Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κγ΄

Μακάριος ὁ Αἰγύπτιος

Η πεποίθηση στον Θεό ως θεμέλιο του πνευματικού αγώνα

Η αναγκαιότητα της σταθερής πίστεως για την προκοπή στην αρετή και το πρότυπο της γενναιότητας στον αόρατο πόλεμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 4

XXIII. Ausführliche Fassung B Nr. 19a f. 130v16—131v21 — b Nr. 19a f. 135v6—136r34. Vgl. Dörries S. 192 Ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ κατ᾽ ἀλήθειαν τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύων καὶ ὁ εὐπειθὴς δοῦλος τοῦ κυρίου εἰς ἕκαστον ἀγαθὸν καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀεὶ προκοπὴν λαμβάνει καὶ κρείττων ἑαυτοῦ γίνεται ὁσημέραι βελτιούμενος καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα θεμέλιον κτᾶται, οἷον εἰς ταπεινοφροσύνην καὶ πραότητα εἰς χρηστότητα εἰς ὑπομονὴν εἰς μακροθυμίαν εἰς ἀγάπην εἰς πίστιν εἰς ἐλπίδα εἰς σωφροσύνην εἰς ἀνδρείαν εἰς ἀγαθότητα. ἕκαστον γὰρ αὐτῶν πολλὴν βαθύτητα καὶ πλατύτητα καὶ λεπτότητος ἐργασίαν ἔχει. ὥσπερ ἐὰν ᾖ ἐν παραδείσῳ δένδρα πολλὰ καρποφόρα τε καὶ διάφορα καὶ ἕκαστον δένδρον ἔχῃ κλάδους καὶ πάλιν οἱ κλάδοι κλῶνας μικροὺς κάρφη τε λεπτότερα καὶ πλῆθος πολὺ φύλλων, οὕτως ἐν ἑκάστῃ τῶν ἀρετῶν πολλή τις λεπτότης ἔγκειται ἐργασίας καὶ πολλὴ βαθύτης καὶ ἕκαστον ὥσπερ ἀποτέλεσμά τι τέλειον τυγχάνει. πάντων δὲ τούτων κρηπὶς καὶ ἑδραίωμα καὶ τὸ ἀκρότατον, εἰς ὃ ὀφείλει ἡδραιῶσθαι καὶ τεθεμελιῶσθαι ἕκαστος ὁ προσερχόμενος θεῷ, ἔστιν ἡ εἰς θεὸν πεποίθησις καὶ ἡ τῆς πίστεως ἑδραιότης, ὅπερ πρὸ πάντων ἕκαστος ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ κτήσασθαι ὀφείλει καὶ ἑδραιωθῆναι τῇ πεποιθήσει τοῦ θεοῦ.

οἱ γὰρ μὴ κτώμενοι τὴν εἰς θεὸν πεποίθησιν πρότερον ἐοίκασι τοῖς οἰκοδομοῦσιν οἶκον ἄνευ θεμελίου. καὶ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀθλήσαντες καὶ γενναιότητα ἐνδειξάμενοι μεγαλοψύχως ἐν πολλοῖς πολέμοις καὶ μεγάλοις τῇ πρὸς θεὸν πίστει καὶ πεποιθήσει τοὺς ἑαυτῶν ἐχθροὺς ὑπέτασσον ἐν τῷ σωματικῷ πολέμῳ, οὓς ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς ἐν τῷ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» ἀοράτῳ πολέμῳ, ὅτι οὕτω πρόθυμοι καὶ ἀνδρεῖοι καὶ γενναῖοι καὶ μεγαλόψυχοι εἶναι ὀφείλομεν οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί· φησὶ γὰρ ὁ ἀπόστολος· «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». ἐν ταῖς θλίφεσι τοίνυν ταῖς διαφόροις καὶ τοῖς ποικίλοις πειρασμοῖς, τοῖς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἡμῖν ἐπεγειρομένοις, ὑπομονητικοὶ τυγχάνειν ὀφείλομεν καὶ ἀνδρίζεσθαι καὶ μακροθυμεῖν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθληταὶ καὶ πολεμισταί, ὅπως καὶ ἐν ταῖς παρακλήσεσι καὶ δωρεαῖς τῆς χάριτος εὐχάριστοι εἶναι δυνηθῶμεν.