Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΚΑ΄-ΚΕ΄: Ο διπλός αγώνας, η έξοδος της ψυχής και η ανεπάρκεια του αυτεξουσίου

Πραγματεία για την ορατή και αόρατη άθληση των πιστών, το μυστήριο του θανάτου, την αποταγή του παρόντος αιώνος και την αναγκαιότητα της θείας αρωγής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 5 από 10

ΟΜΙΛΙΑ ΚΑ. Ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ ἐξ ἀληθείας καὶ κατ᾽ ἀλήθειαν τῷ ἐναντίῳ μέρει τῆς κακίας ἀπεχθανόμενος πρὸς δύο ἀθλήσεις καὶ πρὸς δύο ἀγῶνας ἔχει τὴν πάλην· ἔν τε τοῖς φαινομένοις τοῦ βίου τούτου πράγμασι περισπασμῶν γηΐνων ἀφιστάμενος καὶ ἀγάπης δεσμῶν κοσμικῶν καὶ παθῶν τῆς ἁμαρτίας, καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας ἀπομαχόμενος πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις».

Κατὰ δύο γὰρ τρόπους καὶ δεσμοὺς ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ βίῳ τούτῳ, ἐν τοῖς βιωτικοῖς πράγμασι καὶ ἐν τῇ τοῦ κόσμου ἀγάπῃ ἤγουν τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν, πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικὸς καὶ τέκνων, συγγενείας, πατρίδων, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ᾽ ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσει. ἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαι. καὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι. παντὶ γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν.

Ἐπάν τις τοίνυν ἀκούσας τὸν λόγον τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου, καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων δύναται γνῶναι, ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. καὶ οὕτως δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι.

Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ καταργεῖσθαι δύναται. δι᾽ ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ ἀδυνατεῖ. εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον. γένοιτο γάρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἂν τότε δυνηθῇ ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην καὶ τὸν ἔνδον πόλεμον καὶ τοὺς πονηροὺς λογισμούς. ἐὰν μὴ γάρ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν πλάνην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ᾽ ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν· ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών.

Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισάμενος καὶ ἀπορρίψας ἀφ᾽ ἑαυτοῦ τὸ φορτίον τῆς γῆς καὶ τῶν ματαίων ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄρας ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων ἀπαγαγών, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι καὶ ψυχῇ λέγω), ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν· καὶ οὕτως δεηθεὶς τοῦ κυρίου καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος», καὶ διὰ τούτων ὁπλισάμενος δυνήσεται ‹στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου› ἐν ταῖς ἐνεστώσαις πονηρίαις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργίας τοῦ πνεύματος καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

ἀμήν.

ΟΜΙΛΙΑ ΚΒ. Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων καὶ ἄγγελοι ἀριστεροί, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος. καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι. εἰ γὰρ ζῶν καὶ ὢν ἐν τῷ αἰῶνι τούτῳ ὑπετάγη καὶ ὑπήκουσε καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ᾽ αὐτῶν. ἀπὸ δὲ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγματα· καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ θεοῦ ἀπὸ τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα, καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα, καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ κυρίῳ.

ΟΜΙΛΙΑ ΚΓ. Ὁ μαργαρίτης ὁ μέγας καὶ πολύτιμος καὶ βασιλικὸς ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος τὸν μαργαρίτην τοῦτον δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»), τὸν ἐπουράνιον καὶ πολυτίμητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτός, τοῦ φωτὸς τοῦ ἀλαλήτου, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος. οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας· οὕτως γὰρ εἶπεν ὁ ἀπόστολος· «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου».

Ὥσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζῴοις συννέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν· ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν. εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται· εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώρακα λέγω καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς· χωρὶς γὰρ ἐπιβάτου καὶ θώρακος ἵππος πολεμεῖν οὐ δύναται. ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ᾽ αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιήσῃ τοῖς πολεμίοις. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα. ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ.

εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν ἔρχεται εἰς τὸ δοκιμασθῆναι αὐτήν, ἵνα κατ᾽ ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ πνεύματος, ἐκλειπούσης κατ᾽ ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος» διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς. καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι· χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀνέρχεται εἰς παράταξιν. ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, ‹ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται›, καθὼς ἐν τῷ Ἰὼβ εἴρηται· ὅτι καὶ ἀπ᾽ αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΚΔ. Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κέρδη ἐμπορευομένοις. ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν καὶ διὰ τῆς τοῦ πνεύματος δυνάμεως ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. δεῖ τοίνυν τὸν Χριστιανὸν κατὰ τὰς ἁγίας γραφὰς ἀρνησάμενον τὸν κόσμον μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως Ἀδάμ, εἰς αἰῶνα ἕτερον καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».

Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει ἐξ ὅλης καρδίας τῷ κυρίῳ, ἀρνησαμένη τὸν αἰῶνα τοῦτον. καὶ ἡ δύναμις τοῦ θεϊκοῦ πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ εἰς τὴν τοῦ κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μεταθεῖναι. ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς εἰς τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς.

ἀλλ᾽ ὥσπερ ὁ Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν εἰς ἑαυτὸν ὑπεδέξατο, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες καὶ πᾶν τὸ γένος Ἀδὰμ ἐκείνης τῆς ζύμης μετέσχε· καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως πορνειῶν καὶ ἀσελγειῶν καὶ εἰδωλολατριῶν καὶ φόνων καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης· καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακόν, ὡς νομίζειν μήτε εἶναι θεόν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας θεὸν λαμβάνειν δύνασθαι (εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν ζύμη τὸ γένος τοῦ παλαιοῦ Ἀδάμ), —τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ κύριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πάσας ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ καὶ γένωνται μετὰ τοῦ κυρίου εἰς «ἓν πνεῦμα» κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ἐζυμωμένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ πνεύματι, καθὼς εἴρηται· ‹ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν› καὶ τὰ ἀκόλουθα.

ἄνευ δὲ τοῦ προζυμίου τοῦ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ κυρίου καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν ἀδύνατον, ὥσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκτραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ σατᾶν.

Ὥσπερ γὰρ ἐάν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα καὶ ἀνεπιτήδειον εἰς βρῶσιν· ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς ἑαυτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ κύριος παρείκασε τὴν βασιλείαν εἰπών· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον»· ἢ ὥσπερ ἐὰν ᾖ κρέα, καὶ πᾶσαν μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἅλας τὸ τῶν σκωλήκων ἀναιρετικὸν καὶ δυσωδίας ἀφανιστικόν, ὄζει καὶ σέσηπται τὰ κρέα καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις, —τὸν αὐτὸν τρόπον ὑπόθου μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα, τὸ δὲ ἅλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν φύσιν τοῦ ἁγίου πνεύματος. ἐὰν οὖν μὴ μιγῇ καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων ἐξ ἐκείνου τοῦ αἰῶνος καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ πνεύματος ζύμη καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μεταλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας οὐδ᾽ οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος καὶ ἀζυμότητος τῆς πονηρίας.

Ὅσα γὰρ ἀφ᾽ ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν καὶ ἐπιμελεῖσθαι καὶ ἐπιτηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι᾽ ἑαυτῆς ἄνευ τῆς συνεργίας τοῦ πνεύματος κατεργάσασθαι, πολὺ πλανᾶται. οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους, οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ᾽ ἑαυτῆς καὶ δι᾽ ἑαυτῆς μόνον ἄνευ τοῦ πνεύματος οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι. ἐὰν γὰρ μὴ προσέλθῃ τῷ θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, ἀρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι ξένον τι τῆς ἰδίας φύσεως ἀγαθόν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ ἁγίου πνεύματος, καὶ ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος οὐδ᾽ οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης οὐδ᾽ οὐ μὴ αὐγάσῃ ὁ φωτισμὸς τοῦ πνεύματος ἐν τῇ ἐσκοτισμένῃ ψυχῇ καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου τῆς ἀγνοίας ἐξυπνισθῇ καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ θεὸν διὰ δυνάμεως θεοῦ καὶ ἐνεργείας χάριτος.

Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, ἀνεπιτήδειός ἐστι καὶ ἀνεύθετος τῇ βασιλείᾳ. καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ πνεύματος, ἐν μηδενὶ παρατρεπόμενος καὶ τὴν χάριν μὴ ἐνυβρίζων δι᾽ ἀμελείας καὶ κακοπραγίας καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισάμενος μὴ λυπήσει τὸ πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. ὥσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν (θυμοῦ λέγω καὶ ἐπιθυμίας καὶ φθόνου καὶ βάρους καὶ πονηρῶν λογισμῶν καὶ τῶν λοιπῶν ἀτοπημάτων), οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς χάριτος καὶ δυνάμεως τοῦ θεοῦ ἐν ταῖς ἀρεταῖς (ἀγάπῃ λέγω καὶ χρηστότητι καὶ ἀγαθότητι καὶ χαρᾷ καὶ ἐλαφρότητι καὶ ἀγαλλιάσει θείᾳ), ἵνα ἐξομοιωθῆναι δυνηθῇ καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ. κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται πάντοτε τῇ χάριτι καὶ εὐάρεστος εὑρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ πνεύματος ἐξεργασθεῖσα τῆς βασιλείας ἀξία καθίσταται. δόξα καὶ προσκύνησις τῷ ἀχράντῳ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΚΕ. Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ᾽ ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες καὶ ἀεὶ ὀρεγόμενοι οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, οὐκ ἀφ᾽ ἑαυτῶν, ἀλλ᾽ ἐκ τῆς ἀηττήτου δυνάμεως. οἱ δὲ μὴ λόγῳ θεοῦ τετιμημένοι μήτε νόμῳ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι, οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου κατακρινομένης. τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ᾽ οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν· ‹ἐὰν γὰρ μὴ ὁ κύριος οἰκοδομήσῃ› φησὶν ‹οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν›.

Ἀμήχανον γὰρ ‹ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα›, μὴ πρότερον, καθ᾽ ὅσον δυνατὸν ἀνθρώπῳ, ἐκκαθάραντα ἑαυτὸν καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις· ‹ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ›. εἴπερ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου πνεύματος «στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου», οὐκ ἂν εἴρητο ὑπὸ τοῦ ἀποστόλου· «ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει», καὶ πάλιν· «ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ». διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ κυρίου· «μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ». ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευόμεθα, ὡς πόρρω τῆς δυνάμεως τοῦ θεοῦ τυγχάνοντες.

ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης καὶ ὥσπερ ἐν κατόπτρῳ τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ᾽ ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μή, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστὶ καὶ ἐνέργεια πονηρίας, ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι καὶ πάντῃ ἀπεξενωμένη.

Τοιγαροῦν εἰ βούλει μαθεῖν, τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν παραδείσῳ τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῶν τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι ἔτι «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» καθεζόμεθα, καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι οὔπω ἐκληρονομήσαμεν τὴν «γῆν τῆς ἐπαγγελίας» τὴν «ῥέουσαν γάλα καὶ μέλι». οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας, ἀλλ᾽ ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ. οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ θεοῦ, ἔτι γὰρ τὸ ‹πέταυρον τοῦ ᾅδου› καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ. οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ, ἔτι γὰρ «τὸ κέντρον τοῦ θανάτου» ἐγκατερρίζωται ἡμῖν. οὔπω ἐνεδυσάμεθα ‹τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι›, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα «τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης». οὔπω φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ‹σύμμορφοι τῆς δόξης αὐτοῦ› γεγόναμεν. οὔπω προσεκυνήσαμεν «ἐν πνεύματι καὶ ἀληθείᾳ» θεῷ διὰ τὸ βασιλεύειν ‹τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι›. οὔπω «ἐθεασάμεθα τὴν δόξαν» τοῦ ἀφθάρτου, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα.

οὔπω ἐνεδυσάμεθα «τὰ ὅπλα τοῦ φωτός», ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα. οὔπω μετεμορφώθημεν «τῇ ἀνακαινίσει τοῦ νοός», ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ ‹τοῦ νοὸς ματαιότητι›. οὔπω Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ. οὔπω «τὰ στίγματα» αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν. οὔπω ‹κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ› γεγόναμεν· ἔτι γὰρ «πνεῦμα δουλείας» ἡμῖν ἐνυπάρχει καὶ οὐχ «υἱοθεσίας». οὔπω γεγόναμεν ναὸς θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν. ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα. οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως. οὔπω ἡμῖν ‹ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν›. οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν. οὔπω ἀπειλήφαμεν τὴν τοῦ κυρίου ὁμοίωσιν οὔτε γεγόναμεν τῆς ‹θείας φύσεως κοινωνοί›. οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή. οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου.

οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν. καὶ ἵνα συνελὼν πάντα εἴπω, οὔπω ἐσμὲν «γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν», ἐπειδὴ ἔτι ἐσμὲν «ὄφεις, γεννήματα ἐχιδνῶν». πῶς δὲ οὐκ ὄφεις οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ θεοῦ εὑρισκόμενοι, ἀλλ᾽ ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ;

Ἐπὶ τούτοις τοίνυν πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν, οὐχ εὑρίσκω. πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην, ἀγνοῶ. πῶς δὲ ᾄσω «τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας»; πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ; πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν; πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα; πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν; πῶς παρέλθω τὴν μεγάλην ἔρημον; πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; πῶς νικήσω τοὺς ἀλλοφύλους; πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; πῶς ὄψομαι τὸν ἀληθινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης; πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς; πῶς πίω τὸ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδωρ; πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν ἀγαθὴν «γῆν τῆς ἐπαγγελίας»; πῶς ἴδω τὸν ἀρχιστράτηγον κυρίου, ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν; ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης.

Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον θεοῦ γενέσθαι καὶ «εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν», ‹ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός›. σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὑρεθῇς «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ ὑψίστου. σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλὴμ καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος.

Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα· «λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω». οὐ γὰρ ἀγνοεῖς ὅτι «οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι»; διό φησιν ὁ προφήτης μετὰ παρρησίας· «τῶν δακρύων μου μὴ παρασιωπήσῃς», καὶ πάλιν· ‹ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου› καί· ‹ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός›, καὶ ἐν ἑτέρῳ ψαλμῷ· «τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων». τὸ γὰρ ὄντως ‹ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας› προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος· φησὶ γάρ· «Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς». ὢ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων. ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς. ὢ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας. ὢ ὀξύτης πνεύματος κυρίου, ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου. ὢ κέντρον πόθου ψυχῆς πρὸς τὸν θεὸν λόγον. ὢ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον νυμφίον.

Μίμησαι ταύτην ὡς τέκνον, μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα, εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα· ‹πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη›· ἔστι γὰρ πύρωσις τοῦ πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας. διότι τὸ ἄϋλον καὶ θεῖον πῦρ φωτίζειν μὲν ψυχὰς καὶ δοκιμάζειν εἴωθεν ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ, κακίαν δὲ ἀναλίσκειν ὥσπερ ἀκάνθας καὶ καλάμην. ‹ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί›, διδοὺς ‹ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ›. τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς ἀποστόλοις, ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις. τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν· οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν. τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ. τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε. τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαβὶδ ἔλεγε· «δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον».

τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα· ‹ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου›. τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις. τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ᾽ ‹ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν› ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ θεοῦ σὺν τῷ κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.