Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΛΑ΄-ΛΕ΄: Η μεταβολή της καρδιάς, η πνευματική ανάσταση και το αληθινό Σάββατο

Εμβάθυνση στην προσδοκία της έλευσης του Θεού, την απόκτηση της ουράνιας σοφίας, την άρρητη δόξα των αγίων και την πνευματική κατάπαυση από την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 7 από 10

ΟΜΙΛΙΑ ΛΑ. Δεῖ τὸν πιστεύοντα αἰτεῖν τὸν θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. ὅτι τὸ ἄκρως καλὸν ὁ θεός ἐστι. πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.

Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα καὶ νουθετοῦσα τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμούς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν. ἀδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις καὶ μετ᾽ αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ᾽ ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον. ‹μὴ φοβοῦ,› φησιν ‹ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω›, καὶ πάλιν· ‹πρόσεχε› φησὶ ‹σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα›· ‹μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν›.

Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πάντως ὁ κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν· πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν. ὥστε σπούδασον ἀρέσαι τῷ κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί. ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε. ἕστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς. καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου.

θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, ‹ξύλον ζωῆς›, μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, θεός, οἶνος, ‹ὕδωρ ζῶν›, πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, «πάντα ἐν πᾶσι» Χριστός. καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι. ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. ὡς ‹ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων›, ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος.

Ἄρωμεν οὖν τὸ σῶμα τοῦτο καὶ ποιήσωμεν θυσιαστήριον καὶ ἐπιθῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν. δεηθῶμεν τοῦ κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ καὶ καταφάγῃ τὸ θυσιαστήριον καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ πάντες οἱ ἱερεῖς τῆς Βάαλ πέσωσιν, αἵτινές εἰσιν αἱ ἀντικείμεναι ἐνέργειαι, καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν ὑετὸν ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· ‹ἀνορθώσω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω›· ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας τῇ ἰδίᾳ χρηστότητι ὁ κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα· ἐκεῖθεν γὰρ τρέφεται ψυχή, ἔνθα καὶ ἐσθίει, ἤτοι ἐκ τοῦ αἰῶνος τούτου ἤτοι ἐκ τοῦ πνεύματος τοῦ θεοῦ. καὶ ὁ θεὸς ἐκεῖ τρέφεται καὶ ζῇ καὶ ἀναπαύεται καὶ ἀναστρέφεται.

Τὸ λοιπὸν ἕκαστος εἰ βούλεται, δοκιμάσει ἑαυτόν, πόθεν τρέφεται καὶ ποῦ ζῇ καὶ ἐν οἷς ἐστιν, ἵν᾽ οὕτως νοήσας καὶ τὴν ἀκριβῆ διάκρισιν κτησάμενος τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τελείως ἑαυτὸν ἐπιδῷ. λοιπὸν προσευχόμενος ἐν τῇ εὐχῇ πρόσεχε σεαυτῷ, ἐπέχων τοῖς λογισμοῖς καὶ ταῖς ἐνεργείαις πόθεν εἰσίν, ἐκ τοῦ θεοῦ ἢ ἐκ τοῦ ἐναντίου, καὶ τίς προσφέρει τροφὴν τῇ καρδίᾳ, ὁ κύριος ἢ οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου. καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὢ ψυχή, αἰτοῦ τὸν κύριον ἐν πόνῳ καὶ πόθῳ τροφὴν οὐράνιον καὶ αὔξησιν καὶ ἐργασίαν Χριστοῦ κατὰ τὸ εἰρημένον· ‹ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει›, καὶ οὐκ ἐν σχήματι καὶ τύπῳ ὥς τινες νομίζουσιν. ἰδοὺ γὰρ τῶν μόρφωσιν εὐσεβείας μόνον ἐχόντων ὁ νοῦς καὶ ἡ διάνοια ἔοικε τῷ κόσμῳ. ἰδοὺ ὁ σεισμὸς καὶ ὁ σάλος τῆς προαιρέσεως αὐτῶν, ἡ ἄστατος γνώμη, ἡ δειλία καὶ ὁ φόβος, κατὰ τὸ εἰρημένον· «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς», κατὰ τὴν ἀπιστίαν καὶ σύγχυσιν τῶν ἀστάτων λογισμῶν· ὅσαι ὧραι σαλευόμενοι ὡς οἱ λοιποὶ πάντες ἄνθρωποι.

σχήματι δὲ μόνῳ καὶ νοήματι διαφέρουσιν οἱ τοιοῦτοι τοῦ κόσμου καὶ σωματικοῖς κατορθώμασι τοῦ ἔξω ἀνθρώπου, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῷ κόσμῳ σύρονται, καὶ δεσμοῖς γηΐνοις καὶ μεριμνῶν ἀνωφελῶν ἐμπεριέχονται, τὴν ἐξ οὐρανοῦ εἰρήνην ἐν καρδίᾳ μὴ κτησάμενοι, καθώς φησιν ὁ ἀπόστολος ὅτι «ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν», ἥτις ἐστὶ βασιλεύουσα καὶ ἀνακαινίζουσα τὰς τῶν πιστῶν διανοίας ἐν ἀγάπῃ θεοῦ καὶ πάσης τῆς ἀδελφότητος. δόξα καὶ προσκύνησις πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΒ. Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν. οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, θεοῦ σοφίαν, οὐ τοῦ κόσμου τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου. καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοί, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι καὶ εἰς δόξας καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς.

Ἔστι γένη ζῴων ἡμέρων, οἷον ἵππος καὶ βοῦς· ἕκαστον αὐτῶν ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν. τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις· ὁ λέων ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν, ὁ ἔλαφος ὁμοίως, καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλή. καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα, ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου. τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστὶ σώματα πολλά, μὴ ἐοικότα ἀλλήλοις. καὶ ἐν τῇ γῇ σπέρματα πολλά εἰσιν, ἀλλ᾽ ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν. καὶ δένδρα πολλά εἰσιν, ἀλλ᾽ εἰσὶ δένδρα μείζονα καὶ εἰσὶ δένδρα μικρότερα, καὶ αὗται αἱ ὀπῶραι διαφορὰν ἔχουσι πολλήν· ἕκαστον γὰρ αὐτῶν ἰδίαν ἔχει γεῦσιν. καὶ εἰσὶ βοτάναι καὶ ἐν αὐταῖς διαφοραὶ πολλαί, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνην.

Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, φύλλα καὶ ἄνθη καὶ καρπούς· ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα· καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην. οὕτω καὶ τῶν Χριστιανῶν ὅσοι κατηξιώθησαν ἀπεντεῦθεν κτήσασθαι τὸ ἐπουράνιον ἔνδυμα, αὐτὸ ἐκεῖνο ἔχουσι ταῖς ψυχαῖς αὐτῶν ἐμμένον. καὶ ἐπειδὴ ἀπὸ θεοῦ προώρισται διαλυθῆναι τὴν κτίσιν ταύτην καὶ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ ἐνδῦσαν καὶ δοξάσαν ἀπὸ τοῦ νῦν ἔνδυμα οὐράνιον τὴν ψυχήν, ὅπερ ἐκτήσαντο ἐν τῇ καρδίᾳ, ἐκεῖνο καὶ τὰ γυμνὰ σώματα, ἅπερ ἀνίστανται ἐκ τῶν τάφων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὰ ἐγειρόμενα σώματα, ἀλλὰ δῆλον ὅτι περιβαλεῖ ταῦτα δόξαν, ὃ ἀπὸ τοῦ νῦν λαμβάνουσιν οἱ Χριστιανοὶ δόμα καὶ ἔνδυμα ἀόρατον καὶ οὐράνιον. ὥσπερ δὲ τὰ πρόβατα ἢ αἱ κάμηλοι χόρτον εὑρίσκοντα λάβρως καὶ ὀξέως προσέρχονται τοῖς βρώμασι καὶ ἐγκλείουσι τροφὴν ἑαυτοῖς, ἐν δὲ καιρῷ πείνης αὐτὸ ἐκεῖνο ἐκ τῆς κοιλίας ἀναφέρουσι καὶ ἀναμαρυκῶνται καὶ ἔχει ὡς τροφήν, ἅπερ ἐνεθηκίασε πρότερον, —οὕτως καὶ ὅσοι νῦν ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐγεύσαντο τῆς ἐπουρανίου βρώσεως, ἐν πνεύματι ζήσαντες, ἐν τῷ καιρῷ τῆς ἀναστάσεως αὐτὸ ἐκεῖνο ἔχουσι σκεπάζον καὶ θάλπον αὐτῶν ὅλα τὰ μέλη.

