Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Χάρις, αυτεξούσιο και κοινοβιακή τάξη

Αναφορά στη συνέργεια θείας χάριτος και ανθρώπινης προαίρεσης, η κάθαρση από τα κρυπτά πάθη και οι κανόνες που διέπουν την κοινοβιακή αδελφότητα, με έμφαση στην υπακοή και την αγάπη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 12

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΛΟΓΟΣ Αʹ. Χάριτι μὲν καὶ δωρεᾷ τοῦ Πνεύματος θείᾳ ἕκαστος ἡμῶν τὴν σωτηρίαν πορίζεται· πίστει δὲ καὶ ἀγάπῃ, ἀγῶνί τε προαιρέσεως αὐτεξουσίου, τοῦ τελείου μέτρου τῆς ἀρετῆς ἐφικέσθαι δύναται· ἵν’ ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου κληρονομήσῃ ζωῆς· μὴ διὰ μόνης τῆς θείας δυνάμεώς τε καὶ χάριτος, μὴ καὶ τοὺς ἰδίους συνεισενεγκὼν ἱδρῶτας, τῆς πλείας προκοπῆς ἀξιούμενος· μήτε πάλιν ἐκ μόνης τῆς οἰκείας σπουδῆς καὶ δυνάμεως, μὴ καὶ θείας ἄνωθεν συνεφαπτούσης χειρός, τοῦ τελείου τῆς ἐλευθερίας μέτρου, καὶ τῆς καθαρότητος ἐφικνούμενος· Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, ὁ κοπιῶν καὶ οἰκοδομῶν, εἰς μάτην ὁμοίως.

Βʹ. Ἐρώτησις. Τί τὸ θέλημα τοῦ Θεοῦ, πρὸς ὁ δήπου προτρέπεται καὶ παρακαλεῖ ὁ Ἀπόστολος ἕκαστον ἡμῶν φθάσαι, Ἀπόκρισις. Ἡ τελεία τῆς ἁμαρτίας κάθαρσις, καὶ τῶν τῆς ἀτιμίας παθῶν ἐλευθερία, καὶ ἡ τῆς ἄκρας ἀρετῆς ἀνάληψις· ὅπερ ἐστὶν ὁ καθαρισμός, καὶ ὁ ἁγιασμὸς τῆς καρδίας, ὁ διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ Πνεύματος ἐν πληροφορίᾳ γενόμενος·

Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καί· Γίνεσθε, καὶ ἡμεῖς καὶ ὑμεῖς, τέλειοι, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τέλειός ἐστι· καί· Γενηθήτω, φησίν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· καὶ αὖθις· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· καὶ πρὸς τὸν ἐρωτῶντα δὲ πάλιν· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; Ἀθῶος χερσίν, ἀποκρίνεται, καὶ καθαρὸς τῇ καρδίᾳ· τῆς διὰ πράξεως καὶ διανοίας ἁμαρτίας τὴν τελείαν ἐντεῦθεν δηλῶν ἀναίρεσιν.

Γʹ. Τὰ ἀφανῆ πάθη, φησί, καὶ κρύφια τὸ Πνεῦμα τὸ ἅγιον ἐπιστάμενον δυσαπάλλακτα ὄντα, καὶ οἱονεὶ τῇ ψυχῇ κατεῤῥιζωμένα, διὰ τοῦ Δαβὶδ δείκνυσι, πῶς ἄρα τούτων ποιητέον τὴν κάθαρσιν· Ἐκ τῶν κρυφίων μου γὰρ καθάρισόν με, φησίν· ὡς διὰ πολλῆς τῆς δεήσεώς τε καὶ πίστεως, καὶ τῆς πρὸς Θεὸν τελείας ῥοπῆς, τῇ συνεργείᾳ τοῦ Πνεύματος, κατεργασθῆναι δυναμένων ἡμῶν· πλὴν ἀλλὰ καὶ ἡμῶν πρὸς ταῦτα ἀντιτεινόντων, καὶ φυλακῇ πάσῃ τηρούντων τὴν ἑαυτῶν καρδίαν.

Δʹ. Καὶ ὁ μακάριός φησι Μωϋσῆς, διὰ τύπων ὑποδεικνύς, τὸ μὴ δεῖν γνώμαις δυοῖν, κακοῦ τε καὶ ἀγαθοῦ, τὴν ψυχήν, ἀλλὰ τῷ ἀγαθῷ μόνῳ ἀκολουθεῖν, καὶ τὸ μὴ χρῆναι δύο καρποὺς γεωργεῖν, χρηστοῦ καὶ χείρονος, ἀλλὰ χρηστὰ μόνα, οὕτω φησίν· Οὐ ζεύξεις ἐν τῇ ἅλῳ σου ἀλλογενῆ ζῶα ἐπὶ τὸ αὐτό, οἱονεὶ βοῦν καὶ ὄνον· ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλωήσεις τὸν ἀμητόν σου· τουτέστιν, ἵνα μὴ ἐν τῇ ἅλῳ τῆς καρδίας ἡμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλ’ ἡ ἀρετὴ μόνη· Οὐ συνυφανεῖς ἐρέῳ ἱματίῳ λινοῦν· Οὐδὲ πάλιν λινῷ ἔριον· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτό· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῶον εἰς γονὴν ἑτέρῳ· ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις· δι’ ὧν πάντων αἰνίττεται μυστικῶς, τὸ μὴ δεῖν κακίαν καὶ ἀρετήν, ὥσπερ εἴρηται, ἐν ἡμῖν γεωργεῖσθαι· ἀλλὰ μονοτρόπως τὰς τῆς ἀρετῆς γονὰς ἀποτίκτεσθαι· καὶ τοῦ μὴ δυσὶ πνεύμασι, τῷ Πνεύματι τοῦ Θεοῦ, καὶ τῷ πνεύματι τοῦ κόσμου ψυχήν τινα κοινωνεῖν. Διὰ τοῦτο γάρ, φησί, πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.

Εʹ. Οὐκ ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων μόνον, οἷον πορνείας, φόνου, κλοπῆς, γαστριμαργίας, καταλαλιᾶς, ψεύδους, φιλαργυρίας τε καὶ πλεονεξίας, καὶ τῶν τοιούτων ἁγνεύειν χρὴ τὴν παρθένον ψυχήν, καὶ τῷ Θεῷ συναφθῆναι προῃρημένην· ἀλλὰ καὶ πολλῷ πλέον ἀπὸ τῶν κρυφίων, ὥσπερ εἰρήκαμεν· τουτέστιν, ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μίσους, ἀπιστίας, φθόνου, φιλαυτίας, τύφου, καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως. Οἶδε γάρ, φησὶν ἡ Γραφή, τὰ κρύφια ταῦτα τῆς ψυχῆς ἁμαρτήματα ἐν ἴσῳ τοῖς ἐκτὸς τίθεσθαι. Κύριος γάρ φησι· Διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· καί, Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· τὸν δόλον ἐπ’ ἴσης τῷ φόνῳ δεικνύων ὑπὸ Θεοῦ βδελυσσόμενον· καὶ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· καί, Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι· τουτέστιν, ὁπόταν ὑμῖν ἐστι θέλησις παρὰ ἀνθρώπων καλῶς ἀκούειν, καὶ τῆς δόξης καὶ τῶν ἐπαίνων αὐτῶν ἐξήρτησθε· ἐπεὶ πῶς δυνατὸν ἀγαθοεργοῦντας ἐσάπαν λαθεῖν; ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Κύριος, Λαμψάτω, λέγει, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.

Πλήν, ἀλλ’ εἰς δόξαν σπεύδετε τοῦ Θεοῦ, φησί, τὸ ἀγαθὸν πράττειν, καὶ μὴ διὰ δόξαν ἰδίαν, μηδ’ ὡς τῶν ἀνθρωπίνων ἐπαίνων ἐρωτικῶς ἔχοντες· καὶ γὰρ καὶ ἀπίστους ἀπέδειξεν εἰπών· Πῶς δύνασθε πίστιν ἔχειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;

Ὅρα καὶ τὸν Ἀπόστολον, πῶς καὶ αὐτοῦ μέχρι τοῦ φαγεῖν καὶ πιεῖν, πάντα εἰς δόξαν Θεοῦ ἐντέλλεται ποιεῖν· Εἴτε γάρ, φησίν, ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν Θεοῦ ποιεῖτε. Ὁ δέ γε θεῖος Ἰωάννης τῷ φόνῳ συντάττων τὸ μῖσος, Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, φησίν, ἀνθρωποκτόνος ἐστίν.

Ϛʹ. Ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· τό, οὐδέποτε ἐκπίπτει, τοῦτο δηλοῦντός ἐστιν· ὅτιπερ οἱ τῶν εἰρημένων χαρισμάτων τοῦ Πνεύματος ἐπιτυχόντες, μήπω δὲ διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ Πνεύματος τῆς ἄκρας τῶν παθῶν ἐλευθερίας ἀξιωθέντες, οὐδέπω τοῦ ἀσφαλοῦς ἥψαντο· ἀλλ’ ἐν κινδύνῳ ἔτι καὶ φόβῳ τὰ καθ’ ἑαυτοὺς ἕστηκε, διὰ τὰ πνευματικὰ τῆς πονηρίας. Τοῦτο γὰρ τὸ μέτρον, μηκέτι ὑπὸ πτῶσιν ὄν, μηδὲ πάθος ὑπέδειξε τοιοῦτον ὑπάρχον, ὡς γλῶσσαν ἀγγέλων, καὶ προφητείαν, πᾶσάν τε τὴν γνῶσιν, καὶ τὰ τῶν ἰαμάτων χαρίσματα μηδὲν εἶναι, πρὸς ἐκεῖνο παραβαλλόμενα.

Ζʹ. Διὰ τοῦτο τῆς τελειότητος ὑπέφηνε τὸν σκοπόν· ἵν· ἕκαστος πτωχεῖν ἑαυτὸν ἀπὸ τοῦ τηλικούτου πλούτου διαγινώσκων, θερμῷ τῷ πνεύματι καὶ συντόνῳ πρὸς τὸ ἔσχατον κατεπείγηται, τὸν πνευματικὸν οὕτω τρέχῃ δρόμον, ἄχρις ἂν καταλάβῃ, καθὼς εἴρηται·

Οὕτω τρέχετε, ἵνα καταλάβητε. Ηʹ. Τὸ ἀπαρνήσασθαι ἑαυτὸν τοῦτο νόμιζε εἶναι· τὸ ἔκδοτον εἰς ἅπαν τῇ ἀδελφότητι παρασχεῖν, καὶ θελήματι ἰδίῳ παντάπασι μὴ στοιχεῖν· μήτε τινὸς κύριον εἶναι, ὅτι μὴ τοῦ ἐνδύματος μόνον· ἵνα πάντοθεν ἄνετος ὤν, τῶν ἐπιταττομένων αὐτῷ μόνον μετὰ χαρᾶς ἔχηται, ὡς ἄν τις ἀργυρώνητος ὢν πρὸς πάντας, καὶ μάλιστα τοὺς ἐξηγουμένους, Χριστῷ πειθόμενος τῷ εἰπόντι· Ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι καὶ μέγας, ἔστω πάντων διάκονος, καὶ ἔσχατος, καὶ δοῦλος, μὴ δόξαν καὶ τιμήν, μὴ ἔπαινον ποριζόμενος· μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκος· ἀλλ’ ὀφειλέτην ἑαυτὸν διὰ παντὸς ἡγούμενος τῆς ἐν ἀγάπῃ τε καὶ ἁπλότητι πρὸς τοὺς ἀδελφοὺς διακονίας.

Θʹ. Τοὺς ἐξηγουμένους τῆς ἀδελφότητος, ὡς μεγάλῳ ἔργῳ ἐπιβαλλομένους πρὸς τὰς τῆς κακίας ἀντιτέχνους μεθοδείας ἀγωνίζεσθαι διὰ ταπεινοφροσύνης δεῖ, ἵνα μὴ πάθει ὑπερηφανίας ὡς τῶν ὑποτεταγμένων ἀδελφῶν κατεξουσιάζοντες, ἀντὶ μεγίστου κέρδους, ζημίαν ἑαυτοῖς προξενήσωμεν· ἀλλ’ ὡς εὔσπλαγχνοι πατέρες, καὶ δουλεύειν μᾶλλον διὰ τὸν Θεὸν ἐκδόντες τῇ ἀδελφότητι ἑαυτοὺς σωματικῶς τε καὶ πνευματικῶς, ὑπὲρ αὐτῶν φροντίζωσι, καὶ ὡς τέκνων Θεοῦ, διαπαντὸς ἐπιμέλωνται, ἐλέγξαι ὅπου χρή, καὶ ἐν ᾧ δεῖ παρακαλέσαι· ἵνα μὴ προφάσει ταπεινότητος καὶ πραότητος ἐν συγχύσει τὰ μοναστήρια ἦν, τὴν προσήκουσαν τάξιν τῶν προεστώτων καὶ ὑποβεβηκότων οὐκ ἀποσώζοντα· ἐν δέ γε τῷ ἀφανεῖ τῆς διανοίας ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγούμενοι, ὡς παιδαγωγοὶ πνευματικὰ τέκνα πεπιστευμένοι, μετὰ πάσης εὐνοίας καὶ φόβου Θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν σπουδάζοντες· μὴ ἀγνοοῦντες, ὅτι μέγας αὐτοῖς καὶ ἀναφαίρετος ὁ ὑπὲρ τοῦ καμάτου μισθὸς ταμιεύεται.

Ιʹ. Ὥσπερ οἱ παιδαγωγεῖν τοὺς νέους παραλαβόντες, ἔστιν ὅτε καὶ δεσπότας ὄντας ἰδίους, ἀλλ’ οὖν παιδείας χάριν καὶ εὐκοσμίας ἠθῶν οὐκ ὀκνοῦσιν ὅμως καὶ πληγὰς αὐτοῖς ἐντεῖναι, κατὰ πολλὴν ἄδειαν· οὕτω δεῖ καὶ τοὺς προεστῶτας, οὐ πάθει θυμοῦ καὶ ὑψηλοφροσύνης, οὐδ’ ὡς ἑαυτοὺς ἐκδικοῦντες, ἀμύνεσθαι τοὺς παιδείας τινὸς τῶν ἀδελφῶν ἐπιδεομένους, ἀλλὰ σπλάγχνοις χρηστοῖς, καὶ σκοπῷ πνευματικῆς ὠφελείας, τὴν ἐπιστροφὴν ἐκείνων ἐργάζεσθαι.

ΙΑʹ. Ὅτι διὰ πολλῆς σπουδῆς καὶ πόνου, μερίμνης τε καὶ ἀγῶνος τὴν πρὸς Θεὸν ἀγάπην δυνατοὶ γινόμεθα κτήσασθαι χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν διαμορφουμένου. Ἐκ δὲ ταύτης καὶ τὴν δευτέραν φημὶ ἐντολήν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, ῥᾳδίως κατορθῶσαι γίνεται. Τὰ γὰρ πρῶτα καὶ προταττέσθω τῶν ἄλλων, καὶ πλέον αὐτῶν σπουδευέσθω· καὶ οὕτω τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἔσται· εἰ δέ τις τῆς μεγάλης ταύτης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς Θεὸν ἀγάπης φημί, κατολιγωρήσας, ἥτις ἀπὸ τῆς ἔνδον ἡμῶν διαθέσεως συνειδήσεώς τε ἀγαθῆς, καὶ ὑγειῶν τῶν πρὸς Θεὸν ἐννοιῶν, συνάμα καὶ βοηθείας συνεφαπτομένης συνίσταται· τῆς δὲ δευτέρας τῆς ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ἀφοσιοῦν βούλεται, ἀδύνατον αὐτῷ ταύτην ὑγιῶς τε καὶ καθαρῶς μετελθεῖν. Ἡ γὰρ τῆς κακίας μέθοδος μνήμης ἕρημον καὶ ἀγάπης καὶ Θεοῦ ζητήσεως τὸν νοῦν ἀνευρίσκουσα, ἢ δυσχερῆ καὶ ἐπίπονα τὰ θεῖα ἐπιτάγματα φαίνεσθαι ποιεῖ, γογγυσμοὺς καὶ λύπας καὶ μέμψεις κατὰ τῆς εἰς τοὺς ἀδελφοὺς διακονίας τῇ ψυχῇ ἀνακινοῦσα· ἢ οἰήσει δικαιοσύνης ἐξαπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγεῖσθαι τίμιόν τε καὶ μέγαν, καὶ ἅκρως κατορθοῦντα τὰς ἐντολὰς ἀναπείθει.

ΙΒʹ. Ὁπόταν ἑαυτὸν οἰηθῇ ἄνθρωπος τῶν ἐντολῶν ἐπιμελητήν, δῆλός ἐστιν ἁμαρτάνων, καὶ τῆς ἐντολῆς σφαλλόμενος· ὅτε κρίνων ἑαυτόν, καὶ μὴ τὸν ἀληθῶς κρίνοντα προσδεξάμενος· ὅταν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ τοῦ Θεοῦ Πνεῦμα, κατὰ τὸ λόγιον Παύλου, τότε φιλαλήθως Χριστοῦ ἄξιοι, καὶ τέκνα Θεοῦ τυγχάνομεν ὄντες, οὐχ ὅταν ἰδίᾳ οἰήσει ἑαυτοὺς δικαιώσωμεν· Οὐ γὰρ ἑαυτὸν συνιστῶν, φησί, δόκιμος· ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν· ἐπείπερ ὅταν μνήμης καὶ φόβου Θεοῦ γυμνὸς ὢν εὑρίσκηται ὁ ἄνθρωπος, πολλὴ ἀνάγκη καὶ δόξης ἐρᾷν καὶ θηρεύειν ἔπαινον παρὰ τῶν ὑπ’ αὐτοῦ διακονουμένων.