Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κηʹ (σύντομος ἔκδοσις)

Μακάριος ὁ Αἰγύπτιος

Ασκητική εγρήγορση και πνευματική προκοπή

Τα κριτήρια της πνευματικής προόδου, η ετοιμότητα της ψυχής ως νύμφης και η προτροπή για συνεχή αγώνα κατά των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 3

εἰ οὖν ἔφθασας εἰς τὸν λόγον τοῦτον· ὅτι «τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν», καὶ εἰ ἐπληρώθη ἐπὶ σὲ ὁ λόγος τοῦ ἀποστόλου ὁ λέγων· «καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν» καὶ τῷ νοῒ ὑμῶν (ὅς ἐστι Χριστὸς Ἰησοῦς), εἰ ἔφθασας εἰς τὸν λόγον τοῦτον· ὅτι «ἐκ τοῦ σκότους φῶς» «ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν» «τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ», εἰ ἐπληρώθη ἐπὶ σοὶ ὁ λόγος· ὅτι «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι», καὶ ἔσεσθε ὡς δοῦλοι προσδεχόμενοι τὸν ἑαυτῶν δεσπότην, «πότε ἀναλύει» ἀπὸ τοῦ γάμου, ἵνα μὴ φραγῇ τὸ στόμα σου μὴ ἔχον τινὰ ἀπολογίαν ἀνὰ μέσον τῶν ἁγίων, εἰ οἶδας ὅτι ἔχει ἔλαιον τὸ ἀγγεῖόν σου, ὡς αἱ φρόνιμοι παρθένοι, ἵνα μὴ ἀφεθῇς ἔξωθεν τῆς θύρας, ἀλλ᾽ ἵνα εἰσέλθῃς εἰς τὸν νυμφῶνα σὺν τῷ νυμφίῳ, εἰ ᾐσθάνθης ὅτι τὸ πνεῦμά σου καὶ ἡ ψυχή σου καὶ τὸ σῶμά σου ἡνώθησαν ἀμέμπτως καὶ ἀνίστανται τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἄσπιλα, εἰ ἀνέλεγχος καὶ ἀκατάγνωστος ἐγένου ἀπὸ τῆς συνειδήσεώς σου καὶ εἰ νήπιον ἐγένου κατὰ τὸν λόγον τοῦ σωτῆρος τὸν λέγοντα· «μὴ κωλύετε» «τὰ παιδία» ἔρχεσθαι «πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν».

εἰ ἀληθῶς γέγονας αὐτῷ νύμφη καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ ἐκληρονόμησέ σε ἔτι ὄντος σοῦ ἐν τῷ σώματι, προσδόκησον βασιλείαν, εἰ δὲ μήγε, λύπην καὶ στεναγμὸν προσδόκα, διότι αἰσχύνη καὶ ὄνειδος προάγει σου ἐνώπιον τῶν ἁγίων. τοῦτο δὲ γίνωσκε, ὅτι ὡς παρθένος τις τοῦ κόσμου τούτου ἀνισταμένη πρωίας καθ᾽ ἑκάστην ἡμέραν ἄλλης μερίμνης οὐχ ἅπτεται, πρὶν ἢ καλλωπίσει ἑαυτὴν τῷ νυμφίῳ ἑαυτῆς ἐσοπτριζομένη πολλάκις, μήποτε ἔστι μῶμος ἐν τῷ προσώπῳ αὐτῆς. ἐχούσης γὰρ αὐτῆς μῶμον οὐ μὴ ἀρέσῃ τῷ νυμφίῳ ἑαυτῆς. οὕτω μέριμνα πολλή ἐστι τοῖς ἁγίοις ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐρευνῆσαι ἑαυτῶν τοὺς λογισμοὺς καὶ μαθεῖν, εἴ εἰσιν ὑπὸ ζυγὸν τοῦ ἁγίου πνεύματος ἢ οὔ. λοιπὸν ἀγωνίζου, ἀδελφέ, ἐπιμελῶς ἐν πόνῳ καρδίας καὶ στόματος, ἐν γνώσει τοῦ κτήσασθαι τὴν αἰώνιον χαρὰν ἐκείνην, διότι σπάνιοί εἰσιν οἱ ἀξιωθέντες αὐτῆς, οἵτινες ἐκτήσαντο «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ εἰς προκοπὴν ἤγαγον τὴν ψυχὴν αὐτῶν καὶ ἠλευθέρωσαν πάσας τὰς αἰσθήσεις αὐτῆς ἀπὸ παντὸς μολυσμοῦ τῶν παθῶν, καθὼς εἶπεν ὁ ἀπόστολος· ὅτι αὔξησιν αὐτῶν παρασχώμεθα ἐν ἡμῖν ἐν πᾶσιν, «ὅ ἐστιν ἡ κεφαλὴ Χριστός». δυνατὸν δέ ἐστι τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ συναντιλαβέσθαι «τῇ ἀσθενείᾳ ἡμῶν», ὅπως ἀξιωθῶμεν φθάσαι μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Ἀμήν.