Καθὼς οὖν εἴπομεν τὴν διαφορὰν τῶν σπερμάτων, ὅτι πολλὰ ἐν μιᾷ γῇ σπείρεται καὶ διαφόρους καρποὺς δίδωσι μὴ ἐοικότας ἀλλήλοις, ὁμοίως καὶ περὶ τῶν δένδρων, ὅτι τὰ μὲν αὐτῶν εἰσι μείζω, τὰ δὲ μικρότερα, μία δὲ γῆ τὰς ῥίζας ὅλων κατέχει, οὕτως καὶ ἡ ἐπουράνιος ἐκκλησία, μία οὖσα ἀναρίθμητός ἐστιν, ἕκαστος δὲ ἰδίως κεκόσμηται ὑπὸ τῆς δόξης τοῦ πνεύματος. ὥσπερ γὰρ τὰ πετεινὰ ἀπὸ τοῦ σώματος τὰ ἐνδύματα τῶν πτερῶν ἐκφέρει, διαφορὰ δέ ἐστιν ἐν αὐτοῖς πολλή· τὰ μὲν γὰρ προσγειότερον πέτανται, τὰ δὲ ἐν ἀέρι ἵπτανται· ἢ ὥσπερ ὁ οὐρανὸς εἷς ἐστι καὶ ἔχει πολλοὺς ἀστέρας ἐν ἑαυτῷ, τοὺς μὲν λαμπροτέρους, τοὺς δὲ μείζονας, τοὺς δὲ μικροτέρους, ὅλοι δὲ ἐν οὐρανῷ πεπηγμένοι εἰσίν, — οὕτως καὶ οἱ ἅγιοι ἐν ἑνὶ οὐρανῷ τῆς θεότητος καὶ ἐν τῇ ἀοράτῳ γῇ διαφόρως ἐρριζωμένοι εἰσίν. ὁμοίως δὲ καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ οἱ λογισμοὶ ἐρχόμενοι διάφοροί εἰσι, τὸ δὲ πνεῦμα ἐν τῇ καρδίᾳ ἐρχόμενον ἕνα λογισμὸν ποιεῖ καὶ μίαν καρδίαν· οἱ κάτω γὰρ καὶ οἱ ἄνω ὑπὸ ἑνὸς πνεύματος κυβερνῶνται.

Τί δέ ἐστι τὰ διχηλοῦντα ζῷα; ἐπειδὴ τοῖς δυσὶν ὄνυξιν εὐθέτως περιπατεῖ τὴν ὁδόν, εἰς τύπον κεῖται τῶν ἐν νόμῳ πορευομένων ὀρθῶς. ὥσπερ δὲ ἡ σκιὰ τοῦ σώματος ἐξ αὐτοῦ τοῦ σώματός ἐστιν, ἀλλὰ διακονίαν σαρκικὴν πληρῶσαι οὐ δύναται (σκιὰ γὰρ τραύματα ἐπιδῆσαι οὐ δύναται, τροφὴν δοῦναι ἢ λαλῆσαι) ἐξ αὐτοῦ δέ ἐστι τοῦ σώματος καὶ προλαμβάνουσα δηλοῖ τὴν παρουσίαν τοῦ σώματος, οὕτως καὶ ὁ νόμος ὁ παλαιὸς σκιά ἐστι τῆς καινῆς διαθήκης. προδηλοῖ δὲ ἡ σκιὰ τὴν ἀλήθειαν, ἀλλὰ ‹διακονίαν πνεύματος› οὐκ εἶχεν. οὐ γὰρ ἠδύνατο Μωϋσῆς, σάρκα περιβεβλημένος, εἰσελθεῖν εἰς τὴν καρδίαν καὶ ἀφελέσθαι τὰ ῥυπαρὰ ἐνδύματα τοῦ σκότους, εἰ μὴ πνεῦμα ἐκ πνεύματος καὶ πῦρ ἐκ πυρὸς λύει τὴν δύναμιν τοῦ πονηροῦ σκότους. περιτομὴ γὰρ ἡ ἐν τῇ σκιᾷ τοῦ νόμου δηλοῖ προσεγγίζουσαν τὴν ἀληθινὴν περιτομὴν τῆς καρδίας, καὶ τὸ βάπτισμα τοῦ νόμου σκιά ἐστι τῶν ἀληθινῶν πραγμάτων. ἐκεῖνο γὰρ σῶμα ἀπέπλυνεν, ὧδε δὲ τὸν ἐρρυπωμένον νοῦν βάπτισμα πυρὸς καὶ πνεύματος καθαρίζει καὶ ἀποπλύνει. ἐκεῖ ἱερεὺς ἀσθένειαν περιβεβλημένος εἰσῄει εἰς τὰ ἅγια, ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ προσφέρων θυσίας, ὧδε ἀληθινὸς ἀρχιερεὺς ὁ Χριστὸς ἅπαξ εἰσῆλθεν εἰς τὴν ἀχειροποίητον σκηνὴν καὶ τὸ ἄνω θυσιαστήριον, τοὺς αἰτοῦντας αὐτὸν ἕτοιμος καθαρίσαι καὶ τὴν μεμολυσμένην συνείδησιν.

λέγει γάρ· ‹μεθ᾽ ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος›. εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν. τὸ γενόμενον ἐκεῖ τύπος ἐστίν. οὕτως γὰρ καὶ ὁ κύριος, ἐνδυσάμενος τοὺς ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς καὶ κήρυκας ὅλου τοῦ κόσμου. ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσαν τὴν ἀλήθειαν δείκνυσιν. ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει οὔτε πόνους ἰᾶται, οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη· οὐδὲ γὰρ εἶχε ζωήν.

Δύο γὰρ πρόσωπα συναπτόμενα τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι. ‹κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν› θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι ἢ μονόχειρα ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἕν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται, — οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος ἐὰν καθ᾽ ἑαυτὴν γυμνὴ ἀπομείνῃ καὶ μὴ λάβῃ τὴν μῖξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη, ἀλλ᾽ ἔμεινε γυμνὴ καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ. αὕτη γὰρ ἡ ψυχὴ ναὸς θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη καὶ νύμφη βασιλέως· λέγει γάρ· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω». οὕτως εὐδόκησεν ὁ θεός, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν συμπεριέλαβε τὴν φύσιν σου τὴν λογικήν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θεϊκῷ αὐτοῦ πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν. καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ πνεύματι καὶ εἰσέλθῃ ψυχὴ ἐπουράνιος εἰς τὴν ψυχήν σου, τότε εἶ τέλειος ἄνθρωπος ἐν θεῷ καὶ κληρονόμος καὶ υἱός. ὥσπερ δὲ τὸ μέγεθος τοῦ θεοῦ καὶ τὸ ἀκατάληπτον αὐτοῦ οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν οὔτε οἱ κάτω, οὕτως πάλιν τὸ λεπτὸν τοῦ θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται.

ὥσπερ γὰρ τὸ μέγεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ.

Καὶ συμβαίνει ὅτι οἰκονομεῖ σε εἰς θλίψεις εἶναι καὶ πάθη καὶ στίγματα, καὶ ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται. εἰ ἐν κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι ἀτυχία. ἄρχῃ καθ᾽ ἑαυτὸν λογίζεσθαι “παρ᾽ ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν κἂν ἀποτάσσομαι καὶ τῷ θεῷ δουλεύω„. λοιπὸν ἐρχόμενος ὧδε ἀκούεις τῆς ἐντολῆς λεγούσης “«πώλησόν σου τὰ ὑπάρχοντα», μίσησον κοινωνίαν σαρκικήν, δούλευσον τῷ θεῷ„· τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ ὅτι “διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ„. λοιπὸν ἐν μέρει ἐν τοῖς φαινομένοις ἤλλαξάς σου τὸν νοῦν καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς· οὕτως οὖν χρὴ σὲ καὶ εἰς τὸν νοῦν ἀλλαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον. λοιπὸν εἰς αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν καὶ οὐκέτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον τὴν μέριμναν καὶ τὸν πόνον, ἵνα κτήσῃ ὃ ἤκουσας. καὶ ὅτε νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετά σου ὁ κύριος· “τί καυχᾶσαι; οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα; τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐκ ἐγὼ ἐποίησα; τί ἐποίησας σύ;„ ἄρχεται ἡ ψυχὴ ἐξομολογουμένη δέεσθαι τοῦ κυρίου καὶ λέγειν ὅτι “πάντα σά ἐστιν· ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι· τὰ ἐνδύματά μου σά ἐστιν. ἐκ σοῦ τρέφομαι καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν„.

τότε ἄρχεται ὁ κύριος πρὸς ταῦτα λέγειν· “χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σά ἐστι, τὸ θέλημα τὸ ἀγαθὸν σόν ἐστι. καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσέφυγές μοι, δεῦρο λοιπὸν δώσω σοι ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω οὔτε ἐπὶ γῆς ἄνθρωποι ἔχουσιν. ἐμὲ λάβε τὸν κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ᾖς πάντοτε μετ᾽ ἐμοῦ εὐφραινομένη καὶ ἀγαλλιῶσα„. ὥσπερ γὰρ γυνὴ μεμνηστευμένη ἀνδρὶ πάντα τὰ ὑπάρχοντα αὐτῆς καὶ ὅλην τὴν προῖκα ἀποφέρει ἐκ πολλῆς ἀγάπης, εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρός, καὶ τοῦτο λέγει· “ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σά ἐστι καὶ ἡ προὶξ σή ἐστι καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμὸν σόν ἐστιν„, —οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ πνεύματι.

Χρὴ δέ σε, ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν. ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου καὶ ἄρξῃ ζητεῖν τὸν θεὸν καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ᾗ συνεγεννήθης. καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον. ἄρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμούς, νοῦν πρὸς νοῦν, ψυχὴν πρὸς ψυχήν, πνεῦμα πρὸς πνεῦμα. καὶ λοιπὸν ἐκεῖ ἀγωνιᾷ ἡ ψυχή. ἀποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτὴ δύναμις τοῦ σκότους ἐγκαθεζομένη τῇ καρδίᾳ. καὶ ὁ κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σου ἐστίν, ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμοὺς οὐρανίους ἐντίθησί σοι καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ κρυπτῷ. ἀφίησι δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις. καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναί σε. ὥσπερ ὅταν ᾖ πλουσίου παιδίον καὶ ἔχῃ παιδαγωγόν, τέως μὲν λώροις αὐτὸν βασανίζει καὶ ἡ παιδεία καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, ἕως ὅτε γένηται ἀνήρ· τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ, —οὕτως καὶ ἡ χάρις οἰκονομικῶς σε παιδεύει, ἕως ὅτε φθάσῃς ‹εἰς τέλειον ἄνδρα›.

Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον θέλει, ἵνα ὅλη καρποφορήσῃ· λοιπὸν οὖν ἀποφέρει τὸ δρέπανον, καὶ εἰ μὴ εὕρῃ καρπόν, λυπεῖται. οὕτως καὶ ὁ κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων. ἀλλ᾽ ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπεῖται, οὕτως καὶ ὁ κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπεῖται. ὥσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος τῇ οἰκουμένῃ ἐπιλάμπει, οὕτως ἡ θεότης πανταχοῦ ἐστι καὶ πανταχοῦ εὑρίσκεται. εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων. εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί. δόξα καὶ μεγαλοπρέπεια πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΓ. Δεῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν θεόν. ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι᾽ ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι᾽ ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ᾽ ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ. καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν πνευματικήν, θεοῦ ἀξίαν, καὶ τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ» προσκύνησιν.

Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ᾽ ἑτέραν μετιῶν ἐπίνοιαν καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει, οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδήσωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. οὕτως γὰρ ἐπαναπαύσεται ὁ κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ᾽ αὐτήν. οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζῴων τῶν ὑπεζευγμένων τῷ δεσποτικῷ ἅρματι· ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν θεόν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ θεοῦ· γίγνεται γὰρ ὅλη ὀφθαλμός.

Καὶ ὃν τρόπον οἶκος, τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας, οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα πάσης ὡραιότητος γέμει· τὸν γὰρ κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. οὐαὶ δὲ οἰκίᾳ, ἦς ὁ δεσπότης ἀποδημεῖ καὶ ὁ κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης ἀκαθαρσίας καὶ ἀκαταστασίας· ἐκεῖ ‹σειρῆνες καὶ δαιμόνια› κατὰ τὸν προφήτην οἰκοῦσιν· ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ αἴλουροι καὶ κύνες καὶ πᾶσα ἀκαθαρσία ἐστίν. οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς καὶ ἀπολαμβανούσῃ τὸν καλὸν οἰκοδεσπότην Χριστὸν ἔνοικον, ἀλλὰ μενούσῃ ἐν τῇ ἀκαθαρσίᾳ αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τοὺς πείθοντας αὐτὴν καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ.

Ὅταν δὲ ἴδῃ ὁ κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας καὶ βοῶσα πρὸς αὐτόν, καθὼς ἐνετείλατο ἀδιαλείπτως προσεύχεσθαι ἐν παντί, «ποιήσει τὴν ἐκδίκησιν» αὐτῆς ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον καὶ ἄσπιλον νύμφην ‹αὐτὸς ἑαυτῷ παραστήσει› αὐτήν. εἰ οὖν πιστεύεις ταῦτα ἀληθῆ εἶναι ὥσπερ καὶ εἰσί, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ κύριος. εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας, ἵνα λάβῃς. ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἶ. ὅταν θεωρῇς φῶς, βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς καὶ ἀγαθόν· σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ σατανᾶς, καὶ ὦτα ἃ ἐκώφευσε· καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι. ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΔ. Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. ἀλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. ἔστι κόσμος ἀληθινὸς καὶ γῆ ζῶσα καὶ ἄμπελος καρποφόρος καὶ ἄρτος ζωῆς καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται· «πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων», καὶ πάλιν· ‹ἀνατελεῖ τοῖς φοβουμένοις τὸν κύριον ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ›, καὶ ὁ κύριος εἶπεν· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή», καὶ πάλιν· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ πάλιν· ‹ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον›.

Ἡ γὰρ ἔλευσις τοῦ κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί, τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ κύριος. ‹τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ› τὸ ἀχειροποίητον περιβέβληνται, δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι. οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. ‹οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος›, εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, Χριστοὶ καὶ θεοὶ καὶ τέκνα θεοῦ γενόμενοι. ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι. ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου. οὕτως πολλοῖς σχήμασι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ ἑτέρου δόξῃ.

Ὁρᾷς πῶς αἱ τοῦ θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀρρήτου καὶ ἀϊδίων μυστηρίων καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσαι. ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ ἢ σπέρματα ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ καὶ τὸν πάντα πλοῦτον τῆς γῆς ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι, ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῷα ἢ τὸν ἀριθμὸν ἢ τὰ γένη ἢ τὴν διαφορὰν ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν, ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι, ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος ἢ τὰς θέσεις τῶν ἄστρων ἢ τὸν δρόμον αὐτῶν ὥς ἐστιν ἀδύνατον καταλαβεῖν, —οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀπέραντον καὶ ἀκατάληπτον. εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά. ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιαθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν ἢ ἐξαγορεῦσαι. μετὰ πάσης οὖν σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον· κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ θεός· ‹κύριος› γάρ φησι ‹μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου›.

δόξα τῷ ἑαυτὸν διδόντι καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΛΕ. Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ κυρίου. ἡ γὰρ καταξιωθεῖσα ψυχὴ τοῦ ἀληθινοῦ σαββάτου ἀργεῖ καὶ ἀναπαύεται ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν σάββατον σαββατίζει καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν σάββατον, εἰ καὶ σωματικῶς, ἀνεπαύοντο, ἀλλ᾽ αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. τοῦτο δὲ τὸ ἀληθινὸν σάββατον ἀνάπαυσις ἀληθινή ἐστι ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ σατανᾶ καὶ ἀναπαυομένης εἰς τὴν τοῦ κυρίου ἀνάπαυσιν αἰωνίαν καὶ χαράν.

Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῷα τῷ σαββάτῳ ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῷα ἀπὸ τῶν βαρέων ἔργων), —οὕτως ἐλθὼν ὁ κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον σάββατον δοὺς ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας ἀκαθάρτων διαλογισμῶν καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης, ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν. καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων τῆς ἀδικίας καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας. ὁ γὰρ κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων· ‹δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς›. καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατίζουσαι σάββατον ἀληθινόν, τρυφερόν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν πνεύματος, χαρᾶς καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου· καὶ λατρεύουσι λατρείαν καθαρὰν καὶ εὐάρεστον τῷ θεῷ ἐκ καθαρᾶς καρδίας. τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον σάββατον.

παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ θεῷ ἐκ καθαρᾶς καρδίας καὶ ἑορτάσαι ἑορτὴν πνεύματος ἁγίου. μακάριος οὖν ‹ὁ εἰσελθὼν εἰς ἐκείνην τὴν κατάπαυσιν›. δόξα τῷ οὕτως εὐδοκήσαντι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀμήν.