Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διονύσιος ὁ Ἀρεοπαγίτης – Ἐπιστολαί

Διονύσιος ὁ Ἀρεοπαγίτης

Επιστολή προς Ιωάννην τον Θεολόγο

Επιστολή προς τον εξόριστο στην Πάτμο απόστολο Ιωάννη σχετικά με τον διωγμό των δικαίων και την προαναγγελία της επιστροφής του στην Ασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διονύσιος ὁ Ἀρεοπαγίτης

—

Κεφάλαιο 7 από 7

ἸΩΑΝΝΗΙ ΘΕΟΛΟΓΩΙ, ἈΠΟΣΤΟΛΩΙ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΙ ΠΕΡΙΟΡΙΣΘΕΝΤΙ ΚΑΤΑ ΠΑΤΜΟΝ ΤΗΝ ΝΗΣΟΝ Προσαγορεύω σε τὴν ἱερὰν ψυχήν, ἠγαπημένε, καὶ ἔστι μοι τοῦτο πρὸς σὲ παρὰ τοὺς πολλοὺς ἰδιαίτερον. Χαῖρε, ἀληθῶς ἠγαπημένε, τῷ ὄντως ἐραστῷ καὶ ἐφετῷ καὶ ἀγαπητῷ λίαν ἠγαπημένε. Τί θαυμαστόν, εἰ Χριστὸς ἀληθεύει καὶ τοὺς μαθητὰς οἱ ἄδικοι τῶν πόλεων ἐξελαύνουσιν αὐτοὶ τὰ κατ᾽ ἀξίαν ἑαυτοῖς ἀπονέμοντες καὶ τῶν ἁγίων οἱ ἐναγεῖς ἀποδιαστελλόμενοι καὶ ἀποφοιτῶντες; Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων. Οὐδὲ γὰρ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις αἴτιος ἔσται τῶν ἐξ αὐτοῦ δικαίων ἀφορισμῶν ὁ θεός, ἀλλ᾽ οἱ τοῦ θεοῦ παντελῶς ἑαυτοὺς ἀφορίσαντες. Ὥσπερ καὶ θατέρους ὁρῶμεν ἐντεῦθεν ἤδη μετὰ τοῦ θεοῦ γιγνομένους, ἐπειδὴ ἀληθείας ὄντες ἐρασταί, τῆς προσπαθείας μὲν ἀναχωροῦσι τῶν ὑλικῶν, ἐν πάσῃ δὲ πάντων κακῶν ἐλευθερίᾳ καὶ ἔρωτι θείῳ τῶν ἀγαθῶν ἁπάντων εἰρήνην ἀγαπῶσι καὶ τὸν ἁγιασμὸν κἀκ τῆς παρούσης ζωῆς ἀπάρχονται τῆς μελλούσης ἀγγελοπρεπῶς ἐν μέσῳ ἀνθρώπων ἐμπολιτευόμενοι ξὺν ἀπαθείᾳ πάσῃ καὶ θεωνυμίᾳ καὶ ἁγιότητι καὶ τοῖς ἄλλοις ἀγαθοῖς.

Ὑμᾶς μὲν οὖν οὐκ ἄν ποτε οὕτω μανείην, ὡς ἡγήσασθαί τι πάσχειν, ἀλλὰ καὶ τὰ σώματος πάθη κατὰ μόνον τὸ κρίνειν αὐτὰ διαισθάνεσθαι πιστεύω. Τοὺς δὲ ἀδικοῦντας ὑμᾶς καὶ περιορίζειν οἰομένους οὐκ ὀρθῶς τοῦ Εὐαγγελίου τὸν ἥλιον ἐνδίκως αἰτιώμενος εὔχομαι τούτων ἀφεμένους, ὧν ἐφ᾽ ἑαυτοὺς δρῶσιν, ἐπὶ τἀγαθὸν τραπέσθαι καὶ πρὸς ἑαυτοὺς ὑμᾶς ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός.

Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει τῆς σῆς ἀληθοῦς θεολογίας, μικρὸν δὲ ὕστερον—ἐρῶ γάρ, εἰ καὶ τολμηρόν—ὑμῖν αὐτοῖς ἑνωθησομένους.

Ἀξιόπιστος δὲ πάντως εἰμὶ τὰ προεγνωσμένα σοι καὶ μαθὼν ἐκ θεοῦ καὶ λέγων, ὅτι καὶ τῆς ἐν Πάτμῳ φυλακῆς ἀφεθήσῃ καὶ εἰς τὴν Ἀσιάτιδα γῆν ἐπανήξεις καὶ δράσεις ἐκεῖ τοῦ ἀγαθοῦ θεοῦ μιμήματα καὶ τοῖς μετὰ σὲ παραδώσεις.