Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Το νοητό μαρτύριο της ψυχής και η εν Χριστώ ανακαίνιση

Η έλλαμψη του Αγίου Πνεύματος, η παιδαγωγική χρησιμότητα των θλίψεων, ο πόθος για την αιώνια βασιλεία και η οριστική αποκατάσταση της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 12 από 12

Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ὁ θεῖός φησιν Ἀπόστολος, εἰς ἓν πνεῦμα ἔσται· καὶ αὐτὸς δὲ ὁ Κύριος· Ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. Ὢ ἀγαθότητος καὶ εὐδοκίας ἧς ἔτυχεν ἡ οὕτω πρὸς τῆς κακίας ταπεινωθεῖσα τῶν ἀνθρώπων φύσις! Πλὴν ἀλλ’ ἐπεὶ καὶ τῇ μοχθηρίᾳ τῶν παθῶν ἡ ψυχὴ συνοῦσα ἓν ὥσπερ μετ’ αὐτῆς ἦν, κἂν ἴδιος εἶχε θέλημα, ἀλλὰ τὸ δοκοῦν αὐτῇ ποιεῖν οὐκ ἐδύνατο. Ὃ καὶ Παῦλός φησιν· Οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ· πόσῳ γε μᾶλλον τῆς τοῦ Θεοῦ δυνάμεως τῇ ἁγιασθείσῃ καὶ ἀξίᾳ τούτου γεγενημένῃ ψυχῇ συνελθούσης, εἰς ἓν αὐτῷ ἔσται τὸ τούτου θέλημα; γίνεται γὰρ ἡ ψυχὴ τότε πρὸς ἀλήθειαν ὡς ψυχὴ τοῦ Κυρίου· τῷ ἑκοντὶ καὶ κατὰ γνώμην ὑπὸ τῆς τοῦ ἀγαθοῦ Πνεύματος δυνάμεως βασιλεύεσθαι, καὶ θελήματι ἰδίῳ μηκέτι αὐτὴν πορεύεσθαι·

Τίς γάρ, φησίν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; τουτέστι τῆς ἑνωθείσης ψυχῆς τῷ Πνεύματι ἁγίῳ. ΙΓʹ. Τῷ βουλομένῳ μιμητῇ οὖν γενέσθαι Χριστοῦ, ἵνα καὶ αὐτῷ γένοιτο Υἱῷ Θεοῦ προσαγορευθῆναι, γεννηθέντι ἐκ Πνεύματος, πρὸ τῶν ἄλλων προσήκει τὰς ἀπαντώσας θλίψεις, ἤτοι σωματικὰς νόσους, ἢ τὰς ἐξ ἀνθρώπων ὕβρεις, καὶ τὰ ὀνείδη, πρὸ δὲ καὶ τὰς ἐκ τῶν ἀοράτων ἐπιβουλὰς εὐψύχως καὶ καρτερικῶς ὑποφέρειν. Κατ’ οἰκονομίαν γὰρ Θεοῦ τὸ δοκίμιον ταῖς ψυχαῖς τῶν διαφόρων παραχωρεῖται θλίψεων, ἵνα φανεραὶ γένοιντο πάντως αἱ γνησίως ἀγαπῶσαι τὸν Κύριον. Σημεῖον δὲ τοῖς ἐκ παντὸς αἰῶνος πατριάρχαις τε καὶ προφήταις καὶ ἀποστόλοις καὶ μάρτυσι, διὰ τῆς στενοπόρου τῶν πειρασμῶν καὶ τῶν θλίψεων διελθεῖν ὑπῆρξε, καὶ οὕτως εὐαρεστῆσαι Θεῷ· Τέκνον γάρ, φησὶν ἡ Γραφή, ἐὰν προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον· καὶ ἀλλαχοῦ δέ· Τὰ ἐπιφερόμενά σοι ὡς ἀγαθὰ πρόσδεξαι, εἰδὼς ὅτι ἅτερ Θεοῦ οὐδὲν γίνεται. Τῆς ὑπομονῆς τοίνυν καὶ τῆς ἐλπίδος πρὸ παντὸς ἄλλου ψυχῇ τῇ εὐαρεστῆσαι Θεῷ βουλομένῃ ἀντιληπτέον· μία γὰρ καὶ αὐτὴ τῆς κακίας τέχνη, ἀκηδίαν ἡμῖν ἐμβάλλειν ἐν καιρῷ θλίψεως, ἵνα τῆς πρὸς τὸν Κύριον ἀποστήσῃ ἐλπίδος.

Οὐδέποτε δὲ Θεὸς ἐπιτρέπει ἐπ’ ἐκείνου ἐλπίζουσαν καταπονηθῆναι τοῖς πειρασμοῖς, ὥστε καὶ ἐξαπορηθῆναι· Πιστὸς γάρ, ὁ Ἀπόστολός φησιν, ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν.

Καὶ ὁ πονηρὸς δὲ οὐχ ὅσον ἐκείνῳ θέλησις λυπεῖ τὴν ψυχήν, ἀλλ’ ὅσον αὐτῷ ἐφεῖται παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ ἀνθρώποις οὐκ ἄδηλον, πόσον ἂν ἡμιόνῳ βάρος, πόσον δὲ ὄνῳ, πόσον δὲ καμήλῳ ἀγώγιμον εἴη· ἀλλὰ τὸν φορητὸν ἐπιτίθησι· καὶ τῷ κεραμεῖ δὲ δῆλον πόσον τῷ πυρὶ χρὴ τὰ σκεύη παραδοῦναι χρόνον, ἵνα μήτε πλέον ἐμμείναντα διαῤῥαγῇ, μήτε πάλιν πρὸ τῆς ἀρκούσης πυρώσεως ἐκβληθέντα ἄχρηστα ᾖ· εἰ τοσαύτη περὶ τὸν ἄνθρωπον σύνεσις, οὐχὶ πολλῷ πλέον καὶ ἀπείρως πλέον, ἡ τοῦ Θεοῦ σύνεσις οἶδε πόσον ἑκάστῃ ψυχῇ τὸν πειρασμὸν δέον ἐπενεχθῆναι· ἵνα δόκιμος γένοιτο καὶ ἐπιτηδεία πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν.

ΙΔʹ. Ὥσπερ τὸ τῆς κανάβεως χρῆμα εἰ μὴ ἐπιπολὺ τυπτόμενον διαμείνῃ, οὐκ ἂν γένοιτο χρήσιμον εἰς λεπτοτάτων νημάτων ἐργασίαν, ἀλλ’ ὅσῳπερ ἂν τύπτοιτο καὶ ὅσον ξαίνοιτο, τοσοῦτον καθαρώτερόν τε καὶ εὐχρηστότερον γίνεται. Καὶ ὃν τρόπον τὸ νεόπλαστον σκεῦος μὴ πυρὶ βληθέν, χρῆσθαι τοῖς ἀνθρώποις ἀνεπιτήδειον· καὶ ὡς τὸ νήπιον ἔτι πρὸς τὰ τοῦ κόσμου ἔργα ἀδόκιμον· οὔτε γὰρ οἰκοδομεῖν, οὐ φυτεύειν, οὐ σπόρον κατατιθέναι δύναται, οὐχ ἕτερόν τι τῶν τοῦ κόσμου ἔργων ἀνύειν· οὕτω καὶ ψυχαὶ πολλάκις κἂν θείας μετέσχον χάριτος καὶ εἷεν ἐμπληροφορούμεναι τῇ γλυκύτητι καὶ τῇ Πνεύματος ἀναπαύσει, διὰ τὴν αὐτῶν νηπιότητα τῇ τοῦ Κυρίου χρηστότητι, ἀλλ’ οὖν μήπω δοκιμασθεῖσαι, μηδ’ ὑπὸ τῶν πονηρῶν πνευμάτων διαφόροις ἐξετασθεῖσαι θλίψεσιν, ἔτι τῆς νηπιότητος ἔχονται, καί, ἵν’ οὕτως εἴπω, οὐδέπω πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐπιτηδείως ἔχουσιν· Εἰ γὰρ χωρίς ἐστε, φησὶν ὁ θεῖος Ἀπόστολος, παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί· ὥστε καὶ οἱ πειρασμοὶ καὶ αἱ θλίψεις κατὰ τὸ λυσιτελὲς ἐπάγονται τῷ ἀνθρώπῳ, δοκιμωτέραν οὕτω καὶ στεῤῥοτέραν ἐργαζόμεναι τὴν ψυχήν· καὶ εἴπερ εἰς τέλος ὑπομένοι μετ’ ἐλπίδος τῆς πρὸς τὸν Κύριον, ἀμήχανον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ Πνεύματος, καὶ τῆς ἀπολυτρώσεως τῶν κακίας παθῶν.

ΙΕʹ. Ὥσπερ πολλαῖς βασάνοις διωμιληκότες οἱ μάρτυρες, καὶ θανάτου μέχρι τὰ τῆς καρτερίας ἐπιδειξάμενοι, στεφάνων οὕτω τῆς δόξης γεγόνασιν ἄξιοι· καὶ ὅσῳ πλείοσι καὶ χαλεπωτέροις τοῖς ἐπιπόνοις ἐχρήσαντο, πλείονα καὶ τὴν δόξαν καὶ τὴν πρὸς Θεὸν ἐκτήσαντο παῤῥησίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχαὶ διαφόροις παραδοθεῖσαι θλίψεσιν, ἢ τῷ φαινομένῳ ταῖς ἐξ ἀνθρώπων ἐπερχομέναις, ἢ τῷ νοουμένῳ λογισμοῖς ἀτόποις ἐγγινομένοις, ἢ νόσοις σωματικαῖς ἀποτικτομέναις, εἰ μέχρι τέλους τὴν ὑπομονὴν διενέγκωσι, τῶν αὐτῶν τοῖς μάρτυσι στεφάνων, καὶ τῆς αὐτῆς ἐπιτεύξονται παῤῥησίας· ἐπεὶ καὶ τὸ μαρτύριον τῶν θλίψεων, ὅπερ ἐκεῖνοι δι’ ἀνθρώπων, οὗτοι διὰ τῶν πονηρίας πνευμάτων ἐκείνοις ἐνεργησάντων ὑπομεμενηκότες εἰσί, καὶ ὅσῳ πλείους καὶ οὗτοι τοῦ ἀντικειμένου θλίψεις ὑπήνεγκαν, τοσούτῳ καὶ πλείονα τὴν δόξαν οὐκ εἰς τὸ μέλλον μόνον ἐκ Θεοῦ κομιοῦνται· ἀλλὰ κἀνταῦθα τῆς τοῦ ἀγαθοῦ Πνεύματος ἀξιωθήσονται παρακλήσεως.

ΙϚʹ. Ἐπεὶ τοιαύτη ὡμολόγηται ἡ πρὸς τὴν ζωὴν φέρουσα στενή τε καὶ τεθλιμμένη, καὶ διὰ τοῦτο καὶ ὀλίγους ἔχει τοὺς ταύτην διερχομένους, πᾶσαν τοῦ πονηροῦ πεῖραν διὰ τὴν ἐν οὐρανίοις ἀποκειμένην, ἐλπίδα στεῤῥῶς ὑπομενετέον· ὅσας γὰρ ἂν καὶ ὑπενέγκοιμεν θλίψεις, τί ἀντάξιον ἢ πρὸς τὴν μέλλουσαν ἐπαγγελίαν, ἢ πρὸς τὴν ἐντεῦθεν ἐγγινομένην ταῖς ψυχαῖς ὑπὸ τοῦ ἀγαθοῦ Πνεύματος παράκλησιν, ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας, ἢ πρὸς τὸ τῶν χρεῶν πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν, εἰσοίσομεν; Οὐ γὰρ ἄξια, φησί, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Πάντα γάρ, ὡς εἴρηται, καρτερητέον διὰ τὸν Κύριον δεῖ, οἷα γενναίους στρατιώτας τοῦ βασιλέως ἡμῶν ὑπεραποθνήσκοντας.

Διὰ τί γάρ, ὅτε τῷ κόσμῳ καὶ τοῖς βιωτικοῖς προσείχομεν πράγμασιν, οὐ λυπηροῖς τοιούτοις περιεπίπτομεν, ἀλλὰ νῦν ἐπεὶ προσήλθομεν δουλεῦσαι Θεῷ, τοὺς πολυτρόπους τούτους πειρασμοὺς ὑπομένομεν; Ὁρᾷς ὅτι διὰ τὸν Χριστὸν αἱ θλίψεις, φθονοῦντος ἡμῖν τοῦ ἀντικειμένου τῆς τῶν ἐλπιζομένων ἀνταποδόσεως, χαύνωσίν τε καὶ ῥᾳθυμίαν ἐνθέσθαι ταῖς ἡμετέραις βουλομένου ψυχαῖς, ἵνα μὴ εὐαρέστως ζήσαντες τούτων ἀξιωθῶμεν.

Πᾶσαι αἱ καθ’ ἡμῶν ἐκείνου μηχαναὶ λύονται τῇ τοῦ Χριστοῦ συμμαχίᾳ· καὶ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον ἐκεῖνον, ἐνθυμηθῶμεν, ὅτι καὶ αὐτὸς τὸν αἰῶνα τοῦτον οὕτω διώδευσεν, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, τέλος καὶ ἀτίμῳ θανάτῳ διὰ σταυροῦ τελειούμενος.

ΙΖʹ. Εἴπερ βουλοίμεθα θλίψιν ἅπασαν καὶ τοὺς πειρασμοὺς ὑπομένειν ῥᾳδίως, ὁ διὰ Χριστὸν θάνατος ἐπιθυμητὸς ἡμῖν ἔστω, καὶ πρὸ ὀμμάτων διαπαντός. Τοιοῦτον γὰρ ἡμῖν καὶ ἐπίταγμα, τὸν σταυρὸν αἴροντας αὐτῷ ἀκολουθεῖν· ὅπερ ἐστίν, εὐτρεπεῖς εἶναι καὶ ἑτοίμους πρὸς τὸ ἀποθανεῖν. Ἂν οὕτω δια[τε]θειμένοι ὦμεν, πᾶσαν, ὡς εἴρηται, θλίψιν ἀφανῆ τε καὶ δήλην κατὰ πολὺ τὸ ῥᾷον ὑπομενοῦμεν.

Ὁ γὰρ καὶ ἀποθανεῖν ὑπὲρ Χριστοῦ δι’ ἐπιθυμίας ἔχων, σχολῇ γ’ ἂν πρὸς τὰ ἐπίπονα καὶ λυπηρὰ δυσχεράναι. Παρὰ τοῦτο γὰρ καὶ βαρείας εἶναι τὰς θλίψεις ἡγούμεθα, παρὰ τὸ μὴ τὸν ὑπὲρ Χριστὸν θάνατον καταθύμιον ἔχειν, μηδὲ πάντοτε Χριστῷ τὴν διάνοιαν ἀναρτᾷν. Ὁ δὲ ἐκεῖνον κληρονομῆσαι ἐπιθυμῶν, καὶ τὰ αὐτοῦ πάθη ζηλοῦν, ὁμοίως ἐπιθυμείτω.

Ὥστε οἱ τὸν Κύριον ἀγαπᾷν λέγοντες ἐν τούτῳ φανεροὶ γίνονται, ἐν τῷ πᾶσαν θλίψιν ἐπερχομένην οὐ γενναίως μόνον, ἀλλὰ καὶ προθύμως διὰ τὴν εἰς αὐτὸν φέρειν ἐλπίδα. ΙΗʹ. Χρὴ πρότερον τὸν τῷ Χριστῷ προσεληλυθότα, καὶ πρὸς βίαν πρὸς τὸ ἀγαθὸν ἕλκειν ἑαυτόν, οὐκ ἐθελούσης ἡμῶν τῆς καρδίας· Βιάζεται γάρ, φησὶν ὁ ἀψευδὴς Κύριος, ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ἀγωνίζεσθαι πάλιν αὐτὸν εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Χρὴ τοίνυν, ὡς εἵρηται, καὶ κατὰ τὸ ἀβούλητον ἑαυτοὺς πρὸς τὴν ἀρετὴν συνωθεῖν, πρὸς ἀγάπην μὴ ἔχοντας ἀγάπην, πρὸς πραότητα ταύτης ὄντας ἐν ἀπορίᾳ, πρὸς τὸ συμπαθὲς καὶ φιλάνθρωπον τὴν καρδίαν ἔχειν, πρὸς τὸ ἀνέχεσθαι ἀτιμίας καὶ παροράσεως, καὶ τοῖς ἐξουθενημένοις ἐγκαρτερεῖν· οὔπω ταύτην ἐσχηκότας τὴν ἕξιν πρὸς εὐχήν, μήπω Πνεύματος εὐχὴν κεκτημένους. Ἂν οὕτως ἀγωνιζομένους ὁ Θεὸς ἴδῃ, καὶ ἀναγκαίως ἑαυτούς, ἀντιπραττούσης ὥσπερ ἡμῶν τῆς καρδίας, πρὸς τὸ ἀγαθὸν ἕλκοντας, δίδωσιν εὐχὴν ἀληθινήν, δίδωσι σπλάγχνα οἰκτιρμῶν, ὑπομονήν, μακροθυμίαν, καὶ ἁπαξαπλῶς πληροῖ πάντων ἡμᾶς τῶν καρπῶν τοῦ Πνεύματος. Εἰ δέ τις καὶ τῶν ἄλλων ἀρετῶν ἐπιδεὴς ὤν, πρὸς μὲν εὐχὴν μόνην εἰ τύχοι καὶ παραβιάζοιτο ἑαυτόν, ὥστε σχεῖν εὐχῆς χάρισμα, πρὸς δέ γε πραότητα, πρὸς ταπεινοφροσύνην τε καὶ ἀγάπην, καὶ πᾶν τὸ εὐγενὲς φῦλον τῶν ἀρετῶν.

Ἔτι καὶ πρὸς τὸ βέβαιον εἶναι τὴν πίστιν καὶ τὴν πεποίθησιν εἰς τὸν Χριστόν, ὀλιγώρως ἔχει καὶ ἀμερίμνως· τῷ τοιούτῳ ἐνίοτε μὲν εὐχὴ δίδοται χάριτος ἐκ μέρους ἐν εὐφροσύνῃ καὶ ἀναπαύσει, κατ’ ἐκείνου ζήτησιν παρὰ τοῦ ἀγαθοῦ Πνεύματος· ἕρημος δὲ τῶν ἄλλων πάντων μένει καλῶν, τῷ μὴ πρὸς τὴν ἐκείνων κτῆσιν ἀποβιάσασθαι ἑαυτόν, ὥσπερ εἴρηται, μηδὲ δεηθῆναι Χριστόν. Χρὴ γὰρ μὴ πρὸς τὰ εἰρημένα μόνον ἑαυτὸν καὶ ἄκοντα συνωθεῖν, καὶ παρὰ Θεοῦ αἰτεῖν τοῦ λαβεῖν, ἀλλὰ καὶ πρὸς τὸ τὰ μὴ χρήσιμα τῶν ῥημάτων καὶ ὅλως ἀργά, μηδὲ γλώττης ἄξια κρίνειν· διαμελετᾷν δὲ ἀεὶ καὶ στόματι καὶ καρδίᾳ τὰ τοῦ Θεοῦ λόγια· ἔτι πρὸς τὸ μὴ θυμοῦσθαι μηδὲ κραυγῇ χρῆσθαι· Πᾶσα γάρ, φησί, πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν. Πρὸς τὸ μὴ καταλαλεῖν τινος, μὴ κρίνειν, μὴ φυσιοῦσθαι, ἵν’ οὕτως ἰδὼν ὁ Κύριος ἑαυτόν, ὡς εἴρηται, ἄρχοντα καὶ πρὸς βίαν συνέλκοντα, παράσχῃ πάντως τὸ ἀπονητὶ καὶ ῥᾳδίως ποιεῖν ἃ πρότερον οὐδὲ μετὰ βίας, διὰ τὴν σύνοικον πονηρίαν, ἐνεργεῖν ἐνῆν· καὶ τότε γίνεται αὐτῷ πάντα ταῦτα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· ἐπεὶ καὶ τὸ λοιπὸν ὁ Κύριος κατὰ τὴν ἐπαγγελίαν ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, αὐτὸς ὁμοίως ἐν τῷ Κυρίῳ, αὐτὸς ἐν ἐκείνῳ μετὰ πολλῆς εὐπετείας τὰς ἐντολὰς ἐκπληροῖ.

ΙΘʹ. Ὁ εἰς εὐχὴν ἀποβιασάμενος ἑαυτόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς ταῦτα δὲ πρὸς ταπεινοφροσύνην, πρὸς ἀγάπην, πρὸς πραότητα καὶ τὸν τῶν ἄλλων ἀρετῶν ὁρμαθὸν μὴ ἐκπονῶν ἑαυτὸν μηδὲ βιαζόμενος, τοιούτῳ πέρατι καταντᾷ· ἐνίοτε γὰρ αὐτῷ δεομένῳ καὶ θεία χάρις ἐπιφοιτᾷ· ἐπεὶ καὶ ἀγαθὸς ὢν ὁ Θεὸς ὀρέγει τοῖς αἰτοῦσι φιλανθρωπότερον τὰ αἰτήματα. Μὴ συνεθίσας δὲ ἑαυτόν, μηδὲ ἐντριβῆ καὶ γεγυμνασμένον πρὸς τὰς ἀρετάς, ἃς ἔφημεν, καταστήσας, ἢ ἐκπίπτει τῆς χάριτος ἧς ἔλαβε, καὶ ὑψηλοφρονήσας πίπτει, ἢ ἐν αὐτῇ ταύτῃ οὐκ ἐπιδίδωσιν, οὐδὲ αὔξει. Ὡς γὰρ φάναι, τὸ κατοικητήριόν τε καὶ ἀνάπαυσις τοῦ ἀγαθοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστίν, ἡ ἀγάπη τε καὶ πραότης, καὶ ἀκολούθως αἱ ἅγιαι τοῦ Χριστοῦ ἐντολαί.

