Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κγ΄

Μακάριος ὁ Αἰγύπτιος

Η παιδαγωγία της ψυχής και η κάθαρση μέσω των πειρασμών

Η εναλλαγή πνευματικής χάριτος και θλίψεων ως μέσο θείας οικονομίας για τον σταδιακό καθαρισμό από τα πάθη, την ετοιμότητα προς δοκιμασία και την επίτευξη της απάθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 4

ὥσπερ γὰρ ὁ φαινόμενος τῶν ἀνθρώπων κόσμος χάριτι καὶ δικαιοσύνῃ ὑπὸ τοῦ θεοῦ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καὶ εὐφορίᾳ καρπῶν καὶ ὑγείᾳ καὶ εὐκρασίᾳ καιρῶν καὶ πάσῃ ἀγαθῶν δόσει, δικαιοσύνῃ δὲ καὶ παιδείᾳ ἔν τε λιμοῖς καὶ λοιμοῖς καὶ θλίψεσι καὶ ἀνάγκαις, καταστροφαῖς, χαλάζαις, συμπτώσεσι καὶ ὅσα ὑπὸ θεοῦ πρὸς παιδείαν τέτακται διὰ δικαιοσύνην καὶ ὠφέλειαν τῶν ἀνθρώπων—οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται καὶ τῇ τῆς χάριτος παρακλήσει ἐνευφραίνεται, ποτὲ δὲ παραδίδοται παιδείᾳ καὶ πειρασμοῖς διαφόροις καὶ θλίψεσι παντοδαπαῖς τοῦ ἐγκοσμίου πνεύματος, ἵνα γυμνασθεῖσα διὰ πάντων καὶ δόκιμος εὑρεθεῖσα καὶ ἐν πᾶσι πειρασμοῖς γενναίως ὑπομένουσα καὶ τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐν μηδενὶ παρεκπεμπομένη καὶ οὕτως εὐδοκιμήσασα ἐν Χριστῷ ἀξία θεοῦ καταστῇ χάριτι καὶ δικαιοσύνῃ τὴν αἰώνιον ζωὴν κληρονομοῦσα.

B Nr. 19b f. 131v21—132r21 — b Nr. 19b f. 136r34—136v29. Vgl. Dörries S. 193 Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες. «ἔφαγε» γάρ φησιν «Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε. εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως ἐν τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ᾽ ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο εἶναι. ὥς φησιν ὁ ἀπόστολος· ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι».

ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς συμφέρον ἦσαν. ἔτι, ὥς φησιν ὁ αὐτός, «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ὥστε αἱ θλίψεις εἰς συμφέρον καὶ εἰς τὸ δοκιμωτέραν τὴν ψυχὴν ἀπεργάσασθαι τυγχάνουσιν.

B Nr. 20a f. 133r1—133v16 — b Nr. 20a f. 137r29—138r3. Vgl. Dörries S. 193f. Ἐοίκασιν αἱ τῶν Χριστιανῶν ψυχαὶ ὑπὸ τοῦ πονηροῦ εἰς θλίψεις πολλὰς ἐρχόμεναι ἐν τῷ κόσμῳ τούτῳ εἴδει καννάβεως. ὥσπερ γὰρ τὸ τῆς καννάβεως εἶδος ἐφ᾽ ὅσον τύπτεται καὶ βασανίζεται τοσοῦτον λεπτότερον καὶ χρησιμώτερον καὶ καθαρώτερον ἀπαρτίζεται, εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ λεπτότατα νήματα, καὶ ἐφ᾽ ὅσον πλέον βασανίζεται καὶ καταξαίνεται πλέον χρησιμώτερον καθίσταται, οὕτω καὶ αἱ φιλόθεοι καὶ φιλαλήθεις τῶν Χριστιανῶν ψυχαί, ἐφ᾽ ὅσον εἰς πολλὰς θλίψεις καὶ δοκιμασίας καὶ πειρασμοὺς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων εἰσέρχονται, αὐταὶ δὲ ὑπομένουσι καὶ μακροθυμοῦσι, καθαρώτεραι καὶ χρησιμώτεραι καὶ δοκιμώτεραι εἰς τὸ πνευματικὸν τῆς λεπτότητος τῆς χάριτος ἔργον κατασκευάζονται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χῶρον οἰκεῖν καταξιοῦνται.

δοκιμαζομένη γὰρ ἡ ψυχὴ ἐν τοῖς πολλοῖς πειρασμοῖς καὶ ταῖς διαφόροις θλίψεσι καὶ ὑπὸ τῆς χάριτος βοηθουμένη, ὑπομένουσα μακροθύμως ἐπ᾽ ἐλπίδι τοῦ κυρίου πᾶν τὸ τῆς κακίας εἶδος ἐξ αὐτῆς κατ᾽ ὀλίγον μειοῖ καὶ τὸ βαρὺ τῆς συνοικούσης ἁμαρτίας φορτίον ἀποτίθεται τοιούτῳ τινὶ τρόπῳ· ὥσπερ ἐάν τις ὁδεύῃ ὁδὸν μακρὰν ἀπερχόμενος εἰς πόλιν τινά, βαστάζῃ δὲ μαρσίπιον μεστὸν ἄμμου, τὸ δὲ τοιοῦτον ἔχῃ κάτωθεν ὀπὴν λεπτοτάτην, καὶ ὅσῳ βαδίζει καθ᾽ ὅλης τῆς ὁδοῦ ἀπορρέῃ καὶ αὐτὸς κουφίζεται, καὶ τέλος καταντήσαντος ἐν τῇ πόλει ἡ βαρυτάτη ἄμμος ἐκενώθη καὶ αὐτὸς ἠλαφρύνθη καὶ ἀνεπαύθη τελείως ἀπὸ τοῦ βάρους τῆς ἄμμου—οὕτω καὶ τῆς κατ᾽ ἀλήθειαν ἀγωνιζομένης ψυχῆς διοδευούσης τὴν ὁδὸν τῆς «δικαιοσύνης» καὶ εἰς τὴν πόλιν τῆς βασιλείας ἐπειγομένης, βασταζούσης δὲ μεθ᾽ ἑαυτῆς τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας τῶν παθῶν, ἐφ᾽ ὅσον διοδεύει τὴν ὁδὸν τῶν ἀρετῶν καὶ τῷ κυρίῳ προσκολλᾶται, τοσοῦτον ἡ ἁμαρτία καὶ τὰ πάθη μειοῦνται καὶ αὐτὴ ἡ αἴσθησις ἐλαφρότητος καὶ πραϋπαθείας ἐν ἑαυτῇ αἰσθάνεται. ἐὰν δὲ τελείως προσκολληθῇ καὶ ὁλοκλήρως καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» ἀμώμως καὶ καλῶς διοδεύσῃ, εἰς αὐτὴν τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσελθεῖν καταξιοῦται παντελῶς τοῦ βαρυτάτου φορτίου τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθεῖσα.

πρότερον δὲ διὰ πολλῶν πειρασμῶν καὶ θλίψεων διελθεῖν δεῖ, καὶ οὕτω εἰς τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσέρχεται, τουτέστι τῆς ἀπαθείας τυχεῖν καταξιοῦται.

B Nr. 20b f. 133v17—134r9 — b Nr. 20b f. 138r4—26. Vgl. Dörries S. 194 Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος τῷ πυρὶ μὴ βληθὲν ἀποίητόν ἐστι τοῖς ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὡς πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπιτελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστοι καὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἀκμὴν νήπιαι καὶ ἀγύμναστοι τυγχάνουσι καὶ (ὥσπερ εἰπεῖν) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ, ὥς φησιν ὁ μακάριος Παῦλος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἰδού, πόσον αἱ θλίψεις (καὶ οἱ δοκιμασμοὶ καὶ οἱ πειρασμοὶ) εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, χρήσιμον καὶ δόκιμον τὴν ψυχὴν ἀπεργαζόμεναι. μόνον ἵνα τις προθύμως καὶ γενναίως καὶ ἀνδρείως ἑαυτὸν ἑτοιμάζῃ, φέρων ἐν ὑπομονῇ τὰ ἐπερχόμενα, καὶ ἵνα κρατήσῃ τῆς ἐλπίδος καὶ τῆς πεποιθήσεως, ἔχων τὴν προσδοκίαν τῆς λυτρώσεως πάντοτε καὶ θαρσῶν τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ, ὅτι οὐκ ἀφίησιν εἰς τέλος ψυχὴν ζητοῦσαν αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, «ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».

B Nr. 20c f. 134r9—135v4 — b Nr. 20c f. 138r26—139v8 Ἔτι δὲ καὶ τοῦτο ἐν ἑαυτῷ κρίνει, ὅτι καὶ ἐὰν ἀποκτενεῖ με καὶ μυρία ἕτερα χείρονα παθῶ παραχωρηθεὶς ὑπὸ τοῦ κυρίου μου παθεῖν καὶ θλιβῆναι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἐγὼ αὐτὸν οὐκ ἀφίημι. πιστὸς γάρ ἐστιν, ὃς ἐξελεῖταί με ἐκ πάσης θλίψεως «καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν» ἀναγάγῃ με, καὶ οὕτως ἑαυτὸν ὅλον ἐξ ὅλου τῷ κυρίῳ ἀποδεδωκὼς καὶ εἰς τέλος ὑπομείνας ὕστερον τῆς εὐεργεσίας καὶ τῆς ἀντιλήψεως καὶ τῆς τῶν ἀγαθῶν ἀνταποδόσεως πεῖραν λήψεται, καθώς φησιν ὁ κύριος· «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται».