Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Η αδιάλειπτη προσευχή και τα χαρίσματα του Αγίου Πνεύματος

Προτροπές για συνεχή ικεσία, η ποικιλία των πνευματικών χαρισμάτων, ο κίνδυνος της οίησης και η αναγκαιότητα της πνευματικής διάκρισης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 5 από 12

Ηʹ. Ζητῶν καὶ κρούων κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ μέχρι τέλους αἰτῶν τυγχάνει τῶν αἰτημάτων· μόνον ἐχέτω παῤῥησίαν οὗτος, τοῦ τῷ νῷ καὶ γλώττῃ ἀπαραλείπτως ἐπιζητεῖν, καὶ τοῦ τῇ σωματικῇ λειτουργίᾳ ἀνενδότως προσκαρτερεῖν· μὴ τοῖς κοσμικοῖς πράγμασιν ἐμπλεκόμενος, μηδὲ τοῖς τῆς κακίας πάθεσι συνηδόμενος. Ἀψευδὴς γὰρ ὁ εἰπών· ὅτι Πᾶν ὃ ἐὰν αἰτήσητέ με ἐν προσευχῇ, πιστεύοντες, λήψεσθε. Οἱ δὲ λέγοντες, Κἂν πάντα ποιήσειέ τις τὰ ὑποτεταγμένα, παραμείνας δὲ μὴ τύχῃ τῆς χάριτος, κατὰ τὸν αἰῶνα τοῦτον, οὐδὲν ὤνησε· κακῶς οἴδασί τε καὶ λέγουσι, καὶ ταῖς θείαις ἀσυμφώνως Γραφαῖς. Οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ Θεῷ, ἵνα τῶν ἡμῖν καθηκόντων κατορθωθέντων, αὐτὸς τῶν παρ’ ἑαυτῷ ἀμελήσειε. Μόνον ἐπιμελὲς ἔστω σοι εὑρεθῆναι τότε, ὅτε σου ἡ ψυχὴ τοῦ ἀθλίου τοῦδε λύεται σώματος, ἀγωνιζόμενον, σπεύδοντα, προσδεχόμενον τὴν ἐπαγγελίαν, προσκαρτεροῦντα, πιστεύοντα, ἐν διακρίσει ζητοῦντα· κἀγώ σοι λέγω καὶ μὴ ἀπίστει, μετὰ χαρᾶς ἀπελεύσῃ, καὶ παῤῥησίαν ἕξεις, κατὰ τῆς βασιλείας ὀφθήσῃ ἄξιος. Καὶ γὰρ ὁ τοιοῦτος, ἐν λεπτότητι διὰ τῆς πίστεως, φημί, καὶ τῆς προθυμίας, ἤδη κοινωνεῖ τῷ Θεῷ.

Ὡς γάρ, Ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ταύτης, ἐν τῇ καρδίᾳ μεμοίχευκε, καίτοι κατὰ σῶμα μὴ μιανθεὶς οὗτος, ὅμως ὡς μοιχεύσας ἤδη λελόγισται· οὔτως ὁ τὰ πονηρὰ μὲν ἐν τῇ καρδίᾳ ἀποστραφείς, τῷ δὲ Κυρίῳ κολλώμενος πόθῳ καὶ ἐκζητήσει, προσεδρείᾳ τε, φημί, καὶ θεοφιλεῖ διαθέσει, καθάπερ ἤδη κοινωνεῖ τῷ Θεῷ, καὶ μέγα δῶρον αὐτίκα παρὰ Θεοῦ ἔχει αὐτὸ τοῦτο, τὸ τῇ εὐχῇ προσεδρεύειν τῇ ἀγαθῇ τε σπουδῇ καὶ πολιτείᾳ τῇ φιλαρέτῳ. Εἰ γὰρ καὶ ποτηρίου ψυχροῦ δόσις οὐκ ἄμισθος, πόσῳ μᾶλλον τοῖς αὐτῷ προσανέχουσιν ἡμέρας τε καὶ νυκτός, δεομένοις τὸ ἐπαγγελθὲν Θεὸς παρέξει!

Θʹ. Πρὸς τοὺς διαποροῦντάς φησι, Τί ὅτι μὴ γίνεταί τις ἡμέρα, ἐν ᾗ καὶ μὴ διὰ μίσους ἔχω τὸν ἀδελφόν, ἢ καὶ ἄλλα τινὰ πονηρὰ ἐμαυτῷ συνεπίσταμαι, ἃ καὶ ἄκοντι συμβαίνει μοι πάσχειν; ταῦτα λακτέον· ὡς ὁ μὲν ἀγὼν ἅπας καὶ ἡ σπουδὴ τῷ ἀνθρώπῳ, ὥστε καὶ τῷ πονηρῷ καὶ τοῖς πονηροῖς ἀντιτίθεσθαι λογισμοῖς διὰ παντὸς ἔστω.

