Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Η διακονία, η απαθεία και η υπεροχή της προσευχής

Η αρμονική συνύπαρξη προσευχής και διακονίας, η αναίρεση της δυσπιστίας περί της δυνατότητας επίτευξης της χριστιανικής τελειότητας και η είσοδος στην κατάπαυση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 12

Ζʹ. Τοὺς μήπω δυναμένους ἅκρως τῷ τῆς ψυχῆς ἔρωτι διὰ νηπιότητα ἑαυτοὺς ἐπιτρέπειν· τούτους τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν μετ’ εὐλαβείας καὶ πίστεως, φόβου τε θείου, καταδέξασθαι χρή, ὡς Θεοῦ ἐντολῇ, καὶ ὡς πνευματικῷ πράγματι διακονουμένους· ἀλλ’ οὐχ ὡς παρ’ ἀνθρώπων μισθόν, ἢ τιμήν, καὶ εὐχαριστίαν προσδοκωμένους· μηδὲ δόντας χώραν ὅλως γογγυσμῷ, ἢ ὑψηλοφροσύνῃ, ἢ ἀμελείᾳ καὶ χαυνότητι· ὡς μὴ τὸ ἀγαθὸν τοῦτο ἔργον σπιλοῦσθαι καὶ παραφθείρεσθαι, διὰ δὲ τῆς εὐλαβείας μᾶλλον, καὶ τοῦ φόβου, καὶ τῆς χαρᾶς εὐπρόσδεκτον τῷ Θεῷ γίνεσθαι.

Ηʹ. Τοσαύτῃ φιλανθρωπίᾳ καὶ ἀγαθότητι (ὢ τῶν θείων σπλάγχνων περὶ ἡμᾶς!) συγκατέβη τοῖς ἀνθρώποις ὁ Κύριος, τοῦτο πραγματευόμενος, τὸ μηδένα ἔργου ἀγαθοῦ μισθὸν παριδεῖν· ἀλλ’ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰς μείζους τῶν ἀρετῶν, πάντας ἀναγαγεῖν· τὸ μηδὲ ποτήριον ψυχροῦ ὕδατος ἀποστερεῖν ἀντιδόσεως. Εἴρηκε γάρ· Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· καὶ αὖθις· Ἐφ’ ὅσον ἑνὶ τοῦτο ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Μόνον κατὰ Θεὸν τὸ γινόμενον, καὶ μὴ κατὰ δόξαν γινέσθω. προσέθηκε γάρ· μόνον εἰς ὄνομα μαθητοῦ· τουτέστι φόβῳ καὶ ἀγάπῃ Χριστοῦ· τοῖς γὰρ ἐπιδεικτικῶς τὸ ἀγαθὸν μετιοῦσι καὶ μεμφόμενος ὁ Κύριος, ἀποφάσει βεβαίᾳ τὸν λόγον ἀσφαλιζόμενος ἐπάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν.

Θʹ. Ἡ ἁπλότης πρὸ τῶν ἄλλων καὶ ἡ ἀφέλεια καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη, καὶ χαρά, καὶ ταπείνωσις, ἐκ παντὸς τρόπου, ὥσπερ τις θεμέλιος ὑποβεβλήσθωσαν ἐν τῇ ἀδελφότητι, ἵνα μὴ ἀλλήλων κατεπαιρόμενοι, καὶ καταγογγύζοντες, ἀνόνητον τὸν κάματον ἀποδείξωμεν. Καὶ μήτε ὁ ἀδιαλείπτως προσκαρτερῶν ταῖς εὐχαῖς, τοῦ μὴ οὕτω ποιεῖν δυναμένου κατεπαιρέσθω· μήτε ὁ τῇ διακονίᾳ ἑαυτὸν ἐκδιδούς, τοῦ τῇ προσευχῇ σχολάζοντος καταγογγυζέτω· ὡς εἴ γε μετὰ τοιαύτης ἁπλότητός τε καὶ διαθέσεως ἀλλήλοις προσφέροιντο, γίνηται τὸ περίττευμα τῶν ταῖς εὐχαῖς ἐμπαραμενόντων, ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων· καὶ αὖθις τὸ τῶν διακονούντων περίσσευμα ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων· καὶ οὕτω μᾶλλον ἡ ἰσότης, κατὰ τὸ εἰρημένον, φαίνηται σωζομένη· ὡς, τὸ πολὺ οὐκ ἐπλεόνασε· καὶ ὡς τό, τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.

Ιʹ. Τότε γίνεται τὸ τοῦ Θεοῦ θέλημα ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅταν μή, ὥσπερ εἴρηται, ἀλλήλων κατεπαιρώμεθα, ὅταν μὴ μόνον ζήλου χωρὶς ἀλλὰ καὶ ἁπλότητος ἐν μετοχῇ καὶ ἀγάπης, εἰρήνης τε καὶ χαρᾶς συνημμένοι ὦμεν, ἀλλήλοις τὴν τοῦ πλησίον προκοπὴν ἰδίαν, ὡς δέον, καὶ τὴν ἐκείνου ὑστέρησιν ζημίαν ἑαυτῶν λογιζόμενοι, καὶ τῇ εὐχῇ ὀκνηρός, καὶ τῇ διακονίᾳ τῶν ἀδελφῶν καὶ ἐν ἑτέρᾳ δή τινι, ἔργῳ τῷ κατὰ Θεὸν γινομένῳ χαύνως καὶ ἀμελῶς διακείμενος, οὗτος ἀπὸ τοῦ Ἀποστόλου ἀργὸς διαῤῥήδην καλούμενος, αὐτοῦ τοῦ ἄρτου ἀνάξιος εἶναι καταψηφίζεται· εἴρηκε γάρ· Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ ἀλλαχοῦ· Τοὺς δὲ ἀργοὺς καὶ ὁ Θεὸς μισεῖ. καί, Ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται.

Καὶ Σοφία· Πολλὴν κακίαν, ἔφη, ἐδίδαξεν ἡ ἀργία. Προσήκει τοιγαροῦν ἕκαστον ὁποῖον δήποτε ἔργον κατὰ Θεὸν γινόμενον καρποφορεῖν, καὶ σπουδαίως κἂν ὑφ’ ἑνὶ τῶν ἀγαθῶν διατίθεσθαι, ἵνα μὴ τὸ παράπαν ἄκαρπος εὑρισκόμενος, ἀμέτοχος εἰς ἅπαν καὶ τῶν αἰωνίων ἀγαθῶν γένηται.

ΙΑʹ. Πρὸς τοὺς λέγοντας ἀδύνατον εἶναι τῆς τελειότητος ἐφικέσθαι, καὶ τῆς εἰσάπαξ ἀπαλλαγῆς τῶν παθῶν, εἰ καὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἀγαθοῦ τυχεῖν Πνεύματος, ἀναγκαῖον τὴν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαν ἐπενεγκεῖν, καὶ δεῖξαι κακῶς εἰδότας αὐτούς, ψευδῶς τε ἅμα καὶ ἐπισφαλῶς λέγοντας· Γίνεσθε γάρ, φησὶν ὁ Κύριος, καὶ ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι· καὶ παντελῆ καθαρότητα διὰ τούτων σημαίνων· καί, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ οὗτοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. Ταῦτα τοῦ εἰρηκότος εἰσίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· καὶ τὸ τοῦ Ἀποστόλου· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ. Καὶ τό· Μέχρι δὲ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, εἰς ταυτὸν φέρει. Οὕτω δὲ πρὸς τὴν τελειότητα ἀφορῶντας συμβαίνει δύο τὰ κάλλιστα γίνεσθαι, σύντονόν τε καὶ ἀδιάπαυστον τὸν ἀγῶνα ἔχοντας εἰς τὸ πέρας διώκειν, διὰ τὴν ἐλπίδα τοῦδε τοῦ μέτρου, φημί, καὶ τῆς ἀναβάσεως· τύφῳ τε μὴ ἁλίσκεσθαι, ἀλλὰ μετριοφρονεῖν, καὶ μικροὺς ἑαυτοὺς ἡγεῖσθαι διὰ τὴν μήπω τοῦ τελείου κατάληψιν.

ΙΒʹ. Οἱ ταῦτα λέγοντες, φησίν, ἐκ τριῶν τρόπων τὴν μεγίστην ψυχῇ περιάπτουσι βλάβην· πρῶτον μέν, ὅτι ταῖς θεοπνεύστοις φαίνονται διαπιστοῦντες Γραφαῖς· εἶθ’ ὅτι τὸν μείζονά τε καὶ τέλειον μὴ προστησάμενοι τοῦ Χριστιανισμοῦ σκοπόν, μηδὲ πρὸς ἐκεῖνον φθάσαι κατατεινόμενοι, πόνον καὶ σπουδήν, πεῖνάν τε καὶ δίψαν τῆς δικαιοσύνης ἔχειν οὐ δύνανται· ἀλλὰ τοῖς ἐξωτέροις σχήμασί τε καὶ ἤθεσι, καὶ ὀλίγοις τισὶ κατορθώμασιν ἐμπληροφορούμενοι, τῆς μακαρίας ἐλπίδος, καὶ τελειότητος, καὶ τῆς παντελοῦς τῶν παντελῶν παθῶν καθάρσεως ἀπολείπονται. Τὸ τρίτον ὡς οἰόμενοι τῆς ἀκρότητος ἐφικέσθαι τῇ κατορθώσει τῶν ὀλίγων, ὡς ἔφημεν, ἀρετῶν, καὶ μὴ πρὸς τὸ τέλειον ἐπειγόμενοι, οὐ μόνον ταπείνωσιν καὶ πτωχείαν καὶ συντριβὴν καρδίας ἥκιστα ἔχειν δύνανται· ἀλλὰ δικαιοῦντες ἑαυτοὺς ὡς ἤδη κατειληφότας, οὐ προκοπὴν οὐκ ἐπίδοσιν ὁσημέραι δέχονται.

ΙΓʹ. Τοὺς ἀδύνατόν φησιν ἡγουμένους τὴν κατόρθωσιν ταύτην, τὴν διὰ τοῦ Πνεύματος τοῖς ἀνθρώποις ἐγγινομένην, ἥτις ἡ καινὴ κτίσις ἑστὶ τῆς καθαρᾶς καρδίας, ὁ Ἀπόστολος διαῤῥήδην ἐοικότας αὐτοὺς δείκνυσι τοῖς δι’ ἀπιστίαν τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν μὴ ἠξιωμένοις, καὶ διὰ τοῦτο πεπτωκότων αὐτοῖς τῶν κώλων ἐν τῇ ἐρήμῳ· ὃ γὰρ ἐκεῖ ἐπαγγελίας γῆ κατὰ τὸ φανερόν, τοῦτο ἐνταῦθα παθῶν ἀπολύτρωσις κατὰ τὸ κρυπτόν· ὅπερ δὴ καὶ ὁ Ἀπόστολος τέλος πάσης ἐντολῆς εἶναι ἀπέδειξε· καὶ τοῦτό ἐστιν ἡ ἀληθινὴ τῆς ἐπαγγελίας γῆ, καὶ δι’ αὐτὴν πάντα ἐκεῖνα τυπικῶς παραδίδοται.

Παρ’ ὃ καὶ ὁ θεσπέσιος Παῦλος δι’ ἀσφαλείας τὰ τῶν μαθητῶν ποιούμενος, ὡς μή τινα συμβῆναι ἀπιστίας ἀλῶνας φρονήματι· Βλέπετε, ἀδελφοί μου, φησί, μήποτε εἴη ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ τοῦ Θεοῦ ζῶντος· τὸ δὲ ἀποστῆναι οὐκ ἐπὶ τοῦ ἀρνήσασθαι, ἀλλ’ ἐπὶ τοῦ ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπιστῆσαι, τέθεικεν· ἀμέλει καὶ τὰ τυπικὰ τῶν Ἰουδαίων ἀλληγορῶν καὶ παραβάλλων ταῦτα πρὸς τὴν ἀλήθειαν, ἐπιφέρει, λέγων· Τινὲς γὰρ ἀκούσαντες αὐτοῦ παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως· τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι μὴ ἐδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν· καὶ ἐπάγει· Φοβηθῶμεν οὖν μήποτε καταλιπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκεῖ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένος τῇ πίστει τοῖς ἀκούσασιν· εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· καὶ μετ’ ὀλίγα πάλιν ἐπιφέρει·

Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι περιπέσῃ τῆς ἀπειθείας. Τίς δὲ Χριστιανῶν κατάπαυσις ἑτέρα, ἢ τῶν τῆς ἁμαρτίας παθῶν ἡ ἀπολύτρωσις, καὶ ἡ πληρεστάτη καὶ ἐνεργὴς τοῦ ἀγαθοῦ Πνεύματος ἐν τῇ καθαρᾷ καρδίᾳ ἐνοίκησις; ταύτῃ τοι καὶ ἐνάγων αὐτοὺς πάλιν πρὸς τὴν πίστιν φησί· Προσερχώμεθα μετ’ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ αὖθις· Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ! Προσήκει τοίνυν, τὴν διὰ τῶν ῥημάτων τούτων ἐπηγγελμένην τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἄμετρον ἀγαθότητα καθομολογεῖν ἡμᾶς, οἷα δούλους εὐγνώμονας, καὶ ἀληθῆ καὶ βέβαια λογίζεσθαι τὰ ἐπηγγελμένα· ἵνα κἂν διὰ νωθείαν ἢ ἀσθένειαν προαιρέσεως μὴ καθάπαξ ἑαυτοὺς τῷ πεποιηκότι παρέσχομεν, μηδὲ τῶν μεγάλων καὶ τελείων τῆς ἀρετῆς ἀντεποιησάμεθα μέτρων· ἀλλ’ οὖν γέ τινος ἐλέους διὰ τὸ ὀρθὸν καὶ ἀδιάστροφον τοῦ φρονήματος, καὶ τὴν ὑγιῆ πίστιν ἐπιτεύξασθαι δυνηθῶμεν.

ΙΔʹ. Τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἔργον ἁρμοζόντως ἐπιτελούμενον, πάσης ἀρετῆς τε καὶ ἐντολῆς ὑπεράνω τελεῖ. Καὶ τούτου μάρτυς αὐτός· ἐπειδὴ γὰρ εἰς τὴν οἰκίαν Μάρθας τε, φημί, καὶ Μαρίας παρέβαλε, τῆς μὲν Μάρθας περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ περὶ τοὺς αὐτοῦ πόδας καθεζομένης, καὶ τῇ ἀμβροσίᾳ τῆς θείας ἐκείνης γλώττης εὐωχουμένης, μεμφομένης αὐτῆς τῆς ἀδελφῆς, ὅτι μὴ συμπράττῃ ταῦτα, καὶ διὰ τοῦτο Χριστῷ προσελθούσης, αὐτὸς τὸ κυριώτερον τοῦ δευτέρου προθείς, Μάρθα, ἔφη, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἐνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Τοῦτο δὲ εἴρηκεν, ὡς ἔφημεν, οὐχ ὡς τὸ τῆς διακονίας ἔργον ἀποποιούμενος, ἀλλ’ ὡς τὸ μεῖζον πάντως τοῦ ἐλάττονος προτιθείς· ἐπεὶ πῶς αὐτὸς ἠνείχετο τῆς διακονίας; πῶς καὶ αὐτουργὸς φαίνεται τούτου γενόμενος, καὶ τοὺς πόδας νίψας τῶν μαθητῶν;

τοσοῦτον δὲ ἀποσχόμενος τοῦ κωλῦσαι, ὅτι καὶ τὸν ἴσον τρόπον πρὸς ἀλλήλους ποιεῖν τοῖς μαθηταῖς ἐγκελεύεται· οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς εὑρήσεις τοὺς ἀποστόλους, ἡνίκα πρότερον περὶ τὴν τῶν τραπεζῶν ἐπονοῦντο διακονίαν, τοῦ μείζονος ἔργου πρόκρισιν θεμένους, τῆς εὐχῆς, φημί, καὶ τοῦ λόγου, Οὐ δίκαιον γάρ, φησίν, ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις· ἀλλ’ εὐξάμενοι, ἄνδρας πλήρεις Πνεύματος ἁγίου καταστήσωμεν ἐπὶ τῆς διακονίας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερῶμεν.

Ὁρᾷς, ὅπως τὰ πρῶτα τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ἀγαθῆς ῥίζης οὐκ ἀγνοοῦντες εἶναι βλαστήματα.