Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα
Ο νοερός αγώνας και το έργο της προσευχής
Η αναγκαιότητα της νήψης απέναντι στους λογισμούς, η αλληλεξάρτηση των αρετών και η σημασία της καρτερίας στην προσευχή για την απόκτηση των πνευματικών καρπών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο νοερός αγώνας και το έργο της προσευχής
Η αναγκαιότητα της νήψης απέναντι στους λογισμούς, η αλληλεξάρτηση των αρετών και η σημασία της καρτερίας στην προσευχή για την απόκτηση των πνευματικών καρπών.
Ὁ δέ γε τοιοῦτος ἄπιστος παρὰ τοῦ Κυρίου ἐλήλεγκται, καθάπερ ἤδη δεδήλωται· Πῶς γάρ, φησί, δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΙΓʹ. Ἀγῶνι πολλῷ καὶ καμάτῳ νοὸς διὰ σεμνῶν ἐννοιῶν καὶ τῆς συνεχοῦς πάντων τῶν καλῶν μερίμνης ἡ πρὸς Θεὸν ἀγάπη, καθάπερ εἴρηται, κατορθοῦσθαι δύναται· ἅτε τοῦ ἐναντίου τῷ ἡμετέρῳ νῷ ἐμποδίζοντος, καὶ οὐ συγχωροῦντος αὐτῷ διὰ τῆς τῶν καλῶν μνήμης τῷ θείῳ ἔρωτι προσανέχειν, ἀλλὰ ταῖς γηΐναις ἐπιθυμίαις τὴν αἴσθησιν περισαίνοντος.
Ἐν τούτῳ γὰρ ὁ τοῦ πονηροῦ θάνατος, καὶ οἷον εἰπεῖν, ἀγχόνη, ὅτε τῇ τοῦ Θεοῦ ἀγάπῃ καὶ μνήμῃ ἀπερισπάστως ὁ νοῦς εὑρίσκηται. Ἐντεῦθεν καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη συστῆναι δύναται, καὶ ἡ ἀληθὴς ἁπλότης, καὶ ἡ πραότης τέ φημι καὶ εὐχή, καὶ πᾶς ὁ περικαλλὴς τῶν ἀρετῶν στέφανος, διὰ τῆς μιᾶς, καὶ μόνης, καὶ πρώτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάπης τὴν τελειότητα δέχεται. Ἀγῶνος τοίνυν πολλοῦ καὶ πόνου κρυπτοῦ καὶ ἀδήλου χρεία, λογισμῶν ἐρεύνης τε καὶ τῆς τῶν ἠσθενηκότων τῆς ψυχῆς ἡμῶν αἰσθητηρίων γυμνασίας, πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, καὶ τοῦ ῥωννύειν καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ἐπιμελοῦς νεύσεως τὰ πεπονηκότα τῆς ψυχῆς μέλη. Ὁ γὰρ νοῦς ἡμῶν οὕτω διαπαντὸς τῷ Θεῷ προσκολλώμενος, γενήσεται μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα, κατὰ τὸ λόγιον Παύλου.
ΙΔʹ. Τοῦτον δέ φησι τὸν κρυπτὸν ἀγῶνα, καὶ τὸν πόνον, καὶ τὴν μελέτην, ἀδιαλείπτως ἔχειν τοὺς φιλαρέτους χρὴ πρὸς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, ἤτοι εὐχομένους, ἢ διακονοῦντας, ἐσθίοντας ἢ πίνοντας· ἵν’ ὅπερ ἂν γένηται ἀγαθόν, εἰς δόξαν Θεοῦ, καὶ μὴ εἰς ἡμετέραν γένηται δόξαν· εὐπετῆ δὲ ἡμῖν καὶ ῥᾴδια πάντα τὰ τῶν ἐντολῶν ἔσται, τῆς τοῦ Θεοῦ ἀγάπης αὐτὰ διευμαριζούσης, καὶ τὸ ἐπίπονον αὐτῶν ἐκλυούσης ἅπαν.
ΙΕʹ. Ὅλος ὁ ἀγὼν καὶ σπουδὴ τοῦ ἀντικειμένου τοῦτό ἐστιν, ὡς δεδήλωται, τὸ δυνηθῆναι τὸν νοῦν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης, καὶ τοῦ φόβου καὶ τῆς ἀγάπης περισπᾶσαι, γηΐναις αὐτὸν παραγωγαῖς καὶ δελεάσμασιν, ἀπὸ τοῦ ὄντως ἀγαθοῦ πρὸς τὰ δοκήσει καλὰ παρατρέποντος.
ΙϚʹ. Ἀλλήλων αἱ ἀρεταὶ δέδενται, καὶ ἀλλήλων ἔχονται, καθάπερ ἱερά τις σειρὰ μία τῆς μιᾶς ἠρτημένη· οἷον ἡ μὲν εὐχή, τῆς ἀγάπης, ἡ ἀγάπη δὲ τῆς χαρᾶς, ἡ χαρά, τῆς πραότητος, ἡ πραότης, τῆς ταπεινοφροσύνης, ἡ ταπεινοφροσύνη δὲ τῆς διακονίας, ἡ διακονία δέ, τῆς ἐλπίδος, ἡ δὲ ἐλπὶς τῆς πίστεως· καὶ ἡ μὲν πίστις, τῆς ὑπακοῆς, ἡ δὲ ὑπακοὴ τῆς ἁπλότητος, ὥσπερ τἀναντία πάλιν ἓν ὑφ’ ἑνὸς δέδεται· οἷον τοῦ μὲν θυμοῦ, τὸ μῖσος· ὁ δέ, τῆς ὑπερηφανίας· τῆς κενοδοξίας αὕτη· ἐκείνῃ, τῆς ἀπιστίας· ἡ δὲ τῆς σκληροκαρδίας· καὶ αὕτη μὲν ἐκ τῆς ἀμελείας· ἐκείνη δὲ τῆς χαυνώσεως, ἐκ δὲ τῆς ὀλιγωρίας αὕτη· κἀκείνη μὲν ἐκ τῆς ἀκηδίας· ὡς ἐκ τοῦ ἀνυπομονήτου πάλιν αὕτη· τὸ δὲ τῆς φιληδονίας· καὶ οὕτω τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων ἐχόμενά εἰσιν.
ΙΖʹ. Πᾶν ὅπερ ἂν ποιῇ καλὸν ὁ ἄνθρωπος, σπιλοῦν αὐτὸ καὶ καταμιαίνειν ὁ πονηρὸς τῇ ἐπιμιξίᾳ τῶν ἑαυτοῦ σπερμάτων βούλεται· οἷον τῆς κενοδοξίας, τῆς οἰήσεως, εἴτε μὴν καὶ τοῦ γογγυσμοῦ, ἣ ἑτέρου τινὸς τῶν τοιούτων· ἵν’ ἢ μὴ διὰ Θεὸν μόνον, ἢ μὴ ἐκ προθυμίας τὸ γινόμενον ἀγαθὸν γένηται.
Γέγραπται γὰρ τὸν Ἄβελ προσενεγκεῖν θυσίαν τῷ Θεῷ ἀπὸ τῶν στεάτων, καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων· καὶ τὸν Κάϊν δὲ ὁμοίως δῶρα προσενεγκεῖν ἀπὸ τῶν καρπῶν μὲν τῆς γῆς, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων· καὶ διὰ τοῦτο ἐπὶ μὲν ταῖς θυσίαις τοῦ Ἄβελ ἐπιδεῖν τὸν Θεόν· ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν μὴ προσχεῖν. Ἐκ τούτου μανθάνειν ἔχομεν, ὅτι ἔστι τι καλὸν μὴ ποιῆσαι καλῶς· οἷον ἀμελῶς ἢ καταφρονητικῶς ἢ δι’ ἕτερόν τι, καὶ οὐ διὰ Θεόν· καὶ παρὰ τοῦτο συμβαίνει γίνεσθαι μὴ πρόσδεκτον τῷ Θεῷ.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΛΟΓΟΣ Αʹ. Κεφάλαιον πάσης ἀγαθῆς σπουδῆς, καὶ κορυφὴ τῶν κατορθωμάτων ἡ προσευχῆς ἐστι προσεδρεία, δι’ ἧς καὶ τῶν ἄλλων ἐν κτήσει γινόμεθα, τοῦ καλουμένου χεῖρα συνεργὸν ἐπορέγοντος· καὶ γὰρ κοινωνία τῆς μυστικῆς ἐνεργείας, καὶ συνάφεια διαθέσεως τῆς πρὸς Θεὸν ἁγιότητος, καὶ αὐτοῦ τοῦ νοῦ δι’ ἀγάπης ἀῤῥήτου πρὸς Κύριον, ἐν τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται· Ἔδωκας γάρ, φησίν, εὐφροσύνην εἰς τὴν καρδίαν μου· καὶ αὐτὸς δὲ ὁ Κύριος· Ἡ βασιλεία οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν, τί ἂν ἄλλο δηλοῦν εἴη, ἢ τὴν τοῦ Πνεύματος οὐράνιον εὐφροσύνην ταῖς ἀξίαις ψυχαῖς ἐναργῶς ἐνσημαίνεσθαι; τῆς ἀπολαύσεως γάρ τε καὶ χαρᾶς καὶ τῆς ἐν πνεύματι εὐφροσύνης, ἧς ἐν φωτὶ αἰωνίῳ οἱ ἅγιοι ἐν τῇ τοῦ Χριστοῦ μεθέξουσι βασιλείᾳ, ταύτης τὸν ἀῤῥαβῶνα, καὶ τὰ προοίμια ἐντεῦθεν ἤδη αἱ ἄξιαι διὰ τῆς τοῦ Πνεύματος ἐνεργοῦς κοινωνίας ψυχαὶ λαμβάνουσιν·
Ἡ καρδία μου γάρ, φησί, καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καὶ τό· Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· καὶ τὰ συνῳδὰ τούτοις, εἰς ταυτὸν φέρουσι, καὶ τὴν τοῦ Πνεύματος ἐνεργὸν εὐφροσύνην καὶ παράκλησιν ὑπαινίττονται.
Βʹ. Ὥσπερ μεῖζον τῶν ἄλλων τὸ τῆς εὐχῆς ἔργον, οὕτω πλείονος δεῖ καὶ μερίμνης τῷ πρὸς αὐτὴν ἔχοντι· μήπου κλοπήν τινα παρὰ τῆς κακίας ὑπομείνας λάθῃ. Οἷς γὰρ μείζονος ἀγαθοῦ ἐπιμέλεια, μείζονι καὶ ὁ πονηρὸς τῇ πείρᾳ προσβάλλει· ὥστε πολλῆς αὐτῷ δεήσει τῆς νήψεως, ἵνα καὶ μᾶλλον καρποὶ ἀγάπης, καὶ ταπεινοφροσύνης, ἁπλότητός τε καὶ ἀγαθότητος, καὶ διακρίσεως, ὁσημέραι τῷ παραμόνῳ τῆς εὐχῆς ἀναφύωνται, καὶ αὐτοῦ μὲν φανερὰν τὴν ἐπὶ τὰ θεῖα προκοπὴν καὶ ἐπίδοσιν καθιστῶσι, τοὺς ἄλλους δὲ εἰς τὸν ἴσον ζῆλον παρακαλῶσιν.
Γʹ. Ἀδιαλείπτως εὔχεσθαι, καὶ προσκαρτερεῖν τῇ εὐχῇ αὐτός τε ὁ θεῖος Ἀπόστολος, καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον διδάσκει, Πόσῳ μᾶλλον, εἰπόντος, ποιήσει ἐκδίκησιν ὁ Θεὸς τῶν βοώντων πρὸς αὐτὸν νύκτας καὶ ἡμέρας; καὶ τό· Γρηγορεῖτε, καὶ προσεύχεσθε. Δεῖ οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ὥσπερ δὲ κεφαλαιωδέστερον ὁ τῇ εὐχῇ προσκαρτερῶν εἵλετο ἔργον, οὕτως αὐτὸν ἀγῶνα πολύν, καὶ τόνον ἀνένδοτον ἀνέχεσθαι χρή, διὰ τὸ πολλὰ τῇ προσεδρείᾳ τῆς εὐχῆς ὑπεῖναι τὰ τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρος σώματος, λογισμῶν ἐπιτροπήν, νοὸς ἀκαταστασίαν, ἔκλυσιν, καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα· εἶτα θλίψεις καὶ αὐτῶν τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις ἐκθύμως πολεμούντων ἡμῖν καὶ ἀντικαθισταμένων, καὶ προσεγγίζειν τῷ Χριστῷ διειργόντων τὴν μετὰ τὴν ἀλήθειαν τὸν Θεὸν ἀπαύστως ἐπιζητοῦσαν ψυχήν.
Δʹ. Πάσῃ σπουδῇ καὶ νήψει, ὑπομονῇ τε καὶ ἀγῶνι ψυχῆς καὶ πόνῳ σώματος, τὸν τῆς εὐχῆς ἐπιμελούμενον ἀνδρίζεσθαι χρή, μὴ ἐκκακούμενον συνεπιδιδόντα ταῖς τῶν λογισμῶν ἐκτροπαῖς, ἢ πολλῷ ὕπνῳ, ἢ ἀκηδίᾳ, ἐκλύσει τε καὶ συγχύσει, καὶ ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενον, ἥ τισι τοιούτοις ἐπιτρέποντα τὴν διάνοιαν, μόνῃ μὲν ἐκπληροφορούμενον τῇ παραμόνῳ στάσει, κλίσει τε τῶν γονάτων, τὸν δὲ νοῦν μακράν που τῶν γινομένων ἀποπλανώμενον, ἔχοντα. Οὐδὲν γὰρ τὸ κωλῦον, ἢ μὴ ἀκριβῶς νήφων παρασκευάζηται, ἐναντιούμενος μὲν τῇ ὕλῃ τῶν περιττῶν λογισμῶν, διαβασανίζων δὲ πάντας αὐτοὺς καὶ φιλοκρινῶν, ἐπιποθῶν τε ἀεὶ τὸν Κύριον, ποικίλως ὑπὸ τῆς κακίας κατὰ τὸ ἀφανὲς δελεάζεσθαι· ἢ καὶ τῶν μήπω τῇ εὐχῇ δυναμένων προσκαρτερεῖν κατεπαίρεσθαι, καὶ διὰ τῶν τοιούτων τῆς κακίας μηχανημάτων τὴν καλὴν διαφθείρειν ἐργασίαν, καὶ προπίνειν ταύτην τῷ πονηρῷ δαίμονι.
Εʹ. Εἰ μὴ ἡ ταπεινοφροσύνη καὶ ἀγάπη, ἡ ἁπλότης τε καὶ ἀγαθότης κατακολλῶσιν ἡμῖν τὴν εὐχήν, ἡ εὐχὴ αὕτη, μᾶλλον δὲ τὸ πρόσχημα τῆς εὐχῆς, ἥκιστά γε ἡμᾶς ὠφελεῖν δύναται. Καὶ οὐκ ἐπὶ τῆς εὐχῆς τοῦτο μόνης φαμέν, ἀλλὰ καὶ ἐπὶ παντὸς καμάτου καὶ πόνου, παρθενείας, ἢ νηστείας ἢ ἀγρυπνίας ἢ ψαλμῳδίας, ἢ διακονίας, ἢ οἱασδηποτοῦν ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένης. Εἰ μὴ τοὺς καρποὺς τῆς ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς, καὶ πραότητος, ταπεινοφροσύνης τε, φημί, καὶ ἁπλότητος, καὶ ἀφελείας καὶ πίστεως ὡς δέον, μακροθυμίας τε καὶ φιλοφροσύνης, ἐν ἑαυτοῖς ὁρᾷν ἔχοιμεν, ἐπ’ οὐδενὶ χρησίμῳ τὰ τῶν πόνων ὑπέστημεν. Τοὺς γὰρ πόνους διὰ τὴν τῶν καρπῶν ὠφέλειαν ὑπομένειν καταδεχόμεθα· τῶν δὲ καρπῶν τῆς ἀγάπης ἐν ἡμῖν μὴ εὑρισκομένων, περιττὴ πάντως ἡ ἐργασία. Ὥστε οὐδὲν οἱ τοιοῦτοι τῶν πέντε μωρῶν διενηνόχασι παρθένων, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἔχειν ἐν ταῖς καρδίαις τὸ πνευματικὸν ἔλαιον, ὅπερ τῶν εἰρημένων ἐστὶν ἀρετῶν ἡ διὰ τοῦ Πνεύματος ἐνέργεια, μωραί τε ὠνομάσθησαν, καὶ τοῦ βασιλικοῦ νυμφῶνος ἐλεεινῶς ἀπεκλείσθησαν, μηδὲν τοῦ παρθενίας ἀπονάμεναι καμάτου.
Ὥσπερ γὰρ ἐν τῇ τῆς ἀμπέλου γεωργίᾳ, πᾶσα ἐπιμέλεια καὶ πόνος διὰ τὴν τῶν καρπῶν ἐλπίδα προκαταβάλλεται· καρπῶν δὲ μὴ γεωργηθέντων, εἰκαία πάντων ἡ ἐργασία δείκνυται· οὕτως, εἰ μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης, καὶ εἰρήνης καὶ χαρᾶς καὶ τῶν λοιπῶν, ὧν ὁ Ἀπόστολος ἀπηρίθμησεν, ἐν ἑαυτοῖς ἴδοιμεν, καὶ τοῦτο κατὰ πληροφορίαν πᾶσαν καὶ πνευματικὴν αἴσθησιν διομολογεῖν ἔχοιμεν, περιττὸς ὁ τῆς παρθενίας, εὐχῆς τε καὶ ψαλμῳδίας, νηστείας καὶ ἀγρυπνίας κάματος ἀποδείκνυται. Οἱ μὲν γὰρ πόνοι οὗτοι καὶ κάματοι τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπ’ ἑλπίδι πνευματικῶν καρπῶν, ὥσπερ ἔφημεν, ἐπιτελεῖσθαι ὀφείλουσιν· ἡ δ’ ἐν ταῖς ἀρεταῖς καρποφορία, ἀπόλαυσίς ἐστι πνευματικὴ μεθ’ ἡδονῆς ἀφθάρτου ἐν καρδίαις πισταῖς τε καὶ ταπειναῖς, ὑπὸ τοῦ Πνεύματος ἀποῤῥήτως ἐνεργουμένη· ὥστε οἱ πόνοι καὶ οἱ κάματοι, καθώς εἰσι πόνοι, φημί, καὶ κάματοι λογιζέσθωσαν, καὶ οἱ καρποί, καρποί. Εἰ δέ τις διὰ γνώσεως ἐνδείας τὴν ἐργασίαν αὐτοῦ καὶ τὸν κάματον καρποὺς τοῦ Πνεύματος εἶναι νομίσει, μὴ ἀγνοῶν φαίνεται ψυχαγωγεῖν ἑαυτὸν παρακρουόμενος, καὶ μεγάλων ὄντως καρπῶν τοῦ Πνεύματος, διὰ τὸ οὕτως ἔχειν, ἀποστερῶν.
Ϛʹ. Ὥσπερ ὁ τῇ ἁμαρτίᾳ ὅλον ἑαυτὸν ἔκδοτον παρασχόμενος, τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας, τουτέστιν ἀσέλγειαν, πορνείαν, πλεονεξίαν, μῖσος, καὶ δόλον, καὶ τὰ λοιπὰ τῆς κακίας ἐπιτηδεύματα ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ καταπράττεται· οὕτως ὁ ἐν ἀληθείᾳ καὶ τελειότητι Χριστιανὸς ὤν, τὰς ἀρετὰς πάσας, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος ἅπαντας τοὺς ὑπὲρ τὴν φύσιν, τὴν ἀγάπην δηλονότι καὶ τὴν εἰρήνην, τὴν ὑπομονήν, τὴν πίστιν, καὶ τὴν ταπείνωσιν, καὶ πᾶν τὸ χρυσοῦν ὄντως γένος τῆς ἀρετῆς, ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ, ἀπονητὶ λοιπὸν καὶ ῥᾳδίως ὡς φυσικὰ μέτεισιν· οὐκ ἔτι πρὸς τὰ πάθη τῆς κακίας διαμαχόμενος· ἅτε τελείως ἀπὸ Κυρίου λελυτρωμένος, καὶ ἀπὸ τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐντελῆ τοῦ Χριστοῦ εἰρήνην καὶ ἀγαλλίασιν ἐν τῇ καρδίᾳ δεξάμενος. Οὗτός ἐστιν ὁ κολληθεὶς τῷ Κυρίῳ, καὶ γενόμενος εἰς ἓν πνεῦμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.