Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Ο πνευματικός αγώνας και η επίτευξη της απάθειας

Η αναγκαιότητα του Αγίου Πνεύματος ως πνευματικού γεωργού, ο διπλός πόλεμος των χριστιανών κατά του σκότους, η υπομονή στους πειρασμούς και η τέλεια απάθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 10 από 12

ΙΘʹ. Ἑκάστῳ τῶν φαινομένων, ἣν μὴ καὶ ἑτέρου τις ξένη φύσις πρὸς βοήθειαν ἐπιγένοιτο, τὸ ὅσον καθ’ ἑαυτὸ ἀνέργαστόν ἐστι καὶ ἀκόσμητον. Καὶ γὰρ ἡ τοῦ Θεοῦ ἄφραστος σοφία μυστήρια καὶ τύπους διὰ τῶν ὁρωμένων δείκνυσιν, ὅτιπερ ἡ ἀνθρωπίνη φύσις, καθ’ ἑαυτὴν οὖσα, τὴν ἐντελῆ τῶν ἀρετῶν διακόσμησιν καὶ τὴν πνευματικὴν εὐπρέπειαν τῆς ἁγιωσύνης ἐκτός, εἰ μὴ καὶ τῆς θείας ἀπολαύσοι χειρός, ἀδύνατός ἐστιν ἐπιδείξασθαι. Οἷον ἡ γῆ, καθ’ ἑαυτῆς μένουσα, εἰ μὴ μετάσχοι τῆς διὰ τῶν γηπόνων ἐπιμελείας, εἶτα καὶ τὴν ἐκ τῶν ὄμβρων καὶ τοῦ ἡλίου καταδέξηται συνεργίαν, ἀνεπιτήδειός ἐστι καὶ ἥκιστα διαρκὴς πρὸς καρπογονίαν. Καὶ οἶκος δὲ πᾶς τοῦ ἡλιακοῦ τοῦδε δεῖται φωτός, ὅπερ οὐκ ἔστι τῆς αὐτῆς ἐκείνῳ φύσεως· ἐπεὶ σκότους ἂν εἴη πεπληρωμένος καὶ ἄχρηστος· καὶ ἕτερα δὲ τούτοις ὁμοίως ἔχοντα ὄψει.

Τὸν αὐτὸν οὖν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἀδυνάτως, καθ’ ἑαυτὴν σχοῦσα, τοὺς καρποὺς τῶν ἀρετῶν τελείους ἀποδιδόναι, δεῖται τοῦ πνευματικοῦ γηπόνου τῶν ἡμετέρων ψυχῶν, τουτέστι τοῦ Πνεύματος τοῦ Χριστοῦ· ὅπερ καὶ αὐτὸ ξένον τῆς ἡμετέρας ἀτεχνῶς φύσεως· κτίσμα γὰρ ἡμεῖς, τόδε ἄκτιστον· ἵνα καὶ τῇ ἰδίᾳ τέχνῃ γεωργῆσαν τῶν πιστῶν φημι τὰς καρδίας, τὰς ὅλῳ θελήματι ἑαυτὰς τῷ πνευματικῷ γεωργῷ παραδούσας, τελείους τοὺς καρποὺς τοῦ Πνεύματος ἀποδοῦναι παρασκευάσῃ, λάμψῃ τε τὸ ἑαυτοῦ φῶς ἐν τῇ ἐσκοτισμένῃ τοῖς πάθεσιν τῆς ψυχῆς ἡμῶν οἰκίᾳ.

Κʹ. Διπλοῦς ἐστι τοῖς Χριστιανοῖς ὁ πόλεμος, καὶ διπλῆ ἡ πάλη· πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ· ὑπερετίζει γὰρ ταῦτα καὶ διαγαργαλίζει καὶ παρακαλεῖ τὴν ψυχὴν προσπάσχειν αὐτοῖς καὶ συνήδεσθαι· εἶτα καὶ πρὸς τὰς τοῦ δεινοῦ κοσμοκράτορος ἀρχὰς καὶ ἐξουσίας.

ΚΑʹ. Ἡ δόξα Μωσέως, ἣν ἐπὶ τοῦ προσώπου εἷχε, τύπος τῆς ἀληθοῦς δόξης τοῦ παναγίου Πνεύματος ἦν· ὃν γὰρ τρόπον ἐκεῖ πᾶς ὅστις ἀτενίσαι ἀδύνατος. Οὕτω καὶ νῦν ταύτην τὴν δόξαν, τὴν ψυχὴν Χριστιανὴν ἐπιλάμπουσαν, τὸ τῶν παθῶν σκότος οὐχ ὑπομένει· ἀλλ’ ὑπὸ τῆς αὐγῆς ταύτης ἀποδιωκόμενον φεύγεται.

ΚΒʹ. Τῷ φιλαλήθει καὶ φιλοθέῳ καὶ τῆς ἐπουρανίου γλυκύτητος γευσαμένῳ, ἔμφυτόν τε καὶ κεκραμένην ἐν τῇ ψυχῇ κεκτημένῳ τὴν χάριν, καὶ ὅλως ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἐπιτρέψαντι, πάντα τοῦ αἰῶνος τοῦδε διὰ μίσους ἐστί· κρείττων γὰρ οὗτος τῶν τοῦ κόσμου κατέστη πάντων· κἂν χρυσὸν εἴπῃς, κἂν ἄργυρον, κἂν τιμὰς καὶ δόξας, κἂν μακαρισμοὺς καὶ ἐπαίνους· ὑπ’ οὐδενὸς ἁλῶναι τῶν τοιούτων δύναται· καθότι πλούτου ἄλλου καὶ τιμῆς ἄλλης, ἑτέρας δὲ δόξης εἰς πεῖραν ἀφῖκται, καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεται τὴν ψυχήν, καὶ αἴσθησιν ἔχει καὶ πληροφορίαν πᾶσαν διὰ τῆς κοινωνίας τοῦ Πνεύματος.

ΚΓʹ. Οὗτος, ὁπόση τῷ λογικῷ ποιμένι διαφορὰ πρὸς τὰ ἄλογα θρέμματα, τοσοῦτον ἐν συνέσει τε καὶ γνώσει καὶ διακρίσει, τῶν ἀνθρώπων διαφέρων ἐστί· καὶ γὰρ ἄλλου Πνεύματος, καὶ ἄλλου νοός, ἄλλης τε συνέσεως καὶ σοφίας παρὰ τὴν τοῦ κόσμου τούτου μετέχει σοφίαν· Σοφίαν γάρ, φησί, λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ, ἐν μυστηρίῳ.

Διὰ ταῦτα καὶ πάντων τῶν ἀνθρώπων τὸ τοῦ κόσμου πνεῦμα ἐχόντων, καθάπερ εἴρηται, εἴτε φρονίμων εἴτε σοφῶν, ὁ τοιόσδε τοῖς ὅλοις διενήνοχε· καὶ πάντας μὲν ἀνθρώπους ἀνακρίνει, κατὰ τὸ γεγραμμένον. Ὁ τοιοῦτος γινώσκει τε ἕκαστον πόθεν τε λέγει, καὶ ποῦ ἕστηκε, ἐν ποίοις ἐστίν· αὐτὸν δὲ οὐδενὶ τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα διαγινώσκειν τε καὶ ἀνακρίνειν δύναμις· ὅτι μὴ ἐκείνῳ ᾧ τὸ ὅμοιόν ἐστι τῆς θεότητος πνεῦμα, κατὰ τὸν θεῖον Ἀπόστολον· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γάρ ἐστι τούτῳ· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς ὑπ’ οὐδενὸς ἀνακρίνεται.

ΚΔʹ. Τοῦ παναγίου δέ φησι τοῦτον Πνεύματος ἀμήχανον ἄλλως τυχεῖν, εἰ μὴ πάντων τις τῶν τοῦ αἰῶνος τούτου ξένος γενόμενος, πρὸς τὴν ζήτησιν τῆς τοῦ Χριστοῦ ἀγάπης ἑαυτὸν ἀποτάξειεν, ἵνα πασῶν τῶν κατὰ τὴν ὕλην μεριμνῶν ἀνεθεὶς ὁ νοῦς, περὶ τὸν ἕνα τοῦτον σκοπὸν ἀπασχολῆται μόνον· καὶ οὕτω καταξιωθείη μετὰ Χριστοῦ εἰς ἓν πνεῦμα γενέσθαι, ὥς φησιν ὁ Ἀπόστολος· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἔσται εἰς ἓν πνεῦμα. Ψυχῇ δὲ τῇ ὅλως τινὶ τῶν τοῦ αἰῶνος τούτου συνδεδεμένῃ καὶ πρὸς αὐτὸν ἐχούσῃ, οἷον πλούτῳ ἢ δόξῃ, ἢ φιλίᾳ τῇ κατὰ κόσμον, οὐκ ἔσται δυνατὸν φυγεῖν καὶ διαπεράσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων.

ΚΕʹ. Αἱ φιλαλήθεις ψυχαὶ καὶ φιλόθεοι οὐδὲ τὴν βραχεῖαν ὕφεσιν τοῦ πρὸς τὸν Κύριον ἔρωτος ὑπομένουσιν· ἀλλ’ ὅλαι δι’ ὅλου τῷ σταυρῷ τούτου προσηλωμέναι, τὴν τῆς πνευματικῆς προκοπῆς αἴσθησιν ἐν ἑαυταῖς γινομένην ἐπιγινώσκουσι. Τετρωμέναι γοῦν τούτῳ τῷ πόθῳ, καί, ὡς εἰπεῖν, ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, καὶ τὴν τοῦ ἀγαθοῦ Πνεύματος ἔλλαμψιν, κἂν μυστηρίων ἄξιαι θείων, κἂν εὐφροσύνης ἐπουρανίου καὶ χάριτος μέτοχοι γένονται, οὐ πεποίθασι περὶ αὐταῖς, οὐδὲ εἶναί τι οἴονται· ἀλλ’ ὅσῳ χαρισμάτων ἀξιοῦνται πνευματικῶν, τοσούτῳ μᾶλλον ἀπλήστως ἔχουσαι τῶν οὐρανίων φιλοπονώτερον ἐκζητοῦσι· καὶ ὅσῳ πνευματικῆς αἰσθάνονται προκοπῆς, τοσούτῳ δὴ καὶ λιχνότεραι πρὸς τὴν μετάληψιν τούτων γίνονται, καὶ πνευματικῶς πλουτοῦσαι, τό γε παρ’ ἑαυταῖς, πενομέναις ἐοίκασι, κατὰ τὴν θείαν Γραφήν· Οἱ τρώγοντες γάρ με, φησίν, ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.

ΚϚʹ. Αἱ τοιαῦται ψυχαὶ καὶ τῆς τῶν παθῶν ἐλευθερίας παντάπασιν ἀξιοῦνται, καὶ τὴν τοῦ θείου Πνεύματος ἔλλαμψίν τε καὶ κοινωνίαν ἐν πληρώματι τῆς χάριτος τελείως κομίζονται. Ὅσαι δὲ ὀκνηραί τε καὶ ἀφερέπονοι, καὶ μὴ ζητοῦσαι τὸν τῆς καρδίας ἁγιασμόν, ἐντεῦθεν ὡς ἐν σαρκὶ ἔτι τυγχάνουσιν, οὐκ ἐκ μέρους ἀλλ’ ὁλοκλήρως δι’ ὑπομονῆς δέξασθαι καὶ μακροθυμίας· μηδὲ κοινωνῆσαι τῷ Πνεύματι τῷ παρακλήτῳ κατὰ πᾶσαν αἴσθησιν καὶ πληροφορίαν ἠλπίκασι, καὶ δι’ ἐκείνου τῶν παθῶν τῆς κακίας ἀπαλλαγῆναι αὗται, κἂν χάριτος θείας ἀξιωθεῖεν· ἀλλ’ ὑπὸ τῆς κακίας κλεπτόμεναι πάσης φροντίδος ἑαυτὰς ἀνῆκαν· ἅτε λαβοῦσαι τὴν χάριν, καὶ τῆς ἐξ αὐτῆς τυγχάνουσαι παρακλήσεως, καὶ πνευματικῆς γλυκύτητος ἀπολαύουσαι. Ταύτῃ καὶ ῥᾴδιαί εἰσιν οἰηθῆναι, μὴ συντριβόμεναι τὴν καρδίαν, μηδὲ τῷ φρονήματι ταπεινούμεναι, μηδὲ ἔκδιψοι οὖσαι, καὶ πρὸς τὸ τέλειον μέτρον τῆς ἀπαθείας κατατεινόμεναι· ἐναπομείνασαι δὲ τῇ ὀλίγῃ ταύτῃ τῆς χάριτος παρακλήσει, καὶ εἰς ἔπαρσιν, οὐκ εἰς ταπείνωσιν προκόψασαι, μᾶλλον καὶ οὗπερ ἠξιώθησαν χαρίσματος, ἔστιν ὅτε ἀπογυμνοῦνται.

Ψυχὴ γὰρ ὡς ἀληθῶς φιλόθεος, ὡς ὁ λόγος ἔφθη δηλώσας, κἂν μυρίας μετέλθῃ δικαιοσύνας, κἂν ἄκραις ἀγρυπνίαις ἐκτρίψῃ τὸ σῶμα, κἂν χαρισμάτων τοῦ Πνεύματος διαφόρων, ἀποκαλύψεών τε καὶ μυστηρίων ἀξιωθείη, οὕτως ἔχει μετρίως ὡς μήπω τῆς κατὰ Θεὸν ἀγωγῆς ἠργμένη, μηδὲ κτησαμένη τι τῶν δεξιωτέρων, ἐρωτικῶς καὶ ἀπλήστως πρὸς τὴν κατὰ Χριστὸν ἀγάπην διακειμένη.

ΚΖʹ. Εἰς τὰ μέτρα δὲ ἐφικέσθαι ταῦτα, οὔτε ἀθρόως, οὔτε ῥᾳδίως ἐφικτὸν οὐδενί· ἀλλὰ πολλῶν πόνων καὶ ἀγώνων ἡγησαμένων, χρόνων τε καὶ σπουδῆς, κατὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων, ἄχρι καὶ τοῦ τελείου, φημί, τῆς ἀπαθείας μέτρου.

Οὕτω γὰρ πρὸς πάντα πόνον καὶ κόπον ἐξετασθείς, καὶ ὅλους πειρασμοὺς τοὺς ὑπὸ τῆς κακίας ἐπαγομένους εὐψύχως ὑπενεγκών, τότε καὶ τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων τοῦ Πνεύματος, καὶ τοῦ θείου πλούτου καταξιοῦται· εἶτα καὶ κληρονόμος τῆς οὐρανίου γίνεται βασιλείας.

ΚΗʹ. Ἡ ψυχὴ δὲ οὐκ ἔχουσα μὲν τὴν εἰρημένην τῆς πολιτείας ἀκρίβειαν· μήπω δὲ τοῦ ἁγιασμοῦ τοῦ ἐν τῇ καρδίᾳ τὴν αἴσθησιν δεξαμένη, πενθείτω καὶ ζητείτω παρὰ τοῦ Κυρίου θερμῶς, ἵνα τοῦ ἀγαθοῦ τούτου καὶ τῆς ἐνεργείας τῆς ἐν νῷ δι’ ἀῤῥήτων θεωριῶν γινομένης τοῦ Πνεύματος ἐπιτύχῃ. Ὥσπερ δὲ κατὰ τὸν ἐκκλησιαστικὸν νόμον, οἱ σωματικοῖς ἁλόντες ἁμαρτήμασιν, ἀφορίζονται μὲν παρὰ τοῦ ἱερέως τὸ πρότερον· εἶτα τὴν κατὰ λόγον μετάνοιαν ἐπιδεδειγμένοι, καὶ τῆς κοινωνίας μεταποιοῦνται· ὅσοι δὲ ἀπτώτως καὶ καθαρῶς βεβιώκασι, προκόπτουσί τε πρὸς ἱερωσύνην, καὶ ἀπὸ τοῦ ἐξωτέρου τόπου τὴν ἕσω τοῦ θησιαστηρίου μετάστασίν τε καὶ τάξιν ἀπολαμβάνουσιν, ἵνα λειτουργοὶ καὶ πάρεδροι τῷ Κυρίῳ διατελῶσιν· οὕτω δὴ σκοπῶμεν καὶ περὶ τῆς μυστικῆς τοῦ Πνεύματος κοινωνίας, περὶ ἧς τῷ Ἀποστόλῳ εἴρηται· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος.