Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΣΤ΄-Ι΄: Η νοερά προσευχή, η πνευματική έκσταση και η μακροθυμία της χάριτος

Αναφορά στην εσωτερική ησυχία κατά την προσευχή, στη θεία χάρη που δοκιμάζει τον άνθρωπο και στην αδιάλειπτη δίψα των φιλόθεων ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 10

ΟΜΙΛΙΑ ϛʹ. Οἱ προσερχόμενοι τῷ κυρίῳ ὀφείλουσι τὰς εὐχὰς ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ καὶ καταστάσει πολλῇ ποιεῖσθαι καὶ οὐχὶ ἀπρεπέσι κραυγαῖς καὶ συγκεχυμέναις, ἀλλὰ πόνῳ καρδίας καὶ λογισμοῖς νήφουσι προσέχειν τῷ κυρίῳ. καὶ ὥσπερ ἐὰν ᾖ τις ἔχων πάθη καὶ καυτηριάζηται ἢ χειρουργῆται, οὕτως ἀνδρείως καὶ ὑπομονητικῶς φέρει τὸν προσφερόμενον πόνον ἄνευ θορύβου καὶ ταραχῆς κρατῶν ἑαυτοῦ· εἰσὶ δὲ ἄλλοι τὸν αὐτὸν πόνον ἔχοντες, καὶ ἐν τῷ καυτηριάζεσθαι ἢ χειρουργεῖσθαι κραυγαῖς ἀπρεπέσι κέχρηνται, καὶ ὁ αὐτός ἐστι πόνος τοῦ βοῶντος καὶ τοῦ μὴ βοῶντος, τοῦ ταρασσομένου καὶ τοῦ μὴ ταρασσομένου, —οὕτως εἰσί τινες ἔχοντες θλῖψιν καὶ πόνον καὶ εὐκαταστάτως φερόμενοι, ἄνευ ταραχῆς κρατοῦντες ἑαυτῶν τὸν νοῦν ἐν τοῖς λογισμοῖς· εἰσὶ δὲ ἄλλοι τὴν αὐτὴν θλῖψιν ἔχοντες καὶ ἀνυπομονήτως φερόμενοι, μετὰ θορύβου καὶ ταραχῆς τὰς προσευχὰς ποιοῦντες εἰς τὸ καὶ τοὺς ἀκούοντας σκανδαλίζεσθαι· εἰσὶ δὲ ἄλλοι μὴ ἔχοντες πόνον, εἰς δὲ ἐπίδειξιν ἢ ἰδιωτείαν φερόμενοι κραυγαῖς ἀτάκτοις κέχρηνται ὡς διὰ τούτων δυνάμενοι εὐαρεστῆσαι τῷ θεῷ.

Οὐ χρὴ δὲ τὸν τοῦ θεοῦ δοῦλον ἐν τοιαύτῃ ἀκαταστασίᾳ εἶναι, ἀλλ᾽ ἐν πάσῃ ἡμερότητι καὶ σοφίᾳ, καθὼς εἶπεν ὁ προφήτης· ‹ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;› καὶ ἐπὶ τοῦ Μωσέως δὲ καὶ τοῦ Ἠλία εὑρίσκομεν, ὅτι ἐν τῇ γιγνομένῃ αὐτοῖς ἐπιφανείᾳ, πολλῆς διακονίας γενομένης σαλπίγγων καὶ δυνάμεων ἔμπροσθεν τῆς δεσποτικῆς ἀξίας, ἐν ἐκείνοις πᾶσι διεκρίθη καὶ ἐφανερώθη ἡ τοῦ κυρίου παρουσία ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ καὶ ἀναπαύσει. ‹ἰδοὺ› γάρ φησι ‹φωνὴ αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ ὁ κύριος›. δείκνυται τοίνυν ὅτι ἡ τοῦ κυρίου ἀνάπαυσις ἐν εἰρήνῃ καὶ καταστάσει ἐστί· θεμέλιον γὰρ ὃν τίθησιν ἄνθρωπος καὶ ἀρχὴν ἣν ἄρχεται, ἐν αὐτῇ μέχρι τέλους διαμένει. ἐὰν ἐν φωνῇ καὶ ταραχῇ ἄρξηται τὴν προσευχὴν ποιεῖσθαι, μέχρι τέλους τὴν αὐτὴν συνήθειαν κρατεῖ. ἐπειδὴ δὲ ὁ κύριος φιλάνθρωπός ἐστι, συμβαίνει ὅτι καὶ τούτῳ δίδωσι βοήθειαν. Οὗτοι οὖν διὰ τὴν προτροπὴν τῆς χάριτος ἕως τέλους τῇ αὐτῇ συνηθείᾳ ἀποκέχρηνται. ἀλλ᾽ ὁρῶμεν ὅτι τὸ μέρος τοῦτο ἰδιωτῶν ἐστι, διὰ τὸ καὶ ἄλλους σκανδαλίζειν καὶ αὐτοὺς τεταραγμένους ποιεῖσθαι τὴν προσευχήν.

Ὁ δὲ ἀληθινὸς θεμέλιος τῆς προσευχῆς οὗτός ἐστι, τὸ προσέχειν τοῖς λογισμοῖς καὶ ἐν πολλῇ ἡσυχίᾳ καὶ εἰρήνῃ ποιεῖσθαι τὴν προσευχήν, ὡς μήτε τοὺς ἔξωθεν σκανδαλίζεσθαι. οὗτος γὰρ ἐὰν ἐπιδέξηται τὴν χάριν τοῦ θεοῦ καὶ τὴν τελείωσιν ἄχρι τέλους ἐν ἡσυχίᾳ ποιήσῃ, πλέον τοὺς πολλοὺς οἰκοδομήσει· «οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ᾽ εἰρήνης». οἱ γὰρ ταῖς κραυγαῖς κεχρημένοι κελευσταῖς ἐοίκασι, μὴ δυνάμενοι πανταχοῦ εὔξασθαι μήτε ἐν ἐκκλησίαις μήτε ἐν κώμαις, εἰ μὴ τάχα ἐν ἐρημίαις κατὰ τὸ θέλημα αὐτῶν· οἱ δὲ ἐν ἡσυχίᾳ προσευχόμενοι πάντας οἰκοδομοῦσιν ἐν παντὶ τόπῳ. χρὴ γὰρ ὅλον τὸν ἀγῶνα τοῦ ἀνθρώπου ἐν τοῖς λογισμοῖς ἐκτελεῖν καὶ τὴν περικειμένην ὕλην τῶν πονηρῶν λογισμῶν ἀποκόπτειν καὶ ἐπείγειν ἑαυτὸν πρὸς τὸν θεὸν καὶ μὴ ποιεῖν τὰ θελήματα τῶν λογισμῶν, ἀλλὰ πανταχόθεν ῥεμβομένους αὐτοὺς συνάγειν, διακρίνοντα τοὺς φυσικοὺς λογισμοὺς ἀπὸ τῶν πονηρῶν. πελάζεται γὰρ ἡ ψυχὴ οὖσα ὑπὸ ἁμαρτίαν, ὥσπερ ἐὰν ᾖ ἐν ὄρει ὕλη μεγάλη ἢ ἐν ποταμῷ καλαμῶνες ἢ δάση τινὰ ἀκανθῶν καὶ ὑλῶν· οἱ οὖν βουλόμενοι δι᾽ ἐκείνου τοῦ τόπου παρελθεῖν ὀφείλουσιν ἐκτείνειν τὰς χεῖρας καὶ μετὰ βίας καὶ καμάτου ἀπωθεῖσθαι τὴν περικειμένην ὕλην. οὕτως καὶ ἡ τῶν λογισμῶν τῆς ἐναντίας δυνάμεως ὕλη περίκειται τῇ ψυχῇ.

Πολλῆς οὖν σπουδῆς καὶ προσοχῆς νοὸς χρεία, ἵνα τις διακρίνῃ τοὺς ἀλλοτρίους λογισμοὺς τῆς ἐναντίας δυνάμεως. ἔστι γάρ τις θαρρῶν τῇ ἑαυτοῦ δυνάμει, νομίζων ἀφ᾽ ἑαυτοῦ ἐκκόπτειν τὰ περικείμενα ὄρη· ἔστι δὲ ἄλλος ἀπὸ καταστάσεως καὶ διακρίσεως διοικῶν τῷ νοῒ αὐτοῦ καὶ ἀκαμάτως πλέον ἐκείνου τὸ ἔργον αὐτοῦ διανύων. οὕτω καὶ ἐν ταῖς προσευχαῖς εἰσί τινες κραυγαῖς κεχρημένοι ἀπρεπέσιν, ὡς δὴ τῇ σωματικῇ ἰσχύϊ πεποιθότες, μὴ εἰδότες τὰς κλοπὰς τῶν λογισμῶν, ἀλλὰ νομίζοντες τῇ ἰδίᾳ δυνάμει τὸ τέλειον κατόρθωμα ποιεῖσθαι. εἰσὶ δὲ ἄλλοι οἱ τοῖς λογισμοῖς προσέχοντες καὶ ὅλον τὸν ἀγῶνα ποιούμενοι ἔσωθεν· οὗτοι διὰ τῆς συνέσεως αὐτῶν καὶ διακρίσεως δύνανται κατορθῶσαι καὶ ἀποσείσασθαι τοὺς ἐπανισταμένους λογισμοὺς καὶ κατὰ τὸ θέλημα τοῦ κυρίου πορεύεσθαι. εὑρίσκομεν δὲ ἐν τῷ ἀποστόλῳ, ὅτι τὸν οἰκοδομοῦντα τὸν ἄλλον μείζονα λέγει· φησὶ γάρ· ‹ὁ λαλῶν γλώσσαις ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις›. ἕκαστος οὖν ἐπιλέξεται τὸ ἄλλους οἰκοδομῆσαι, καὶ καταξιοῦται τῆς βασιλείας τῶν οὐρανῶν. 〈Ἐρώτησις:〉 ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι; 〈Ἀπόκρισις:〉 ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα.

ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ οἱ ἄρχοντες τοῦ σκότους ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον. λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ κύριος καὶ ἔλαβεν ἐκ τῆς παρθένου τὸ σῶμα. εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος ἐλάλει τοῖς ἀνθρώποις. λοιπὸν οὖν τὰ πνεύματα τῆς πονηρίας, ἃ ἐνεκαθέζοντο εἰς τὸ σῶμα, καθεῖλεν ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, οἷς ἐνεπολιτεύοντο, καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ τὸ σῶμα. 〈Ἐρώτησις:〉 τί οὖν ἐστιν ὃ εἶπε· ‹καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ›; 〈Ἀπόκρισις:〉 τοῦτο εὑρίσκομεν, ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ὁ κύριος ἀνελήφθη εἰς τοὺς οὐρανούς. ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ παράκλητον εἰς τοὺς δώδεκα ἀποστόλους καὶ τὴν ἁγίαν δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκάθισεν εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν. ἐπεὶ δὲ οἱ παρεστηκότες εἶπον ὅτι ‹οὗτοι γλεύκους εἰσὶ μεμεστωμένοι›, λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτοὺς λέγων περὶ τοῦ Ἰησοῦ ὅτι “ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαντες ἐπὶ ξύλου„. καὶ ἴδε, ἐκεῖ ποιεῖ θαυμάσια, διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς.

γέγραπται γάρ· «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν». ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὥστε γενέσθαι κόσμον καινόν, ἐκλεκτὸν θεοῦ.

Ὁρᾷς πῶς ἐφάνη ἀρχὴ κρίσεως· ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός. ὧδε γὰρ ἐδόθη αὐτοῖς ἐξουσία καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι, καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ἐν τῇ ἀναστάσει τῶν νεκρῶν· καὶ ὧδε γίγνεται τοῦ ἁγίου πνεύματος καθεσθέντος ἐν τοῖς θρόνοις τῶν νοημάτων αὐτῶν. ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὔκ εἰσι κτίσματα (καὶ οἱ λέγοντες κακῶς λέγουσιν), ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. τί λέγει ὁ ἀπόστολος Παῦλος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου; ὅτι ‹αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν›, εἰς ἣν ὁμολογοῦμεν. περὶ δὲ τοῦ ἐνδύματος, ὃ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ Ζ. Ὥσπερ ἐάν τις εἰσέλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ αὐτῷ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθῇ ἐκεῖθεν καὶ εὑρεθῇ εἰς δυσώδεις τόπους ἀπαχθείς· ἢ ὥσπερ ἐὰν ᾖ τις ὡραία κόρη καὶ σοφωτέρα καὶ πλουσιωτέρα ὑπὲρ πάσας, λάβῃ δὲ ἄνδρα πενιχρόν, ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ ἐπιθῇ αὐτῷ διάδημα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς ἐκεῖνος πτοεῖσθαι καὶ λέγειν· “ἐμοὶ τῷ ταλαιπώρῳ καὶ πτωχῷ καὶ μετρίῳ καὶ ταπεινῷ τοιαύτη κοινωνικὴ ἐδόθη;„ —οὕτως καὶ ὁ θεὸς τῷ ταλαιπώρῳ καὶ ταπεινῷ ἀνθρώπῳ ἐποίησεν. ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τροφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, θησαυρὸν τὸν οὐράνιον ἀποβλέπων.

ἐπειδὴ γὰρ ὁ θεὸς ἀγάπη ἐστίν, ἐδέξατο τὸ οὐράνιον καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπάη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος. 〈Ἐρώτησις:〉 εἰ σύνεστιν ὁ σατανᾶς τῷ θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν τοῖς ἀνθρώποις; 〈Ἀπόκρισις:〉 ὁ ἥλιος οὗτος, κτίσμα ὢν καὶ καταλάμπων εἰς τόπους βορβορώδεις, τί βλάπτεται; πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται· ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῶν ἀνθρώπων. πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ θεοῦ. εἰ δὲ λέγει τις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν θεόν, ποιεῖ αὐτὸν καὶ περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον ἔνθα κατοικεῖ ὁ πονηρός. πῶς δὲ λέγομεν τὸ ἀγαθὸν ἀπερίγραπτον εἶναι καὶ ἀκατάληπτον καὶ τὰ πάντα ἐν αὐτῷ εἶναι καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ; μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ θεῷ εἰσι καὶ δι᾽ αὐτοῦ συνέστηκε, μὴ καὶ αὐτὰ θεὸς ἐγένετο;

τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι θεός ἐστιν. 〈Ἐρώτησις:〉 ἐπειδὴ ἡ ἁμαρτία ‹μεταμορφοῦται εἰς ἄγγελον φωτός› καὶ παρομοία τῆς χάριτός ἐστι, πῶς ἵνα νοήσῃ ἄνθρωπος «τὰς μεθοδείας τοῦ διαβόλου», καὶ πῶς δέξεται καὶ διακρινεῖ τὰ τῆς χάριτος; 〈Ἀπόκρισις:〉 τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην ἔχει, ἀλήθειαν ἔχει· αὐτὴ ἡ ἀλήθεια ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν. τὰ δὲ τῆς ἁμαρτίας εἴδη ἐστὶ τεταραγμένα, οὐκ ἔχει ἀγάπην καὶ χαρὰν πρὸς τὸν θεόν. ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακος (τὸ μὲν ἓν γλυκύ, τὸ δὲ ἓν πικρόν, εἰ καὶ παρόμοια), καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί ἐστιν ὅμοια ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας. οἷόν ἐστιν αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος· ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ. ἔστι λύχνος ἅπτων εἰς οἶκον· ἄλλη ἐστὶν ἡ αὐγὴ ἡ πανταχοῦ λάμπουσα καὶ ἄλλο ἐστὶ τὸ φῶς τὸ ἐν αὐτῷ τῷ λύχνῳ λαμπρότερον καὶ φαιδρότερον. οὕτως ἐστί τινα τῆς χάριτος, ὅτι μακρόθεν αὐτοῦ ὡς ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρεται εἰς αὐτὰς τὰς ὁράσεις· καὶ ἔστιν ἄλλος, ὅτι εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ θεοῦ καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν εἰς ἀγάπην θεοῦ.

ὅτε τὸν Πέτρον ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ ἔρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι. 〈Ἐρώτησις:〉 καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος θεοῦ; 〈Ἀπόκρισις:〉 αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει ὀλισθαίνουσι καὶ πίπτουσιν. ἄρχεται γὰρ ἐπαίρεσθαι, κατακρίνειν, λέγειν· “σὺ ἁμαρτωλὸς εἶ, ἔχειν ἑαυτὸν δίκαιον„. οὐκ οἶδας τί λέγει Παῦλος· «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι»; ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ὑπεραίρεσθαι. 〈Ἐρώτησις:〉 εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν; 〈Ἀπόκρισις:〉 ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός. καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν. ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὡς ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδεν ἐν ἑαυτῷ τινα πληροφορίαν ὁράσεων.

πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις· ὅτι πράγματα μεγάλα καὶ μυστήρια θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ. 〈Ἐρώτησις:〉 εἰ βλέπει τις δι᾽ ἀποκαλύψεως καὶ φωτὸς θεϊκοῦ τὴν ψυχήν; 〈Ἀπόκρισις:〉 ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι ὁρῶσι Χριστιανοί. 〈Ἐρώτησις:〉 εἰ ἔχει μορφὴν ἡ ψυχή; 〈Ἀπόκρισις:〉 ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ. ὥσπερ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφὴν καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτως καὶ ὁ ἔσω εἰκόνα ἔχει ὁμοίαν τῷ ἀγγέλῳ καὶ τῷ ἔξω ἀνθρώπῳ μορφήν. 〈Ἐρώτησις:〉 εἰ ἄλλος ἐστὶν ὁ νοῦς καὶ ἄλλο ἡ ψυχή; 〈Ἀπόκρισις:〉 ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτως καὶ μέλη ψυχῆς εἰσι πολλά, νοῦς, συνείδησις, θέλημα, λογισμοὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, ἀλλὰ ταῦτα πάντα εἰς ἕνα λογισμόν εἰσιν ἀποδεδεμένα· μέλη δέ ἐστι ψυχῆς, μία δέ ἐστι ψυχὴ ὁ ἔσω ἄνθρωπος. ὥσπερ δὲ οἱ ἔξωθεν ὀφθαλμοὶ προβλέπουσι μακρόθεν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει, γοργότερος ὤν, τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. δόξαν ἀναπέμψωμεν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΟΜΙΛΙΑ Η. Εἰσέρχεταί τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ κυρίου ὡς νύμφη μετὰ νυμφίου, κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· ‹ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπί σοι›. καὶ συμβαίνει ὅτι ἀσχολούμενος οὗτος πᾶσαν ἡμέραν ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται εἰς προσευχὴν ὁ ἔσω ἄνθρωπος, εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ᾽ ἐκεῖνον τὸν καιρὸν λήθην ἐγγενέσθαι τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατα, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὡς “εἴθε συναπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ„. 〈Ἐρώτησις:〉 εἰ πάντοτε εἰσέρχεταί τις εἰς ἐκεῖνα τὰ πράγματα; 〈Ἀπόκρισις:〉 ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι, καὶ ἐρρίζωται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πηκτὸν ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ ὡς μία οὐσία, πολυτρόπως δὲ ὡς θέλει πρὸς τὸ συμφέρον οἰκονομεῖ τὸν ἄνθρωπον. ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἅπτεται τὸ πῦρ, ποτὲ δὲ ὡς μαλθακώτερον καὶ πραΰτερον.

καὶ αὐτὸ τὸ φῶς κατὰ καιρούς τινας πλέον ἐξάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει. καὶ αὕτη ἡ λαμπὰς πάντοτε καιομένη καὶ λάμπουσα, ὅταν φαιδρυνθῇ πλέον, ἐν μέθῃ ἐξάπτεται τῆς ἀγάπης τοῦ θεοῦ· αὖθις δὲ κατ᾽ οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι.

Πλὴν ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. ἄλλοτε πάλιν ἐν τῇ εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ, καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι᾽ ἐλαίου ἐζυμωμένοι, καὶ ὅσον ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο. ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινόν, οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι (ὃν γὰρ τρόπον εἰς τὸ ὄρος ἀνελθὼν ὁ κύριος μετὰ Ἰωάννου καὶ Πέτρου μετήμειψεν αὐτοῦ τὰ ἱμάτια καὶ ἐξαστράψαι πεποίηκεν), οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβεῖτο καὶ ἐθαύμαζεν ὁ ἐνδεδυμένος ἄνθρωπος. ἐν ἄλλῳ δὲ καιρῷ αὐτὸ τὸ φῶς ἐν τῇ καρδίᾳ φαῖνον ἤνοιγε τὸ ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν ἑαυτόν, ἀλλ᾽ εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ γλυκύτητα, διὰ τὰ ἀπόκρυφα μυστήρια, ὥστε τὸν ἄνθρωπον κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἐκ τῆς ἁμαρτίας.

Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς ἕνα βαθμὸν τὸν κατώτερον τῆς τελειότητος. ὡς ἵνα εἴπωμεν, χρὴ δώδεκα βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. ἐν καιρῷ τις ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσῆλθεν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρ᾽ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρός, πάντοτε αἰχμάλωτος καὶ μετέωρος. καὶ νῦν ᾧ ἐδείχθη ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωπος, εἰ συνῆν αὐτῷ πάντοτε, οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν ἢ μεριμνᾶν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον καθῆσθαι ἐν μιᾷ γωνίᾳ μετέωρον καὶ μεμεθυσμένον. ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου, πλὴν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται καὶ νενίκηται ὁ θάνατος.

Τὰ δὲ πράγματα οὕτως ἐστίν. ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα· ὅθεν ὁμολογεῖ οὗτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν ὅτι διαλέλυται καὶ τέθραυσται «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον οὔτε πάντοτε. ἔστι γὰρ καιρός, ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει· ἔστι καιρός, ὅτι ὑποστέλλεται καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. τίς δὲ ὁ ἐλθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος; ἀκμὴν γὰρ οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον. ἀλλ᾽ εἰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος, ὅμως καὶ ἡ ἁμαρτία σύνεστιν ἀκμὴν ἔσω. αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι εἶναι καὶ τέλειοι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσιν ἐνέργειαν τῆς χάριτος.

ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς ἐκεῖνο τὸ μέτρον καὶ οἶδα καταμαθών, πῶς οὐκ ἔστι τέλειος ὁ ἄνθρωπος. 〈Ἐρώτησις:〉 εἰπὲ ἡμῖν σύ, ἐν ποίοις εἶ μέτροις; 〈Ἀπόκρισις:〉 μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ, εἰρηνεύει ὅλα τὰ μέλη καὶ τὴν καρδίαν, ὥστε τὴν ψυχὴν ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον φαίνεσθαι καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν. ἀλλ᾽ ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ, καὶ χαίρει ὁ ἄνθρωπος ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ ἀγαπᾶν, Ἕλληνας, Ἰουδαίους. ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτως θαρρεῖ τῷ υἱῷ τοῦ θεοῦ ὡς πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσον εἰσέρχεται πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν εἰς ἄλλας ἑκατὸν μονάς, καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα θαυμάσια δείκνυνται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱῷ καὶ κληρονόμῳ πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι. δόξα τῷ θεῷ. ἀμήν.

ΟΜΙΛΙΑ Θ. Ἡ τοῦ θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια ἐν ψυχῇ γιγνομένη μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας νοὸς μυστικῆς κατεργάζεται καὶ μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου. καὶ τότε τὸ ἔργον τῆς χάριτος τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὰς δοκιμασίας εὐαρέστου τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης. ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν.

Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν, οἷον ὡς ἐπὶ τοῦ Ἰωσήφ. ἐν πόσοις καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ τὰ ὁράματα ἐπληρώθη, καὶ ἐν πόσοις πρότερον πόνοις καὶ θλίψεσι καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ θεῷ εὑρεθεὶς δοῦλος. τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετελέσθη καὶ τὸ βούλημα τοῦ θεοῦ, διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πρόρρησιν εἰληφός.

Ὁμοίως περὶ τοῦ Δαβίδ. ὁ θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου· καὶ ὅτε ἐχρίσθη, τότε ἔφυγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι. καὶ ποῦ ἡ χρῖσις τοῦ θεοῦ καὶ ποῦ ἡ ἐπαγγελία, ὡς πρὸς τὸ τάχος; μετὰ γὰρ τὸ χρισθῆναι τότε δεινῶς ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος καὶ ὑστερούμενος ἕως ἄρτου καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαοὺλ πρὸς αὐτὸν ἐπιβουλὴν γιγνομένην. ὃν ὁ θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιείχετο θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ πεπιστευκὼς τῷ θεῷ καὶ ἑαυτὸν πληροφορήσας ὅτι “ὃ ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ καὶ ὃ εἶπεν ὁ θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ„. καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ θεοῦ βούλημα, καὶ ἐβασίλευσεν ὁ Δαβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου γεγενημένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.

Ὁμοίως καὶ περὶ Μωϋσέως. ὁ θεὸς τοῦτον προγνοὺς καὶ προορίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι θυγατρὸς Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ εἰς δόξαν καὶ τρυφὴν ηὐξήθη πάσῃ σοφίᾳ παιδευθεὶς Αἰγυπτίων, καὶ ἀνδρωθεὶς καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ Χριστοῦ ‹μᾶλλον ἑλόμενος› κατὰ τὸν ἀποστολικὸν λόγον ‹ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν›· καὶ φυγὰς Αἰγύπτου γεγονὼς πόσον χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ βασιλέως υἱὸς καὶ εἰς τοσαύτην ἀπόλαυσιν καὶ τρυφὴν βασιλικὴν ἀνατραφείς. καὶ οὕτως ὕστερον δόκιμος τῷ θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας εὑρεθείς, οἷα πολλοὺς πειρασμοὺς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, καὶ θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ θεοῦ προσηγορεύθη· δι᾽ αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ θεὸς δι᾽ αὐτοῦ εἰς Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν. ἰδοὺ τὸ τοῦ θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσας δοκιμασίας καὶ θλίψεις ἐτελέσθη.

Ὁμοίως καὶ ἐπὶ τοῦ Ἀβραάμ. πρὸ πόσων χρόνων ἐπηγγείλατο ὁ θεὸς χαρίσασθαι υἱὸν καὶ οὐ παραυτὰ δέδωκεν, ἀλλὰ μεταξὺ πόσοις ἔτεσι δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτως πιστὸς εὑρεθεὶς ἐπέτυχε τῆς ἐπαγγελίας.

Ὡσαύτως καὶ Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ θεοῦ τὴν κιβωτὸν κατασκευάζειν ἐπαγγειλαμένου κατακλυσμὸν ἐπαγαγεῖν τῇ οἰκουμένῃ καὶ ἑξακοσιοστῷ ἔτει ἐπαγαγόντος, ἑκατὸν ἔτη ἐμακροθύμησεν ἐν μηδενὶ διστάσας, ἆρα ποιεῖ ἅπερ εἶπεν ὁ θεὸς ἢ μὴ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς ὅτι ἅπερ ἐλάλησεν ὁ θεός, ἀναμφιβόλως γενέσθαι δεῖ. καὶ οὕτως δόκιμος τῇ προαιρέσει ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθεὶς διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας.

Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀποδεῖξαι, ὅτι ἡ τοῦ θεοῦ τῆς χάριτος ἐν ἀνθρώπῳ γινομένη ἐνέργεια καὶ τὸ χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, ὅπερ πιστὴ ψυχὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς πολλῆς καὶ μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίγνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. καὶ ἐπὰν ἐν μηδενὶ τὸ πνεῦμα λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς ἐκ τῶν παθῶν ἐλευθερίας τυχεῖν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ πνεύματος πλήρωσιν λαμβάνει καὶ τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας καὶ τοῦ πνευματικοῦ πλούτου καὶ τῆς συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου, ἧς οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται. διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, συνετῶν, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν. ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους «ἀνακρίνει» κατὰ τὸ γεγραμμένον, γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις μέτροις ἐστίν. αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γιγνώσκει τὸν ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος· «πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». «

ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται». ὁ τοιοῦτος πάντα τὰ τοῦ κόσμου πράγματα ἔνδοξα, πλοῦτον καὶ τρυφὴν καὶ πᾶσαν ἀπόλαυσιν αὐτήν τε τὴν γνῶσιν καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται καὶ μισητά.

Ὥσπερ γὰρ ὁ φλεγόμενος καὶ κατεχόμενος πυρετῷ, ὅπερ ἂν προσενέγκῃς αὐτῷ βρῶμα ἢ πόμα ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλει διὰ τὸ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ᾽ αὐτοῦ σφοδρῶς ἐνεργεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ πνεύματος ἱερῷ καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ θεοῦ τὴν ψυχὴν τρωθέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν καὶ θέλει ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν οὐράνιον τοῦ Χριστοῦ πόθον, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ μισητὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς τὸν θεὸν διαθέσει καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τῆς ἀγάπης· ἐξ ἧς ἀγάπης οὐδὲν τῶν ἐπουρανίων ἢ ἐπιγείων ἢ καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος ὅτι «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» καὶ τὰ ἑξῆς.

Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα καὶ ἡ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς καὶ τῷ ἐπουρανίῳ τοῦ πνεύματος κόσμῳ καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος καὶ πάντα ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης ἢ προσπαθείας γονέων ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίαις σαρκικαῖς κόσμου ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις· ἀλλ᾽ ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθώς φησιν ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· ‹ζητεῖτε τὴν βασιλείαν καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν›.

Γένοιτο δέ, ἵνα οὕτως τις ἀγωνιζόμενος καὶ πάντοτε προσέχων ἑαυτῷ, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε κατὰ θεὸν γιγνομένῳ, τὸ σκότος τῶν πονηρῶν δυνάμεων ἀποφυγεῖν δυνηθῇ. ὁ γὰρ νοῦς τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς κύριον ζητήσεως ἐκτὸς μὴ γινόμενος τὴν ἑαυτοῦ ψυχὴν κτήσασθαι δύναται οὖσαν ἐν ἀπωλείᾳ παθῶν, τῷ πρὸς κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ αἰχμαλωτίζειν ἑαυτὸν καὶ αὐτῷ μόνῳ προσκολλᾶσθαι, καθὼς εἴρηται· «αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ», ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως ὁ νοῦς καταξιωθῇ γενέσθαι μετὰ τοῦ κυρίου εἰς ἓν πνεῦμα, τῆς δωρεᾶς καὶ χάριτος τοῦ Χριστοῦ ἀναπαυσαμένης ἐν τῷ ἀγγείῳ τῆς ψυχῆς, εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης αὐτῆς καὶ μὴ ἐνυβριζούσης τὸ τοῦ κυρίου πνεῦμα ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ τῶν πονηρῶν ἀνθρώπων συνδυασμοῖς καὶ κοινωνίαις.

ἀγαπητὸν γὰρ εἰ ὅλη ἐξ ὅλου ἑαυτὴν τῷ κυρίῳ ἀναθεῖσα καὶ αὐτῷ μόνῳ προσκολλωμένη καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀνεπιλήστως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν καὶ ἐπισκιάσαν τοῦ Χριστοῦ πνεῦμα ἀξίως τιμήσασα καταξιωθῇ μετ᾽ αὐτοῦ εἰς ἓν πνεῦμα καὶ μίαν κρᾶσιν γενέσθαι, καθώς φησιν ὁ ἀπόστολος· ‹ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν›· ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξαν ἢ ἀρχήν, ἢ τιμῶν ἀνθρωπίνων ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν γηΐνοις λογισμοῖς ἡ ψυχὴ ἀναφύρηται καὶ συγχέηται ἢ ἔν τινι τοῦ αἰῶνος τούτου δέδεται καὶ κεκράτηται, καὶ ποθῇ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τὸ σκότος τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.

Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι πρὸς κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γίνεσθαι, εἰς τὸ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι πασῶν τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσωμεν καὶ τὴν ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν αὐτοῦ μόνου ἐν νῷ ἔχωμεν. εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀσχολίαν ἐντολῶν καὶ διὰ θεὸν ὑπακοὴν ὀλίγον ἀσχοληθῶμεν, ὁ νοῦς τῆς πρὸς κύριον ἀγάπης καὶ ζητήσεως καὶ πόθου μὴ χωριζέσθω, ὅπως τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύοντες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς ἐπαγγελίας τοῦ πνεύματος αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ᾽ ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ Ι. Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ᾽ ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ᾽ ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέστῳ ἔχουσιν. εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαβεῖν ἀξιοῦνται εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ᾽ ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσούτῳ μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι, καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναί εἰσι παρ᾽ ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· ‹οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν›.

Αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος ἔκλαμψιν καὶ μετουσίαν τελείως κομίζονται. ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαί, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως δι᾽ ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τῷ παρακλήτῳ πνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ πνεύματος μὴ ἐκδεξάμεναι ἢ πάλιν χάριτος θείας καταξιωθεῖσαι, εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτόμεναι, ἑαυτὰς ἐξέδωκαν ὡς ὅτι λαβοῦσαι τὴν χάριν τοῦ πνεύματος καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ. καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τὴν καρδίαν καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ᾽ ἐπληροφορήθησαν καὶ ἐπανεπάησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι.

αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον.

Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη οὕτως ἔχει παρ᾽ ἑαυτῇ διὰ τὸν πρὸς κύριον ἀκόρεστον πόθον· κἂν νηστείαις κἂν ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ πνεύματος διαφόρων ἢ καὶ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς κύριον ἀγάπην.

ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι πνεύματος οὐρανίῳ τετρωμένη καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀρρήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας, ἀποκεκαλυμμένη τῷ τῆς ψυχῆς προσώπῳ καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ, πρόσωπον πρὸς πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρνωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ πνεύματος ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρισθεῖσα διὰ τοῦ πνεύματος ψυχῇ καὶ σώματι ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ ἐπουρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθῇ. καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν πνεύματος ἁγίου ἐντεῦθεν γενομένη.

εἰς ταῦτα δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν οὔτε ὑφ᾽ ἓν οὔτε ἀδοκιμάστως ἐστίν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γένηται κληρονόμος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.