Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΙΣΤ΄-Κ΄: Ο επουράνιος θησαυρός, το πνευματικό χρίσμα και η ίαση της ψυχής

Ανάλυση της φύσης των λογικών κτισμάτων, της ενέργειας του Αγίου Πνεύματος ως πνευματικού ενδύματος και της ικανότητας του Χριστού να θεραπεύει τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 10

ΟΜΙΛΙΑ Ιϛʹ. Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν. τὸ δέ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς· ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς πῦρ τὸν σατανᾶν. εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν καὶ ἰσοδυναμίαν. πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι “ποία ἐστὶ λοιπὸν ἡ νικῶσα δύναμις;„ ἀνάγκη δὲ ὅτι ἡ τοῦ θεοῦ. λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος. οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν οὐδὲν ἴσασι. θεῷ γὰρ οὐδέν ἐστι κακὸν ἐνυπόστατον κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν. ἡμῖν δέ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον. οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ᾽ ὥς ἐστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ᾽ ἑαυτὸν καὶ τὰ ζιζάνια καθ᾽ ἑαυτά· ὥς ἐστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ᾽ ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ᾽ ἰδίαν.

Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. οὕτως καὶ ἡ ψυχὴ ὅταν ταράσσηται, θολοῦται καὶ κιρνᾶται τῇ κακίᾳ, καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνεύματα ἀμφότερα), κατὰ τὴν πορνείαν ἢ τὸν φόνον· διὰ τοῦτο «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι». πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ᾽ ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ᾽ οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται καὶ μνημονεύει θεοῦ. εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει. καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἓν μετ᾽ αὐτοῦ. ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ὁ ἕτερος ζῇ. τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ ἁγίου πνεύματος. ἓν πνεῦμα γίνονται· ‹ὁ κολλώμενος γὰρ τῷ κυρίῳ ἓν πνεῦμά ἐστι›. τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.

Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ θεοῦ ἐνεργοῦσι λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅτε γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ᾽ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν, — οὕτως καὶ εἰς τὸ πνευματικόν. ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας· οὔτε δὲ πάλιν ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ᾽ ἐκδέχεται τὴν μεταβολήν. καὶ ὁ ἥλιος, σῶμα καὶ δημιούργημα ὤν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται, —πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα, συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ᾽ αὐτῶν· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε».

Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λείψανον ἔτι παρ᾽ αὐτῷ τῆς κακίας, ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. ὅταν οὖν τις ἐν θλίψεσιν ᾖ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι· ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. τὸ οὖν εἶναί τινας παραλελυμένους ἢ λελωβημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο· αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν. ὥσπερ ἐὰν ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης δὲ γενομένης καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, —οὕτως καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικήν, ἐπειδὴ νῦν οἱ τοῦ θεοῦ ἄνθρωποι μειζότεροι γίγνονται τοῦ πρώτου Ἀδάμ.

Ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος, καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου, καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· ἔστι γὰρ ἐν οὐρανῷ καὶ ἔστιν ὧδε. ἀλλ᾽ ἐρεῖς μοι· “πῶς δύναται ὁ θεὸς ἐν τῇ γεέννῃ εἶναι ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾷ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία;„ ἀποκρίνομαί σοι κἀγὼ ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται. τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται οὔτε σκοτίζεται. εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πονηρός, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ· ἀνάγκη γὰρ τὸν θεὸν πανταχοῦ εἶναι. διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.

Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ᾽ αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. ἐνδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ μυελῶν. ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία· ὁμοίως δὲ καὶ χάρις θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτως καὶ ἡμεῖς τῷ δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ᾽ αὐτόν, ὅτι “αὐτός μοῦ ἐστι πλοῦτος καὶ αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα„. πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ὥστε νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ τὸ καθ᾽ ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά, ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.

Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα. ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζῴδια· ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί, —οὕτως καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναγλύφει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ κάλλος. οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ᾽ ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ᾽ ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα, —οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῴδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος. καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν «ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας» καὶ δυσωδίας.

Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ ὅμοιοι τῷ πατρὶ αὐτῶν Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· ‹οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου, ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου›.

Ἀλλ᾽ ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται, μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς, —οὕτω κἂν τοῖς πνευματικοῖς. εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες· “εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς„. ἔχοντες οὖν οὗτοι μεθ᾽ ἑαυτῶν τὸν κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ.

Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθά, πρὸς βλάβην ἡμῶν γένωνται. καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι᾽ αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι᾽ αὐτῆς τῆς σοφίας κλέπτονται. δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ κύριον καὶ μὴ ἐφ᾽ ἑαυτόν. ἡ γὰρ ἀρετὴ διὰ πολλῶν εἰδῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινός, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον.

Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες· “ἦχον ὑδάτων ἠκούσαμεν„. οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν.

Ἄλλοι οὖν εἰσιν οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες ἢ κτησάμενοι. ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν.

Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ᾽ ᾧ ἔχει πάσας τὰς ἐλπίδας· καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ᾽ αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος καὶ πένθος ἀπαραμύθητον, —οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ θεοῦ τῆς ψυχῆς ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρόν, καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν· ἐπέρχονται γὰρ οἱ λῃσταί.

Ὥσπερ ἐάν τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, —οὕτως καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις, εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος. ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα. ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς καὶ ἀτάκτους ἀνθρώπους, καὶ ὅσον εἰς ἄβυσσον τῆς χάριτος τοῦ φωτός ἐστι, τοσοῦτον ἑαυτὸν ἔχει πένητα καὶ πτωχὸν ἐν πᾶσι παρὰ πάντας ἁμαρτωλούς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικόν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν θεοῦ, τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, ὡς μηδὲν εἰδώς ἐστι. ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται.

Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον, καὶ ὁ βαστάζων αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ ἡ κατὰ βάθους ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανούς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν.

Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα. ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρρησίαν πρὸς τὸν βασιλέα καὶ ἄλλος ἐστὶν ὁ ἡγεμών. Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον καὶ εἰς τὸν ἔξω ἀέρα, οὕτως κἂν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς.

Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος ἢ θησαυρῶν βασιλικῶν πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσί, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ, οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσί, καὶ ἔχοντες ἀνάπαυσιν ὥσπερ οὔκ εἰσιν ἀναπεπαυμένοι.

Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς ἐξωθοῦνται ἀπ᾽ αὐτῆς. ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως καὶ δεσμεῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ εἰς πατρίδα ἰδίαν.

Καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη, καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη βασιλεύουσα. ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις καὶ ἡ δοκιμασία καὶ ἡ πρὸς θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν θεόν.

Ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων καὶ στόματα λεόντων καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡγῇ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀρραβῶνα τοῦ πνεύματος τοῦ ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς; ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως τό· ‹ποιήσωμεν κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν›, καὶ ὅτι ‹ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται›, σὺ δὲ εἰς ἀθανασίαν ἐκλήθης, εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως; ἐν γὰρ τοῖς φαινομένοις πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσί, καὶ πάντα τὰ τοῦ κυρίου ὅσα εἰσίν, ἐμπιστεύει σοι. ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι᾽ ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται. καὶ σὺ οὐ νοεῖς οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; δικαίως ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν λέγων· «ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΙΖ. Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς μέτρα τελειότητος καὶ γενέσθαι ἐγγύτατοι βασιλέως, οὗτοι τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιερωμένοι εἰσίν. ὥσπερ γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν ὅλων τιμιώτερον, ἐπειδὴ εἰς βασιλεῖς καὶ προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοὶ τὸ ἐπουράνιον χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, ὥστε εἶναι αὐτοὺς βασιλεῖς καὶ προφήτας ἐπουρανίων μυστηρίων. οὗτοί εἰσι καὶ υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι, ᾐχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι. εἰ γὰρ τὸ χρῖσμα τοῦ ἐλαίου, ὅπερ ἦν φυτοῦ φαινομένου καὶ ξύλου ὁρατοῦ, τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους ἀναντιρρήτως ἀξίωμα λαμβάνειν (ἦν γὰρ κεκυρωμένον, ὥστε καθίστασθαι αὐτοὺς βασιλεῖς· ὃ καὶ Δαβὶδ χρισθεὶς εὐθέως διωγμοῖς περιέπεσε καὶ ἐθλίβετο καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο βασιλεύς), —πόσῳ μᾶλλον ὅσοι χρίονται κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τὸ ἁγιαστικὸν καὶ χαροποιὸν ‹ἔλαιον τῆς ἀγαλλιάσεως›, τὸ οὐράνιον καὶ πνευματικόν, δέχονται τὸ σίγνον τῆς βασιλείας ἐκείνης τῆς ἀφθάρτου καὶ ἀϊδίου δυνάμεως, τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ ἅγιον καὶ παράκλητον (ἀκούει δὲ παράκλητον διὰ τὸ παρακαλεῖν καὶ χαροποιεῖν τοὺς ἐν θλίψεσιν ὄντας).

Οὗτοι ἐκ τοῦ ξύλου τῆς ζωῆς, Ἰησοῦ Χριστοῦ, ἐκ τοῦ φυτοῦ τοῦ ἐπουρανίου χριόμενοι καταξιοῦνται ἐλθεῖν εἰς μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, ὄντες συμμύσται ἐπουρανίου βασιλέως, ἔχοντες παρρησίαν πρὸς τὸν παντοκράτορα, εἰσερχόμενοι εἰς τὸ παλάτιον αὐτοῦ (ἔνθα οἱ ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων), καὶ ἔτι ὄντες ἐν τῷ κόσμῳ τούτῳ. μήπω γὰρ τὴν τελείαν κληρονομίαν λαβόντες τὴν εὐτρεπισμένην αὐτοῖς ἐν ἐκείνῳ τῷ αἰῶνι, ἀσφαλεῖς εἰσιν ἀπὸ τοῦ ἀρραβῶνος, οὗ ἐδέξαντο νῦν ὡς ἤδη ἐστεφανωμένοι καὶ βασιλεύοντες, καὶ οὐ ξενίζονται μέλλοντες συμβασιλεύειν Χριστῷ ἐπὶ τῷ πλεονασμῷ καὶ τῇ παρουσίᾳ τοῦ πνεύματος. διὰ τί; ἐπειδὴ ὄντες ἔτι ἐν σαρκὶ εἶχον τὸν νόστον ἐκεῖνον τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνην τῆς δυνάμεως.

Ὃν γὰρ τρόπον ὅταν ᾖ τις φίλος βασιλέως σχολάζων τῷ παλατίῳ, γνωρίζων τὰ μυστήρια καὶ ὁρῶν αὐτοῦ τὴν πορφύραν, συμβῇ δὲ τοῦτον γενέσθαι βασιλέα καὶ στεφανωθῆναι, οὐ ξενίζεται οὔτε πτοεῖται, ἐπειδὴ ἐν πολλῷ χρόνῳ ἐνεγυμνάσθη εἰς τὰ μυστήρια τοῦ παλατίου (οὐ γὰρ ἐνδέχεταί τινα τῶν ἀγελιμαίων καὶ ἰδιωτῶν καὶ ξένων τοῦ μυστηρίου εἰσελθεῖν καὶ βασιλεῦσαι εἰ μὴ τοὺς ἐμπείρους καὶ πεπαιδευμένους), — οὕτως καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται, ἤδη προεγνωκότες τὰ μυστήρια τῆς χάριτος. ἐπειδὴ γὰρ ὁ ἄνθρωπος παρέβη τὴν ἐντολήν, ὁ διάβολος ὅλην τὴν ψυχὴν ἐκάλυψε καλύμματι σκοτεινῷ. λοιπὸν οὖν ἔρχεται ἡ χάρις καὶ ἀπεκδύεται ὅλον τὸ σκέπασμα, ὥστε λοιπὸν τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, πάντοτε λοιπὸν καθαρῶς ἐν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καθορᾶν καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ.

Ὥσπερ γὰρ ἐν τῇ συντελείᾳ περιαιρουμένου τοῦ στερεώματος λοιπὸν οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ τῷ φωτὶ καὶ τῇ δόξῃ διάγουσι μηδὲν ἕτερον ὁρῶντες, ἢ καθὼς ὁ Χριστὸς ἐν δόξῃ ἐστὶ πάντοτε ἐν δεξιᾷ τοῦ πατρός, οὕτως καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαχθέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς θαυματουργίας ὁρῶσιν. ἡμεῖς γὰρ ἐπὶ γῆς ὄντες ἐν οὐρανοῖς ἔχομεν τὸ πολίτευμα, εἰς ἐκεῖνον τὸν κόσμον ἔχοντες τὴν διαγωγὴν καὶ τὴν πολιτείαν κατὰ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. ὥσπερ γὰρ ὁ φαινόμενος ὀφθαλμὸς καθαρὸς ὢν καθαρῶς ὁρᾷ πάντοτε τὸν ἥλιον, οὕτως καὶ ὁ νοῦς τελείως καθαρισθεὶς πάντοτε ὁρᾷ τὴν δόξαν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ σύνεστι τῷ κυρίῳ νυκτὸς καὶ ἡμέρας, ὃν τρόπον τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ ἁγίῳ πνεύματι. ἀλλὰ ταῦτα τὰ μέτρα οὐκ εὐθέως καταλαμβάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ διὰ καμάτου καὶ θλίψεως καὶ ἀγῶνος πολλοῦ.

Εἰσὶ γάρ τινες, ὅτι σύνεστιν αὐτοῖς ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα, σύνεστι δὲ καὶ ἡ κακία ἔνδον, καὶ τὰ δύο πολιτεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν τοῦ φωτὸς καὶ τοῦ σκότους. ἀλλὰ πάντως ἐρεῖς μοι· «τίς κοινωνία φωτὶ πρὸς σκότος;» 〈ἢ ‹τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων;› ἀποκρίνομαι σοὶ κἀγὼ τὸ αὐτό· ‹τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος› ἢ〉 ποῦ [γὰρ] τὸ θεῖον φῶς ἐπισκοτίζεται ἢ θολοῦται; καὶ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ· «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». μονοτρόπως οὖν οὐ χρὴ τὰ πράγματα νοεῖσθαι οὔτε μονομερῶς. εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι γίνονται τῆς συνούσης αὐτοῖς κακίας, καὶ ἔχοντες εὐχὴν καὶ ἀνάπαυσιν πολλὴν πρὸς τὸν θεόν, ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ λογισμῶν πονηρῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν τῇ χάριτι τοῦ θεοῦ· οἱ δὲ ἐλαφροὶ καὶ ἰδιῶται μερικῶς ἐνεργούσης ἐν αὐτοῖς τῆς χάριτος νομίζουσι μηκέτι εἶναι τὴν ἁμαρτίαν. οἱ δὲ ἔχοντες διάκρισιν καὶ ὄντες φρόνιμοι οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι “ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν„.

πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς, ὅτι τοσαύτην εὗρον χαρὰν καὶ χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι “ἐξηράνθη ἡ ἐπιθυμία„· καὶ μετὰ ταῦτα ὡς ἐνόμισαν ἠλευθερῶσθαι ἀπ᾽ αὐτῆς, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς καὶ κατεκαύθησαν τῇ ἐπιθυμίᾳ, ὥστε ξενίζεσθαι αὐτοὺς καὶ λέγειν ὅτι “μετὰ τοσοῦτον χρόνον πόθεν ἡμῖν ἐπανέστη τοσαύτη κακία„; οὐδεὶς οὖν τῶν ἐχεφρόνων τολμᾷ εἰπεῖν ὅτι “συνούσης μοι τῆς χάριτος τὸ ὅλον ἠλευθέρωμαι τῆς ἁμαρτίας„, ἀλλὰ τὰ δύο πρόσωπα ἐν τῷ νῷ ἐνεργεῖται. οἱ γὰρ ἄπειροι τῶν πραγμάτων, μικρόν τι ἐνεργησάσης εἰς αὐτοὺς τῆς χάριτος, νομίζουσιν ὅτι ἤδη ἐνίκησαν καί εἰσι Χριστιανοὶ τέλειοι. ἐγὼ δὲ οὕτως φημὶ τὰ πράγματα εἶναι, ὥσπερ ὅταν ᾖ ἐν οὐρανῷ ἥλιος ἐν καθαρῷ ἀέρι καταλάμπων, καὶ ἔλθωσι περὶ αὐτὸν νεφέλαι καὶ καλύπτωσιν αὐτὸν καὶ παχύνωσι τὸν ἀέρα, οὐδὲν ἠδίκηται αὐτὸς ἐνδότερος ὢν ἐκ τοῦ φωτὸς αὐτοῦ καὶ τῆς ἰδίας ὑποστάσεως, —οὕτως εἰσὶν οἱ μὴ τελείως καθαρισθέντες· ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ φυσικὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτοὺς ἐρρωμένους πρὸς τὸν θεόν, καίτοι μὴ ὄντες τοῦ ἀγαθοῦ ὁλοτελῶς. οὕτως πάλιν οἱ κατεχόμενοι ἐν βάθει ὑπὸ τοῦ ἀγαθοῦ μέρους (τῆς χάριτος λέγω) ἔτι εἰσὶ δοῦλοι καὶ ὑποχείριοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας.

Πολλῆς οὖν χρεία διακρίσεως, ἵνα διὰ πείρας τις γνῷ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παράκλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι· συνῆν γὰρ τῇ χαρᾷ καὶ τῇ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας. ἀλλ᾽ αὐτὴ ἡ χάρις ἠσφαλίζετο αὐτούς, ἵνα μὴ κἂν εἰς μικρόν τι ἐκτραπῶσιν. ὥσπερ γὰρ εἴ τις βιζάκιον λίθου ῥίψας εἰς τεῖχος, οὐδὲν ἔβλαψεν ἢ παρεκίνησε τὸ τεῖχος· ἢ ὥσπερ βέλος ἀποστελλόμενον κατὰ τοῦ φοροῦντος κλίβανον οὐδὲν ἠδίκησεν ἢ τὸν σίδηρον ἢ τὸ σῶμα (ἀντικρούει γὰρ καὶ ἀντιπίπτει), —οὕτως εἰ καὶ προσήγγιζέ τι μέρος κακίας τοῖς ἀποστόλοις, οὐκ ἔβλαπτεν αὐτούς, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ. καὶ οὗτοι δὲ αὐτοὶ τέλειοι ὄντες εἶχον τὴν ἐλευθερίαν τοῦ ἐπεργάσασθαι τὰς δικαιοσύνας.

Ἐπειδὴ οὖν τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία ἐστὶ τῆς ψυχῆς, ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς, εἰς διακονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι· λέγει γὰρ ὁ ἀπόστολος· «τὸ πνεῦμα μὴ σβέννυτε». τινὲς μὲν οὖν ἐν αὐτοῖς οὐκ ἤθελον ἐπιβαρεῖς ἄλλοις γίνεσθαι, τινὲς δὲ ἑαυτοῖς ἐστοίχουν, ἄλλοι δὲ λαμβάνοντες παρὰ κοσμικῶν διεδίδοσαν τοῖς πτωχοῖς· τοῦτο δὲ ἀξιώτερόν ἐστιν. οἱ μὲν γὰρ ἔχοντες τὴν χάριν τὸ ἑαυτῶν μόνον μεριμνῶσιν, ἄλλοι δὲ καὶ ἑτέρας ψυχὰς ὠφελῆσαι σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. ἄλλοι δὲ τὴν χάριν ἔχοντες ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὰ σώματα αὐτῶν παραδιδόασιν εἰς ὕβρεις καὶ πάθη· πάλιν οὗτοι ἐκείνων ἀνώτεροί εἰσιν. τινὲς ἀρετὴν μετιόντες θέλουσι κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων, λέγοντες Χριστιανοὶ εἶναι καὶ μετέχειν πνεύματος ἁγίου, ἄλλοι δὲ κρύπτειν ἑαυτοὺς καὶ ἀπὸ συντυχίας ἀνθρώπων σπουδάζουσιν· οὗτοι πολλῷ ἐκείνων ὑπερέχουσιν. ὁρᾷς πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη, ἀνωτέρα καὶ πλεονάζουσα.

Ὥσπερ εἴ τις πενιχρὰ ἐνδύματα περιβεβλημένος ἐν ὁράματι ἑαυτὸν ἴδῃ πλούσιον, ἀναστὰς δὲ ἐξ ὕπνου πάλιν ἴδῃ ἑαυτὸν πένητα καὶ γυμνόν, οὕτως καὶ οἱ λόγον πνευματικὸν λαλοῦντες τῇ ἀκολουθίᾳ δοκοῦσι λαλεῖν, μὴ ἔχοντες δὲ τὸ ἔργον τῶν λόγων ἐν γεύσει τινὶ καὶ δυνάμει καὶ πληροφορίᾳ ἐν τῷ νῷ κεκυρωμένον· ἐν φαντασίᾳ τινὶ στήκουσιν. ἢ ὥσπερ γυνὴ ἔχουσα ὁλοσηρικὰ καὶ μαργαρίτας περιβεβλημένη εἰς πορνεῖον προέστηκεν, οὕτως καὶ ἐπὶ τῶν τοιούτων ἡ καρδία αὐτῶν πορνεῖόν ἐστιν ἀκαθάρτων πνευμάτων, καὶ λαλεῖν θέλουσι περὶ δικαιοσύνης μὴ παρακύψαντες εἰς τὰ πράγματα.

Ὥσπερ γὰρ οὐκ ἔστι δυνατὸν ἰχθὺν ἄνευ ὕδατος ζῆσαι ἢ ἄνευ ποδῶν περιπατῆσαί τινα ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λαλεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως ἄνευ τοῦ κυρίου Ἰησοῦ καὶ τῆς ἐνεργείας τῆς θείας δυνάμεως οὐκ ἔστι γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ ἢ εἶναί τινα πλούσιον καὶ Χριστιανόν. οὗτοι γάρ εἰσι σοφοὶ καὶ πολεμισταὶ καὶ ἀνδρεῖοι καὶ φιλόσοφοι θεοῦ οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θεϊκῆς δυνάμεως. οἱ γὰρ φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι, καὶ ἄλλοι εἰσὶν ‹ἰδιῶται τῷ λόγῳ›, εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἐπὶ τῇ τοῦ θεοῦ χάριτι, ἄνδρες θεοσεβεῖς. διακρίνωμεν οὖν ποῖοί εἰσι βελτίονες. ‹ἐν ἔργῳ καὶ δυνάμει› φησὶ ‹ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ›· οὐκ ἐν λόγῳ, ἀλλ᾽ ἐν ἔργῳ καὶ δυνάμει.

Τὸ οὖν εἰπεῖν τινα ὅτι “ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται„, εὔκολόν ἐστι· πῶς δὲ λεπτῶς κατασκευάζεται καὶ πέττεται ἄρτος, χρὴ εἰπεῖν. τὸ οὖν λαλῆσαι περὶ ἀπαθείας καὶ τελειότητος εὔκολον· πείρᾳ δὲ διελθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστί. τὸ γὰρ εὐαγγέλιον ἐν συντόμῳ ἀπεφήνατο· ‹μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν σιαγόνα, παράθες καὶ τὴν ἄλλην· ἐάν τις κρίνῃ ἆραί σου τὸ ἱμάτιον, δὸς αὐτῷ καὶ τὸν χιτῶνα›. ὁ δὲ ἀπόστολος ἐπακολουθῶν, πῶς χρὴ κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας γίνεσθαι, διδάσκει, πρῶτον γαλακτοτροφῶν ὡς νηπίους, εἶτα φέρων εἰς αὔξησιν καὶ τελειότητα· εἶπε γὰρ τὸ εὐαγγέλιον γενέσθαι ἀπὸ ἐρέας στιχάριον· ὁ δὲ ἀπόστολος ἐμήνυσε τὴν λεπτότητα πῶς κατασκευάζεται.

Οἱ οὖν λόγους πνευματικοὺς λαλοῦντες ἄνευ τῆς γεύσεως τοιούτῳ τινὶ ἐοίκασιν, ὥσπερ ἵνα τις ἐπιβαλόντος καύσωνος διοδεύῃ ἐν πεδίῳ ἐρήμῳ, καὶ ὢν ἔκδιψος διαγράφῃ πηγὴν ῥέουσαν ὕδωρ, σκιογραφῶν ἑαυτὸν πίνοντα, ὁπότε τὰ χείλη αὐτοῦ κατεξήρανται καὶ ἡ γλῶσσα ἐκ τῆς καταλαβούσης δίψης· ἢ ἵνα τις λαλήσῃ περὶ μέλιτος ὅτι γλυκύ ἐστι, μὴ γευσάμενος δὲ οὐκ οἶδε τὴν δύναμιν τῆς γλυκύτητος, —οὕτως καὶ οἱ λόγον λαλοῦντες περὶ τελειότητος καὶ ἀγαλλιασμοῦ ἤτοι ἀπαθείας, μὴ ἔχοντες δὲ ἐνεργείᾳ καὶ πληροφορίᾳ τὰ πράγματα· οὐχ ὡς λαλοῦσιν, οὕτως εἰσὶν ἅπαντα. ὅταν γὰρ ὁ τοιοῦτος καταξιωθῇ ποτε μερικῶς ἐν ἔργῳ εὑρεθῆναι, διακρίνει καθ᾽ ἑαυτὸν ὅτι “οὐ καθὼς ὑπελάμβανον οὕτως εὗρον„· ἄλλως γὰρ ἐλάλουν καὶ ἄλλως τὸ πνεῦμα ἐργάζεται.

Ὁ γὰρ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσῳ τις ἐσθίει ἀπ᾽ αὐτοῦ, ἐκ τῆς ἡδύτητος ἐπὶ πλεῖον ἐρεθίζεται ὁ νοῦς, ἀκατάσχετος καὶ ἀκόρεστος ὑπάρχων καὶ ἀπλήστως ἐπιζητῶν καὶ ἐσθίων. ἢ ὥσπερ ἐὰν ᾖ τις διψῶν καὶ ἐπιδοθῇ αὐτῷ πόμα γλυκύ, εἶτα ἀρξάμενος τῆς γεύσεως σφοδροτέρως ἐγγίζῃ τῷ ποτῷ μειζόνως ἐκκαιόμενος, καὶ σχεδὸν ἄπαυστός ἐστιν ἡ γεῦσις τοῦ πνεύματος, ὡς τοιούτῳ τινὶ ἀπεικάζεσθαι. καὶ ταῦτα οὐ λόγοι ψιλοί· ἐργασία γάρ ἐστι τοῦ ἁγίου πνεύματος ἐν μυστηρίῳ διακονοῦσα τῷ νῷ. νομίζουσι δέ τινες ὅτι ἀπεχόμενοι γυναικὸς καὶ πάντων τῶν φαινομένων ἤδη ἅγιοί εἰσιν. ἀλλ᾽ οὐχ οὕτως ἐστίν. ἔτι γὰρ ἡ κακία ἐν τῷ νῷ καὶ ἐν τῇ καρδίᾳ ζῇ καὶ ἐπαίρεται. οὗτος δέ ἐστιν ἅγιος ὁ καθαρθεὶς καὶ ἁγιασθεὶς κατὰ τὸν ἔσω ἄνθρωπον. ὅπου γὰρ ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχεται ἡ πλάνη σπουδάζουσα καλύψαι καὶ θολῶσαι.

Ὅτε οἱ Ἰουδαῖοι ἐκράτουν τὴν ἱερωσύνην, καὶ ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἐπειδὴ εἱστήκεισαν ἐν τῇ ἀληθείᾳ, Ἐλεάζαρος καὶ οἱ Μακκαβαῖοι. νῦν δὲ ἐπειδὴ ἀπὸ τοῦ σταυροῦ καὶ τοῦ καταπετάσματος ἀνεχώρησεν ἐξ αὐτῶν τὸ πνεῦμα, λοιπὸν ὧδε ἀπεκαλύφθη καὶ ἐνεργεῖ ἡ ἀλήθεια. πάλιν οὖν ἐξ αὐτοῦ τοῦ ἔθνους διώκονται. ἐξ αὐτοῦ δὲ τοῦ ἔθνους ἐδιώκοντο καὶ ἐθλίβοντο, ἵνα γένωνται μάρτυρες οἱ φιλαλήθεις. πῶς γὰρ φανήσεται ἡ ἀλήθεια, εἰ μὴ ἔχοι τοὺς ὑπεναντίους, ψευδεῖς ὄντας καὶ κατὰ ἀληθείας τρέχοντας; εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις, πολλῆς δὲ χρῄζουσιν ἀσφαλείας, ἵνα μὴ πέσωσιν. εἷς γάρ τις τῶν ἀδελφῶν συνευχόμενός τινι ᾐχμαλωτίσθη ὑπὸ θείας δυνάμεως, καὶ ἁρπαχθεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης· “οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων„. καὶ μετὰ μικρὸν φυσιωθεὶς καὶ νομίσας περὶ ἑαυτοῦ ἑωρακέναι, μετὰ τοῦτο εὑρέθη ἐμπεσὼν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας, εἰς μυρία κακά.

εἰ οὖν ὁ ἐσώτερος καὶ ὑψηλὸς ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν ὅτι “νηστεύων καὶ ξενιτεύων καὶ διασκορπίζων τὰ ὑπάρχοντα ἤδη ἅγιός εἰμι„, οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν αὕτη ἐστὶν ἡ τελείωσις, ἀλλ᾽ εἰ εἰσῆλθες εἰς τὸν νοῦν τὸν ἠφανισμένον καὶ ἀπέκτεινας τὸν ὄφιν τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα καὶ ἀποθήκας τῆς ψυχῆς φωλεύοντα καὶ φονεύοντά σε (ἄβυσσος γάρ ἐστιν ἡ καρδία)· εἰ τοίνυν ἐκεῖνον ἐφόνευσας, καὶ πᾶσαν τὴν ἔν σοι ἀκαθαρσίαν ἐξέβαλες. ὅλοι γὰρ οἱ φιλόσοφοι καὶ ὁ νόμος καὶ οἱ ἀπόστολοι καὶ ἡ τοῦ σωτῆρος ἔλευσις περὶ καθαρότητος τὸν λόγον ποιοῦνται. πᾶς γὰρ ἀνθρώπων, εἴτε Ἰουδαίων εἴτε Ἑλλήνων, ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ οὐ δύνανται καθαρεύειν. χρὴ οὖν ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνων δύναται τὸ καθαρὸν τῆς καρδίας γενέσθαι. οὐδαμῶς ἑτέρωθεν εἰ μὴ διὰ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος· αὐτὸς γάρ ἐστιν ‹ἡ ὁδός, ἡ ζωή, ἡ ἀλήθεια›, «ἡ θύρα», ὁ μαργαρίτης, ‹ὁ ζῶν καὶ οὐράνιος ἄρτος›. καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀληθείας ἀλήθειαν γνῶναι ἢ σωθῆναι.

ὥσπερ οὖν εἰς τὸν ἔξω ἄνθρωπον καὶ εἰς τὰ φαινόμενα πράγματα ἀπετάξω πᾶσι καὶ διέδωκας τὴν ὕπαρξίν σου, οὕτω καὶ ἐν τῇ σοφίᾳ τῇ κοσμικῇ εἰ γνῶσιν ἔχεις καὶ λόγων ἰσχύν, ἀπορρίψασθαι πάντα ὀφείλεις καὶ μηδὲν ἡγήσασθαι, ἵν᾽ οὕτω δυνηθῇς τῇ ‹μωρίᾳ τοῦ κηρύγματος› οἰκοδομηθῆναι, ὅπερ κήρυγμά ἐστιν ἡ ἀληθὴς σοφία, οὐκ ἔχουσα κόμπον λόγων, ἀλλὰ δύναμιν δι᾽ ἁγίου σταυροῦ ἐνεργουμένην. δόξα τῇ ὁμοουσίῳ τριάδι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΙΗ. Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ ἐξαίρετα κτήματα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι᾽ αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐκόλως κτᾶται. οὕτως καὶ οἱ ζητοῦντες παρὰ θεοῦ καὶ εὑρόντες καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, αὐτὸν τὸν κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ κυρίου ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι καὶ δι᾽ αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι. διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται. φησὶ δὲ καὶ ὁ ἀπόστολος· ‹ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι›, τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν ἑαυτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν· «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις».

ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦτον τοῦ πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην τοῦ πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. ὁ γὰρ πένης καὶ γυμνὸς καὶ πτωχὸς καὶ λιμώττων ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης· ὁ δὲ ἔχων θησαυρόν, ὡς προείρηται, εὐχερῶς οἷα βούλεται κτήματα καὶ ἀνωδύνως κτᾶται. οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται κἂν θέλῃ, τῶν καρπῶν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ πνεύματος.

Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως πνεύματος καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς· πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, τὸ πνεῦμα ἐν αὐτῇ καὶ δι᾽ αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.

Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. ὥσπερ ἐάν τις ᾖ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελές· ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσῃ πλοῦτον ἔχοντι μέγαν, καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ᾽ αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ εἶθ᾽ οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν ἢ ἱμάτιον ἢ ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται. οὕτως καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγων πνευματικῶν καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μὴ ἐνδεήσῃ αὐτοῖς· ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους.

ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ᾽ ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, —ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος πρὸς τὰ ἴδια, ἀφ᾽ ὧν ἤρθη, ἀπέρχεται καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν πνεύματος, ἀφ᾽ οὗ προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος μηδὲ ἀγαλλιώμενος τῷ πνεύματι.

Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος. καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν. οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πατρὸς τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν· ‹ὁ γὰρ ἀγαπῶν με› φησὶν ‹ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν›, καὶ πάλιν· ‹ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν›. οὕτως ἡ ἄπειρος χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ πνεύματος ἐπηγγείλατο. δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας τριάδος.

Οἱ γὰρ καταξιωθέντες ‹τέκνα γενέσθαι θεοῦ› καὶ ἐκ πνεύματος ἁγίου ‹ἄνωθεν γεννηθῆναι› καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτούς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος. ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ εὐφραινόμενοι καὶ μεθύοντες τῷ πνεύματι μέθην θείαν μυστηρίων πνευματικῶν. ἄλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενοι ὑπὲρ ὅλου τοῦ Ἀδὰμ πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατόν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ.

ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται. ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας· ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ πνεύματος καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην πνευματικὴν ἡδονὴν καὶ ἀνάπαυσιν ἄρρητον οὖσα καὶ εὐθηνίαν. ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχήν, ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ.

Ταῦτα δὲ τὰ προειρημένα τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων· αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τῷ παρακλήτῳ πνεύματι διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμός, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ πνεύματι ἁγίῳ ἀνακεκραμένοι ἀφωμοίωνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν καὶ ἔξωθεν ὄντες ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροί. διὰ γὰρ τοῦ πνεύματος καταρτισθέντες, πῶς δύνανται καρποὺς ἔξωθεν κακίας προαγαγεῖν; ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ πνεύματος ἐν αὐτοῖς διαλάμπουσι.

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῷ ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ ἀπόστολος· ‹ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ›, καὶ πάλιν· «μέχρι καταντήσομεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». ἐπηγγείλατο ὁ κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ πνεύματος. καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν. ψυχῇ καὶ σώματι ἀφιερωθέντες καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΙΘ. Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ πνεύματος καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἄρξασθαι· πρῶτον πιστεύειν τῷ κυρίῳ βεβαίως καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλως ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε χρὴ αὐτὸν προσκαρτερεῖν ἐν πίστει προσδοκίας τοῦ κυρίου, τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός. εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ· εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ κύριος· «μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».

ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ κύριος· ‹γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί›, καὶ πάλιν φησίν· ‹ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε›, καὶ πάλιν· ‹βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν› καί· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας». ἐπὶ πᾶσι τὴν τοῦ κυρίου ταπείνωσιν καὶ τὴν πολιτείαν καὶ τὴν πραότητα καὶ τὴν ἀναστροφὴν ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω. ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς, καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκουούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξῃ ποτέ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου μνημονεύων ἀεὶ καὶ προσδοκῶν αὐτὸν ἐν πολλῇ ἀγάπῃ.

τότε θεωρῶν ὁ κύριος τὴν τοιαύτην προαίρεσιν καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγχει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ᾽ αὐτοῦ τὸ ἔλεος αὐτοῦ καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιμπλῶν αὐτόν. καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείας (μᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολάς) καὶ τοὺς καρποὺς τοῦ πνεύματος τότε καρποφορεῖ καθαρῶς.

Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν καὶ ἐξουδενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν, κατὰ τὸ εἰρημένον· «μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί», βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μὴ ἔχοντα εὐχὴν πνευματικήν. καὶ οὕτως ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγχοντα μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν πνεύματος, δίδωσιν ἀγάπην ἀληθινήν, πραότητα ἀληθείας, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος.

Εἰ δέ τις εἰς τὴν εὐχὴν μόνην ἑαυτὸν βιάζεται, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, εἰς δὲ τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὔτε μέριμναν καὶ πόνον καὶ ἀγῶνα ἔχει ἐκεῖνα κατορθῶσαι, ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου θελήματος, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ. τοῖς δὲ τρόποις ὅμοιός ἐστι καθ᾽ ὃ καὶ πρὶν ἦν· οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησε πόνῳ, καὶ προευτρέπισεν ἑαυτὸν οὕτως γενέσθαι· οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς εὐχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου· οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνωκεν ἑαυτόν, οὐκ ἐδοκίμασε μὴ ἔχειν, καὶ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν τὴν πρὸς αὐτὸν βεβαίαν πίστιν καὶ πεποίθησιν ἀληθινήν.

Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτως καὶ εἰς τὴν πεποίθησιν, οὕτως καὶ εἰς τὴν ταπεινοφροσύνην, οὕτως εἰς τὴν ἀγάπην, οὕτως εἰς τὴν πραότητα, ἀκεραιότητά τε καὶ ἁπλότητα, οὕτως «εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν» κατὰ τὸ γεγραμμένον «μετὰ χαρᾶς», οὕτως βιάζεσθαι εἰς τὸ ἑαυτὸν ἐξουθενεῖν καὶ πτωχὸν καὶ ἔσχατον λογίζεσθαι, οὕτως εἰς τὸ μὴ ὁμιλεῖν τὰ μὴ ὄντα χρήσιμα, ἀλλ᾽ ἀεὶ τὰ τοῦ θεοῦ μελετᾶν καὶ λαλεῖν στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι καὶ κραυγάζειν, κατὰ τὸ εἰρημένον· ‹πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ›.

εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος, εἰς τὸ μὴ ἐπαίρεσθαι καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, —εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵν᾽ οὕτως ὁ κύριος, ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ προαίρεσιν τοῦ οὕτως εἰς πᾶσαν ἀγαθότητα καὶ ἁπλότητα καὶ χρηστότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος ἑαυτὸν καὶ ἄγοντος μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, αὐτὸς ὁ κύριος ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ, ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν. καὶ γίνεται αὐτῷ τὰ τῆς ἀρετῆς πάντα ἐπιτηδεύματα ὡς φύσις. τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ κύριος καὶ γενόμενος ἐν αὐτῷ (καὶ αὐτὸς ἐν τῷ κυρίῳ), αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τῶν καρπῶν τοῦ πνεύματος.

Εἰ δὲ εἰς εὐχὴν μόνον βιάζεταί τις ἑαυτόν, ἕως οὗ λάβῃ χάρισμα παρὰ θεοῦ, εἰς ταῦτα δὲ τὰ προειρημένα ὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἄγχει καὶ ἐθίζει, οὐ δύναται ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως αὐτὰ ποιῆσαι. ἀλλ᾽ οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὅσον δυνατὸν εἰς τὸ ἀγαθόν· ἐνίοτε γὰρ γίνεται πρὸς αὐτὸν ἡ θεία χάρις αἰτοῦντα καὶ δεόμενον· ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν. μὴ ἔχων δὲ μήτε ἐθίσας μήτε προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετάς, εἴγε λάβῃ, ἀπόλλει τὴν χάριν ἣν ἔλαβε, καὶ πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν τῇ χάριτι τῇ πρὸς αὐτὸν γενομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐκ προαιρέσεως ἑαυτὸν οὐ δίδωσι. τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματος ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε καὶ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί.

Ὀφείλει οὖν ὁ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέξασθαι παρ᾽ αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ θεοῦ βιάζεσθαι ἑαυτὸν καὶ μὴ θέλουσαν τὴν καρδίαν ὑποτάσσειν κατὰ τὸ εἰρημένον· ‹διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα›. ὥσπερ γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ τοῦτο κατορθώσῃ, ὁμοίως ἐὰν θέλῃ, καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει καὶ ἐθίζει ἔθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου διὰ παντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν γεύσεως θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος, αὔξειν ποιεῖ καὶ θάλλειν τὸ χάρισμα τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, ἐν τῇ ἀγάπῃ, ἐν τῇ πραότητι.

Αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ ταῦτα καὶ διδάσκει αὐτὸν ἀληθινὴν εὐχήν, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἃ προεβιάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐμελέτησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται. ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. πόθεν γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, καὶ μεγάλη ὕψωσις καὶ τιμιότης καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.

Καὶ ἡμεῖς τοίνυν βιασώμεθα καὶ ἄγξωμεν ἑαυτοὺς εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως, ἐν προσδοκίᾳ τοιαύτῃ καὶ σκοπῷ, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν τῷ θεῷ «ἐν πνεύματι καὶ ἀληθείᾳ». καὶ αὐτὸ τὸ πνεῦμα ἐν ἡμῖν εὔξηται, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν νῦν καὶ βιαζόμενοι οὐκ ἔχομεν ταπεινοφροσύνην ἀληθινήν, ἣν νῦν καὶ μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀκόπως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τῶν καρπῶν αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ θεοῦ πληρωθεισῶν ὑφ᾽ ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ κυρίου καὶ τελειώσαντος ἡμᾶς τοῦ πνεύματος εἰς ἑαυτὸ καὶ τελειωθέντος εἰς ἡμᾶς καθαρισθέντας ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ θεοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.

δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει καὶ τῇ ἀγάπῃ, ὅτι εἰς τοιαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων· υἱοὺς πατρὸς ἐπουρανίου κατηξίωσεν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσηγόρευσεν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ Κ. Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος δύναμις (καθὼς εἴρηται· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»), κλαιέτω καὶ παρακαλείτω τὸν κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ πνεύματος ἔνδυμα. ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐάν τις γυμνὸς ᾖ, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι ἰδίους, καὶ τέκνα ἰδόντα γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἐνατενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρός, καὶ ὀπισθοφανῶς ἀπελθόντες ἐπεκάλυψαν αὐτὸν καὶ οὕτως ἐπέστρεψαν τὰς ὄψεις, — οὕτω καὶ ὁ θεὸς ἀπέστραπται τὰς ψυχὰς τὰς μὴ ἐνδεδυμένας τὸ τοῦ πνεύματος ἔνδυμα ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν δυνάμει καὶ ἀληθείᾳ.

Αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος ἑαυτὸν γυμνὸν ᾐσχύνθη· τοσαύτη ἀτιμία τῇ γυμνότητι πρόσεστιν. εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχὴ ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον καὶ ἄφθαρτον καὶ πνευματικὸν ἔνδυμα, αὐτὸν τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πλείονα αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὢν γυμνὸς ἀπὸ τῆς θείας ἐκείνης δόξης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὤν· κἂν ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων περίβλημα, ὅμως τὴν αἰσχύνην ἐφόρει, τὴν πτωχείαν καὶ γυμνητείαν ἑαυτοῦ ἐπιγινώσκων.

Αἰτείτω οὖν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ διδόντος καὶ ἀμφιεννύντος δόξαν Χριστοῦ ἐν φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίων, δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένη καὶ νομίζουσα ἔχειν ἄμφιον σωτηρίου. εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ δικαιοσύνην (ἥτις ἐστὶν ὁ κύριος, ‹ὃς› φησὶν ‹ἐγενήθη ἡμῖν δικαιοσύνη καὶ ἀπολύτρωσις›), ματαίως καὶ κενῶς κοπιᾷ. πᾶσα γὰρ ἡ οἴησις τῆς δικαιοσύνης αὐτοῦ ὡς ῥάκος ἀποκαθημένης φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὥς φησιν Ἠσαΐας ὁ προφήτης· ‹ἐγενήθη πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης›. αἰτήσωμεν οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς· ὃν φορέσασαι ψυχαὶ οὐκ ἀποδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλ᾽ ἐν τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, οὗ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς ψυχαί, καθώς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ καὶ τῷ ἀφράστῳ ἐλέει αὐτοῦ.

Καὶ πάλιν ὥσπερ ἡ αἱμορροοῦσα γυνὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ ἐξηράνθη ἡ ῥύσις τῆς ἀκαθάρτου πηγῆς τοῦ αἵματος, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν διαλογισμῶν, ἐὰν προσέλθῃ τῷ Χριστῷ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ μόνου. ἄλλῳ δέ τινι ἰάσασθαι τὸ τραῦμα τοῦτο ἀδύνατον.

Οὕτως γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν. διέβλεψαν λοιπὸν οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. οὕτως οὖν ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν εἶναι ἰάσασθαι, εἰ μὴ μόνῳ τῷ κυρίῳ· τούτῳ μόνῳ δυνατόν ἐστιν. αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν διαλογισμῶν τῆς ψυχῆς ἐξήρανεν. ὥσπερ γὰρ ἐκείνη ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύσειν ἐπαγγελλομένοις, παρ᾽ οὐδενὸς ἐθεραπεύθη τούτων, ἕως οὗ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, καὶ οὕτως εὐθέως ᾔσθετο τῆς ἰάσεως καὶ ἔστη ἡ ῥύσις τοῦ αἵματος, οὕτω τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν οὔτε πατριαρχῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς ἦλθεν, ἀλλ᾽ οὐκ ἠδυνήθη ἴασιν παντελῆ δοῦναι.

ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νεομηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι καὶ καθαρισθῆναι ἀπὸ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῆς θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον λύτρωσιν καὶ ἴασιν τῆς ψυχῆς ἐποίησεν. αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν. αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων λογισμῶν· «ἰδοὺ» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

Οὐ γὰρ ἠδύνατο τὰ ἴδια ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἑαυτῆς δικαιώματα μόνον, θεραπεῦσαι καὶ ἰάσασθαι αὐτὴν ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου τοῦ φαρμάκου μόνου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς ἐφικέσθαι, καθαρισθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος τὴν καρδίαν. ἀλλ᾽ ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδυνήθη καὶ τετραυμάτιστο, ἀλλ᾽ ὅμως πόδας εἶχε τοῦ ἐλθεῖν πρὸς τὸν κύριον καὶ ἐλθοῦσα τυχεῖν ἰάσεως· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν ὑπερβῆναι οὐκ ἠδύνατο καὶ ἐλθεῖν πρὸς τὸν κύριον διὰ τὸ μὴ βλέπειν, ἀλλ᾽ ὀξυτέραν ἀγγέλων ἀπέστειλε τὴν φωνήν (ἔλεγε γάρ· «υἱὲ Δαβίδ, ἐλέησόν με»), καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος τοῦ κυρίου πρὸς αὐτὸν καὶ διαβλέψαι ποιήσαντος, —οὕτως καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας κἂν τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ᾽ ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ.

Ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόησε καὶ ἡ αἱμορροοῦσα προσῆλθε τῷ κυρίῳ, οὐκ ἂν ἐτύγχανον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν κύριον καὶ μετὰ πληροφορίας πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει. διὰ τί γὰρ ἐκεῖνοι πιστεύσαντες ἰῶντο εὐθέως, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν ἐκ τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου», οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται. εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ κύριος ἐποιήσατο ἐλθὼν ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τῆς ἀθανάτου καὶ κατ᾽ εἰκόνα αὐτοῦ πεποιημένης ψυχῆς. ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν, διὰ τὴν διχοστασίαν ἡμῶν, διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας μήτε ἐξ ἀληθείας αὐτῷ πιστεύειν, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν. πιστεύσωμεν οὖν αὐτῷ καὶ προσέλθωμεν ἐν ἀληθείᾳ, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ἐν ἡμῖν ποιήσῃ. ἐπηγγείλατο γὰρ διδόναι ‹τοῖς αἰτοῦσιν αὐτὸν πνεῦμα ἅγιον› καὶ τοῖς κρούουσιν ἀνοίγειν καὶ τοῖς ζητοῦσιν εὑρίσκεσθαι, καὶ ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.