Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΜΑ΄-ΜΕ΄: Το βάθος της ψυχής, η θεραπεία των παθών και η τέλεια αποταγή

Πραγμάτευση της σταδιακής ενέργειας της χάριτος, του εσωτερικού αγώνα, της ανακαίνισης του ανθρώπου ως καινής κτίσεως και της αποδέσμευσης από τα εγκόσμια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 9 από 10

ΟΜΙΛΙΑ ΜΑ. Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν· ‹ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ›. ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. τοιούτῳ δὲ τρόπῳ παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα.

Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι. ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ᾽ ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ᾽ ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ᾽ ὀλίγον βοηθεῖται. καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει.

Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ κύριός φησιν· «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ᾽ ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΟΜΙΛΙΑ ΜΒ. Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, —οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι. ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων ἢ Ἰσοκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ᾽ ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς.

Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ· ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν. οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν· ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι᾽ ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι.

Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν ἢ τῶν ἰοβόλων μεταλαβεῖν, οὕτως αὐτοὶ πᾶσι τοῖς προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος· ‹γίνεσθε χρηστοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος›. τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς ὁ κύριος λέγει ὅτι ‹τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί›. ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους. ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΜΓ. Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός· λέγει γάρ· «διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως». διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. λέγει πάλιν· ‹ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες›. ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης· ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν. ὁ κύριος «ἦν ὁ λύχνος ὁ καιόμενος» διὰ τὸ πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον.

Ὥσπερ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην. ἕτεροι δέ εἰσι «τάφοις κεκονιαμένοις» ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, ‹ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν› καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων· νεκροί εἰσιν ἀπὸ θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι. ὁ ἀπόστολος λέγει, ὅτι ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, ‹ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους› τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα.

Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ θεοῦ ἔχειν· γέγραπται γάρ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου», ἵνα μὴ μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν· λέγει γάρ· ‹ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου›· εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ θεός. ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ θεοῦ, αὐτός ἐστι κύριος τῆς καρδίας αὐτοῦ. εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται ἢ εἰς τὰ κοσμικὰ πράγματα ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων. ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία καὶ ὁ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός· καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον.

Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ οὐ δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ᾽ εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν.

Ὥσπερ ὁ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ φονεύων ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι.

Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντα, ἀλλ᾽ ἔτι ὑπὸ φόβον εἰσί, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων. ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρὰ δύναμις ἐργάσηται.

Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ· εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας· εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, —οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν.

Ὥσπερ δὲ ἐὰν ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος ᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν· συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, —οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. λοιπὸν ἐὰν ᾖ μικρὸν κοῦφος ὁ νοῦς καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν.

Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ᾽ ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ᾽ ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, — οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες. ὁμοίως πάλιν ἐκεῖ ὁ θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν.

Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως· ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν.

Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων. Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται· καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, —οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ θεοῦ τὴν χάριν τοῦ πνεύματος. οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων.

Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς.

Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος· ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων. εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι᾽ ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο· «ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΟΜΙΛΙΑ ΜΔ. Ὁ προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· «εἴ τις» γάρ φησιν «ἐν Χριστῷ, καινὴ κτίσις». καὶ γὰρ ὁ κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος. καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ· «οἶνον» γάρ φησι «νέον εἰς ἀσκοὺς καινοὺς βλητέον». ὥσπερ γὰρ ὁ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ ὁ κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν.

ὁ γὰρ μεταβαλὼν τὴν φύσιν τῶν πέντε ἄρτων εἰς πλῆθος, καὶ φύσει ὄνου ἀλόγῳ δοὺς φωνήν, καὶ τὴν πόρνην εἰς σωφροσύνην μεταστρέψας, καὶ πυρὸς φύσιν καυστικοῦ δροσίζειν τοὺς ἐν τῇ καμίνῳ παρασκευάσας, καὶ φύσιν λεόντων, ἀγρίων θηρίων τῷ Δανιὴλ ἡμερώσας, οὗτος δύναται καὶ τὴν ψυχὴν ταύτην τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ἀπὸ τῆς ἁμαρτίας μεταβαλεῖν εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ χρηστότητα καὶ εἰρήνην «τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ» καὶ ἀγαθῷ.

Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι καὶ ἀπὸ λύκων φυλάξαι, ὡσαύτως ὁ ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν μόνος ἠδυνήθη θεραπεῦσαι καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας καὶ λέπρας τῆς ἁμαρτίας. οἱ γὰρ πρὶν ἱερεῖς καὶ λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν καὶ ῥαντισμοῖς αἵματος, ὅπου γε οὐδὲ ἑαυτοὺς ἠδυνήθησαν θεραπεῦσαι. καὶ γὰρ αὐτοὶ ἀσθένειαν περιέκειντο· «ἀδύνατον γὰρ» φησὶν «αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας». ὁ δὲ κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν· «πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν», ἀντὶ τοῦ· “οὔκ εἰμι ἐγὼ ὡς ἐκεῖνοι οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεύειν. ἐγώ εἰμι ὁ ἀληθινὸς ἰατρὸς καὶ ‹καλὸς ποιμὴν› ὁ θεὶς τὴν ψυχήν μου «ὑπὲρ τῶν προβάτων», ὁ δυνάμενος θεραπεύειν «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» ψυχῆς. ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον τὸ ‹ἅπαξ προσενεχθέν›, καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦσαι„. ἡ γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ κυρίου μόνου γίνεται· «ἰδοὺ» γάρ φησιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», τῆς ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας.

Ὁ ποιμὴν τοίνυν ὁ καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει· πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται, καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ὁ ἄνθρωπος, «εἰς ἐκκλησίαν κυρίου» τὴν ἐπουράνιον οὐκ εἰσέρχεται. οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος. περὶ γὰρ τοῦ λεπροῦ καὶ μῶμον ἔχοντος ταῦτα αἰνίσσεται μηνῦον τὸ πνεῦμα· ‹λεπρὸς› φησὶν ‹ἢ μῶμον ἔχων οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου›. ἀλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ καὶ ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν. τὸν αὐτὸν τρόπον καὶ Χριστός, ὁ ἀληθινὸς «ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν», ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας καὶ ἐπικαλουμέναις αὐτὸν ἐπικαμπτόμενος εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν καὶ θεραπεύει καὶ ἰᾶται τὰ πάθη. καὶ οὕτως δυνήσεται ἡ ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ. πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν οὐκ εἰσέρχεται· ἄμωμος γὰρ οὖσα καὶ καθαρὰ ἀμώμους καὶ καθαρὰς ψυχὰς ζητεῖ. «μακάριοι» γάρ φησιν «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται».

δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ μετατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως εἰς ἑτέραν κατάστασιν ἀγαθὴν καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος· καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν.

Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις. εἰ γὰρ ἐπὶ τοῦ Ἐλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ ὁ κύριος τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀγαθὸν καὶ ἐπουράνιον αὐτοῦ πνεῦμα, καὶ δι᾽ αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενέγκῃ καὶ κουφίσει καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως. καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι᾽ ἑαυτοῦ περᾶσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ κοῦφον καὶ ἐλαφρὸν πλοῖον τὸ ἐκ ξύλου κατασκευασθέν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον· καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ, —τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι᾽ ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι καὶ διαπερᾶσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ οὐράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι᾽ οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι.

ὥσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν οὔτε ἐξ αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ᾽ ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται, οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ᾽ ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι, ἐν τῇ νηῒ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν πονηρὰς δυνάμεις. καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι᾽ ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν, οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χαρισμάτων τοῦ ἑνὸς πνεύματος πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυναμούμεναι τὴν ὅλην ὑπερίπτανται πονηρίαν.

Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρῄζει καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν ὁ κύριος, ἐν τῇ πιστῇ ψυχῇ γινόμενος καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπείρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν. ἄνευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσήματα· «ἀναβαίνουσι» γάρ φησιν «ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων». πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων· «αὐτὸς» γάρ φησι «πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι».

Δεῖ τοίνυν ἀλλαγῆναι καὶ μεταβληθῆναι τὰς ψυχὰς ἡμῶν ἀπὸ τῆς νῦν καταστάσεως εἰς ἑτέραν κατάστασιν καὶ φύσιν θείαν, καὶ γενέσθαι καινοὺς ἐκ παλαιῶν, τουτέστιν ἀγαθοὺς καὶ χρηστοὺς καὶ πιστοὺς ἐκ πικρῶν καὶ ἀπίστων, καὶ οὕτω χρησίμους γενομένους εἰς τὴν ἐπουράνιον βασιλείαν ἀποκαταστῆναι. καὶ γὰρ ὁ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ κυρίου, γράφει ταῦτα· «διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ». πῶς τις ἄρα καταλαμβάνεται ὑπὸ τοῦ θεοῦ; ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν· ἀλλ᾽ ἐπειδὴ ζήλῳ θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ κύριος, περιλάμψας ἀρρήτως ὁ ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν. ἴδε δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν· «πάντα γὰρ δυνατὰ παρὰ θεῷ», ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε· ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπεκατέστη.

διὰ τοῦτο ἦλθεν ὁ κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, ‹θείας κοινωνοὺς φύσεως›, καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν.

Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος. χρὴ οὖν ἀγαπῆσαι τὸν κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν. εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ ‹κοινωνὸς θείας φύσεως› γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι᾽ ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΜΕ. Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν», προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. τοῦτο γὰρ ὁ Χριστὸς ἀπεφήνατο εἰπών· ‹πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος›. ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν.

Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν. ὅτι τὸ πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν Ἀδάμ.

Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν. ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο. ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορεύσαντες γένη ὀρνέων καὶ ἰχθύων καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν· ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι· ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν. ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν, ἄλλοι δὲ λίθους τιμίους. ἄλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ σατανᾶ καὶ εἰς ἁμαρτίαν ἔπεσον. καὶ οὗτοι πάντες οἱ προρρηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν.

ἔοικεν οὖν ὁ κόσμος ὁ πάσης ποικιλίας πεπληρωμένος ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον καὶ κτήσεις διαφόρους καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον· ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας. οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, ἀδελφοί, οὐ πλοῦτος, οὐκ ἀνδρεία, οὔτ᾽ ἄλλα ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα. πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης σχολάσωμεν τῷ κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν.

Ἀνὴρ δέ τις φρόνιμος, ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς ψυχῆς, ἐσπούδασεν ἀποπειραθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴ πως εὑρεῖν ὠφέλειαν δυνηθῇ. προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι, καὶ τούτοις ἐπὶ πολὺ συνδιατρίψας οὐδὲν ὤνησεν. ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας· τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος. διῆλθε διὰ τῶν ζωγράφων καὶ τῶν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι. τέλος ἀναχωρήσας τούτων ἐπεζήτει ἑαυτῷ θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς. ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά.

Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα λείπεται προστασίας, καὶ οἱ ἐπερχόμενοι ἐπὶ τῷ βλάψαι αὐτὴν καὶ τὰς οἰκήσεις ἐρημῶσαι πολλοί, κἀκείνη μὴ φέρουσα τὴν ὕβριν περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι, καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ᾽ αὐτῷ καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ, —τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν ἐπὶ πολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη· ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾶν τὰ ὑπ᾽ αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται. εἶτα δι᾽ ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν. διὰ τί; ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς. οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη εἰ μὴ ψυχῆς πρὸς θεὸν καὶ θεοῦ πρὸς αὐτήν. ἐποίησε γὰρ ὁ θεὸς ὀρνέων γένη διάφορα· τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν· τὰ δὲ ᾠκονόμησεν ὑπὸ τὰ ὕδατα φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν.

ἐδημιούργησε καὶ δύο κόσμους· τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο· τὸν δὲ κάτω τοῖς ἀνθρώποις ὑπὸ τὸν ἀέρα τοῦτον. ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζῴων παντοίων· ἀλλ᾽ ἐν οὐδενὶ αὐτῶν ὁ θεὸς ἐπαναπαύεται. πᾶσα ἡ κτίσις ὑπ᾽ αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον οὔτε κοινωνίαν ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ καὶ ἐπαναπαυσάμενος. ὁρᾷς ὧδε συγγένειαν θεοῦ πρὸς ἄνθρωπον καὶ ἀνθρώπου πρὸς θεόν. ἡ οὖν συνετὴ καὶ φρονίμη ψυχή, περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ εἰ μὴ μόνον ἐν κυρίῳ, καὶ ὁ κύριος ἐν οὐδενὶ εὐδόκησεν εἰ μὴ μόνον ἐν ἀνθρώπῳ.

Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ, τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας, καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην. οὕτως καὶ ὁ κύριος ἐκ δεξιῶν τοῦ πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται, τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ᾽ αὐτοῦ βοήθειαν ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει· ἐπειδὴ λέγει· «ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ πάλιν ὁ Παῦλος ὅτι ‹συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις›. πολὺ δὲ τὰ ἄλογα ζῷα συνετώτερά εἰσιν ἡμῶν, καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωται τῇ ἰδίᾳ φύσει· τὰ ἄγρια πρὸς τὰ ἄγρια καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος. καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν ἐπουράνιόν σου συγγένειαν, ἥτις ἐστὶν ὁ κύριος, ἀλλὰ συνεπιδίδεις καὶ συνεπινεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν, ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν καὶ βρωθὲν ὑπ᾽ αὐτοῦ ἀποκτανθῇ. αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον.

Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρί, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια εἴτε ἱματισμὸν εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου καὶ τύχῃ τῆς κοινωνίας, —οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ λαμβάνει ἀρραβῶνα ἐκ τοῦ πνεύματος, εἴτε χαρίσματα ἰαμάτων εἴτε γνώσεως εἴτε ἀποκαλύψεως, ἀλλ᾽ οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας. ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μασθὸν τῆς τροφοῦ, πῶς τὸ γάλα λάβῃ, τὸ αὐτό μοι λογίζου κἂν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.