Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ κύριος καὶ οἱ ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ παραδιδόασι, διὰ πολλῶν μαρτυριῶν παριστῶντες, οὐκ ἀκαίρως πεποιηκέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως καὶ ἀδιστάκτως πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἡ ἐλπὶς τῆς πίστεως καὶ τίς ὁ σκοπὸς καὶ ὁποῖος ἡμῖν ὁ δρόμος πρόκειται, μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι καὶ δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες καὶ παρθενεύειν ἐν κυρίῳ ᾑρημένοι, ἵνα προσέχων ἕκαστος καὶ ἑκάστη, ποῦ κέκληται καὶ εἰς οἷον μέτρον φθάσαι ὀφείλει, πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώματα παύσωνται, ὄντως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ, παντὶ δὲ τρόπῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ ἀγαθὸν πάντοτε προθύμως ἐπιδιδῶσι, κατὰ τὸν λόγον τοῦ κυρίου μετὰ πάντων τῶν τοῦ αἰῶνος τούτου ἔτι καὶ τὴν ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ᾽ ἡμέραν αἴροντες μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ, αὐτὸν ἔχοντες τὸν κύριον ἐν πᾶσι τύπον καὶ ὁδὸν καὶ ὑπογραμμὸν καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καὶ πάλιν· Δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θεοῦ κεκάθικε· μή ποτε γὰρ ἐμπληροφορούμενοι καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ πνεύματος χαρίσμασιν ἢ ἐπ᾽ ὀλίγοις τισὶ κατορθώμασι καὶ ὡς ἤδη εἰς τὸ τέλειον καταντήσαντες πανουργίᾳ κακίας οἰήσει δικαιοσύνης ἀπατηθῶμεν, ἀπομένοντες ἐκ τῶν μειζόνων τοῦ πνεύματος προκοπῶν· ἀλλ᾽ ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ τὴν θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, συντετριμμένην ἔχοντες τὴν καρδίαν, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν μηδὲ κατειληφότες τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν τελείαν τοῦ Χριστοῦ ἀγάπην· οἱ γὰρ ὄντως ἐπιθυμοῦντες τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκοποῦ τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου τελειότητος κλῆσιν, ἐν μηδενὶ τῶν ἐν τοῖς ἐλάττοσι καλῶν, δικαιοσύνης νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἐλεημοσυνῶν ἢ χαρισμάτων τοῦ πνεύματος μετοχῇ, πληροφορούμενοι καὶ ἐναπομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· ἀλλ᾽ ἐν πᾶσιν ἀγαθοῖς καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἀποδιδόντες καὶ οὕτως ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς οὐδέποτε δόξουσι πληροῦν νόμον σοφίας· ἀλλὰ καίπερ ὄντες παρὰ θεοῦ τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ προκοπῇ παρ᾽ ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσιν, καὶ ὄντες μεγάλοι ἑαυτοὺς ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι· καὶ οὕτως καθ᾽ ὅσον ἐπίστευσαν καὶ καθ᾽ ὅσον ἠγάπησαν τὰς ἀμοιβὰς τῶν εὐαγγελιῶν τῆς βασιλείας ἀπολήψονται.