Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κηʹ (σύντομος ἔκδοσις)

Μακάριος ὁ Αἰγύπτιος

Εσωτερική βασιλεία και πνευματική αναγέννηση

Η έλευση του Αγίου Πνεύματος, η απαλλαγή από την πτώση της Εύας και η υιοθεσία του ανθρώπου μέσω της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 3

Ἤρεσε κἀμοὶ μετὰ τοῦ προφήτου λέγειν Ἡσαΐου· ὅτι ὑπέμεινα ὥσπερ «ἡ τίκτουσα» ἕως οὗ «ξηρανῶ» αὐτοὺς καὶ ἀπολέσω. εἰ οὖν οἶδας σεαυτὸν ὅτι βρύει ἐν σοὶ ἡ πηγὴ τοῦ ἁγίου πνεύματος, τοῦτό ἐστι τὸ σημεῖον ὅτι ἐξηράνθησαν καὶ ἀπώλοντο, καθὼς εἶπεν ὁ σωτὴρ ἡμῶν, ὅτι οὐκ ἔστιν «ἡ βασιλεία» τῶν οὐρανῶν «ὧδε ἢ ἐκεῖ», ἀλλ᾽ ἔσωθεν «ὑμῶν ἐστιν». πάλιν ὁ ἀπόστολος λέγει· «ἡ βασιλεία τοῦ θεοῦ» οὐκ ἔστιν «ἐν λόγῳ», «ἀλλ᾽ ἐν δυνάμει». εἰσὶ γάρ τινες λαλοῦντες τὰ τῆς βασιλείας μὴ ἐργαζόμενοι δὲ αὐτά, καὶ εἰσί τινες οἱ ἐργαζόμενοι μὲν τὰ τῆς βασιλείας μὴ λαλοῦντες δὲ ἐν φυλακῇ οὐδὲ ἐν γνώσει. ἐν οἷς δὲ γέγονεν ὁ λόγος τοῦ σωτῆρος, τὸ «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστιν», ὀλίγοι καὶ σπάνιοί εἰσι καὶ δυσεύρετοι· τούτοις ἐπεφοίτησε τὸ «πνεῦμα» τὸ ἅγιον τοῦ θεοῦ καὶ ἐπληρώθη ὁ λόγος τοῦ εὐαγγελιστοῦ Ἰωάννου· ὅτι οἱ πιστεύσαντες τῷ ὀνόματι αὐτοῦ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος» «ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγενήθησαν». οὗτοί εἰσιν οἱ ἀπαλλαγέντες τῆς ἀποφάσεως τῆς πικρᾶς τῆς ἐξελθούσης κατὰ τοῦ Ἀδάμ· ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου», οὗτοί εἰσιν οἱ καταλαβόντες τὴν χαρὰν ἣν κατέλαβε Μαριάμ· ὅτι «πνεῦμα θεοῦ ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι».

ὡς γὰρ ἡ λύπη κατέβη ἐπὶ τὴν Εὔαν καὶ τῷ σπέρματι αὐτῆς ἕως τοῦ νῦν, οὕτω πάλιν κατέλαβεν ἡ χαρὰ τὴν Μαριὰμ καὶ τῷ σπέρματι αὐτῆς ἕως τοῦ νῦν. ὡς οὖν ἦμεν υἱοὶ τῆς Εὔας ποτὲ καὶ ἐγνωρίζομεν τὴν κατάραν αὐτῆς τὴν ἐφ᾽ ἡμᾶς διὰ τῶν λογισμῶν ἡμῶν τῶν ἀτίμων, οὕτω πάλιν ὀφείλομεν γνωρίσαι ἑαυτοὺς ὅτι ἐκ τοῦ θεοῦ ἐγεννήθημεν διὰ τῶν λογισμῶν τοῦ ἁγίου πνεύματος καὶ διὰ τῶν παθημάτων τοῦ Χριστοῦ, εἰ τῷ ὄντι εἰσὶν ἐν τῷ σώματι ἡμῶν. γέγραπται γὰρ ἐν τῷ ἀποστόλῳ· ὅτι «δοκιμάσατε ἑαυτούς», εἰ ὁ «Χριστὸς ἐν ὑμῖν ἐστιν» ἢ οὐκ οἴδατε «ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν», «εἰ μήτι» ἄρα «ἀδόκιμοί ἐστε» ὅτε οὖν ἐφοροῦμεν «τὴν εἰκόνα τοῦ χοϊκοῦ», ᾔδειμεν ὅτι υἱοὶ αὐτοῦ ἐσμὲν διὰ τῆς ἀτίμου ὕλης τῶν λογισμῶν αὐτοῦ τῶν οἰκούντων ἐν ἡμῖν, ἅπερ ἐστὶ τὰ πάθη. οἱ δὲ φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου» γνωρίζουσιν ἑαυτοὺς ὅτι υἱοί εἰσι τοῦ ἐπουρανίου «διὰ τοῦ» ἁγίου «αὐτοῦ πνεύματος» τοῦ «ἐνοικοῦντος ἐν» αὐτοῖς.