ΟΜΙΛΙΑ ΜΔ.
Ὁ προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· «εἴ τις» γάρ φησιν «ἐν Χριστῷ, καινὴ κτίσις». καὶ γὰρ ὁ κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος. καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ· «οἶνον» γάρ φησι «νέον εἰς ἀσκοὺς καινοὺς βλητέον». ὥσπερ γὰρ ὁ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ ὁ κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν.