Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἐπιστολὴ μεγάλη

Μακάριος ὁ Αἰγύπτιος

Οργάνωση της κοινοβιακής ζωής και η διακονία των προεστώτων

Οδηγίες για την άρνηση του ιδίου θελήματος, την υπακοή και τη διακονία. Νουθεσίες προς τους ηγέτες των αδελφοτήτων να διοικούν με ταπεινοφροσύνη, προστατεύοντας τους αδελφούς από την κενοδοξία και τον γογγυσμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 8

Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, οἷον ὀφείλουσιν ἔχειν μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν ἀσπασάμενοι, αὐτάρκως εἴρηται· περὶ δὲ τῆς συναγωγῆς καὶ τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων τῆς ἀδελφότητος πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, δι᾽ ὁποίων τε πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεως τοῦ προειρημένου τῆς εὐσεβείας σκοποῦ ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται ἀναγκαῖον διαλαλῆσαι, ὅπως καὶ τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν οὐράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἑδραῖοι ταύτης ἐπιβάντες οὕτως τρέχωσιν ἕως οὗ καταλάβωσι. πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ κυρίου βαίνειν ἐπιθυμῶν ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ εὐαγγέλιον πατέρα μητέρα, τέκνα καὶ γυναῖκα, ἀδελφοὺς καὶ ἀδελφάς, συγγένειαν πλοῦτον δόξαν εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ ἐλθὼν ὡς ἐπὶ μέστωμα πάντων τῶν καλῶν [τοῦτο προσθῆ· ἔτι], ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσεται.

τί δέ ἐστιν ἡ ἄρνησις τῆς ἑαυτοῦ ψυχῆς ἢ τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ τὰ ἴδια θελήματα μὴ ἐπιτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ θεοῦ ἐκκρεμάσαντα ἑαυτὸν πάντοτε ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακοσμεῖσθαι καὶ ταύτας σωτηριώδεις καὶ ἡδείας ἡγεῖσθαι· μὴ ἔχειν δέ τι ὅλως ἐν ἰδίᾳ ἐξουσίᾳ ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύνηται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον μετὰ χαρᾶς ἐπιτελῶν· καὶ ὡς ἠγορασμένος δοῦλος εὐγνώμων πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας, κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας διὰ τὸν Χριστὸν ἡγείσθω, καθὼς αὐτὸς ὁ κύριος εἶπεν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἐσχατώτερος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος, μὴ δόξαν ἢ τιμὴν ἢ ἔπαινον, ὅσον τὸ ἐπ᾽ αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας παρ᾽ αὐτῶν τῶν ἀδελφῶν θηρεύων κατὰ τὸ εἰρημένον· Διακονῶν μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκος, ἀλλ᾽ ὡς δοῦλος Χριστοῦ τῷ κυρίω ἐκδεδωκὼς ἑαυτὸν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδευέτω, ὡς τῆς βασιλείας ἐραστὴς ὤν, καὶ τὸν ἐλαφρὸν τοῦ κυρίου καὶ χρηστὸν ζυγὸν προθύμως καὶ μετὰ ἀγαλλιάσεως ὑπεισελθών, ἅτε δὴ μεγάλης σωτηρίας ἑαυτῷ πρόξενος γενόμενος, ἐὰν μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ τῇ καλῇ ταύτῃ καὶ ψυχωφελεῖ δουλείᾳ, πάντας κυρίους ὡς Χριστοῦ οἰκείους καὶ τῆς βασιλείας κληρονόμους ἐνοπτριζόμενος καὶ πᾶσαν ὑποταγὴν ἑκάστῳ, μάλιστα δὲ τοῖς προεστῶσιν ἀσκηταῖς καὶ τὰ βάρη τῶν φροντίδων τῆς ἀρετῆς ἀναδεδεγμένοις ἀποπληρῶν, πάντοτε χρεώστην ἑαυτὸν ἡγούμενος τῆς μετὰ ἀγάπης καὶ ἁπλότητος πρὸς τοὺς ἀδελφοὺς διακονίας κατὰ τὸ εἰρημένον· Διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, καὶ πάλιν· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.

Ἀλλὰ καὶ ὑμεῖς οἱ ἀσκηταὶ οἱ προεστῶτες τῆς ἀδελφότητος ὡς μεγάλου ἔργου ἐπιλαβόμενοι οὕτως ἀγωνίζεσθε διὰ τῆς ταπεινοφροσύνης πρὸς τὰς τῆς κακίας ἐντέχνους μεθοδείας, ἵνα μὴ πάθει ὑπερηφανίας ὡς κατεξουσιάζοντες τῶν ὑποτεταγμένων ὑμῖν ἀδελφῶν κατεπαιρόμενοι ἀντὶ μεγίστου κέρδους ζημίαν τῇ ψυχῇ καὶ βλάβος μέγιστον προξενήσητε.

ἀλλ᾽ ὡς εὔσπλαγχνοι πατέρες δουλεύειν ἑαυτοὺς διὰ τὸν θεὸν ἐκδεδωκότες τῇ ἀδελφότητι ἤπερ κυριεύειν καὶ εἰς πάντα ὑπὲρ αὐτῶν φροντίζοντες σωματικῶς καὶ πνευματικῶς καὶ ἑκάστῳ τὸ ὠφελοῦν τῇ ψυχῇ σπουδάζοντες ὡς τέκνων θεοῦ ἐπιμέλειαν ποιεῖσθε, ἵν᾽ οὕτως πᾶν τὸ ἱερὸν συγκρότημα τῆς ἀδελφότητος εἰς πνευματικὸν κέρδος περιποιούμενοι καὶ περιθάλποντες τὸν ἐπουράνιον μισθὸν παρὰ θεοῦ ἀπολήψεσθε· καὶ εἰς μὲν τὸ προφανὲς τὴν τάξιν τοῦ προεστῶτος φυλάττετε, οἷον τὸ διατάξασθαι ἢ ἐπιτάξαι ἢ συμβουλεῦσαι τοῖς δοκιμωτέροις τῶν ἀδελφῶν ἢ ἐπιτιμῆσαί τινι ἢ ἐλέγξαι ὅπου χρὴ ἢ παρακαλέσαι ὅπου δέοι κατὰ τὸ ἀποστολικὸν παράγγελμα, ἵνα μὴ προφάσει ταπεινότητος ἢ πραότητος δι᾽ ἄγνοιαν ἐν συγχύσει ᾖ τὰ μοναστήρια, τὴν τάξιν τῆς ἀκολουθίας τῶν προεστώτων καὶ τῶν ὑποβεβηκότων μὴ ἀποσῳζόντων· εἰς δὲ τὸ κρυπτὸν κατὰ τὸν νοῦν ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγεῖσθε καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσποτικὰ τέκνα ἐμπιστευθέντες, μετὰ πάσης εὐνοίας καὶ φόβου θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν σπουδάζετε ὡς εἰδότες, ὅτι μέγας ὑμῖν καὶ ἀναφαίρετος μισθὸς ὑπὲρ τοῦ τοιούτου καμάτου παρὰ θεῷ τετήρηται.

καὶ ὥσπερ οἱ παιδαγωγοῦντες τοὺς παῖδας πολλάκις τοὺς ἰδίους δεσπότας μαθημάτων χάριν ἢ καταστάσεως ἠθῶν μὴ φειδόμενοι καὶ μάστιξι παιδεύουσι, πολλὴν εὔνοιαν καὶ σπουδὴν εἰς αὐτοὺς ἐνδεικνύμενοι ἐλπίδι τοῦ γενέσθαι αὐτοὺς φρονίμους καὶ ἐνδόξους ἐν κόσμῳ, οὕτω καὶ οἱ ἀσκηταὶ μὴ πάθει θυμοῦ ἢ ὑψηλοφροσύνης ἀμύνεσθε τοὺς ἀπαιδευτοῦντας καὶ νηπιάζοντας ἀδελφούς, ἀλλ᾽ εὐσπλαγχνίᾳ Χριστοῦ καὶ σκοπῷ πνευματικῆς ὠφελείας καὶ ἐλπίδι τοῦ χρησιμεῦσαι τοὺς ὑφ᾽ ὑμῶν παιδαγωγουμένους εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν τοιούτῳ φρονήματι ἐπιστρέφετε τὴν τῶν ἀδελφῶν νηπιότητα, ἑκάστῳ πρὸς τὸ συμφέρον, ὡς προείρηται, εἴτε παρακλήσει εἴτε ἐπιτιμήσει προσφερόμενοι. μόνον ζήλῳ θεοῦ καὶ σπλάγχνοις Χριστοῦ τὴν ἐπιστροφὴν ποιεῖσθε, καὶ μὴ πάθει κακίας ὡς ἑαυτοὺς ἐκδικοῦντες ἀμύνεσθε, ἵνα τέλειον ὑμῶν ὅνπερ διὰ θεὸν ἀνεδέξασθε κάματον ἀποδείξαντες τῆς ἐπουρανίου βασιλείας ἔσεσθε κληρονόμοι. οὕτως γάρ ἐστιν ἀληθῶς ὁ ἀγγελικὸς βίος ἐπὶ γῆς, ὅταν τοιούτῳ φρονήματι κατηρτισμένοι ὦσι καὶ οἱ προεστῶτες καὶ οἱ ὑποβεβηκότες· ὅταν ἀλλήλοις πάντες οἱ ἀδελφοὶ μετὰ πάσης χαρᾶς ὑποτασσόμενοι ἀλλήλους κυρίους ἡγήσωνται καὶ τῇ τιμῇ ἀλλήλους προηγήσωνται. ἁπλότητι οὖν καὶ ἀκεραιότητι καὶ ὁμονοίᾳ καὶ εἰρήνῃ καὶ ἀφελότητι καρδίας μετὰ πάσης ταπεινώσεως οἱ ἀδελφοὶ ὀφείλουσι συνεῖναι ἀλλήλοις.

μηδεὶς κατὰ τοῦ ἑτέρου ἐπαιρόμενος ἑαυτὸν μείζονα καὶ κρείττονα κἂν τοῦ τυχόντος ἡγείσθω, ἀλλὰ τοὐναντίον ἐνδεέστερον πάντων ἀνθρώπων ἑαυτὸν ἡγείσθω ὡς μαθητὴς Χριστοῦ, καθὼς εἶπεν αὐτὸς ὁ κύριος· Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος· καθὼς καὶ Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. καὶ ὁ ἀπόστολος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ.

Παρακαλοῦμεν οὖν ὑμᾶς ὡς μιμηταὶ Χριστοῦ εἶναι βουλόμενοι εἰς ἀνάπαυσιν ἀλλήλων καὶ ὑποταγὴν καὶ χρηστὴν δουλείαν· εἰ δυνατόν, καὶ 〈εἰς〉 τὸ ὑπεραποθανεῖν τοῦ πλησίον ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργὸν ἡμῶν κατὰ τὸ εἰρημένον· Τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσομένων, ὡς εἴρηται, ἀλλήλοις ἐν φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ. ἕκαστος οὖν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος πρὸ πάντων καὶ πανταχοῦ τὴν ἱερὰν ἀγάπην καὶ τὸν φόβον τοῦ θεοῦ, ἥτις ἐστὶν 〈ἡ〉 πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ αὑτοῦ καρδίᾳ σπουδαζέτω καὶ ζητείτω παρὰ θεοῦ ἀδιαλείπτως ἔχειν καὶ διὰ τῆς συνεχοῦς, μᾶλλον δὲ ἀδιαλείπτου μνήμης 〈τοῦ〉 κυρίου καὶ ἔρωτος οὐρανίου ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ τῆς χάριτος ἐπαυξάνων προσκτάσθω. διὰ γὰρ πολλῆς σπουδῆς καὶ πόνου καὶ μερίμνης καὶ ἀγῶνος τὴν πρὸς τὸν θεὸν ἀγάπην κτήσασθαι δυνάμεθα χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν μορφουμένην, καθὼς ἐν τῇ Σοφίᾳ εἴρηται· Ἐὰν γὰρ ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.

οὕτως γὰρ καὶ τὴν δευτέραν ἐντολήν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνάμεθα. τὰ γὰρ πρῶτα προταττέσθω καὶ σπουδαζέσθω ὡς πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως τελεσθήσεται· ἐὰν γάρ τις ἀμελήσει τῆς μεγάλης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς ἔνδοθεν διαθέσεως καὶ συνειδήσεως ἀγαθῆς καὶ ὑγιῶν τῶν πρὸς θεὸν ἐννοιῶν ἅμα καὶ βοηθείᾳ 〈καὶ χάριτι θείᾳ〉 συνίσταται, τῆς δὲ δευτέρας τὴν ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ποιήσεται, ἀδύνατον ὑγιῶς καὶ καθαρῶς ταύτην ἐπιτελεῖν.

Ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω μνήμης καὶ ἀγάπης καὶ ζητήσεως θεοῦ τὸν νοῦν ἢ δυσχερῆ καὶ βαρέα καταφαίνεσθαι ποιεῖ τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ λύπας καὶ μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας τῇ ψυχῇ ἐνεργαζομένη, ἢ οἰήσει δικαιοσύνης ἀπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγήσεται τίμιον καὶ μέγαν καὶ ὡς ἄκρως κατορθοῦντα τὰς ἐντολάς. ὅταν δὲ ἐν ἑαυτῷ οἰηθῇ ἄνθρωπος, ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάττει, ἥμαρτε κρίνας ἑαυτὸν καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀληθῶς· ὅταν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι καὶ τέκνα θεοῦ τυγχάνομεν, οὐχ ὅταν οἰήσει ἰδίᾳ ἑαυτοὺς δικαιώσωμεν. Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος, ἀλλ᾽ ὃν ὁ κύριος συνίστησιν. ἐὰν γὰρ ἐκτὸς μνήμης καὶ φόβου θεοῦ εὑρίσκηται ὁ ἄνθρωπος, ἀνάγκη καὶ δόξαν ζητεῖν καὶ ἔπαινον θηρεύειν παρὰ τῶν διακονουμένων ὑπ᾽ αὐτοῦ, ὁ δὲ τοιοῦτος ἄπιστος παρὰ τοῦ κυρίου ἀπελέγχεται· Πῶς γάρ, φησί, δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;

ὁ τοιοῦτός ἐστιν ὁ τὸ ἔξωθεν τοῦ ποτηρίου πλύνων καὶ τῆς παροψίδος, τὸ δὲ ἔνδον γέμει ἁρπαγῆς καὶ πάσης πλεονεξίας· ἐπὰν δὲ αὐτὸς ὁ νοῦς καὶ ἡ διάθεσις τῆς ψυχῆς ἐν τῇ μελέτῃ καὶ ἐπιποθήσει τοῦ θεοῦ ἀεὶ ἀπασχολῆται καὶ τὰς ἐννοίας τῇ μνήμῃ τῶν καλῶν, ὅσα ἐστὶν ἀληθῆ καὶ δίκαια καὶ εὔφημα καὶ σεμνά, καὶ τῇ ἀγάπῃ τοῦ θεοῦ πάντοτε κατακοσμῇ (μετὰ δὲ ἀγῶνος πολλοῦ καὶ καμάτου νοὸς τοῦτο γίνεται διὰ τὸ τὸν ἐναντίον ἀεὶ ἐν τοῖς καλοῖς ἐμποδίζειν τὸν νοῦν τοῦ μὴ τῇ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηίνων ἐπιθυμιῶν τὴν προαίρεσιν δελεάζοντα προσεδρεύειν· οὗτος γάρ ἐστι τοῦ πονηροῦ ὁ θάνατος καὶ ἡ ἧττα, ὅταν εἰς ἀγάπην καὶ μνήμην θεοῦ ἀσχολούμενος ὁ νοῦς εὑρίσκηται), πάντοτε ἐντεῦθεν συστῆναι δύναται καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη. ὁμοίως καὶ ἡ ἀληθὴς ἁπλότης καὶ ἡ πραότης καὶ ἡ ταπείνωσις καὶ ἡ ἀκεραιότης καὶ ἡ ἀγαθότης καὶ ἡ εὐχὴ καὶ πᾶσα ἀκολουθία τῶν ἁγίων ἐντολῶν διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς θεὸν ἀγάπης, ἐξ ἀληθείας τὴν ἀκριβῆ συμπλήρωσιν λαμβάνει.