Ὁ τοίνυν βουλόμενος διὰ πασῶν τούτων εἰς αὔξησιν, καὶ τελείωσιν προελθεῖν, τὴν μὲν πρώτην βιαζέσθω ἑαυτόν, ὥσπερ εἴρηται, καὶ φιλονεικοῦσαν ἑαυτοῦ τὴν καρδίαν καὶ ἀντερίζουσαν ἐνδοτικήν, καὶ πειθήνιον τῷ Θεῷ ποιεῖν σπουδαζέτω. Τῷ γὰρ οὕτω βιασαμένῳ πρότερον, καὶ τὸ ἀντιτεῖνον τῆς ψυχῆς ὅλον οἱονεὶ χειρόηθες καταστήσαντι ἔθει τῷ χρηστῷ, κατήκοον ἐκείνῳ ποιησαμένῳ, καὶ μεθ’ οὕτως ἐχούσης ψυχῆς αἰτοῦντι καὶ δεομένῳ, αὔξει καὶ θάλλει ἐν αὐτῷ τὸ δοθὲν ὑπὸ τοῦ Πνεύματος τῆς εὐχῆς χάρισμα τῷ μετρίῳ τοῦ φρονήματος ἐπαναπαυόμενον· ὃ πρὸς τῇ ἀγάπῃ, καὶ τῇ ἀγαπητικῇ πραότητι ἐπεζήτησε· καὶ τότε χαρίζεται αὐτῷ ταῦτα τὸ Πνεῦμα, καὶ διδάσκει ταπεινοφροσύνην τε ἀληθῆ καὶ ἀγάπην ἀψευδῆ καὶ πραότητα, ἃ καὶ προβιασάμενος ἐπεζήτησε. Οὕτως οὖν αὐξήσας καὶ τελειωθεὶς κατὰ Κύριον τῆς βασιλείας ἄξιος ἀποδείκνυται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει· ποῦ γὰρ καὶ πεσεῖται ὁ ὑποκάτω πάντων τό γε ἑαυτοῦ ὤν; ὥστε μεγάλη γε τοὐναντίον ὕψωσις καὶ ἀσφαλὲς ἀξίωμα ἡ ταπεινοφροσύνη.

Κʹ. Οἱ πρὸς ἀλήθειαν τὸν Θεὸν ἀγαπήσαντες, οὔτε διὰ τὴν βασιλείαν αὐτῷ δουλεύειν προείρηνται, καθάπερ ἐμπορίας χάριν καὶ κέρδους· οὔτε μὴν διὰ τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς κόλασιν· ἀλλ’ ἅτε Θεὸν μόνον αὐτὸν καὶ δημιουργὸν ἴδιον ἠγαπηκότες, καὶ ἀκολουθίᾳ τάξεως ἐπιγνόντες, ὅτι Δεσπότῃ καὶ Κτίστῃ δούλους εὐαρεστεῖν ὀφειλόμενον· οἳ καὶ πολλῇ τῇ συνέσει πρὸς τὰ παραπίπτοντα χρῶνται.

Πολλὰ γὰρ τὰ ἐμπόδια τῆς πρὸς Θεὸν τυγχάνει εὐαρεστήσεως· ἐπεὶ μηδὲ πενία μόνον καὶ ἀδοξία, ἀλλὰ καὶ πλοῦτος καὶ τιμὴ ὁμοίως πειρασμοὶ καθίστανται τῇ ψυχῇ· ἐν μέρει δέ πως καὶ ἡ παράκλησις αὐτὴ καὶ ἡ ἄνεσις ἐκείνη ἡ ὑπὸ τῆς χάριτος καταλαμβάνουσα τὴν ψυχήν, εἰ μὴ αἴσθηται ταύτης ἡ καταξιωθεῖσα, καὶ πολλῷ τῷ μετρίῳ καὶ συνετῷ χρήσηται, πολὺ τὸ εὔκολον ἔχει πρὸς τὸ πειρατήριον αὐτῇ μᾶλλον καὶ κώλυμα καταστῆναι· ἅτε κακίας προφάσει τῆσδε τῆς χάριτος ὑπολύειν αὐτῇ τὸν τόνον, χαύνωσίν τε καὶ ὀλιγωρίαν ἐνιέναι μηχανωμένης.

Διὸ καὶ αὐτὴ ἡ χάρις εὐλαβοῦς δεῖται πρὸς μετάληψιν καὶ εὐσυνέτου ψυχῆς· ὥστε καὶ τιμῆσαι ταύτην, καὶ ἀξίους τοὺς καρποὺς ἐπιδείξασθαι. Κινδυνεύει τοίνυν οὐ τὰς θλίψεις μόνον, ἀλλὰ καὶ τὰς ἀνέσεις πειρατήριον γίνεσθαι τῇ ψυχῇ· καὶ δι’ ἀμφοτέρων γὰρ αἱ ψυχαὶ τῷ κτίσαντι δοκιμάζονται, ἵνα δῆλοι σαφῶς γένωνται τίνες οἱ μὴ κέρδους αἰτίαν θέμενοι τὴν πρὸς ἐκεῖνον ἀγάπην· ἀλλ’ αὐτὸν μόνον τὸν πολλῆς τῷ ὄντι καὶ φιλίας καὶ τιμῆς ἄξιον.

Ὥσπερ δὲ τῷ ἀμελεῖ, καὶ περὶ τὴν πίστιν ἐνδεεῖ, καὶ τῷ φρονήματι νηπιάζοντι, ἐμπόδιον πρὸς τὴν αἰωνίαν ζωὴν ταῦτα γίνεται· ἤτοι τὰ λυπηρὰ καὶ ἐπίπονα, νόσοι, πενίαι, καὶ ἀδοξίαι· τἀναντία, πλοῦτος, δόξα, καὶ οἱ ἐξ ἀνθρώπων μακαρισμοί, πρὸς δὲ καὶ ὁ ἐν τῷ ἀφανεῖ πλήττων τοῦ πονηροῦ πόλεμος· οὕτω πάλιν ἀντιστρέφων εὑρήσεις, ὅτι τῷ πιστῷ καὶ συνετῷ καὶ γενναίῳ συνεργὰ μᾶλλον πρὸς τὴν τοῦ Θεοῦ καθίσταται βασιλείαν· Τοῖς γὰρ τὸν Θεὸν ἀγαπῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Δείκνυται οὖν ἐντεῦθεν, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα ἐμπόδιον εἶναι νομιζόμενα διαῤῥήξας, καὶ νικήσας, καὶ ὑπερβὰς ὁ ἀληθῶς φιλόθεος τοῦ θείου μόνου περιέχεται φίλτρου·

Σχοινία γὰρ ἀμαρτωλῶν περιεπλάκησάν μοι, ὁ θεῖός φησι Προφήτης, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. ΚΑʹ. Ὁ θεῖος ἀπόστολος Παῦλος ἀκριβέστερόν τε καὶ τηλαυγέστερον τὸ ἐντελὲς τοῦ Χριστιανισμοῦ μυστήριον ἑκάστῃ πιστευούσῃ ψυχῇ δεδήλωκε, δι’ ἐνεργείας θείας εἰς πεῖραν ἰέναι· ὅπερ ἐστίν, ἡ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει τοῦ Πνεύματος ἔλλαμψις· ἵνα μή τις τὸν διὰ γνώσεως νοημάτων φωτισμὸν τοῦ Πνεύματος μόνον εἶναι νομίσας, κινδυνεύσῃ δι’ ἄγνοιάν τε καὶ ῥᾳθυμίαν τοῦ τελείου τῆς χάριτος ἀποτυχεῖν μυστηρίου. Διὰ τοῦτο καὶ τὸ ὑπόδειγμα τῆς τῷ προσώπῳ Μωσέως περικειμένης τοῦ Πνεύματος δόξης εἰς παράστασιν ὡμολογημένην τῆς γνώσεως ἤνεγκεν· φησὶ γοῦν· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς πρόσωπον Μωσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πόσῳ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ! Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα· πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία· τῆς δικαιοσύνης ἐν δόξῃ· καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.

Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. Καταργούμενον εἴρηκε διὰ τὸ θνητῷ σώματι Μωϋσέως περικεῖσθαι τὴν τοῦ φωτὸς δόξαν. Ἐπάγει· Ἔχοντες οὖν ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα. Καὶ προβὰς μικρὸν ἔδειξε τὴν ἀθάνατον ἐκείνην τοῦ Πνεύματος ἐν ἀποκαλύψει δόξαν, νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου τοῖς ἀξίοις ἀθανάτως τε καὶ ἀκαταργήτως ἐλλάμπεσθαι.

Φησὶ γοῦν· Ἡμεῖς δὲ πάντες, τοῦτ’ ἔστιν, οἱ κατὰ τελείαν πίστιν ἐκ τοῦ Πνεύματος γενηθέντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου ἐνοπτριζόμεθα, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξας εἰς δόξαν καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἀνακεκαλυμμένῳ προσώπῳ, τῷ τῆς ψυχῆς δηλαδή· καὶ ἡνίκα δὲ ἐπιστρέψῃ τις πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. Φανερῶς οὖν διὰ τούτων ἀπέδειξε, κάλυμμα σκότους ἐπιβεβλῆσθαι τῇ ψυχῇ, ὅπερ ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως χώραν ἔσχε εἰς τὴν ἀνθρωπότητα παραδῦναι. Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Πνεύματος ἐλλάμψεως περιαιρεῖσθαι τοῦτο τῶν πιστῶν καὶ ἀξίων τῷ ὄντι ψυχῶν· δι’ ἣν αἰτίαν καὶ ἡ ἔλευσις ἡ τοῦ Χριστοῦ γεγένηται· εἰς γὰρ τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἐπ’ ἀληθείας πιστεύοντας ηὐδόκησεν ὁ Θεός.

ΚΒʹ. Ἡ τοιαύτη, φησι, τοῦ Πνεύματος ἔλλαμψις, οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστι καὶ φωτισμὸς χάριτος, ὥσπερ εἴρηται, ἀλλ’ ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκὴς ἔλλαμψις. Τὸ γάρ· Εἰπὼν ἐκ σκότους τὸ φῶς λάμψαι, ὁ ἔλαμψεν ἐν καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. Καὶ τό· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· τουτέστιν· ἵνα μὴ λυομένη τῆς σαρκὸς ἡ ψυχή, ἀποσκοτῆται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι· πρὸς δὲ καὶ τό· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου ἔτι, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· Καὶ τό· Ἐξαπόστειλον φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσουσι καὶ ἄξουσιν εἰς ὅρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου· ἀλλὰ μὴν καὶ τό· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ τὰ λοιπά, τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκοποῦ παρίστησιν.

ΚΓʹ. Καὶ τῷ μακαρίῳ δὲ Παύλῳ φησὶ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι’ οὗ καὶ εἰς τρίτον οὐρανὸν ἦρται, καὶ μυστήριον ἀλαλήτων ἀκουστὴς γίνεται, οὐ νοημάτων τις καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ’ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν, δι’ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται, καὶ πρὸς ἀλήθειαν Θεὸς τῇ ἀξίᾳ καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται.

ΚΔʹ. Πᾶσα ψυχὴ διὰ σπουδῆς καὶ πίστεως τέλεον ἐνδύσασθαι τὸν Χριστὸν ἐντεῦθεν κατὰ δύναμίν τε καὶ πληροφορίαν χάριτος καταξιωθεῖσα, καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἐνωθεῖσα, καὶ νῦν μὲν μυστηρίων οὐρανίων γνῶσιν ἐν ὑποστάσει μυεῖται πάντων· ἐν δέ γε τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι καὶ τὸ σῶμα ταύτης ἐνδοξασθέν, καὶ ὑπὸ Πνεύματος, κατὰ τὸ γεγραμμένον εἰς οὐρανοὺς ἁρπαγέν, καὶ σύμμορφον γενέσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθὲν καὶ τὴν βασιλείαν αἰώνιόν τε καὶ ἀδιάδοχον καὶ τῷ Χριστῷ σύγκληρον ἕξει.

ΚΕʹ. Ὁπόσον τις ἰδίᾳ σπουδῇ καὶ πίστει Πνεύματος ἁγίου δόξης κεκοινώνηκεν οὐρανίου, ἔργοις τε ἀγαθοῖς τὴν ψυχὴν διεκόσμησε, τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἄξιον αὐτοῦ γενήσεται καὶ τὸ σῶμα συνδοξασθῆναι.

Ὃ γάρ τις ἔνδον ἀπεθησαύρισε νῦν, τοῦτο πρόεισιν ἕξω τότε· καθάπερ ὁ εἴσω τῶν ξύλων ἐν χειμῶνι καρπός, ἔξω κατὰ τὸν ἔαρος καιρὸν γίνεται· ὥσπερ δὴ καὶ πρότερον ἐδηλώθη. Τῶν μὲν οὖν ἁγίων ἡ θεοειδὴς τοῦ Πνεύματος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον ὥσπερ ἐντυπωθεῖσα, καὶ τὸ σῶμα θεοειδὲς ἔξω καὶ οὐράνιον ἀπεργάσεται· τῶν βεβήλων δὲ καὶ ἁμαρτωλῶν τὸ τοῦ κοσμικοῦ Πνεύματος κάλυμμα περιβαλὸν τὴν ψυχήν, καὶ τῇ τῶν παθῶν εἰδεχθείᾳ σκοτεινόν, οἴ μοι, τὸν νοῦν καὶ ἀσχήμονα καταστῆσαν, σκοτεινὸν ἅμα καὶ τὸ σῶμα, καὶ αἰσχύνης ἔμπλεω πάσης ἔξωθεν ἀποδείξεται.

ΚϚʹ. Ὥσπερ κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ θάνατον αὐτοῦ καταψηφισαμένης τῆς τοῦ Θεοῦ ἀγαθότητος, τοῦτο πρῶτον μὲν ὑπέστη κατὰ ψυχήν, τῶν νοερῶν αὐτῆς αἰσθητηρίων τῇ στερήσει τῆς ἐπουρανίου καὶ πνευματικῆς ἀπολαύσεως ἀπεσβηκότων αὐτῷ, καὶ νεκρῶν ὥσπερ γεγενημένων· ὕστερον δὲ καὶ ὁ τοῦ σώματος θάνατος μετά γε τριάκοντα ἕτη πρὸς τοῖς ἐννεακοσίοις ἐπεγένετο· οὕτω νῦν διὰ σταυροῦ καὶ θανάτου τοῦ Σωτῆρος τῇ ἀνθρωπότητι καταλλαγεὶς ὁ Θεός, ἀποκαθίστησι τὴν πιστεύσασαν ἐν ἀληθείᾳ ψυχὴν ἔτι ἐν σαρκὶ οὖσαν εἰς τὴν τῶν οὐρανίων φώτων καὶ μυστηρίων ἀπόλαυσιν, καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια τῷ θείῳ πάλιν φωτὶ τῆς χάριτος ὀμματοῖ· ὕστερον δὲ καὶ αὐτῷ τῷ σώματι ἀθάνατόν τε καὶ ἄφθαρτον περιβαλεῖ δόξαν.

ΚΖʹ. Οἱ τοῦ κόσμου τοῦδε μακρὰν γενόμενοι, καὶ σεμνῶς μὲν καὶ φιλαρέτως πολιτευόμενοι· ἔτι δὲ καλύμματι τῶν παθῶν ὑποκείμενοι, ὡς διὰ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἔνοχοι κατέστημεν πάντες, τὸ σαρκικόν φημι φρόνημα, ὃ καὶ τῷ Ἀποστόλῳ θάνατος οἰκείως ἐκλήθη· οὗτοι παραπλήσιοί εἰσιν ἀνθρώποις νυκτὸς μὲν βαδίζουσιν, ὑπὸ δὲ τῶν ἄστρων, ἅπερ εἰσὶν αἱ τοῦ Θεοῦ ἐντολαί, καταυγαζομένοις.

Οὔπω γὰρ εἰς τέλος τοῦ σκότους ἀπαλλαγεῖσι, καλῶς ἅπαντα κατοπτεύειν αὐτοῖς ἀδύνατον. Οἷς καὶ προσῆκόν ἐστι, πόνῳ καὶ πίστει πολλῇ τῆς ἀρετῆς ἐπιμελουμένοις δεηθῆναι Χριστὸν τὸν ἥλιον δικαιοσύνης ἐπιλάμψαι ταῖς καρδίαις αὐτῶν, ὥστε δυνηθῆναι πάντα πρὸς ἀκρίβειαν ἐπιδεῖν, τήν τε τῶν νοητῶν θηρίων καθ’ ἡμῶν ἐπίθεσιν ποικίλην καὶ παντοδαπὴν οὖσαν, καὶ τὰ τοῦ ἀφθάρτου κόσμου ἄῤῥητα τὴν ὄψιν, καὶ τὴν ἡδονὴν ἀπόῤῥητα κάλλη, ὅν γε δὴ τρόπον καὶ τοῖς ἄκροις τὴν ἀρετήν, καὶ ὧν ἐνεργοῦν ἐν ταῖς καρδίαις νοερὸν φῶς ἔλαμψεν, ἐπίδηλα ταῦτα καὶ καταφανῆ γίνεται· Τελείων γάρ, ὡς ὁ μακάριός φησι Παῦλος, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένων πρὸς τὴν τοῦ καλοῦ καὶ κακοῦ διάκρισιν· ἀλλὰ καὶ ὁ θεῖος Πέτρος φησίν· Καὶ ὑμεῖς ἔχοντες τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Οἱ δὲ πολλοί, οὐδὲν διενηνόχασιν ἐκείνων τῶν ἐν νυκτὶ φωτὸς παντάπασιν ἀπόρων περιπατούντων, καὶ μηδὲ βραχείας ἀπολαυόντων αὐγῆς, ὅπερ ἐστὶ θεῖος λόγος ταῖς ψυχαῖς αὐτῶν ἐπιλάμπειν δυνάμενος, ὡς σχεδὸν μὴ ἀνομοίους εἶναι τυφλοῖς. Οὗτοί εἰσι οἱ ταῖς ὑλικαῖς τὸ ὅλον περιπλοκαῖς καὶ τοῖς βιωτικοῖς ἅμμασι καταδεδεμένοι, καὶ μήτε θείῳ φόβῳ διακρατούμενοι, μήτε τινὰς τῶν ἀγαθοεργιῶν μετερχόμενοι.

Καὶ γὰρ ὅσοι τῶν βιωτικῶν ἀνδρῶν, ὥσπερ λέλεκται, ὑπὸ ἐντολῶν ἁγίων, ὡς ὑπὸ ἄστρων τινῶν διαυγάζονται, πίστει καὶ φόβῳ τῷ τοῦ Θεοῦ προσέχοντες· οὗτοι οὐχὶ καθάπαξ τῷ σκότει περιλαμβάνονται· παρ’ ὃ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

ΚΗʹ. Ὥσπερ ἐκ διαφόρων ἀφορμῶν τε καὶ ἐπιτηδευμάτων ὁ ἐν τῷ κόσμῳ τοῖς ἀνθρώποις συλλέγεται πλοῦτος· ὁ μὲν ἐξ ἀρχοντικῶν ἀξιωμάτων, ὁ δὲ ἐξ ἐμπορίας, ὁ δὲ ἐκ φιλοπονίας δήπου, καὶ γεωργίας, καὶ ἄλλος ἄλλως· τὴν αὐτὴν οἴου μοι καὶ τοῖς πνευματικοῖς εἶναι διάταξιν. Οἱ μὲν γὰρ ἐκ διαφόρων χαρισμάτων, ὡς τὸ τοῦ Ἀποστόλου δηλοῖ· Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα. Οἱ δὲ ἐκ διαφόρων τε δικαιωμάτων καὶ ἀρετῶν διὰ μόνον Θεὸν γενομένων, τὸν ἐπουράνιον ἀθροίζουσι πλοῦτον· πλὴν ἀλλ’ οὐκ ἄδηλοι καὶ οἱ τὸν χρυσὸν ἀνορύττοντες· οἱ διὰ μακροθυμίας καὶ ὑπομονῆς δηλαδὴ τρέχοντες, καὶ κατὰ μέρος πλουτοῦν τέως τῆς ἀγαθῆς ἐλπίδος ὑπερηδούσης· οὐκ ἄδηλοι δὲ καὶ οἱ καθαπερεὶ μίσθιοι, βλάκες ὄντες καὶ νωχελεῖς· οἱ εὐθέως τὸ ἐμπίπτον ὥσπερ ἐσθίοντες, καὶ μὴ μεθ’ ὑπομονῆς τὰ μετὰ χεῖρας ἀνύοντες, ἀεὶ γυμνοί τε καὶ πένητες περιέρχονται.

Καὶ γὰρ οὗτοι πρὸς μὲν τὸ λαβεῖν τὴν χάριν ἑτοίμως ἅγαν καὶ θερμῶς ἔχοντες, εὐμετάβλητοι καὶ ἅμα τοῦ ἅψασθαι κορεννύμενοι, ἀψίκοροι δὲ ναρκώδεις περὶ τὸ πονεῖν γνωριζόμενοι, καὶ ἧς ἔτυχον ἀξιωθέντες χάριτος ἀφαιροῦνται. Ἀεί ποτε γὰρ ἡ νωθεία, καὶ ἀμβλεία, καὶ ἠμελημένη προαίρεσις, ἀσύμφωνος ἐν χάριτι, ἔρημος δὲ ἀγαθῶν πράξεων.

Ἀδόκιμος δὲ παρὰ Θεῷ καὶ ἄδοξος καὶ νῦν ἔγνωσται, καὶ ἐν ἐκείνῳ τῳ αἰῶνι εὑρεθήσεται. ΙΘʹ. Παραβάντι τῷ ἀνθρώπῳ τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐκπεσόντι, δυοῖν ὥσπερ ἀλύσεσι δεδέσθαι συνηκολούθησε· μιᾷ μὲν τῶν βιωτικῶν πραγμάτων, καὶ σαρκικῶν ἡδονῶν, πλούτου, δόξης, φιλίας, γυναικός, τέκνων, συγγενείας, πατρίδος, κτημάτων, καὶ ἁπλῶς πάντων τῶν φαινομένων, ἀφ’ ὧν ὁ τοῦ Θεοῦ λόγος κατ’ οἰκείαν ἡμᾶς προαίρεσιν ἀπολύεσθαι κελεύει. Ἑτέρᾳ δὲ ἀδήλῳ, καὶ γὰρ δέδεταί τινι δεσμῷ σκόπου ἡ ψυχὴ πρὸς τῶν τῆς πονηρίας πνευμάτων αὐτῶν, παρ’ ὃ μηδὲ δυνατὸν αὐτῇ μήτ’ ἀγαπῆσαι Θεόν, μήτε πιστεῦσαι μήτε προσευχῇ χρήσασθαι καθάπερ ἔχει θελήματος. Πάντων γὰρ ἡ ἐναντιότης ἔν τε τοῖς φανεροῖς ἔν τε τοῖς ἀδήλοις, ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου πάντας ἡμᾶς μέτεισι.

Ἐπειδὰν οὖν τις ὑπήκοον οὖς τῷ λόγῳ τοῦ Θεοῦ παρασχόμενος, ἀποστῇ μὲν τῶν βιωτικῶν πραγμάτων, ἀποτάξεται δὲ πάσαις ταῖς σαρκικαῖς ἡδοναῖς· τότε δὴ τῷ Θεῷ προσεδρεύων, καὶ κατὰ σχολὴν αὐτῷ συγγινόμενος, δύναμιν λαμβάνει πρὸς τὸ μαθεῖν· ὅτι κέκρυπταί τις ἐν ἀδύτοις καρδίας ἄλλη πάλη, καὶ ἄλλος λογισμῶν πόλεμος· καὶ οὕτω παραμένων καὶ τῶν τοῦ Χριστοῦ δεόμενος οἰκτιρμῶν, πίστεως αὐτῷ πολλῆς μετά γε τοῦ ὑπομένειν συνεπομένης· οὐ μὴν ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ῥοπῆς συνεφαπτομένης, δύναται τῶν ἔνδον ἀπαλλαγῆναι δεσμῶν τε καὶ φραγμῶν ἐκείνων, καὶ τοῦ σκότους τῶν πνευμάτων τῆς πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κεκρυμμένων παθῶν ἐνέργειαι· τοῦτον δὲ τὸν πόλεμον διὰ μὲν χάριτος Χριστοῦ καὶ δυνάμεως δυνατοὶ γινόμεθα καταργεῖν.

Ἀθεεὶ δὲ καὶ δι’ ἑαυτοῦ ῥύσασθαί τινα ἑαυτὸν μέχρι τοῦ καὶ τῶν ἐκ τῶν λογισμῶν ἀπηλλάχθαι πάλης, ἀδύνατον· τὸ δὲ ἀντιλέγειν καὶ μὴ συνήδεσθαι, δυνατόν. Δʹ. Εἴ τις τοῖς πράγμασι τοῦ κόσμου τούτου, καὶ τοῖς ποικίλοις ἐνέχοιτο δεσμοῖς, τοῖς τῆς κακίας τε συναπάγοιτο πάθεσι, πολλοῦ γε καὶ δεῖ γινώσκειν, ὡς φθάσαντες ἔφημεν, εἶναί τινα πάλην ἄλλην καὶ πόλεμον ἐν τῷ ἀφανεῖ ἕτερον. Ἀγαπητὸν γὰρ ἵνα λύσας τις ἑαυτὸν πάντων φαινομένων, καὶ τῶν σαρκικῶν ἡδονῶν ἀποστήσας, τῷ Κυρίῳ τε προσεδρεύειν ἀρξάμενος, ἐπιγνῶναι δυνηθῇ, τὴν ἔνδον οἰκουροῦσαν τῶν παθῶν πάλην, καὶ τὸν ἐν ἡμῖν κρυπτὸν πόλεμον. Εἰ γὰρ μή, ὡς ἔφημεν, ταῦτα γένηται, οὐ παρ’ ὅλης ἡμῶν τῆς ψυχῆς καὶ ὅλος ἐξ ὅλου τις προσεδρεύειν τῷ Θεῷ στέρξειεν, οὐδ’ ἐπιγινώσκει τὰ ἀπόῤῥητα ταῦτα τῆς κακίας πάθη, καὶ τοὺς ἔσω δεσμούς· ἀλλὰ κινδυνεύει τραύματα ἔχων καὶ ἀφανῆ πάθη περιθάλπων, ὑγιαίνειν οἴεσθαι, καὶ νοεῖν· τῷ δέ γε ἐπιθυμίας καὶ δόξης ὑπεριδόντι, πρῶτον μὲν ἐπιγνῶναι ταῦτα δυνατὸν γίνεται, ἔπειτα δὲ δεηθέντι Χριστοῦ μετὰ πίστεως, καὶ ὅπλα λαβόντι ἐξ οὐρανοῦ τὰ τοῦ Πνεύματος, τὸν θώρακα τῆς δικαιοσύνης, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν Πνεύματος μάχαιραν, ταῦτα καταπαλαῖσαι.

ΛΑʹ. Μυρίαι τῷ ἀντικειμένῳ αἱ μηχαναὶ καθ’ ἡμῶν, τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἀποσπᾷν πειρωμένῳ. Ἢ γὰρ ἔνδον θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων τῇ ψυχῇ ἐπάγει, ἢ λογισμοὺς μιαρούς τε καὶ ἀθεμίτους ταύτης κατασκευάζει, τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμην ἀνασκαλεύων. ἅτε χαύνωσιν αὐτῇ ἐνθεῖναι βουλόμενος, καὶ λογισμοὺς ἀπογνώσεως ἐμβάλλειν, ὅτι δὲ οὐ δυνατὸν αὐτῇ σωτηρίας τυχεῖν· καὶ ὡς τοὺς λογισμοὺς τούτους παρ’ ἑαυτῆς ὅλως τῆς ψυχῆς γεννώσης, καὶ οὐχὶ πνεύματος ἀλλοτρίου κακῶς αὐτοὺς ὑποσπείραντος, καὶ βουλομένου λανθάνειν. Ἣ τοίνυν ἐκεῖνα ποιεῖ, ἢ πόνους σωματικοὺς ἐπάγει. Ἢ ὀνειδισμοὺς καὶ θλίψεις τὰς ἐξ ἀνθρώπων ἐπινοεῖ· ἀλλ’ ὅσον ὁ πονηρὸς τὰ πεπυρωμένα ταῦτα βέλη καθ’ ἡμῶν ἀφίησι, τοσοῦτον ἡμᾶς προσήκει τῆς πρὸς Θεὸν ἐλπίδος μᾶλλον ἐξῆφθαι, ἀκριβῶς εἰδότας, ὅτι τοῦτο αὐτῷ θέλημα· τὸ τὰς ἐρωτικῶς ἐχούσας αὐτοῦ εἰς δοκίμιον δοῦναι ψυχάς, εἰ ἐξ ἀληθείας αὐτὸν ἠγαπήκασι.

ΛΒʹ. Χίλια ἕτη τοῦ αἰῶνος τούτου, ἀφθάρτῳ κόσμῳ καὶ αἰῶνι παραβαλλόμενα τοιοῦτό τί εἰσιν, ὡς εἴ τις ψάμμον μίαν τῆς ὅλης ψάμμου τῆς θαλάσσης λάβοι. Σκέψαι δέ μοι καὶ τὸν τρόπον τοῦτον· ἔστω γὰρ ἐξεῖναί σοι μόνῳ μὲν γενέσθαι βασιλεῖ πάσης τῆς γῆς· μόνῳ τῶν θησαυρῶν ἁπάντων δεσπόσαι τῆς οἰκουμένης. Θῶμεν δὲ τὴν ἀρχὴν τῆς τῶν ἀνθρώπων εἰς τὸ εἶναι παραγωγῆς, ἀρχὴν καί σοι γενέσθαι τῆς βασιλεῖας· ὅρον δὲ ταύτης εἶναι τὴν τῶν φαινομένων τούτων καὶ τοῦ κόσμου παντὸς ἀλλοίωσίν τε καὶ μεταποίησιν. Τί οὖν; αἱρέσεώς σοι δοθείσης, ἤμειψας αὐτὴν τῆς ἀληθινῆς καὶ βεβαίας, καὶ οὐδὲν οὐδόλως ἐχούσης παροδικὸν καὶ λυόμενον;

Οὐκ ἂν ἔγωγε φαίην, εἴ σοι τὸ κρίνον εἶχε, καὶ καλῶς ἐσκέπτου περὶ τῶν σῶν· Τί γὰρ κέρδος, φησί, τῷ ἀνθρώπῳ, εἰ τὸν κόσμον ὅλον κερδήσας, ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ, ἧς οὐδ’ εἶναί τι ἀντάλλαγμα μεμαθήκαμεν; ἐπεὶ καὶ παντὸς τοῦ κόσμου καὶ τῆς κατὰ κόσμον βασιλείας αὐτὴ μόνη καθ’ ἑαυτὴν ἡ ψυχὴ τιμιωτέρα πολλῷ, μήτοι γε ἡ τῶν οὐρανῶν βασιλεία· τιμιωτέραν δὲ κατὰ τοῦτο τὴν ψυχὴν εἶναι, φαμέν, καθ’ ὃ μὴ ἐπ’ οὐδὲν ἄλλο τῶν ὄντων ηὐδόκησεν ὁ Θεὸς τοῦ Πνεύματος τῆς ἰδίας φύσεως ἕνωσιν θέσθαι καὶ κοινωνίαν· οὐκ οὐρανῷ, οὐχ ἡλίῳ, οὐκ ἄστροις, οὐ θαλάττῃ, οὐ γῇ, οὐχ ἑτέρᾳ τινὶ κτίσει τῶν ὁρωμένων, ὅτι μὴ τῷ ἀνθρώπῳ μόνῳ· ᾧ καὶ τῶν κτισμάτων αὐτὸς ἠγάπησε τῶν οἰκείων. Εἰ οὖν τὰ μεγάλα ταυτὶ τοῦ κόσμου, πλοῦτόν φημι τοσόνδε καὶ βασιλείαν τῆς γῆς ἀπάσης ὑφ’ ἑνὶ μόνῳ κειμένην, οὐκ ἂν ὀρθῶς κρίναντες τῆς αἰωνίου ἠλλάξαμεν βασιλείας, τί παθόντες οἱ πλείους φαύλων αὐτὴν καὶ τῶν τυχόντων τιμῶνται πραγμάτων· οἷον ἐπιθυμίας τινός, δόξης ὀλίγης, κέρδους μετρίου, καὶ τῶν τοιούτων; ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου φιλεῖ, καὶ ᾧ δέδεται, ἐκεῖνο πάντως καὶ τῆς τῶν οὐρανῶν ἀλλάττεται βασιλείας· καὶ τὸ χαλεπώτατον, ὅτι καὶ Θεὸν ἡγεῖται τοῦτο· καθώς που λέλεκται, ὅτι ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

Χρὴ οὖν ὅλον ὅλῳ δι’ ὅλου τῷ Θεῷ προσδραμεῖν, ἀναρτῆσαί τε ἑαυτὸν καὶ σταυρῶσαι ψυχῇ καὶ σώματι διὰ πασῶν πορευόμενον τῶν ἐντολῶν αὐτοῦ τῶν ἁγίων. ΛΓʹ. Εἶεν· ἄρα δέ σοι καὶ δίκαιον εἶναι δοκεῖ, τὴν μὲν φθαρτὴν αὐτὴν δόξαν, καὶ τὴν ἐφήμερον βασιλείαν, καὶ ἄλλα ὅσα τοιαῦτα τῶν ἐπικαίρων, πόνων καὶ ἱδρώτων πολλῶν, τοῖς ὀρεγομένοις αὐτῶν περιγίνεσθαι· τὸ δὲ σὺν Χριστῷ ἀπέραντα βασιλεύειν, καὶ τὸ τῶν ἀνεκλαλήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν, τοῦτο δὲ οὕτως καὶ ῥᾴδιον εἶναι, ὡς πόνων ἐκτὸς καὶ καμάτων κατορθοῦσθαι τῷ βουλομένῳ;

ΛΔʹ. Τίς ἡ οἰκονομία τῆς τοῦ Χριστοῦ παρουσίας, ἢ τίς ἡμῶν φύσεως πρὸς ἑαυτὴν ἐπάνοδος καὶ ἀποκατάστασις; Ἀπέδωκε γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἀξίωμα, πρὸς δὲ καὶ κληρονομίαν αὐτῷ οὐρανίαν, ὢ θείας καὶ μεγάλης τῷ ὄντι χάριτος τοῦ ἀγαθοῦ Πνεύματος, ἐδωρήσατο· ἐξαγαγών τε αὐτὴν ἐκ τῆς φυλακῆς τοῦ σκότους, δι’ ἧς ἐλθόντι, καὶ ἐν ᾗ κρούσαντι δυνατὸν ἐντὸς γενέσθαι τῆς βασιλείας· Αἰτεῖτε, γάρ φησι, καὶ δοθήσεται ὑμῖν· κρούετε, καὶ ἀνοιγήσεται. Διὰ ταύτης τῆς θύρας οὐδενὶ τῶν βουλομένων ἄπορον τὴν ἐλευθερίαν τὴν ἑαυτοῦ ψυχῆς ἐφευρεῖν, ἐκείνην τε τοὺς ἰδίους ἀπολαβεῖν λογισμούς, καὶ πλουτῆσαι Χριστὸν σύνοικον, καὶ ὡς νυμφίῳ αὐτῷ κατὰ τὴν κοινωνίαν τοῦ ἀγαθοῦ Πνεύματος χρήσασθαι. Ἴδε ἀγάπην ἄῤῥητον Δεσπότου πρὸς τὸν ὑπ’ αὐτοῦ γενόμενον κατὰ τὴν εἰκόνα τὴν ἑαυτοῦ ἄνθρωπον.