Ἀμήχανον δέ, ἵνα τὸ σκότος τῶν παθῶν, καὶ ὁ θάνατος τοῦ φρονήματος, φημί, τῆς σαρκὸς μὴ ἐπιδείκνυσθαί τινα καρπὸν ἴδιον τὴν κακίαν ἤτοι κεκρυμμένως ἢ φανερῶς. Ὥσπερ γάρ τι τραῦμα ἐν σώματι ὄν, ἀδύνατον ἕως οὔπω τέλειον ἰαθῇ, ὡς μηδ’ ὀλίγῳ τινὶ τῷ ἰχῶρι μυδᾷν· καὶ ταῦτα θεραπευόμενόν τε, καὶ μηδενὸς τῶν εἰς ἐπιμελείας τούτου λόγων ἡκόντων ἀπαξιούμενον· ἀμεληθὲν δὲ σῆψιν ἔστι δ’ ὅτε καὶ λύμην τῷ ὅλῳ ἐργάζεται σώματι· τὸν αὐτὸν οἴου μοι τρόπον καὶ τὰ τῆς ψυχῆς πάθη, καὶ πολλῆς ἀπολαύοντα τῆς σπουδῆς, ὅμως ἔνδον σμύχοντα ἐπιμένειν· πλὴν ἀλλὰ τῷ παραμόνῳ τῆς ἐπιμελείας διὰ τοῦ Χριστοῦ χάριτός τε καὶ συνεργείας ἐντελῆ λαμβάνει τὴν ἴασιν. Ἔστι γάρ τις κρυπτὸς ῥύπος, καὶ περιττόν τε σκότος παθῶν, ὁ παρὰ τὴν καθαρὰν τοῦ ἀνθρώπου φύσιν διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως παρεισέδυ πάσῃ τῇ ἀνθρωπότητι· καὶ τοῦτο θολοῖ καὶ καταμιαίνει καὶ σῶμα δήπου καὶ τὴν ψυχήν.

Ἀλλ’ ὥσπερ σίδηρος πυρούμενός τε καὶ τυπτόμενος καθαίρεται· ἢ χρυσὸς χαλκῷ ἢ καὶ σιδήρῳ συγκραθεὶς πυρὶ διαιρεῖται μόνῳ· οὕτω καὶ ἡ ψυχὴ διὰ τῶν ἀχράντων τοῦ Σωτῆρος παθῶν τῷ ἀγαθῷ Πνεύματι πυρουμένη καὶ τυπτομένη, παντὸς πάθους καὶ πάσης ἐκκαθαίρεται ἁμαρτίας.

Ιʹ. Ὥσπερ τινὲς λαμπάδες πολλαὶ ἑνὶ ἐλαίῳ καὶ ἑνὶ ἀναφθεῖσαι πυρί, οὐκ ἴσῳ τῷ μέτρῳ πολλάκις τὴν τοῦ πυρὸς αὐγὴν ἀφιᾶσιν· οὕτω καὶ τὰ χαρίσματα τὰ ἐκ διαφόρων κατορθωμάτων, διάφορον ἔχει καὶ τὴν αὐγὴν τοῦ ἀγαθοῦ Πνεύματος· ἢ ὥσπερ ἐν πόλει πολλῶν ὄντων, καὶ τὴν αὐτὴν οἰκούντων, ἑνί τε ἄρτῳ καὶ ἑνὶ χρωμένων ὕδατι, οἱ μὲν αὐτῶν ἄνδρες, οἱ δὲ νήπιοι, οἱ δὲ παῖδές εἰσιν, οἱ δὲ γέροντες, καὶ πολὺ τὸ παραλλάττον ἐν αὐτοῖς καὶ διάφορον· ἢ ὥσπερ σῖτος ἐν μιᾷ καὶ τῇ αὐτῇ χώρᾳ κατεσπαρμένος, διαφόρους δήπου καὶ τοὺς στάχυας ἀναδίδωσιν· ἐν μέντοι τῇ αὐτῇ ἅλῳ συνάγεται, καὶ τῇ αὐτῇ ἀποθήκῃ ἐναποτίθεται· οὕτως οἵου μοι κἀν τῇ τῶν νεκρῶν ἀναστάσει διαφορὰν δόξης τῶν ἀνισταμένων δοξάζεσθαι, καὶ γνωρίζεσθαι κατὰ τὴν ἀξίαν τῶν κατορθωμάτων, κατὰ τὴν μετουσίαν τοῦ ἐντεῦθεν ἤδη ἐνῳκηκότος αὐτοῖς θείου Πνεύματος· καὶ τοῦτο εἶναι τό, Ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ.

ΙΑʹ. Τοῦτο μόνον κατὰ σπουδὴν ἔστω, ἵνα τις γεννηθεὶς τῷ Πνεύματι τῷ ἁγίῳ τὴν ἔνοικον ἀπονίψηται ἀμαρτίαν. Καὶ γὰρ ἕν τινι μέρει καὶ ἐκείνη. ἡ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου γέννησις, εἰκόνα τελειότητος ἔχει ἕν τε τῇ μορφῇ καὶ τοῖς μέλεσιν· οὐ μέντοι δυνάμει, ἢ νῷ, ἢ ἀνδρείᾳ· ὁ γὰρ πρὸς ἄνδρα τέλειον καὶ μέτρον ἀφικόμενος ἡλικίας, τὰ τοῦ νηπίου πέφυκε καταργεῖν· καὶ τοῦτό ἐστιν, ὅπερ ὁ Ἀπόστολος ἔλεγεν· Εἴτε γλῶσσαι καταργηθήσονται, εἴτε προφητεῖαι. Ὥσπερ γὰρ ὁ ἀνὴρ ἤδη γενόμενος, οὔτε τροφὰς οὔτε λόγους τοὺς παιδὶ προσήκοντας καταδέχεται, ἀλλ’ ἀναξιοπαθεῖ πρὸς αὐτά, ὡς ἑτέρας ἤδη διαγωγῆς ἐπιβάς· οὕτως ὁ πρὸς τελείωσιν τῶν εὐαγγελικῶν αὐξάνων κατορθωμάτων, τὴν νηπιότητα τὴν ἑαυτοῦ πρὸς τὴν τελειότητα κατασπάσει.

Ὅτε γάρ, φησίν, ὁ θεῖος Ἀπόστολος, γέγονα ἀνήρ, κατήργησα τὰ τοῦ νηπίου. ΙΒʹ. Τὸ μὲν κατὰ Πνεῦμα γεννώμενον, τρόπῳ τινί, καθὼς ἐδείκνυμεν, τέλειόν ἐστιν. Ὥσπερ καὶ τουτὶ τὸ νήπιον τέλειον εἶναι λέγομεν, ἐν τῷ τὰ μέρη πάντα τῆς ὁλότητος ἀποσώζειν. Πάλιν ὁ μὲν Κύριος οὐχὶ Πνεῦμα καὶ χάριν δίδωσιν, ἵνα τις περιπέσῃ ταῖς ἁμαρτίαις· αὐτοὶ δὲ ἑαυτοῖς αἴτιοι τῶν κακῶν οἱ ἄνθρωποι, τῇ χάριτι μὴ στοιχοῦντες, καὶ διὰ τοῦτο τοῖς κακοῖς ἁλισκόμενοι· δύναται δὲ καὶ ἐξ ἰδίων ὀλισθαίνειν καὶ φυσικῶν ὁ ἄνθρωπος λογισμῶν, ἀμελῶν, ἢ καταφρονῶν, ἢ καὶ οἰήσει χρώμενος· ἄκουε γὰρ τί φησιν ὁ Παῦλος· Ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν. Ὁρᾷς, ὅτι καὶ οἱ τηλικούτων ἁψάμενοι μέτρων ἐπιδεεῖς εἰσιν ἀσφαλείας. Ἄλλως τε καὶ εἰ μὴ δῷ πρόφασιν τῷ Σατανᾷ ὁ ἄνθρωπος, οὐ κυριεύσειεν ἂν αὐτοῦ βίᾳ· παρὰ τοῦτο, οὔτε τῷ μέρει τοῦ Χριστοῦ, οὔτε τοῦ ἀντικειμένου τὸ πρᾶγμα λογίζεται· ἀλλὰ τῇ μὲν χάριτι τοῦ Πνεύματος προστεθεὶς εἰς τέλος, τῆς μερίδος γίνεται τοῦ Χριστοῦ· μὴ οὕτω δὲ σχών, κἂν Πνεύματι γεννηθῇ, τὸ δέ ἐστι, κἂν μέτοχος καὶ τοῦ ἁγίου Πνεύματος γένηται, παρ’ ἑαυτοῦ ἕξει, τὸ ὀπίσω τοῦ θελήματος πορευθῆναι τοῦ Σατανᾶ. Εἴτε γὰρ αὐτὸς ὁ Κύριος, εἶτε καὶ ὁ Σατανᾶς πρὸς βίαν ἐλάμβανον, οὐκ ἦν ὁ ἄνθρωπος ἑαυτῷ αἴτιος, οὔτε εἰς γέενναν ἐμπεσεῖν, οὔτε βασιλείας ἐπιτυχεῖν.

ΙΓʹ. Πολλῆς τῷ φιλαρέτῳ φροντιστέον τῆς διακρίσεως, ὥστε τῆς τοῦ καλοῦ καὶ κακοῦ διαφορᾶς ἀπογνώμονα εἶναι, καὶ τὰς ποικίλας τοῦ πονηροῦ τέχνας δι’ εὐλόγων φαντασιῶν εἰωθότος τοὺς πολλοὺς παρακρούεσθαι, βασανίζειν καὶ συνιέναι. Πλὴν τὸ ἀσφαλές, πρὸς πάντα λυσιτελές· μὴ τοίνυν ἐλαφρότητι διανοίας ταχὺ σεαυτὸν ἐμπάρεχε ταῖς τῶν νοερῶν ἐπιστασίαις εἰς ἀπάτην σου· κἂν αὐτοὶ οἱ οὐράνιοι ἄγγελοι ὦσιν· ἀλλὰ μένε βαρύς, βασάνῳ ταῦτα διδοὺς ἐπιμελεστάτῃ· τὸ μὲν καλὸν οἰκειούμενος, τὸ [δὲ] πονηρὸν διωθούμενος. Οὐ γὰρ ἄδηλα τὰ τῆς χάριτος ἐνεργήματα, ἅπερ ἡ ἁμαρτία, κἂν τὸ τοῦ ἀγαθοῦ πρόσωπον ὑποκρίνηται, παρασχεῖν οὐ δεδύνηται. Εἰ γὰρ καὶ κατὰ τὸν Ἀπόστολον, οἶδεν ὁ Σατανᾶς εἰς ἄγγελον φωτὸς μετασχηματίζεσθαι, χάριν τοῦ ἀπατῆσαι· ἀλλ’ οὖν κἂν ὁράσεις λαμπρὰς περιβάλληται, ἀγαθὴν ἐνέργειαν, ᾗπερ εἴρηται, παρασχεῖν οὐ δυνήσεται· δι’ οὗ καὶ τὸ παράσημον ἀκριβὲς γίνεται. Οὐ γὰρ ἀγάπην τὴν εἰς Θεὸν ἢ πλησίον, οὐ πραότητα, οὐ ταπείνωσιν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ τοῦ κόσμου μῖσος, οὐκ ἀνάπαυσιν πνευματικήν, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων ἐνεργημάτων δύναται, οὐ πάθη καὶ ἡδονὰς καταπαῦσαι, ἅπερ φανερῶς εἰσι τῆς χάριτος ἐνεργήματα.

Ὁ γὰρ καρπός, φησί, τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, καὶ τὰ ἑξῆς· τάχα δὲ τύφον μᾶλλον ἐκεῖνος ἐμποιῆσαι καὶ ὑψηλοφροσύνην ἐπιτηδειότατός τε καὶ δυνατώτατος. Ἐκ γοῦν τῆς ἐνεργείας εἴσῃ τὸ ἐλλαμφθὲν ἐν τῇ ψυχῇ σου νοερὸν φῶς, πότερον τοῦ Θεοῦ, ἢ τοῦ Σατανᾶ πέφυκεν ὄν· πλὴν ἀλλὰ καὶ αὐτῇ τῇ ψυχῇ, εἴπερ ἔῤῥωται τὰ τῆς διακρίσεως, εὐθὺς ἀπὸ τῆς νοερᾶς αἰσθήσεως, δῆλα τὰ τῆς διαφορᾶς γίνεται. Ὥσπερ γὰρ ὄξος οἴνῳ, κατὰ μὲν τὴν ὅρασιν ἕν, ἐκ δὲ τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως ὁ λάρυγξ ἑκατέρου κρίνει τὸ ἴδιον· οὕτω δὴ καὶ ψυχὴ ἐξ αὐτῆς γε τῆς νοερᾶς αἰσθήσεως, καὶ τῆς ἐνεργείας δυνατὴ κρίνειν τά τε τοῦ Πνεύματος χαρίσματα, καὶ τὰ τοῦ ἀλλοτρίου φαντάσματα.

ΙΔʹ. Χρὴ σκοπεῖν καὶ προβλέπειν ἄριστα τὴν ψυχήν, μήποτε δὴ κἂν τῷ βραχυτάτῳ ὑπὸ τῆς τοῦ ἀντικειμένου ἁλῷ δυνάμεως. Ὥσπερ γὰρ ἑνὸς μέρους ζώου παγίδι ληφθέντος, ὅλον ἀνάγκη κάμπτεσθαι, καὶ ὑπὸ ταῖς τῶν θηρευόντων χερσὶν γίνεσθαι· οὕτω δὴ καὶ ψυχῇ τὰ ὅμοια συμβαίνειν παρὰ τῶν ἐχθρῶν εἴωθε. Καὶ τοῦτο δῆλον καθίστησιν ὁ προφήτης· Παγίδα γάρ, φησίν, ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου.

ΙΕʹ. Δεῖ τὸν βουλόμενον διὰ τῆς στενῆς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, μὴ εὐδοκεῖν εὐπαθείᾳ σώματος· ἀλλ’ ἐνδυναμοῦσθαι τῷ ἀγαθῷ Πνεύματι, ἔχοντα διὰ μνήμης τὸν εἰπόντα, ὅτι Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Πῶς δὲ δεῖ ἐνδυναμωθῆναι πνεύματι; τῷ Ἀποστόλῳ λέγοντι, τὴν σοφίαν τοῦ Θεοῦ μωρίαν τοῖς ἀνθρώποις λογίζεσθαι, προσεκτέον· καὶ ὁ προφήτης δέ· Εἶδον, φησί, τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Δεῖ τοιγαροῦν τὸν βουλόμενον υἱὸν Θεοῦ γενέσθαι κατὰ τὸ ὅμοιον ταπεινωθῆναι πρότερον, καὶ μωρὸν καὶ ἄτιμον λογισθῆναι· μὴ ἀποστρέφοντα τὸ πρόσωπον ἀπὸ ἐμπτυσμάτων, μὴ δόξαν, μὴ κάλλος τοῦ αἰῶνος τούτου, μηδὲ τοιοῦτον μεταδιώκοντα, μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν ἀνακλῖναι, ὀνειδιζόμενον καὶ ἐξουθενούμενον, καὶ πάντων παρόραμά τε καὶ καταπάτημα λογιζόμενον, πολεμούμενον ἀφανῶς τε καὶ φανερῶς, καὶ τῇ διανοίᾳ ἀντιμαχόμενον· καὶ τότε αὐτὸς ὁ τοῦ Θεοῦ Υἱός, αὐτός γε εἰπών·

Ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, ἐμφανὴς ἔσται τῇ αὐτοῦ καρδίᾳ, καὶ λήψεται δύναμιν καὶ ἰσχύν, ὥστε δεσμῶσαι τὸν ἰσχυρόν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι· ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ ἐπάνω σκορπίων καὶ ὄφεων ἐπιβῆναι.

ΙϚʹ. Οὐ μικρὸς ἡμῖν ἀγὼν πρόκειται, διαῤῥῆξαι τὸν θάνατον. Φησὶ γάρ, Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Εὑρίσκεται δὲ τρόπον τινὰ καὶ αὐτὸς ὢν ἐντὸς ὁ πολεμῶν ἡμᾶς καὶ αἰχμαλωτίζων. Μὴ οὖν ἐνδιδότω μηδαμῶς ἡ ψυχή, ἕως ἂν νεκρὸν θείη τὸν ταύτην αἰχμαλωτίζοντα· καὶ τότε διαφεύξεται ὀδύνη πᾶσα καὶ λύπη καὶ στεναγμός, διὰ τὸ ῥαγῆναι ὕδωρ ἐν γῇ διψώσῃ, καὶ γενέσθαι τὴν ἔρημον εἰς πλῆθος ὑδάτων.

ΙΖʹ. Ψυχὴ ἁλώσιμος ἀκηδίᾳ δῆλός ἐστι κατάσχετος οὖσα καὶ ἀπιστίᾳ· καὶ διὰ τοῦτο ἡμέραν ἐξ ἡμέρας ὑπερβιβάζει, τὸν λόγον οὐ δεχομένη· ἀναπτεροῖ δὲ ἑαυτὴν καὶ ὀνείροις πολλάκις, τὸν ἐντὸς μὴ κατανοοῦσα πόλεμον, ἅτε οἰήσει κατειλημμένη· ἡ δὲ οἴησις πύρωσίς ἐστι τῆς ψυχῆς, οὐδαμοῦ ἀφιεῖσα τὴν ἑαυτῆς ἀσθένειαν ἐπιγνῶναι.