Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Λόγος κγ΄
Ο πνευματικός πόλεμος και η προοδευτική εμπειρία της χάριτος
Η βιωματική γνώση της χάριτος και η προοδευτική πνευματική προκοπή μέσα από τον παραλληλισμό με τις πολεμικές τέχνες και την κοσμική παιδεία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πνευματικός πόλεμος και η προοδευτική εμπειρία της χάριτος
Η βιωματική γνώση της χάριτος και η προοδευτική πνευματική προκοπή μέσα από τον παραλληλισμό με τις πολεμικές τέχνες και την κοσμική παιδεία.
εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς οὐ δύνανται ἐλθεῖν οἱ ἄνθρωποι οὐδὲ ἀξίωμά τι μεῖζον παρὰ βασιλέως λαμβάνειν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένωνται καὶ ἀνδραγαθήματα πολλὰ ἐπιδείξωνται εἰς πόλεμον εἰσελθόντες, πᾶσαν πολεμικὴν τέχνην μαθόντες καὶ ἐγγυμνασάμενοι καὶ πείρᾳ τὴν νίκην ἐπιδειξάμενοι καὶ τρόπαια κατὰ τῶν ἐναντίων ἀράμενοι καὶ εἰς πάντα τῷ βασιλεῖ εὐδοκιμήσαντες (τότε γὰρ ἀξιωμάτων καὶ τιμῶν μεγάλων βασιλικῶν καταξιοῦνται)—πόσῳ μᾶλλον παρὰ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ τὰ ἀξιώματα τῆς χάριτος καὶ τῆς δωρεᾶς τοῦ πνεύματος καὶ τὰ οὐράνια παρὰ θεοῦ δόματα οὐδεὶς καταξιοῦται εὐθὺς λαμβάνειν, ἐὰν μὴ πρότερον ἐγγυμνάζηται διὰ παντὸς ὁ νοῦς τῇ τῶν ἀγαθῶν ἐννοιῶν μελέτῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν προσοχῇ καὶ τῇ πρὸς θεὸν πεποιθήσει, καὶ οὕτω καταξιωθῇ χάριτος καὶ λάβῃ οὐράνιον ὅπλον (αὐτὸ τὸ πνεῦμα) καὶ ἐν αὐτῷ μεγάλως εὐδοκιμήσῃ κατὰ τῶν πνευμάτων «τῆς πονηρίας»· ἀγωνιζόμενος, καὶ συμφωνῶν καὶ συνενούμενος τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ θεοῦ χάριτι καὶ τῷ οὐρανίῳ ὅπλῳ σύμμαχος καὶ συμπολεμιστὴς κατὰ τῆς κακίας διὰ παντὸς γεγονὼς καὶ τροπωσάμενος διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ δοκιμασιῶν τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον.
καὶ ὅτε τὴν νίκην ἄρηται κατὰ τῶν ἐχθρῶν, τότε ἀξιωμάτων θείων καὶ ἐπουρανίων καὶ τιμῶν ἐνδόξων καὶ πνευματικῶν παρὰ τῷ ἐπουρανίῳ βασιλεῖ τυχεῖν καταξιοῦται, δυνάμενος οὗτος καὶ ἑτέρους λοιπὸν καταρτίζειν καὶ διδάσκειν πόλεμον. εἰ γὰρ ἀπὸ ἀγέλης ἁπλῶς ἄνθρωπος κοινὸς ληφθῇ μὴ εἰδὼς πόλεμον μήτε πεῖραν ἔχων πολεμικῶν πραγμάτων καὶ εὐθὺς στρατηλάτης καταστῇ πάντων γέλωτος ἄξιός ἐστι τῶν πολεμικῶν κατάρχειν βουλόμενος αὐτὸς πρότερον μὴ εἰδὼς πόλεμον. οὕτως καὶ εἰς τὸ πνευματικὸν ὁ τὸν λόγον τοῦ θεοῦ ὑφηγούμενος καὶ ψυχῶν προϊστάμενος ἔμπειρος κατὰ πάντα τῶν πνευματικῶν πραγμάτων εἶναι ὀφείλει, ἵνα ὧνπερ ὑφηγεῖται λόγων πείρᾳ τὴν ἐργασίαν ἐπιδειξάμενος ὠφέλειαν καὶ βοήθειαν δι᾽ ἑαυτοῦ τοῖς ἀκούουσιν ἑκάστοτε προσάγῃ. ἡ γὰρ τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ καὶ τὸ τῆς χάριτος ἔργον ἐν τῇ πιστῇ ψυχῇ καταρτιζόμενον ἐν πολλῇ τινι λεπτότητι καὶ αὐξήσει καὶ προκοπῇ ἐπιτελεῖται, καὶ ὅτε τις νομίσει τετελεκέναι τότε ἄρξασθαι αὐτὸν δεῖ ἐνδοτέρου πράγματος, τῶν τοῦ πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει.
εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ κοσμικῇ σοφίᾳ ἐστί—λέγω δὴ χαμαιδιδασκάλων εἶτα γραμματικῶν εἶτα ῥητόρων πάλιν σοφιστῶν τέλος φιλοσόφων—καὶ ἐπάν τις πάντας τοὺς διδασκάλους διέλθοι ἓν τελειῶν καὶ ἑτέρου ἀρχόμενος, τότε δίκας λέγειν ἐπ᾽ ἀρχόντων ἄρχεται εἶτα χρόνοις ἐπευδοκιμήσας γίνεται κατὰ καιροὺς καὶ αὐτὸς ἄρχων, καὶ τότε πάλιν συγκάθεδρον ἑαυτῷ λαμβάνει μήτι αὐτὸν τοῦ δικαίου παρέλθοι. εἰ οὖν ἐν τῷ κόσμῳ τούτῳ τοσαύτη σοφίας λεπτότης καὶ προκοπὴ τυγχάνει, πόσῳ μᾶλλον ἡ ἄρρητος καὶ ἄπειρος τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ πολλήν τινα λεπτότητα καὶ πολλὰς προκοπὰς ἔχει. καὶ ὅσῳ τις προκόπτει, ἀρχὴν λαμβάνει ἑτέρων πραγμάτων, τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν ἐνδότερον γίνεται, καὶ ὅσῳ ἐν τῇ χάριτι αὔξει καὶ προκόπτει καὶ τῇ τοῦ θεοῦ γνώσει πλουτεῖ, τοσούτῳ καὶ τὰ τῆς κακίας «νοήματα» καὶ πανουργεύματα ἐπιγινώσκει, ὥς φησιν ὁ ἀπόστολος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.