Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κγ΄ (ἐκλογαί)

Μακάριος ὁ Αἰγύπτιος

Η ωφέλεια των θλίψεων και η σταδιακή κάθαρση της ψυχής από την αμαρτία

Εξηγείται, με χρήση βιβλικών παραδειγμάτων και εικόνων από τη φύση, πώς η υπομονή στους πειρασμούς αποτρέπει την αλαζονεία και συντελεί στην πνευματική ωριμότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 3

C Nr. 32c f. 134r13—25 — R Nr. 30b f. 139v13—140r2 — J Nr. 19 Ὥσπερ γὰρ ἐν τῷ βίῳ οὔκ ἐστι πάντοτε εὐφορία, εἰ γὰρ πάντοτε ἄνεσις ἦν καὶ τρυφή, κατεσκίρτων ἂν τοῦ θεοῦ· «ἔφαγε» γὰρ «ὁ Ἰσραὴλ καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ ἡ ψυχὴ εἰ πάντοτε ἐν τῇ ἀνέσει τοῦ πνεύματος διῆγεν, οὐκέτι ἐπεγίνωσκεν ἑαυτὴν καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει καὶ μόνον οἰήσει προέκοπτεν, ὥς φησιν ὁ ἀπόστολος, ἐπὶ συμφέροντι τὰς θλίψεις διηγούμενος· «ἐδόθη μοί» φησιν «σκόλοψ τῇ σαρκί, ἵνα μὴ ὑπεραίρωμαι». ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς τὸ συμφέρον ἦσαν.

C Nr. 32d f. 134r25—134v15 — R Nr. 30c f. 140r2—22 — J Nr. 19 Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως ὅσῳ τύπτεται λεπτότερον καὶ χρησιμώτερον καθίσταται, οὕτως ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα χρησιμωτέρα καὶ καθαρωτέρα εἰς τὸ πνευματικὸν ἔργον καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χορὸν κληρονομεῖν καταξιοῦται. ὑπομενούσης γὰρ τῆς ψυχῆς καὶ μακροθυμούσης κατ᾽ ὀλίγον τὸ τῆς κακίας μέρος μειοῦται. ὥσπερ γὰρ ἐάν τις διοδεύῃ ὁδὸν μακρὰν βαστάζων μαρσίπιον μεστὸν ἄμμου, ἔχῃ δὲ κάτωθεν λεπτοτάτην ὀπήν, ὅσῳ τις βαδίζει ἐκεῖνο ἀπορρέει καὶ κουφίζεται, ἕως ἂν ὅλη ἡ ἄμμος ἐκκενωθῇ, οὕτω κατ᾽ ὀλίγον ἐλαττοῦται ἡ ἔνοικος ἁμαρτία τῷ προσκολλομένῳ τῷ θεῷ.

C Nr. 32e f. 134v15—25 — R Nr. 30d f. 140r22—140v8 — J Nr. 19 Ὥσπερ γὰρ νήπιον πρὸς τὰ τοῦ κόσμου ἔργα ἄχρηστον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖν δύναται οὔτε φυτεῦσαι οὔτε ἕτερόν τι ποιῆσαι οὕτω ψυχαὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ἀκμὴν νήπιαί εἰσιν, οὔπω χρησιμεύουσι τῇ βασιλείᾳ ὥς φησιν· «εἰ δὲ χωρίς ἐστε παιδείας», «ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἴδε, πόσον αἱ θλίψεις εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, μόνον ἵνα τις προθύμως καὶ γενναίως ἑαυτὸν ἑτοιμάσῃ φέρειν.