Ὥστε οἱ τὸν Κύριον ἀγαπᾷν λέγοντες ἐν τούτῳ φανεροὶ γίνονται, ἐν τῷ πᾶσαν θλίψιν ἐπερχομένην οὐ γενναίως μόνον, ἀλλὰ καὶ προθύμως διὰ τὴν εἰς αὐτὸν φέρειν ἐλπίδα.
ΙΗʹ. Χρὴ πρότερον τὸν τῷ Χριστῷ προσεληλυθότα, καὶ πρὸς βίαν πρὸς τὸ ἀγαθὸν ἕλκειν ἑαυτόν, οὐκ ἐθελούσης ἡμῶν τῆς καρδίας· Βιάζεται γάρ, φησὶν ὁ ἀψευδὴς Κύριος, ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ἀγωνίζεσθαι πάλιν αὐτὸν εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Χρὴ τοίνυν, ὡς εἵρηται, καὶ κατὰ τὸ ἀβούλητον ἑαυτοὺς πρὸς τὴν ἀρετὴν συνωθεῖν, πρὸς ἀγάπην μὴ ἔχοντας ἀγάπην, πρὸς πραότητα ταύτης ὄντας ἐν ἀπορίᾳ, πρὸς τὸ συμπαθὲς καὶ φιλάνθρωπον τὴν καρδίαν ἔχειν, πρὸς τὸ ἀνέχεσθαι ἀτιμίας καὶ παροράσεως, καὶ τοῖς ἐξουθενημένοις ἐγκαρτερεῖν· οὔπω ταύτην ἐσχηκότας τὴν ἕξιν πρὸς εὐχήν, μήπω Πνεύματος εὐχὴν κεκτημένους. Ἂν οὕτως ἀγωνιζομένους ὁ Θεὸς ἴδῃ, καὶ ἀναγκαίως ἑαυτούς, ἀντιπραττούσης ὥσπερ ἡμῶν τῆς καρδίας, πρὸς τὸ ἀγαθὸν ἕλκοντας, δίδωσιν εὐχὴν ἀληθινήν, δίδωσι σπλάγχνα οἰκτιρμῶν, ὑπομονήν, μακροθυμίαν, καὶ ἁπαξαπλῶς πληροῖ πάντων ἡμᾶς τῶν καρπῶν τοῦ Πνεύματος. Εἰ δέ τις καὶ τῶν ἄλλων ἀρετῶν ἐπιδεὴς ὤν, πρὸς μὲν εὐχὴν μόνην εἰ τύχοι καὶ παραβιάζοιτο ἑαυτόν, ὥστε σχεῖν εὐχῆς χάρισμα, πρὸς δέ γε πραότητα, πρὸς ταπεινοφροσύνην τε καὶ ἀγάπην, καὶ πᾶν τὸ εὐγενὲς φῦλον τῶν ἀρετῶν.