Μᾶλλον γάρ, φησί, ἑλόμενοι συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· καὶ πάλιν Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾽ ἐσχάτων σου· πᾶν ὃ ἐὰν ἐπενεχθῇ σοι δέξαι ἀσμένως, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως· πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σοι, καὶ τὰ ἑξῆς· καὶ ἀλλαχοῦ Τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ προσδέχου· εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. ὁ δὲ μακάριος ἀπόστολος ἐντελέστερον ἐπάγει λέγων Ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν διωγμοῖς, καὶ ὁ Κύριος Μακάριοι, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ τὰ ἑξῆς· εἰ τοίνυν τῶν τοιούτων υἱὸς καὶ κληρονόμος γενέσθαι βούλει, τὴν μίμησιν τῆς ἀναστροφῆς αὐτῶν καὶ πολιτείας ὀφείλεις ἀναδέξασθαι, καὶ τῶν τοῦ Κυρίου λόγων ἀκόλουθος εἶναι καὶ ποιητής· Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν ὁδός, καὶ ὀλίγοι εἰσὶν οἱ διερχόμενοι δι᾽ αὐτῆς.