᾶος σφόδρα, καὶ ὑπὲρ τούτου λέγεται θεράπων θεοῦ καὶ εἰς θεοπτίαν ἁπάντων προφητῶν ἀξιώτερος. Ἀλλὰ καὶ ὅτε πρὸς αὐτὸν καὶ τὸν Ἀαρὼν ἰταμοί τινες ὑπὲρ ἀρχιερωσύνης καὶ ἐθναρχίας ἐφιλονείκουν, ὑπερεῖχε μὲν ἁπάσης φιλοτιμίας καὶ φιλαρχίας καὶ παρεχώρει τῷ θεοκρίτῳ τὴν τοῦ λαοῦ προστασίαν. Ἐπεὶ δὲ καὶ ἐπισυνέστησαν αὐτῷ καὶ περὶ τῶν προτέρων ὀνειδίζοντες ἠπείλουν καὶ ἤδη σχεδὸν ἐπῄεσαν, ἐπεβοᾶτο μὲν ὁ πρᾶος τὸν ἀγαθὸν εἰς σωτηρίαν, ἐπαῤῥησιάζετο δὲ λίαν ἐπιεικῶς, ὅτι πάντων εἴη κακῶν τοῖς ἀρχομένοις ἀναίτιος· ᾔδει γάρ, ὅτι χρὴ τὸν ὁμιλοῦντα θεῷ τἀγαθῷ πρὸς τὸ ὅτι μάλιστα ὁμοιότατον, ὡς ἐφικτόν, ἀποτετυπῶσθαι καὶ ἑαυτῷ συνειδέναι τὰς ἀγαθοφιλεῖς ἐργατείας.

Τί δὲ τὸν θεοπάτορα Δαυὶδ ἐποίει θεοφιλῆ; Καὶ γὰρ ἀγαθὸν ὄντα, καὶ περὶ ἐχθροὺς ἀγαθόν· «Εὕρηκα» φησίν, ὁ ὑπεράγαθος ὁ φιλάγαθος, «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς ἐπιβούλους ἀδελφοὺς οὐκ ἠμύνετο, καὶ Ἄβελ ἁπλῶς καὶ ἀνυπόπτως συνεπορεύετο τῷ ἀδελφοκτόνῳ. Καὶ πάντας ἡ θεολογία τοὺς ἀγαθοειδεῖς ἀνακηρύττει, μὴ προεννοοῦντας τὰ κακὰ, μὴ προποιοῦντας, ἀλλὰ μηδὲ πρὸς τῆς ἄλλων κακίας ἐκ τἀγαθοῦ μεταποιουμένους, τοὐναντίον δὲ θεοειδῶς καὶ τοὺς κακοὺς ἀγαθύνοντας καὶ ἐφαπλοῦντας καὶ ἐπ᾽ αὐτοὺς τὴν πολλὴν αὐτῶν ἀγαθότητα καὶ πρὸς τὸ ὅμοιον ἐπιεικῶς ἐκκαλουμένους.

Ἀλλ᾽ ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, οὐκ ἀνδρῶν ἱερῶν ἐπιεικείας, οὐ φιλανθρώπων ἀγγέλων ἀγαθότητας ἐξαγγέλλοντες, ἐλεούντων ἔθνη καὶ ὑπερδεομένων αὐτῶν τἀγαθοῦ καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ἐπιτιμώντων πληθύσι καὶ ἀχθομένων μὲν ἐπὶ κακοῖς, εὐφραινομένων δὲ τῇ σωτηρίᾳ τῶν εἰς τἀγαθὰ μετακαλουμένων, οὐδ᾽ ὅσα ἄλλα περὶ τῶν ἀγαθοεργῶν ἀγγέλων ἡ θεολογία παραδίδωσιν· ἀλλὰ τοῦ ὄντως ἀγαθοῦ καὶ ὑπεραγάθου Χριστοῦ τὰς ἀγαθοποιοὺς ἀκτῖνας ἐν ἡσυχίᾳ παραδεχόμενοι πρὸς αὐτῶν ἐπὶ τὰς θείας ἀγαθουργίας αὐτοῦ φωταγωγηθῶμεν.

Ἆρα γὰρ οὐκ ἔστιν ἀφάτου καὶ ὑπὲρ νόησιν ἀγαθότητος, ὅτι τὰ ὄντα εἶναι ποιεῖ καὶ ὅτι πάντα αὐτὰ πρὸς τὸ εἶναι παρήγαγε καὶ πάντα βούλεται ἀεὶ γενέσθαι παραπλήσια ἑαυτῷ καὶ κοινωνικὰ τῶν αὐτοῦ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα; Τί δέ, ὅτι καὶ τῶν ἀποφοιτώντων ἐρωτικῶς ἔχεται καὶ φιλονεικεῖ καὶ δεῖται μὴ ἀπαξιωθῆναι τῶν ἐρωμένων καὶ θρυπτομένων αὐτῶν καὶ εἰκῆ κατεγκαλούντων ἀνέχεται, καὶ αὐτὸς ἀπολογεῖται;

Καὶ μᾶλλον ἐπαγγέλλεται θεραπεύσειν καὶ ἔτι αὐτοῖς ἀπέχουσιν, ὅμως προσιοῦσι, προστρέχει καὶ ὑπαντᾷ καὶ ὅλος ὅλους περιφὺς ἀσπάζεται καὶ οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἀλλ᾽ ἀγαπᾷ τὰ παρόντα καὶ ἑορτὴν ἄγει καὶ «συγκαλεῖται τοὺς φίλους»—δηλαδὴ τοὺς ἀγαθούς —, ἵνα ᾖ πάντων εὐφραινομένων ἡ κατοικία. (Δημόφιλος δέ, καὶ εἴ τις ἄλλος ἀγαθοῖς ἀπεχθάνεται, λίαν ἐνδίκως ἐπιτιμᾶται καὶ ἐκδιδάσκεται τὰ καλὰ καὶ ἀγαθύνεται). Πῶς γὰρ οὐκ ἔδει, φησί, τὸν ἀγαθὸν ἐπὶ σωτηρίᾳ τῶν ἀπολωλότων εὐφραίνεσθαι καὶ ζωῇ τῶν τεθανατωμένων; Ἀμέλει καὶ ἐπ᾽ ὤμων αἴρει τὸ μόλις ἀπὸ πλάνης ἐπιστραφὲν καὶ τοὺς ἀγαθοὺς ἀγγέλους εἰς εὐφροσύνην ἐγείρει καὶ «χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους» καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς» καὶ αὐτὴν «τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ» τῶν ἀποφευγόντων. Σὺ δέ, ὡς τὰ γράμματά σου δηλοῖ, καὶ προσπεσόντα τῷ ἱερεῖ τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἁμαρτωλόν—οὐκ οἶδ᾽ ὅπως καθ᾽ ἑαυτοῦ παρών—ἀπελάκτισας.

Εἶτα ὁ μὲν ἐδεῖτο καὶ ὡμολόγει πρὸς ἰατρείαν κακῶν ἐληλυθέναι, σὺ δὲ οὐκ ἔφριξας, ἀλλὰ καὶ τὸν ἀγαθὸν ἱερέα μετὰ θράσους προεπηλάκιζες ἐλεητὸν εἶναι μετανοοῦντα καὶ τὸν ἀσεβῆ δικαιώσαντα· καὶ τέλος· “Ἔξιθι„ ἔφης τῷ ἱερεῖ “μετὰ τῶν ὁμοίων„ καὶ εἰσεπήδησας—οὐκ ὄντος θεμιτοῦ —πρὸς τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων συνέστειλας καὶ γράφεις ἡμῖν, ὅτι μέλλοντα διαφθαρῆναι τὰ ἱερὰ προνοητικῶς ἀπέσωσα καὶ ἔτι ἄχραντα διαφυλάττω.

Νῦν οὖν ἄκουε τῶν ἡμετέρων· οὐ θεμιτὸν ἱερέα πρὸς τῶν ὑπὲρ σὲ λειτουργῶν ἢ τῶν ὁμοταγῶν σοι θεραπευτῶν εὐθύνεσθαι, κἂν ἀσεβεῖν εἰς τὰ θεῖα δοκῇ, κἂν ἄλλο τι τῶν ἀπειρημένων ἐξελέγχοιτο δράσας. Εἰ γὰρ ἀκοσμία καὶ ἀταξία τῶν θειοτάτων ἐστὶ καὶ ὅρων καὶ θεσμῶν ἔκβασις, οὐκ ἔχει λόγον ὑπὲρ θεοῦ τὴν θεοπαράδοτον ἀνατρέπεσθαι τάξιν. Οὐ γὰρ «ἐφ᾽ ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ;» Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελοι καὶ ὑποφῆται μετὰ τοὺς ἱεράρχας εἰσὶ τῶν θείων κριμάτων, πρὸς αὐτῶν τὰ θεῖα προσηκόντως σοι διὰ μέσων τῶν λειτουργῶν, ὅταν ᾖ καιρός, ἐκδιδάσκου, δι᾽ ὧν καὶ τὸ εἶναι θεραπευτὴς ἠξιώθης. Ἢ οὐχὶ καὶ τὰ ἱερὰ σύμβολα τοῦτο βοᾷ; Καὶ γὰρ οὐχ ἁπλῶς ἁπάντων μὲν ἐξῄρηται τὰ ἅγια τῶν ἁγίων, πλησιάζει δὲ μᾶλλον αὐτοῖς ὁ τῶν ἱεροτελεστῶν διάκοσμος, εἶτα τῶν ἱερέων ἡ διακόσμησις, ἑπομένως δὲ τούτοις ἡ τῶν λειτουργῶν· τοῖς δὲ τεταγμένοις θεραπευταῖς αἱ πύλαι τῶν ἀδύτων εἰσὶν ἀφωρισμέναι, καθ᾽ ἃς καὶ τελοῦνται καὶ παρεστᾶσιν οὐ πρὸς φυλακὴν αὐτῶν, ἀλλὰ πρὸς τάξιν καὶ ἐπίγνωσιν ἑαυτῶν μᾶλλον τῷ λαῷ παρὰ τοὺς ἱερατικοὺς πλησιάζοντες. Ὅθεν ἡ τῶν ἱερῶν ἁγία ταξιαρχία μεταλαμβάνειν αὐτοὺς ἱεροθετεῖ τῶν θείων, ἑτέροις, δηλαδὴ τοῖς ἐνδοτέροις, αὐτῶν τὴν μετάδοσιν ἐγχειρίσασα.

Καὶ γὰρ οἱ περὶ τὸ θεῖον συμβολικῶς εἰπεῖν ἑστηκότες θυσιαστήριον ὁρῶσι καὶ ἀκούουσι τὰ θεῖα τηλαυγῶς αὐτοῖς ἀνακαλυπτόμενα καὶ προϊόντες ἀγαθοειδῶς ἐπὶ τὰ ἔξω τῶν θείων παραπετασμάτων τοῖς ὑπηκόοις θεραπευταῖς καὶ τῷ ἱερῷ λαῷ καὶ ταῖς καθαιρομέναις τάξεσιν ἐκφαίνουσι κατ᾽ ἀξίαν τὰ ἱερὰ τὰ καλῶς ἄχραντα διαφυλαχθέντα, μέχρις ὅτε τυραννικῶς αὐτοῖς ἐπεισπηδήσας ἐκπομπευθῆναί σοι τὰ ἅγια τῶν ἁγίων ἠνάγκασας οὐκ ἐθέλοντα. Καὶ ἔχειν φῂς τὰ ἱερὰ καὶ διαφυλάττειν, καίτοι οὔτε εἶδες οὔτε ἤκουσας οὔτε ἔχεις τι τῶν προσηκόντων τοῖς ἱερεῦσιν, ὥσπερ οὐδὲ τὴν ἀλήθειαν τῶν λογίων ἔγνωκας ἑκάστης ἡμέρας αὐτὰ λογομαχῶν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

Καὶ εἰ μὲν ἐθναρχία τις ἐνεχείρησεν οὐ προστεταγμένον αὐτῷ παρὰ βασιλέως, ἐνδίκως ἐτιμωρεῖτο. Καὶ εἰ τὸν ἄρχοντα δικαιοῦντά τινας ἢ καταδικάζοντα παρεστώς τις τῶν ὑπ᾽ αὐτῷ ταττομένων ἐπανακρίνειν ἐτόλμησεν (οὔπω γάρ φημι προπηλακίζειν ἅμα καὶ τῆς ἀρχῆς ἐκβάλλειν);

Σὺ δέ, ἄνθρωπε, οὕτω τολμηρὸς εἶ κατὰ τοῦ πράου καὶ ἀγαθοῦ καὶ τῆς ἱεραρχικῆς αὐτοῦ θεσμοθεσίας; Καὶ ταῦτα ἐχρῆν εἰπεῖν, ὅταν ὑπὲρ ἀξίαν τις ἐγχειρῶν ὅμως εἰκότα πράττειν ἐδόκει· καὶ γὰρ οὐδὲ τοῦτο ἐφικτὸν οὐδενί. Τί γὰρ ἄτοπον Ὀζίας ἐποίει θυμιῶν τῷ θεῷ; Τί δὲ ὁ Σαοὺλ θύων; Τί δὲ οἱ τυραννικοὶ δαίμονες ἀληθῶς θεολογοῦντες τὸν Ἰησοῦν; Ἀλλ᾽ ἐκκήρυκτος τῇ θεολογίᾳ πᾶς ἀλλοτριεπίσκοπος, καὶ ἕκαστος ἐν τῇ τάξει τῆς λειτουργίας αὐτοῦ ἔσται, καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελεύσεται, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ τοῦτο ἐν πάσῃ τῇ κατὰ νόμον ἱεραρχικῇ καθαρότητι.

Καὶ οἱ ἱερεῖς περιστελοῦσι τὰ ἅγια, καὶ οἱ λευῖται οὐ μὴ «ἅψωνται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι». Καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τῇ προπετείᾳ Ὀζία, καὶ Μαριὰμ λεπροῦται τῷ νομοθέτῃ θεσμοθετεῖν ἐγχειρήσασα· καὶ ἐπὶ τοὺς Σκευᾶ υἱοὺς ἐφήλατο τὰ δαιμόνια. Καὶ «οὐκ ἀπέστελλον» αὐτούς, ἔφη, «καὶ αὐτοὶ ἔτρεχον», καὶ «οὐκ ἐλάλουν πρὸς αὐτούς, καὶ αὐτοὶ προεφήτευον», καὶ ὁ ἀσεβὴς «ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα». Καὶ ἁπλῶς εἰπεῖν· οὐκ ἀνέχεται τῶν παρανόμων ἡ παντελὴς τοῦ θεοῦ δικαιοσύνη. Λεγόντων δὲ αὐτῶν· «ἐπὶ τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν», «οὐκ οἶδα ὑμᾶς», ἀποκρίνεται, «πορεύεσθε ἀπ᾽ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀνομίας».

Ὥστε οὐ θεμιτόν, ὡς τὰ ἱερὰ λόγιά φησιν, οὐδὲ τὰ δίκαια μὴ κατ᾽ ἀξίαν διώκειν. Προσέχειν δὲ ἕκαστον ἑαυτῷ χρὴ καὶ μὴ τὰ ὑψηλότερα καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ᾽ ἀξίαν αὐτῷ προστεταγμένα.

Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομένους εὐθύνεσθαι, μόνοις δὲ ἐξέσται τοῖς καυχωμένοις ἐν νόμῳ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζειν; Καὶ πῶς οἱ ἱερεῖς ἐκφάντορές εἰσι τοῦ θεοῦ; Πῶς γὰρ ἐξαγγελοῦσι τῷ λαῷ τὰς θείας ἀρετὰς οὐκ ἐγνωκότες αὐτῶν τὴν δύναμιν; Ἢ πῶς φωτιοῦσι οἱ ἐσκοτισμένοι, πῶς δὲ τοῦ θείου μεταδώσουσι πνεύματος οὐδέ, εἰ ἔστι πνεῦμα ἅγιον, ἕξει καὶ ἀληθείᾳ πεπιστευκότες;

Ἐγὼ δὲ ἀπολογήσομαί σοι πρὸς ταῦτα (καὶ γὰρ οὐκ ἐχθρὸς ὁ Δημόφιλος, οὐδὲ ἀνέξομαί σε πλεονεκτηθῆναι τῷ Σατανᾷ)· καὶ γὰρ ἑκάστη τῶν περὶ θεὸν διακόσμησις θεοειδεστέρα τῆς μᾶλλον ἀφεστηκυίας ἐστί, καὶ φωτεινότερα ἅμα καὶ φωτιστικώτερα τὰ μᾶλλον τῷ ἀληθινῷ φωτὶ πλησιαίτερα. Καὶ μὴ τοπικῶς ἐκλάβοις, ἀλλὰ κατὰ τὴν θεοδόχον ἐπιτηδειότητα τὸν πλησιασμόν. Εἰ τοίνυν ἡ τῶν ἱερέων ἐστὶ διακόσμησις ἡ φωτιστική, παντελῶς ἀποπέπτωκε τῆς ἱερατικῆς τάξεως καὶ δυνάμεως ὁ μὴ φωτιστικός, ἦ πού γε μᾶλλον ὁ ἀφώτιστος. Καὶ τολμηρὸς ἔμοιγε δοκεῖ τοῖς ἱερατικοῖς ὁ τοιοῦτος ἐγχειρῶν, καὶ οὐ δέδοικεν οὐδὲ αἰσχύνεται τὰ θεῖα παρὰ τὴν ἀξίαν διώκων καὶ οἰόμενος θεὸν ἀγνοεῖν, ἅπερ αὐτὸς ἑαυτῷ συνέγνωκε· καὶ ἀπατᾶν νομίζει τὸν ψευδωνύμως ὑπ᾽ αὐτοῦ πατέρα καλούμενον καὶ τολμᾷ τὰς ἐναγεῖς αὐτοῦ δυσφημίας (οὐ γὰρ εἴποιμι προσευχάς) ἐπὶ τὰ θεῖα σύμβολα χριστοειδῶς ἐπιλέγειν. Οὔκ ἐστιν οὗτος ἱερεύς, οὔκ ἐστιν, ἀλλὰ δυσμενής, δόλιος, ἐμπαίκτης ἑαυτοῦ καὶ λύκος ἐπὶ τὸν θεῖον λαὸν κωδίῳ καθωπλισμένος.

Ἀλλ᾽ οὐ Δημοφίλῳ ταῦτα θεμιτὸν εὐθύνειν. Εἰ γὰρ ἡ θεολογία δικαίως τὰ δίκαια κελεύει μεταδιώκειν (δίκαια δέ ἐστι μεταδιώκειν, ὅταν ἀπονέμειν ἐθέλοι τις ἑκάστῳ τὰ κατ᾽ ἀξίαν), δικαίως τοῦτο πᾶσι μεταδιωκτέον, οὐ παρὰ τὴν ἑαυτῶν ἀξίαν ἢ τάξιν, ἐπεὶ καὶ ἀγγέλοις δίκαιον ἀπονέμεσθαι τὰ κατ᾽ ἀξίαν καὶ ἀφορίζεσθαι, πλὴν οὐ πρὸς ἡμῶν, ὦ Δημόφιλε, δι᾽ αὐτῶν δὲ ἡμῖν ἐκ θεοῦ καὶ αὐτοῖς διὰ τῶν ἔτι προὐχόντων ἀγγέλων. Καί, ἁπλῶς εἰπεῖν· ἐν πᾶσι τοῖς οὖσι διὰ τῶν πρώτων τοῖς δευτέροις ἀπονέμεται τὰ κατ᾽ ἀξίαν ὑπὸ τῆς πάντων εὐτάκτου καὶ δικαιοτάτης προνοίας. Οἱ μὲν οὖν καὶ ἄλλων ἐπάρχειν ὑπὸ θεοῦ ταχθέντες ἀπονείμωσι μεθ᾽ ἑαυτοὺς καὶ τοῖς ὑπηκόοις τὰ κατ᾽ ἀξίαν. Δημόφιλος δὲ λόγῳ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ τὰ κατ᾽ ἀξίαν ἀφοριζέτω καὶ μὴ ἀδικείτω τὴν ἑαυτοῦ τάξιν, ἀλλ᾽ ἐπαρχέτω τῶν ὑφειμένων ὁ ὑπερκείμενος λόγος.

Εἰ γὰρ ἐπ᾽ ἀγορᾶς, ἰδόντες οἰκέτην δεσπότῃ καὶ πρεσβυτέρῳ νεώτερον ἢ καὶ υἱὸν πατρὶ διαλοιδορούμενον ἅμα καὶ ἐπιόντα καὶ πληγὰς ἐπιτιθέντα, καὶ ἀσεβεῖν ἐδοκοῦμεν, εἰ μὴ τοῖς κρείττοσιν ἐπιδραμόντες ἐβοηθήσαμεν, καίτοι γε ἴσως ἐκεῖνοι προηδίκηντο, πῶς οὐκ αἰσχυνθησόμεθα παρορῶντες ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας ἀδικούμενον λόγον καὶ τῆς ἐκ θεοῦ δοθείσης ἀρχῆς ἐκβαλλόμενον καὶ ἐν ἑαυτοῖς ἀσεβῆ καὶ ἄδικον ἀταξίαν καὶ στάσιν καὶ ἀκοσμίαν ἐγείροντες; Εἰκότως ὁ μακάριος ἡμῶν ἐκ θεοῦ νομοθέτης οὐκ ἀξιοῖ τῆς ἐκκλησίας τοῦ θεοῦ προΐστασθαι τὸν μὴ τοῦ ἰδίου οἴκου καλῶς ἤδη προεστηκότα, καὶ γὰρ ὁ τάξας ἑαυτὸν καὶ ἕτερον τάξει, καὶ ὁ ἕτερον καὶ οἶκον, καὶ ὁ οἶκον καὶ πόλιν, καὶ ὁ πόλιν καὶ ἔθνος.

Καὶ ἁπλῶς εἰπεῖν, ὡς τὰ λόγιά φησιν· ὁ ἐν ὀλίγῳ «πιστὸς ... καὶ ἐν πολλῷ πιστός ἐστιν», καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν. Αὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ᾽ ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱεράρχαις οἱ ἀπόστολοι καὶ οἱ τῶν ἀποστόλων διάδοχοι. Καὶ εἴ πού τις καὶ ἐν ἐκείνοις τοῦ προσήκοντος ἀποσφαλείη, παρὰ τῶν ὁμοταγῶν ἁγίων ἐπανορθωθήσεται, καὶ οὐ περιστραφήσεται τάξις ἐπὶ τάξιν, ἀλλ᾽ ἕκαστος ἐν τῇ τάξει αὐτοῦ καὶ ἐν τῇ λειτουργίᾳ αὐτοῦ ἔσται.

Τοσαῦτά σοι παρ᾽ ἡμῶν ὑπὲρ τοῦ εἰδέναι καὶ δρᾶν τὰ ἑαυτοῦ. Περὶ δὲ τῆς εἰς τὸν ἄνδρα τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἀλιτήριον ἀπανθρωπίας, οὐκ οἶδ᾽ ὅπως κλαύσομαι τὸ σύντριμμα τοῦ ἀγαπητοῦ μου. Τίνος γὰρ οἴει θεραπευτὴς ὑφ᾽ ἡμῶν ταχθῆναι; Καὶ γάρ, εἰ μὴ τοῦ ἀγαθοῦ, πάντως που καὶ ἡμῶν ἀνάγκη σε εἶναι καὶ τῆς καθ᾽ ἡμᾶς θεραπείας ὅλης ἀλλότριον· καὶ ὥρα σοι καὶ θεὸν ζητῆσαι καὶ ἱερέας ἑτέρους καὶ παρ᾽ ἐκείνοις θηριωθῆναι μᾶλλον ἢ τελεσθῆναι καὶ εἶναι τῆς φίλης ἀπανθρωπίας ἀμείλικτον ὑπερέτην. Ἆρα γὰρ ἡμεῖς αὐτοὶ πρὸς τὸ πάντη ἅγιον ἀποτετελέσμεθα καὶ οὐ δεόμεθα τῆς θείας ἐφ᾽ ἑαυτοῖς φιλανθρωπίας; Ἢ τὴν διπλῆν ἁμαρτίαν, ὡς τὰ λόγιά φησι, κατὰ τοὺς ἀσεβεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, ἐν τίνι προσκόπτομεν, ἀλλὰ καὶ δικαιοῦντες ἑαυτοὺς καὶ οἰόμενοι βλέπειν, ἀληθῶς δὲ οὐ βλέποντες; «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ» καὶ ἔφριξα ἐγὼ καὶ διαπιστῶ ἐμαυτῷ. Καὶ εἰ μὴ τοῖς σοῖς ἐνέτυχον—ὡς οὐκ ὤφελον εὖ ἴσθι—γράμμασιν, οὐκ ἂν ἔπεισαν, εἴπερ ἄλλοι μέ τινες περί σου πείθειν ἠξίουν, ὅτι Δημόφιλος οἴεται τὸν ἀγαθὸν ἐπὶ πάντα θεὸν οὐκ εἶναι καὶ φιλάνθρωπον οὔτε ἑαυτὸν δεῖσθαι τοῦ ἐλεοῦντος ἢ σῴζοντος, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἀποχειροτονεῖ τοὺς ἠξιωμένους ἀγαθότητι φέρειν τὰ ἀγνοήματα τοῦ λαοῦ καὶ εὖ εἰδότας, ὅτι καὶ αὐτοὶ περίκεινται ἀσθένειαν.

Ἀλλ᾽ ὁ θεαρχικὸς ἱεροτελεστὴς ἑτέραν πεπόρευται· καὶ ταῦτα τῶν ἁμαρτωλῶν, ὡς τὰ ἱερὰ λόγιά φησιν, ἀφωρισμένος καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης ἀπόδειξιν ποιεῖται τὴν τῶν προβάτων ἐπιεικεστάτην ποιμαντικήν. Καὶ πονηρὸν μὲν ἀποκαλεῖ τὸν μὴ ἀφέντα τῷ συνοικέτῃ τὴν ὀφειλὴν μήτε μερικῶς μεταδόντα τῆς δωρηθείσης αὐτῷ παμπόλλης ἀγαθότητος, δικαιοῖ δὲ τῶν οἰκείων ἀπολαύειν· ὅπερ ἀναγκαῖον εὐλαβηθῆναι καὶ ἐμὲ καὶ Δημόφιλον. Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν ἐν αὐτῷ τῷ πάσχειν ἄφεσιν προάγει παρὰ τοῦ πατρός, ἐπιτιμᾷ δὲ καὶ τοῖς μαθηταῖς, ὅτι καὶ ἀσεβείας ἀνηλεῶς ἠξίωσαν κρῖναι τοὺς ἐκδεδιωκότας αὐτὸν Σαμαρείτας.

