Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγος κηʹ (ἀναθεώρησις πληρεστέρα)

Μακάριος ὁ Αἰγύπτιος

Η υπεροχή της αγάπης, ο νοητός πόλεμος και η πνευματική περιτομή

Η αναγκαιότητα της τέλειας αγάπης που υπερέχει των μερικών χαρισμάτων, καθώς και η προτροπή για εσωτερική περιτομή της καρδιάς μέσω της εξολόθρευσης των εμπαθών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 4

Τοιγαροῦν μαρτύρομαι ἐνώπιον αὐτοῦ τοῦ δεσπότου μου καὶ 〈τοῦ〉 προσκυνητοῦ πνεύματος ἁγίου, ὅτι ὥσπερ ἡ ἐπίγειος παρθένος, κἂν δέξηται ἀρραβῶνα, κἂν μετὰ τὸν ἀρραβῶνα δῶρα πολλά, κἂν πάσης τῆς οὐσίας κυριεύσῃ, μὴ τύχῃ δὲ τῆς σαρκικῆς ἐκείνης κοινωνίας, ξένη ἐστὶ τοῦ ἐπονομασθέντος αὐτῇ ἀνδρὸς—οὕτω καὶ ἡ Χριστῷ παρθενευομένη ψυχή, κἂν δέξηται ἀρραβῶνα διὰ τοῦ βαπτίσματος («ἀρραβὼν» γάρ ἐστι τέλειος «τῆς» μελλούσης «κληρονομίας» τὸ βάπτισμα) καὶ μετὰ τὸ βάπτισμα εὐθὺς δέξηται δόματα πολλά, λόγου ἢ ἑρμηνείας ἢ ἰάσεως ἢ τινὸς ἄλλου χαρίσματος, μὴ καταξιωθῇ δὲ τῆς συναφείας τοῦ ἀφθάρτου νυμφίου, ξένη αὐτῷ τυγχάνει. τὸ χρῖσμα γὰρ τῆς «ἀγαλλιάσεως» καὶ τὸ «ἔνδυμα» τοῦ «γάμου» οὐκ ἐν χαρίσμασιν ἐπιγινώσκεται, ἀλλ᾽ ἐν αὐτῇ τῇ υἱοθεσίᾳ ἐν ᾗ ἡ ἄτρεπτος ἀγάπη. ἔχουσα οὖν τὸν ἀρραβῶνα τοῦ βαπτίσματος τὸ μὲν «τάλαντον» τέλειον ἔχεις, μὴ ἐπεργασαμένη δὲ ἀτελὴς ἔσῃ, οὐ μόνον δὲ ἀλλὰ καὶ στερηθήσῃ αὐτοῦ. μὴ τοίνυν λογίζου ψωμίσασά σου «τὰ ὑπάρχοντα» εἶναί τι. εἰ δὲ καὶ λόγον ἔχεις λαλοῦσα «ταῖς γλώσσαις τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων», μὴ ἐπαίρου· οὐδέπω γὰρ «τὸ τέλειον» εἴληφας. ἐὰν δὲ καὶ «ἑρμηνείαν» ἔχῃς, μὴ ἐναπομείνῃς. εἰ δὲ καὶ «πᾶσαν τὴν πίστιν» κέκτησαι, ἐλθὲ ἐπὶ τὴν «ἀγάπην» τὴν μὴ συγχωροῦσάν σοι πεσεῖν. «

ἡ» γὰρ «ἀγάπη οὐδέποτε πίπτει», ἄτρεπτος γὰρ οὖσα ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας. οὐκοῦν τὰ χαρίσματα οἰκονομίας ἕνεκεν ἐπιτελεῖται κατὰ τὴν διαίρεσιν τῆς τοῦ θεοῦ βουλήσεως τοῖς ἔτι νηπίοις καὶ ἀτελέσιν, ἡ δὲ ἀγάπη (ὡς προεῖπον) ἀπαθεῖς καὶ ἀτρέπτους τοὺς καταξιωθέντας αὐτῆς καθίστησιν, «θεὸς» γάρ ἐστιν, ὡς ἐν ταῖς καθολικαῖς μεμαθήκαμεν. πᾶσα οὖν ψυχὴ ἐνεργουμένη ὑπὸ λογισμῶν ῥυπαρῶν καὶ ἐνθυμήσεων πονηρῶν οὐ Χριστῷ παρθενεύεται, μοιχεύεται γὰρ ὑπὸ τοῦ ἐναντίου. ἡ δὲ καθαρῶς ἐπιθυμήσασα παραστῆναι τῷ κυρίῳ ἐν ἁγνότητι καρδίας διάγει, καθώς φησιν ὁ νυμφαγωγός· «ἡρμωσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν». ὅσων οὖν τὰ νοήματα φθείρεται, ἐν τῇ κοινωνίᾳ τῆς τοῦ διαβόλου φθορᾶς εἰσι καὶ οὐκ ἐν τῇ κοινωνίᾳ τῆς τοῦ σωτῆρος ἀφθαρσίας· «τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος» ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων»; ὥστε πιστεύσωμεν τούτοις, ἵνα καὶ ἀψευδῶς ἀναγινώσκωμεν· «ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». ἐν οἷς γὰρ Χριστὸς οὐκ ἐνοικεῖ, νεκροὶ ὑπάρχοντες οὐκ αἰνοῦσι γνησίως τὸν θεόν, ἐπειδὴ ἐν τῷ προφήτῃ· «οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε». βασιλευσάτω τοίνυν «ἡ ζωὴ τοῦ Ἰησοῦ» ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.

κτησώμεθα ἐν ἑαυτοῖς «πνεῦμα Χριστοῦ», ἵνα ὦμεν αὐτοῦ· «εἴ τις» γάρ φησι «πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». ἐξολοθρεύσωμεν τὰ ἐν ἡμῖν ἔθνη· εἴπωμεν τῷ θεῷ «διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα», «ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς», ἑαυτῶν γὰρ κατηγοροῦμεν οὐ τῶν Ἰσραηλιτῶν, λέγοντες· «οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε κύριος αὐτοῖς». ἑαυτῶν κατηγοροῦμεν, οὐ τῶν εἰδώλων· «ὦτα» γὰρ ἔχομεν καὶ οὐκ ἀκούομεν, «ὀφθαλμοὺς» ἔχομεν καὶ οὐ βλέπομεν, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν ἡμῖν.

Ὥστε εὐξώμεθα «πεφωτισμένους τοὺς ὀφθαλμοὺς» τῆς διανοίας ἡμῶν γενέσθαι, ἵνα γνῶμεν τί ἐστιν· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου». βοήσωμεν ἐκ καρδίας «ῥαββουνί», ἵνα ἀναβλέψωμεν. ὁ ἀναβλέπων εἰ καὶ «ἐν σαρκί» ἐστιν «οὐ κατὰ σάρκα» στρατεύεται· «τὰ γὰρ ὅπλα τῆς στρατείας» αὐτοῦ «οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ἐπάρωμεν «χεῖρας ὁσίους» ἐν προσευχαῖς ἀπαραλείπτως «χωρὶς ὀργῆς καὶ διαλογισμῶν». γενώμεθα συμφυλέται τοῦ κυρίου τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς «Ἰούδα». ἰουδαίσωμεν ἐν τῷ κρυπτῷ· «οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος», «ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ», ὁ διὰ τῆς ἀργίας τῶν ματαίων λογισμῶν καὶ ῥυπαρῶν ἐννοιῶν σαββατίζων πάντοτε καὶ περιτομὴν δεξάμενος ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ. τοιγαροῦν περιτέμωμεν τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς «καρδίας» τὸ περιττὸν τοῦ νοὸς ἐκτεμόντες, ὅπερ ἔστι «τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία» ἡ παρασπαρεῖσα διὰ τοῦ ἐχθροῦ ἐν τῇ παρακοῇ. δεξώμεθα ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἐν πνεύματι θεοῦ νόμον, ὃν ἐπηγγείλατο λέγων· «διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπιγράψω αὐτοὺς ἐπὶ ταῖς διανοίαις αὐτῶν» καὶ παρὰ τοῦ Δαβίδ· «ὁ νόμος τοῦ θεοῦ ἐν καρδίαις αὐτῶν, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτῶν».