Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἐπιστολὴ μεγάλη

Μακάριος ὁ Αἰγύπτιος

Ο σκοπός της ευσέβειας, η κάθαρση από τα πάθη και η συνεργία της χάριτος

Η πορεία από την πνευματική νηπιότητα στην τελειότητα μέσω του συνδυασμού ελεύθερης βούλησης και θείας χάριτος. Η ανάγκη για απόλυτη απαλλαγή από τα αόρατα και κρυφά πάθη της καρδιάς, σύμφωνα με τα αγιογραφικά πρότυπα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 8

Ἔστω τοίνυν προηγουμένως πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν παριστᾶν πάντοτε σπουδάζουσι σκοπὸς ὁ τῆς εὐσεβείας προκείμενος φωτισμὸς [καὶ] εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν· πεπεῖσθαί τε βεβαίως, ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως παντελῶς τὴν ἴασιν καὶ τὴν κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν δυνατὸν ἐν ἡμῖν γενέσθαι τῶν ἐνεργουμένων ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, ὅτι τὰ παρ᾽ ἡμῖν ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν· καὶ τοῦ πνεύματος τῆς υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ καταξιωθῆναι κατὰ τὸν εἰπόντα ὅτι Τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε· καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες.

Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι᾽ αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι· εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ εἴρηται.

ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ᾽ ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ᾽ ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστι Χριστός· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας.

ἀλλ᾽ ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν 〈ἐκ〉 τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν· Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος Δι᾽ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς.

Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ, καθ᾽ ὅσον πιστεύει καὶ καθ᾽ ὅσον ἀγωνίζεται· καὶ καθ᾽ ὅσον ἀγαπᾷ καὶ καθ᾽ ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται, χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς ἡλικίας δεχόμενος, ἵν᾽ ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρότητος μέτρον φθάσαι δυνάμενος.

Ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιῶν καὶ οἰκοδομῶν· καὶ πάλιν· Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ἃ τὴν τοῦ θεοῦ δύναμιν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι συνεργοῦσαν δηλοῖ· ἅμα δὲ καὶ τὴν οἴησιν τῶν δι᾽ ὀλίγας ἀρετὰς ἐφ᾽ ἑαυτοῖς φρονούντων ἐκκόπτων, πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος τὴν ζωὴν γίνεσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης.

Τί τοίνυν ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται ἕκαστον παρακαλῶν ὁ ἀπόστολος σπεύδειν φθάσαι; ἢ ἄρα, περὶ ὧν ὁ κύριος εἴρηκε μακαρίζων αὐτοὺς Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ πάλιν· Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅ ἐστιν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος, ἐν πληροφορίᾳ γινομένης τῆς μετὰ πίστεως καὶ ἀγάπης ἐπιδιδούσης τῷ θεῷ ὅλην ἐξ ὅλου ἑαυτὴν ψυχῆς. καθὼς καὶ διὰ τοῦ Δαβὶδ τὸν τέλειον τῆς ἀληθείας σκοπὸν ὑποδεικνύον τὸ πνεῦμα καὶ διδάσκον τοῦτον παρὰ τοῦ θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυμοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ τῆς ζωῆς κληρονόμους γενέσθαι φησί· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· αἰσχύνην καὶ ἀτιμίαν φέρειν ἐσήμανε τοὺς ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς σπίλου καὶ ῥύπου μηδέπω κεκτημένους· πάλιν γάρ φησι Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· πασῶν τῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ θεὸν κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον.

καὶ πάλιν· Καρδίαν καθαράν, εὐχόμενος ὁ προφήτης ἔλεγε, κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με, 〈ὃ〉 τὸν αὐτὸν σκοπὸν παρίστησιν. ἀντερωτῶντος δὲ πάλιν Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι· Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ· ὥστε τὴν διὰ πράξεως καὶ λόγου καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα.

Ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι αἱ ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν· Ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία οὐ σώματι μόνον, ἀλλὰ καὶ πνεύματι, πρακτικῶν τε καὶ λογιστικῶν, τουτέστι φανερῶν τε καὶ κρυπτῶν, ἁμαρτημάτων ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων, [ὡς] ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ᾽ αὐτοῦ γενέσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· Καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι· καὶ Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησαμένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐταρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων τῆς ἀτιμίας παθῶν.

Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτημάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι· Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος, τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καὶ 〈κατὰ〉 τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, Δὸς αὐτοῖς κύριε κατὰ τὰ ἔργα αὐτῶν. καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. καὶ ὁ κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις φησί· Πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· διὸ καὶ παραγγέλλει λέγων· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς· τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ μᾶλλον παρὰ τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ οὗ ἡ ἀτιμία αἰώνιος. καὶ τὸ Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ᾽ αὐτῶν προσερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν; ὁπότε αὐτὸς ὁ κύριος λέγει· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου ἐκδέχεσθε· καθὼς καὶ ὁ μακάριος Δαβὶδ λέγει· Παρὰ σοῦ ὁ ἔπαινός μου, καὶ πάλιν· Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι. Εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησί, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε· τοὺς γὰρ παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους εἶναι ὁ κύριος ἀπέδειξεν εἰπὼν Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες; ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συγκρίνων φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ Οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ. τὸ ἐν τῷ κρυπτῷ μῖσος 〈τὸ〉 κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γινόμενον τῷ φόνῳ συγκρίνει.

ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τοὺς τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντας διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας· μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, καὶ τὰ ἑξῆς.

Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσεν τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν· καὶ πάλιν ὁ κύριος λέγει· Τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος. καὶ τὰ ὅμοια δὲ ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν. τὰ γὰρ κρύφια πάθη τῆς ἀτιμίας τὸ πνεῦμα τὸ ἅγιον ἐπιστάμενον βιαιότερα καὶ κατερριζωμένα τῇ ψυχῇ ἐνυπάρχοντα τὴν ἀπαλλαγὴν αὐτῶν διὰ ποίου τρόπου γενέσθαι δυνατὸν διδάσκον ἡμᾶς διὰ τοῦ Δαβίδ φησιν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως περιγενέσθαι δυνάμεθα.

ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάττειν ὡς ναὸν θεοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος· Ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ, περὶ τοῦ σώματος λέγων, φθερεῖ τοῦτον ὁ θεός, οὕτως καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον ἀπὸ παντὸς μολυσμοῦ ῥυπαρῶν λογισμῶν φυλάττειν 〈ὡς νύμφην Χριστοῦ〉 κατὰ τὸ εἰρημένον Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς [ὡς νύμφην Χριστοῦ].