Τοῦτο δὴ τὸ μυριόλεκτόν σου τῆς θρασείας ἐπιστολῆς—ἄνω γὰρ καὶ κάτω θρυλεῖς—, ὡς οὐχ ἑαυτόν, ἀλλὰ τὸν θεὸν ἐξεδίκησας· διὰ κακίας, εἰπέ μοι, τὸν ἀγαθόν; Ἄπαγε· οὐκ «ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν», ἀλλὰ καὶ «ἄκακός» ἐστι καὶ «ἐλεήμων». «Οὐκ ἐρίσει οὐδὲ κραυγάσει», καὶ αὐτὸς «πραῢς» καὶ «αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν». Ὥστε οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμάς, οὐδ᾽ εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἡλίαν. Ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. Καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης «ἐν πραότητι» διδάσκει «τοὺς ἀντιδιατιθεμένους» τῇ διδασκαλίᾳ τοῦ θεοῦ. Διδάσκεσθαι γάρ, οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας, ὥσπερ καὶ τυφλοὺς οὐ κολάζομεν, ἀλλὰ χειραγωγοῦμεν.

Σὺ δὲ καὶ ἀνανεύειν ἐπὶ τὸ φῶς ἀρχομένῳ τἀνδρὶ κατὰ τῆς κόῤῥης διδοὺς ἀντώθεις καὶ μετὰ πολλῆς αἰδοῦς προσιόντα θρασέως ἀπελάκτιζες —τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον—, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμων αἴρει. Μή, παρακαλῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευώμεθα, μηδὲ εἰς ἑαυτοὺς ὠθῶμεν τὸ ξίφος. Οἱ μὲν γὰρ ἀδικεῖν τινας ἢ τοὐναντίον εὐεργετεῖν ἐπιχειροῦντες ἐκείνους μὲν οὐ πάντως ἔδρασαν, ἅπερ ἠθέλησαν, ἑαυτοῖς δὲ κακίαν ἢ ἀγαθότητα συνοικίσαντες ἢ θείων ἀρετῶν ἢ ἀτιθάσων ἔμπλεοι παθῶν ἔσονται. Καὶ οὗτοι μὲν ἀγγέλων ἀγαθῶν ὀπαδοὶ καὶ ξυνοδοιπόροι καὶ ἐνθάδε καὶ ἐκεῖ σὺν πάσῃ εἰρήνῃ καὶ ἐλευθερίᾳ πάντων κακῶν εἰς τὸν ἀεὶ ὄντα αἰῶνα τὰς μακαριωτάτας ἀποκληρώσονται λήξεις καὶ μετὰ θεοῦ ἀεὶ ἔσονται, τὸ πάντων ἀγαθῶν μέγιστον. Οὗτοι δὲ ἀποπεσοῦνται τῆς θείας ἅμα καὶ τῆς ἑαυτῶν εἰρήνης καὶ ἐνθάδε καὶ μετὰ θάνατον ἅμα τοῖς ἀνημέροις ἔσονται δαίμοσιν.

Οὗ δὴ ἕνεκα ἡμῖν ἡ πολλὴ σπουδὴ μετὰ θεοῦ τοῦ ἀγαθοῦ γενέσθαι καὶ εἶναι σὺν κυρίῳ πάντοτε καὶ μὴ τοῖς κακοῖς ἐκ τοῦ δικαιωτοῦ συναφορισθῆναι τὰ κατ᾽ ἀξίαν ἐξ ἑαυτῶν ὑπομένοντας, ὅπερ ἐγὼ πάντων μάλιστα φοβοῦμαι καὶ εὔχομαι εἶναι πάντων κακῶν ἀμέτοχος. Καὶ εἰ βούλει, καὶ θείας ὁράσεως ἁγίου τινὸς ἀνδρὸς ἐπιμνησθήσομαι· καὶ μὴ γελάσῃς, ἀλήθειαν γὰρ ἐρῶ.

Γενόμενόν μέ ποτε κατὰ τὴν Κρήτην ὁ ἱερὸς ἐξεναγώγησε Κάρπος, ἀνήρ, εἰ καί τις ἄλλος, διὰ πολλὴν καθαρότητα νοῦ πρὸς θεοπτίαν ἐπιτηδειότατος. Καὶ γοῦν οὐδὲ ταῖς ἁγίαις τῶν μυστηρίων τελεταῖς ἐνεχείρει μὴ πρότερον αὐτῷ κατὰ τὰς προτελείους εὐχὰς ἱερὰς καὶ εὐμενοῦς ὁράσεως ἐπιφαινομένης. Ἔλεγεν οὖν, ὅτι λελυπηκότος αὐτόν ποτε τῶν ἀπίστων τινός· ἡ λύπη δὲ ἦν, ὅτι τῆς ἐκκλησίας ἐκεῖνός τινα πρὸς τὸ ἄθεον ἀπεπλάνησεν, ἔτι τῶν ἱλαρίων ἡμερῶν αὐτῷ τελουμένων. Δέον ἀμφοτέρων ἀγαθοπρεπῶς ὑπερεύξασθαι καὶ θεὸν σωτῆρα συλλήπτορα λαβόντα τὸν μὲν ἐπιστρέψαι, τὸν δὲ ἀγαθότητι νικῆσαι καὶ μὴ διαλιπεῖν νουθετοῦντα διὰ βίου παντός, ἄχρις οὗ τὸ σήμερον, καὶ οὕτως ἐπὶ τὴν θείαν αὐτοὺς ἀγαγεῖν γνῶσιν, ὡς ἂν ἤδη καὶ τῶν ἀμφισβητησίμων αὐτοῖς κρινομένων καὶ τῶν ἀλόγως θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἀναγκαζομένων.

Ἀλλ᾽ ἐν ἑαυτῷ μὴ πρότερον τοῦτο παθών, οὐκ οἶδ᾽ ὅπως, τότε πολλήν τινα τὴν δυσμένειαν καὶ τὴν πικρίαν ἐντήξας κατεδάρθη μὲν οὕτω κακῶς ἔχων· ἑσπέρα γὰρ ἦν. Περὶ δὲ μέσας νύκτας—εἰώθει γὰρ εἰς τόνδε τὸν καιρὸν αὐτὸς ἐφ᾽ ἑαυτοῦ πρὸς τοὺς θείους ὕμνους ἐγρηγορέναι—διανίσταται μὲν οὐδὲ τῶν ὕπνων αὐτῶν, πολλῶν γε ὄντων, καὶ ἀεὶ ἐγκοπτομένων, ἔξω ταραχῆς παραπολαύσας. Ἑστὼς δὲ ὅμως εἰς τὴν θείαν ὁμιλίαν οὐκ εὐαγῶς ἠνιᾶτο καὶ ἐδυσχέραινεν οὐκ εἶναι δίκαιον λέγων, εἰ ζῷεν ἄνδρες ἄθεοι καὶ διαστρέφοντες «τὰς ὁδοὺς κυρίου τὰς εὐθείας». Καὶ ταῦτα λέγων ἐδεῖτο τοῦ θεοῦ πρηστῆρί τινι τὰς ἀμφοτέρων εἰσάπαξ ἀνηλεῶς ἀποπαῦσαι ζωάς.

Ἔλεγε δὲ ὁ Κάρπος, ἑαυτὸν ἥδεσθαι κάτω βλέποντα, τῶν ἄνω δὲ ἀμελεῖν, δυσχεραίνειν δὲ καὶ ὀλιγωρεῖν, ὅτι μὴ πεπτώκασιν ἤδη, καὶ τῷ πράγματι πολλάκις ἐπιθέμενον καὶ ἀδυνατήσαντα καὶ ἀχθεσθῆναι καὶ ἐπαράσασθαι καὶ ἀνανεύσαντα μόλις, ἰδεῖν μὲν αὖθις τὸν οὐρανόν, ὥσπερ καὶ πρότερον ἑωράκει, τὸν δὲ Ἰησοῦν ἐλεήσαντα τὸ γιγνόμενον ἐξαναστῆναι τοῦ ὑπερουρανίου θρόνου καὶ ἕως αὐτῶν καταβάντα καὶ χεῖρα ἀγαθὴν ὀρέγειν καὶ τοὺς ἀγγέλους αὐτῷ συνεπιλαμβανομένους ἄλλον ἄλλοθεν ἀντέχεσθαι τοῖν ἀνδροῖν καὶ εἰπεῖν τῷ Κάρπῳ τὸν Ἰησοῦν· “Τῆς χειρὸς ἤδη προτεταγμένης παῖε κατ᾽ ἐμοῦ λοιπόν. Ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασῳζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. Πλὴν ὅρα, εἰ καλῶς ἔχει σοι τὴν ἐν τῷ χάσματι καὶ μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων.„ Ταῦτά ἐστιν, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι.