Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Λόγος περί υπομονής και διακρίσεως

Η παραχώρηση των πειρασμών από τον Θεό προς δοκιμασία των πιστών, η απώλεια της εξουσίας του Αδάμ και η ενίσχυση των αγίων διά της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 12

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΔΙΑΚΡΙΣΕΩΣ ΛΟΓΟΣ Αʹ. Τοῖς πειθαρχεῖν τῷ λόγῳ τοῦ Θεοῦ βουλομένοις, καὶ ἀγαθὸν καρπὸν ἐργαζομένοις, σημεῖα παρακολουθεῖ ταῦτα· στεναγμός, κλαυθμός, κατήφεια, ἡσυχία, κεφαλῆς κίνησις, προσευχή, σιωπή, ἐπιμονή, ὀδυνηρὸν πένθος, πόνος καρδίας ὑπὲρ εὐσεβείας γενόμενος. Τὰ δὲ ἔργα· ἀγρυπνία, νηστεία, ἐγκράτεια, πραότης, μακροθυμία, ἀδιάλειπτος προσευχή, μελέτη τῶν θείων Γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, ὑποταγή, πόνος, κακοπάθεια, ἀγάπη, ἀγαθωσύνη, κοσμιότης, καὶ τὸ ὅλον φῶς, ὅ ἐστιν ὁ Κύριος.

Τῶν δέ γε μὴ ποιούντων καρπὸν ζωῆς σημεῖά ἐστι ταῦτα· ἀκηδία, μεθορισμός, περίβλεψις, ἀπροσεξία, γογγυσμός, κέπφωσις. Τὰ δὲ ἔργα· ἀδδηφαγία ὀργή, θυμός, καταλαλιά, φυσίωσις, ἀκαιρολογία, ἀπιστία, ἀκαταστασία, λήθη, ταραχή, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐρίθεια, ὑπεροψία, φλυαρία, ἄκαιρος γέλως, ἐθελοδοξία, καὶ τὸ πᾶν σκότος, ὅπερ ἐστὶν ὁ Σατανᾶς.

Βʹ. Κατ’ οἰκονομίαν θειοτέραν φησί, οὐκ εὐθέως εἰς τὴν κληρωθεῖσαν αὐτῷ γέενναν ὁ πονηρὸς παρεπέμφθη· ἀλλὰ βασάνου καὶ δοκιμασίας χάριν τοῦ τε ἀνθρώπου, φημί, παρείθη· ἵνα καὶ ἄκων δικαιοτέρους μὲν τοὺς ἁγίους διὰ τῆς ὑπομονῆς ἀπεργάσηται, καὶ μείζονος αὐτοῖς δόξης αἴτιος καταστῇ· ἑαυτῷ δὲ πάλιν διὰ τῆς ἰδίας ἐθελοκακίας, καὶ τῶν κατὰ τῶν ἁγίων ἐπινοιῶν δικαιοτέραν κατασκευάσῃ τὴν κόλασιν· Καὶ ἵνα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ’ ὑπερβολὴν γένηται ἁμαρτωλὸς ἡ ἁμαρτία.

Γʹ. Ἀπατήσας τὸν Ἀδὰμ ὁ ἐχθρός, καὶ οὕτως αὐτοῦ κυριεύσας ἀφεῖλέ τε αὐτὸν τὴν ἐξουσίαν, καὶ ἄρχων ἐκεῖνος τοῦ αἰῶνος τοῦδε προσηγορεύθη. Ἄρχων δὲ τοῦ αἰῶνος τούτου καὶ δεσπότης τῶν ὁρωμένων ὁ ἄνθρωπος ἦν ἐξ ἀρχῆς ὑπὸ τοῦ Κυρίου καταστάς.

Οὔτε γὰρ πῦρ αὐτοῦ κατίσχυεν, οὐχ ὕδωρ ἐπόντιζεν, οὐ θηρίον ἔβλαπτεν, οὐκ ἰοβόλον ἐπ’ αὐτῷ τὸ οἰκεῖον ἐνήργει· ἀφ’ οὗ δὲ τῇ ἀπάτῃ εἶξε, προδέδωκε τῷ ἀπατήσαντι τὴν ἀρχήν· δι’ ἣν αἰτίαν φαρμακοί τε καὶ γόητες κατ’ ἐναντίαν ἐνέργειαν, Θεοῦ δὲ συγχώρησιν, παραδοξοποιοὶ δείκνυνται· ἰοβόλων τε γὰρ κυριεύουσι, καὶ πυρὸς καὶ ὑδάτων κατατολμῶσιν, ὡς οἱ περὶ Ἰαννῆ, φημί, καὶ Μαμβρῆν τῷ Μωσῇ ἀντικείμενοι, καὶ ὡς Σίμων τῷ κορυφαίῳ Πέτρῳ ἀντιφερόμενος.

Δʹ. Οἶμαι, φησίν, ὅτι καὶ τὴν προτέραν αὐτοῦ Ἀδὰμ δόξαν ὁμοίως τῷ προσώπῳ Μωσέως ἐπιλάμπουσαν, τὸν ἐχθρὸν θεασάμενον ἱκανῶς τρωθῆναι· καθαπερεὶ τεκμηράμενον τὴν τῆς ἑαυτοῦ βασιλείας καθαίρεσιν. Οὐδὲν δὲ τὸ κωλῦον καὶ τὸ Ἀποστόλου ῥητὸν πρὸς τοῦτο φέρεσθαι, τὸ Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας.

Δοκῶ γάρ μοι, τὸ δεδοξασμένον πρόσωπον Μωσέως τύπον καὶ ὑπόδειγμα σώζειν τοῦ πρώτου διὰ χειρῶν Θεοῦ δημιουργηθέντος ἀνθρώπου· ὅπερ ἰδόντα τὸν θάνατον, τουτέστι θανάτου αἴτιον διάβολον, ἐκεῖ μὲν ὑποπτεῦσαι τῆς βασιλείας διαπεσεῖν· ἐπὶ δὲ τοῦ Κυρίου πρὸς ἀλήθειαν τοῦτο παθεῖν.

Ταύτην τοιγαροῦν τὴν δόξαν ἀπό γε τοῦ νῦν οἱ ἀψευδεῖς Χριστιανοὶ περιβάλλονται· καὶ ἔνδοθεν ὑπ’ αὐτῶν ὁ θάνατος, εἴτουν τὰ τῆς ἀτιμίας καταργεῖται πάθη, ἐνεργεῖν μὴ δυνάμενα· ἅτε δὴ τῆς τοῦ Πνεύματος δόξης ἐν αἰσθήσει καὶ πληροφορίᾳ πάσῃ ταῖς ψυχαῖς αὐτῶν ἐλλαμπούσης.

Εʹ. Διὰ τῆς γυναικὸς ὡς δι’ ὁμοίου τινὸς ὁ ἐχθρὸς ἀπατήσας, ἀφαιρεθῆναι τὴν περικειμένην τὸν Ἀδὰμ δόξαν πεποίηκε. Καὶ οὕτως γυμνός τε εὑρέθη, καὶ τὴν ἀσχημοσύνην εἶδε τὴν ἑαυτοῦ, ἣν δὴ πρότερον οὐχ ἑώρα, ἅτε τοῦ φρονήματος αὐτοῦ τοῖς οὐρανίοις κάλλεσιν ἐντρυφῶντος. Καὶ γὰρ μετὰ τὴν παράβασιν πρόσγεια γέγονεν αὐτῷ καὶ χαμαιπετῆ τὰ νοήματα· καὶ τὸ ἁπλοῦν αὐτῷ καὶ ἀγαθὸν φρόνημα φρονήματι κακίας σαρκικῷ συνεπλάκη· τὸ δὲ κλεισθῆναι τὸν παράδεισον καὶ τῇ φλογίνῃ ῥομφαίᾳ, καὶ τῷ Χερουβὶμ ἐπιτραπῆναι διακωλύειν αὐτῷ τὴν εἴσοδον, τοῦτο κατὰ μὲν τὸ ὁρατὸν καὶ πιστεύεται γεγενῆσθαι, ὡς εἴρηται· εὑρίσκεται δὲ καὶ παρ’ ἑκάστῃ ψυχῇ κατὰ τὸ λανθάνον. Κύκλῳ γὰρ τῆς καρδίας τὸ κάλυμμα τοῦ σκότους περιχωρεῖ, τοῦ πυρός, φημί, τοῦ κοσμικοῦ πνεύματος, ὅπερ οὔτε τὸν νοῦν ἐντυχεῖν τῷ Θεῷ, οὔτε τὴν ψυχὴν ἀφίησι κατὰ τὸ αὐτῆς θέλημα ἢ εὔξασθαι ἢ πιστεῦσαι, ἢ ἀγαπῆσαι τὸν Κύριον· τούτων δὲ πάντων ἡ πεῖρα διδάσκαλος τοῖς γνησίως ἑαυτοὺς τῷ Κυρίῳ πιστεύσασι, τῇ τε ἐπιμονῇ τῆς εὐχῆς, καὶ τῇ εὐτόνῳ κατὰ τοῦ πολεμοῦντος ὁρμῇ.

Ϛʹ. Ῥάβδος ἐστὶ παιδείας καὶ λῶρος μαστίγων, ὁ τοῦδε τοῦ αἰῶνος ἄρχων τοῖς κατὰ Πνεῦμα νηπίοις· αὐτοῖς μέν, ὥσπερ γοῦν καὶ πρότερον εἴρηται, μεγάλην· δόξαν καὶ πλείονα τὴν τιμὴν διὰ τῶν θλίψεών τε καὶ πειρασμῶν· ἐκ τούτων γὰρ καὶ τὸ τελείους αὐτοὺς γίνεσθαι περιγίνεται· ἑαυτῷ δὲ πλείονά τε καὶ βαρυτέραν κατασκευάζων τὴν κόλασιν.

Ὅλως γὰρ μεγίστη τις δι’ αὐτοῦ οἰκονομεῖται οἰκονομία, καθὼς εἴρηταί που· Συνεργεῖ τὸ πονηρὸν τῷ ἀγαθῷ προαιρέσει οὐ καλῇ. Ταῖς γὰρ ἀγαθαῖς καὶ καλὴν τὴν προαίρεσιν ἐχούσαις ψυχαῖς, καὶ τὰ δοκοῦντα λυπηρὰ εἰς ἀγαθὸν τελευτᾷ· καθὰ δὴ καὶ τὸ τῷ Ἀποστόλῳ εἰρημένον ἐστίν· Ἤγουν τὸ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν.

Τούτου ἕνεκεν ἡ τῆς παιδείας αὕτη ῥάβδος ἀφείθη, φησίν, ἵνα δι’ αὐτῆς ὡς ἐν καμίνῳ πυρὸς τὰ σκεύη πυρούμενα, τὰ μὲν δόκιμα στερεώτερα φανῇ· τὰ δὲ ἀδόκιμα εὔθραυστα ὄντα ἐλεγχθῇ, τοῦ πυρὸς τὴν καῦσιν οὐχ ὑπομείναντα· δοῦλος δὲ ὢν οὗτος καὶ κτίσμα δεσποτικόν, οὐχ ὅσον αὐτῷ δοκεῖ ἐκπειράζει, οὐδὲ καθόσον βούλῃ τὰς θλίψεις ἐπάγει· ἀλλ’ ὅσον δὴ τὸ Δεσποτικὸν ἐπιτρέψει νεῦμα διὰ τῆς παραχωρήσεως· αὐτὸς γὰρ σὺν ἀκριβείᾳ τὰ πάντων εἰδώς, ὁπόσον ἐστὶ δύναμις ἑκάστῳ, τοσοῦτον αὐτῷ καὶ τὸ δοκίμιον ὑποστῆναι παραχωρεῖ, καθὰ δὴ καὶ τῷ Ἀποστόλῳ δοκεῖ· Πιστὸς γὰρ ὁ Θεός, φησίν, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν.