Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Περὶ φυλακῆς καρδίας

Μακάριος ὁ Αἰγύπτιος

Επίλογος και τριαδική δοξολογία

Καταληκτήρια προτροπή για επιμονή στην ταπεινοφροσύνη, ώστε να ολοκληρωθεί το έργο του Πνεύματος, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 4

Ἐθίσωμεν οὖν καὶ ἡμεῖς αὑτοὺς, καὶ ἄγξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας ἡμῶν, δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ, ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν· ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν Πνεύματι τῷ Πατρί· καὶ αὐτὸ τὸ Πνεῦμα εὔξηται ἐν ἡμῖν· ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινὴν, ταπεινοφροσύνην, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας, ἀπόνως καὶ ἀβιάστως· ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ Κυρίου πληρωθεισῶν ἐφ᾽ ἡμῖν διὰ τοῦ Πνεύματος αὐτοῦ, τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, καὶ καθαρίζοντος ἡμᾶς ἀπὸ τοῦ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ, καὶ τῷ ἐλέει, καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν κατηξίωσε τὸ ἀνθρώπινον γένος, ἰδίους ἀδελφοὺς καὶ υἱοὺς Πατρὸς ἐπουρανίου καταξιῶν καὶ προσαγορεύων. Δόξα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.