Εʹ. Οὐκ ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων μόνον, οἷον πορνείας, φόνου, κλοπῆς, γαστριμαργίας, καταλαλιᾶς, ψεύδους, φιλαργυρίας τε καὶ πλεονεξίας, καὶ τῶν τοιούτων ἁγνεύειν χρὴ τὴν παρθένον ψυχήν, καὶ τῷ Θεῷ συναφθῆναι προῃρημένην· ἀλλὰ καὶ πολλῷ πλέον ἀπὸ τῶν κρυφίων, ὥσπερ εἰρήκαμεν· τουτέστιν, ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μίσους, ἀπιστίας, φθόνου, φιλαυτίας, τύφου, καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως. Οἶδε γάρ, φησὶν ἡ Γραφή, τὰ κρύφια ταῦτα τῆς ψυχῆς ἁμαρτήματα ἐν ἴσῳ τοῖς ἐκτὸς τίθεσθαι. Κύριος γάρ φησι· Διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· καί, Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· τὸν δόλον ἐπ’ ἴσης τῷ φόνῳ δεικνύων ὑπὸ Θεοῦ βδελυσσόμενον· καὶ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· καί, Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι· τουτέστιν, ὁπόταν ὑμῖν ἐστι θέλησις παρὰ ἀνθρώπων καλῶς ἀκούειν, καὶ τῆς δόξης καὶ τῶν ἐπαίνων αὐτῶν ἐξήρτησθε· ἐπεὶ πῶς δυνατὸν ἀγαθοεργοῦντας ἐσάπαν λαθεῖν; ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Κύριος, Λαμψάτω, λέγει, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.