Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Εὐχαί

Μακάριος ὁ Αἰγύπτιος

Εξομολόγηση αμαρτιών και ικεσία σωτηρίας

Εκτενής ομολογία των προσωπικών πταισμάτων και της δαιμονικής επενέργειας, ακολουθούμενη από παράκληση για σωτηρία και επίκληση των πρεσβειών της Θεοτόκου και των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 3

Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Σὺ γὰρ γινώσκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι. Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται.

Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέσποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.