Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Πνευματικές δοκιμασίες, ανάσταση του σώματος και ενοίκηση του Αγίου Πνεύματος

Ανάλυση της αναγκαιότητας των πειρασμών για την τελείωση της ψυχής, η αποκατάσταση της αρχέγονης κυριαρχίας, η φύση του δοξασμένου σώματος κατά την ανάσταση και η ανακαίνιση του έσω ανθρώπου ως κατοικητηρίου του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 12

Ἐρώτησις. Πῶς λέγει Παῦλος· «ἔθνη τὰ μὴ νόμον ἔχοντα» «ἑαυτοῖς εἰσι νόμος»; εἰ μὴ εἶχον τὸν φυσικόν, πῶς ἐγίνοντο ἑαυτοῖς νόμος; Ἀπόκρισις. Διακρίσεως χρῄζει ὁ λόγος· καὶ ἠμαύρωται ὁ ἔσω ἄνθρωπος καὶ οὐκ ἠμαύρωται, καὶ τετύφλωται καὶ μερικῶς διήνοικται, καὶ νεκρός ἐστι καὶ ἐν τῇ φύσει ζῇ. οὐκ ἐγχωρεῖ δέ τινα «εἰσελθεῖν εἰς τὴν ζωήν», εἰ μὴ διὰ πολλῶν πειρατηρίων, διὰ πολλῶν γυμνασιῶν διὰ πολλῶν ἀτιμιῶν. οὕτω γὰρ δεῖ τὸ σκεῦος τοῦτο γυμνασθὲν «εἰσελθεῖν εἰς τὴν βασιλείαν», ἀγύμναστος δὲ οὐδεὶς εἰσέρχεται. ὥσπερ γὰρ ἵνα ᾖ σκεῦος ἀπόσκληρον καὶ λάβῃ αὐτὸ τεχνίτης, καὶ εἰσενέγκας αὐτὸ εἰς τὸ πῦρ πάλιν αὐτὸ ἐκβάλλει, σφυροκοπεῖ, πάλιν αὐτὸ εἰσφέρει, ἕως ἂν γένηται ἁπαλὸν καὶ σκεῦος τίμιον ἀποτελεσθῇ καὶ προχωρήσῃ εἰς ὑπηρεσίαν τῷ δεσπότῃ· ἢ ὥσπερ ἵνα ᾖ κηρός, οὗτος ὢν ἐν ψυχρῷ ἀέρι ἀπόσκληρός ἐστιν, ὅταν δὲ βληθῇ εἰς πῦρ καὶ ἄρχηται μαλάσσεσθαι καὶ ἁπαλύνεσθαι, τότε λαμβάνει τύπον καὶ εἰκόνα τελείαν τῆς σφραγῖδος—οὕτω καὶ αὐτὴ ἡ ψυχὴ πολλάκις εἰσερχομένη εἰς πῦρ καὶ δοκιμαζομένη χρῄζει παιδαγωγίας πολλῆς, ἵν᾽ οὕτω δυνηθῇ τὴν τελείαν εἰκόνα ἐντυπωθῆναι τοῦ Χριστοῦ καὶ σφραγῖδα ἐπουράνιον. καὶ τὰ «σκεύη» δὲ τὰ «ὀστράκινα» ὁ κεραμεὺς βάλλει εἰς πῦρ καὶ ὕδωρ καὶ οὕτω δοκιμάζει, κἀκεῖ τὰ μὲν αὐτῶν γίνεται χρήσιμα, τὰ δὲ λύεται καὶ ἀφανίζεται.

οὕτω καὶ οἱ βαίνοντες εἰς τὰ πειρατήρια καὶ εἰς τὴν γυμνασίαν τοῦ πολέμου ὄντες τῶν δύο τὸ ἕτερον ἢ νικῶσιν ἢ καταπίπτουσι καὶ ἀπόλλυνται καὶ γίνονται μακρὰν τοῦ θεοῦ καὶ ἀλλότριοι τῆς ζωῆς. οἱ 〈δὲ〉 ὑπομένοντες τὰ πειρατήρια καὶ τὰς θλίψεις, πίπτοντες ἐγειρόμενοι, οἰκοδομοῦντες καταστρεφόμενοι, λαμβάνουσι τὰ νικητήρια καὶ οὕτω λοιπὸν ἄπτωτοί εἰσι καὶ ἀνίκητοι. οὕτω γάρ ἐστιν ἡ ψυχὴ γυμναζομένη· ποτὲ πίπτει ποτὲ ἐγείρεται, οἰκοδομεῖ καταστρέφεται, ἕως οὗ τὰ νικητήρια ἀπενέγκηται. καὶ γὰρ ἐν τοῖς φαινομένοις τὰ παιδία πολλὰ ὁμοῦ ἀπέρχονται εἰς τὴν σχολήν· ἀλλ᾽ οἱ μὲν αὐτῶν ἄτακτοι, οἱ δὲ θεατρικοί, οἱ δὲ ἀσελγεῖς, οἱ δὲ κυνηγοί, οἱ δὲ σχολαστικοὶ καὶ ἐξκέπτορες ἐξέρχονται· οὕτω καὶ εἰς τὰ μοναστήρια πολλοὶ ὁμοῦ εἰσιν ἀδελφοὶ καὶ διὰ τοῦ αὐτεξουσίου τινὲς αὐτῶν εἰσέρχονται εἰς τὴν ζωήν, τινὲς δὲ οὔ. ὥσπερ γὰρ τὸ φυτόν, ἕως ὅτε νήπιον ἐστιν, καὶ χαυνοῦται καὶ οὐ δύναται ῥιζωθῆναι εἰς τὴν γῆν, καὶ ἐὰν καταλάβωσιν ἀέρες σκληροί, ἀποκναίεται, καὶ ἄνεμοι ὅταν ἐπέλθωσιν, συσσείουσι καὶ καταρρίπτουσιν, ὅταν δὲ ὄντως ῥιζωθῇ κατὰ βάθους εἰς τὴν γῆν, οὔτε ἀέρες οὔτε χειμῶνες βλάψαι δύνανται, ἐπειδὴ κατὰ βάθους ἐρρίζωται καὶ ἔστιν ἰσχυρόν.

οὕτω καὶ οἱ ἀδελφοὶ ἀκμὴν παιδία εἰσί, νήπιοι χρῄζοντες πολλῆς παιδαγωγίας, οἱ γὰρ μαθητευόμενοι «τῇ βασιλείᾳ τῶν οὐρανῶν» πάντοτε χρῄζουσιν ὁδηγῶν τῶν προδιοδευσάντων, ἕως ὅταν ῥιζωθῶσιν εἰς τὴν χάριν καὶ γένωνται ἄπτωτοι καὶ ἀσάλευτοι.

Οἱ γὰρ Χριστιανοὶ ἀνώτεροι γίνονται παθῶν καὶ δαιμόνων, δεσπόται εἰσὶ τῶν «ἀκαθάρτων πνευμάτων» καὶ νυμφ〈ῶνος υ〉ἱοὶ τοῦ Χριστοῦ καὶ «κληρονόμοι θεοῦ», οὗτοι ἔφθασαν εἰς τὴν τελειότητα τοῦ Χριστοῦ, «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ οὔτε πόνοι σωματικοὶ ἢ πυρετοὶ ἢ δαίμονες βλάψαι αὐτοὺς δύνανται· πάντων γὰρ δεσπόται εἰσὶ καὶ τὰ ἰοβόλα θηρία ὑποτέτακται αὐτοῖς. καὶ γὰρ αὐτὸς «ὁ πρῶτος ἄνθρωπος», δεσπότης ὢν τῶν κτισμάτων, παθῶν τε καὶ δαιμόνων ἐκυρίευεν, μετὰ δὲ τὸ παραβῆναι αὐτὸν δοῦλος γέγονε παθῶν καὶ δαιμόνων καὶ πυρὸς καὶ ξίφους. πάλιν δὲ ἐπελθόντος τοῦ Χριστοῦ οἱ ἄνθρωποι διὰ τῆς δυνάμεως τοῦ βαπτίσματος φθάνουσιν εἰς τὸ πρότερον μέτρον τοῦ Ἀδάμ, δεσπόται δαιμόνων καὶ παθῶν γίνονται, ὁ 〈«ἔσχατος〉 ἐχθρὸς» «ὁ θάνατος» «ὑπὸ τοὺς πόδας» Ἀδὰμ κατετέθη. χρὴ γὰρ τὸν Χριστιανὸν μακρὰν γενέσθαι τῶν βελῶν τῆς κακίας καὶ ζητεῖν σωθῆναι καὶ εἰς ὅλα τὰ ἆθλα συγκερασθῆναι. εἰ δὲ τὸν μὲν ὀφθαλμὸν ἔχων τέλειον καὶ τὸ πρόσωπον τῆς ὄψεως αὐτοῦ, τὰς δὲ χεῖρας ἢ πόδας πέπληκται, οὗτος δύο μέλη ἔσχε σῶα καὶ τὰ ἄλλα ἀσθενῆ εἰσιν. ἀλλὰ χρὴ τὸν Χριστιανὸν ὅλα τὰ μέλη σῶα καὶ ὑγιῆ ἔχειν. τὸ ἅρμα καὶ τὸ ὅπλον τοῦ Χριστιανισμοῦ καὶ ἡ ἕνωσις καὶ ἡ διαγωγὴ ὅλη ἐκτός ἐστι τοῦ κόσμου τούτου καὶ διὰ τοῦτο οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ οἴδασι τί ζητοῦσιν.

γῆς τεχνῖται γίνονται εἰς οὐρανὸν οὐκ ἀτενίζοντες, οὐδὲ ζητοῦσι μαθεῖν τέχνην εἰς οὐρανοὺς ἀνάγειν δυναμένην. καὶ εἰ εὑρίσκεις ἐμπόρους πολλάκις εἴτε φιλοσόφους, εὑρίσκεις ὅτι τοῦ αἰῶνος τούτου εἰσίν. «τὸ» δὲ «μυστήριον» τοῦ Χριστιανισμοῦ «μέγα ἐστὶ» καὶ περισπούδαστον μόνοις τοῖς ἐκτὸς τοῦ κόσμου εὑρισκομένοις. ὥσπερ ἵνα ᾖ πόλις μεγάλη καὶ ἐν αὐτῇ τῇ πόλει ὅλοι ὦσιν εὐγενεῖς, ὅλοι βασιλεῖς, ὅλοι ἱερεῖς, ὅλοι πλούσιοι, συμβῇ δὲ τούτοις διαμερισθῆναι ἕνα ἕνα εἰς πατρίδας τινάς, λοιπὸν ὅλοι οἱ οἰκήτορες τῶν μερῶν ἐκείνων, ἔνθα αὐτοῖς ἀπαντῶσιν, ὡς βάρβαροι καὶ ξένοι αὐτοῖς παραφαίνονται, ἀλλὰ καὶ οὗτοι ἐκείνοις. μόνον δὲ ἀλλήλους ὅταν ἴδωσιν ἐπιγινώσκουσιν, ὅτι ὁμόγλωσσοί εἰσι καὶ μιᾶς πόλεως. οὗτοι γὰρ ἄλλου κόσμου εἰσίν, ἄλλης πόλεως πολῖται εἰσὶ (τῆς τῶν ἁγίων), ἄλλου αἰῶνος (ὅσοι γὰρ «ἐν Χριστῷ, καινὴ κτίσις»), ἄλλης σοφίας, ἄλλου πνεύματός εἰσι μέτοχοι, ἄλλης αἰνέσεως, ἄλλου πλούτου, ἄλλου ἀξιώματος, ἄλλης προαιρέσεως, ἄλλον «νοῦν» ἔχουσιν («Χριστοῦ»), υἱοί εἰσι «φωτός», υἱοὶ «νυμφῶνος», υἱοὶ «παρακλήσεως», υἱοὶ «διαθήκης» καινῆς.

Ἀληθῶς οὖν τοῖς πολλοῖς ἀγνοεῖται τὰ τῶν ἀφθάρτων ἐν οὐρανοῖς καὶ μὴ παρερχομένων. ὑπόθου, ὅτι ἐστὶ βασιλεύς, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; ῥήτωρ ἐστὶν ἢ φιλόσοφος, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; εἰ δέ ἐστιν ἐκείνου τοῦ αἰῶνος, οἶδεν ἐκείνην τὴν γλῶτταν καὶ μέτοχός ἐστιν ἐκείνης τῆς σοφίας· ἅπερ γὰρ ἀπὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς οὐχ εὑρίσκεται, οὔτε ἐστὶν οὔτε ἀληθῶς δύναται ἔργῳ καὶ δυνάμει γνωρισθῆναι, ὅτι φαντασία ἐστὶ καὶ ὀφθαλμῶν πλάνη πάντα τὰ φαινόμενα. καὶ διὰ πόσων δεῖ παρελθεῖν τινα καὶ ἐπιτυχεῖν τῆς ζωῆς; διὰ πολλῶν πειρατηρίων. οὐκ ἐγχωρεῖ γάρ τινα «εἰσελθεῖν εἰς τὴν ζωήν», ἐὰν μὴ παρέλθῃ τὴν τραχείαν ὁδὸν καὶ τοὺς φοβεροὺς τόπους. ὥσπερ γὰρ ἡ ὀμίχλη ἐπίκειται τῷ ἀέρι, οὕτως ἡ δύναμις τοῦ σατανᾶ ἐπλήρωσε τὰς καρδίας τοῦ Ἀδὰμ καὶ ἐπίκειται ὅλαις ταῖς προαιρέσεσιν ὁ καπνός. καὶ λοιπόν εἰσι φιλαλήθεις καίτοι συνόντος τοῦ καπνοῦ σπουδάζοντες ἀντιστήκειν καὶ ἀγωνίζεσθαι, ἀλλ᾽ οὐκ εὐθέως γίνονται τοῦ ἀγαθοῦ μέρους, εἰ μὴ διὰ πολλοῦ δρόμου καὶ ἀγῶνος. οὗτοι τῶν μὴ ἀγωνιζομένων καλλίον〈ες〉 εἰσιν. ὅμως πολλοὶ μικρᾶς ἀναπαύσεως τυγχάνοντες καὶ αὐξανόμενοι ἐν χάριτι ἐπήρθησαν καὶ ἐτυφώθησαν καὶ ἐνόμισαν εἰς τὴν ἐλευθερίαν ἐφθακέναι καὶ εἶπαν ἑαυτοὺς τελείους, οἱ δὲ ὑποκλέπτονται ὑπὸ τῆς κακίας καὶ οὐκ οἴδασιν.

οὐδὲν γὰρ ἄλλο ἀπώλεσε τὸ γένος τῶν Χριστιανῶν, εἰ μὴ ἡ ἔπαρσις· καὶ γὰρ καὶ τὸν Ἀδὰμ ὁ ὄφις ἐπλάνησεν, ὅτι «ὡς θεοὶ» γίνεσθε. πάνυ γὰρ τὸ θεῖον ἀντιτάσσεται τῇ ἐπάρσει· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστιν· ὃν βλέπεις πεινῶντα, διψῶντα, ἔχοντα πόνον, πτωχὸν «τῷ πνεύματι», τεταπεινωμένον παρ᾽ ἑαυτῷ, ἐπιζητοῦντα συνεχῶς νυκτὸς καὶ ἡμέρας, οὗτος ἐν ἀληθείᾳ στήκει· εἰ δέ τις κεκόρεσται καὶ οὐκέτι δέεται, ἀλλὰ πλουτεῖ, οὗτος τῆς πλάνης ἐστὶ μέλος, ὥς φησιν· «ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε»· καὶ πάλιν λέγει· «οὐαὶ ὑμῖν τοῖς πλουσίοις» τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τοῖς ἤδη περὶ ἑαυτῶν ἔχουσιν, ὅτι ἐσμέν τι. τῷ δὲ θεῷ ἡ δόξα.

Ἐρώτησις. Ἆρά γε ἀνιστάμενα τὰ σώματα τοῦ Ἀδὰμ γυμνὰ ἵστανται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐπ᾽ αὐτοῖς «σκεπάσματα» καὶ 〈τρέφονται〉 τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐν ἐνδύμασι τὸ σῶμα καὶ ἐν βρώμασι τρέφεται (ἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας τε καὶ γυναῖκας περιβεβλῆσθαι καὶ σκέπεσθαι τὴν ἀσχημοσύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν); εἰ οὖν ἔτι συναναστάντα ἀπὸ τῆς διαλύσεως τῆς γῆς καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελθόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ;

Ἀπόκρισις. Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται· οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ. πόθεν οὖν ἔτι τοῖς ἀνθρώποις ἡ τροφὴ χορηγηθήσεται καὶ τὰ περιβόλαια κατασκευασθήσεται λυομένων τῶν ὁρωμένων κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι πέρα τῶν ὁρωμένων τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι. εἰ δὲ τοῖς Ἰσραηλίταις τὸ μάννα ὃ ἐδόθη ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶν (γέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»), πόσῳ μᾶλλον ἐν τῷ μέλλοντι αἰῶνι τροφὴν δίδωσιν ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν· ὅσοι οὖν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις» αὐτῶν καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, οὗτοι ἀναμφιβόλως ἀπολαύσουσι καὶ τῆς τοῦ σώματος δόξης. τὸ γὰρ νῦν κρυπτόμενον καὶ ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προκύψαν καὶ ἐπιχυθὲν καλύψει καὶ δοξάσει τὸ ἔξωθεν σῶμα τῷ αἰωνίῳ φωτί.

ἀνάγκη δὲ τὸν νοῦν τίμιον ὄντα ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα συνδοξασθήσεται τὸ σῶμα. ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ καταποθεῖσθαι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσδοκωμένῳ καιρῷ καὶ τὸ σῶμα περιβαλεῖ καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν ἀγγέλων.

Ἐν τοῖς ὁρωμένοις δὲ πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ ἡμέρα. καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά· ἐν αὐτῇ γὰρ οἱ κακοῦργοι τὴν ἀνομίαν ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι καὶ πορνεύουσι καὶ μοιχεύουσι ἀδεῶς ὑπὸ μηδενὸς ἐλεγχόμενοι. τὰ δὲ τῆς ἡμέρας ἔργα φωτεινά, ἔργα δικαιοσύνης καὶ θεοσεβείας, πᾶν γὰρ τὸ ἐν φωτὶ γινόμενον «φῶς ἐστιν», ἐν τῷ θεῷ εἰργασμένον. οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς ἐν νυκτὶ νῦν μὲν λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται». οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ κρύπτειν ἑαυτῶν τὰ πονηρὰ ἔργα, ἀλλ᾽ οὐ δύνανται λαθεῖν τὸν θεόν· «πάντα» γὰρ αὐτῷ «γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος». τὸ γὰρ σκότος τὸ νῦν καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὸ σῶμα συσκοτάσει καὶ καλύψει, καταποθεῖται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα τῶν δικαίων ἐκλάμψει «ὡς ὁ ἥλιος», οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται.

ὥσπερ δὲ τὰ κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως χρόνον ἔνδον κυοφορήσαντα τοὺς καρπούς, οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς γῆν θαπτόμενον πρῶτον μὲν ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ οὕτως αὐξάνον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφόμενον καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς «στάχυν» πλήρη καὶ κόκκον ἀποδίδωσιν, καὶ ὃν τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ οὕτως εἰς φανέρωσιν προφέρει τὸ συλληφθὲν καρποφορούμενον καὶ τὸν οἶνον «ἐν καιρῷ» ἀποδίδωσι—τὸν αὐτὸν τρόπον καὶ οἱ Χριστιανοὶ οἱ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπελῶνι ῥίζας γλυκυτάτας εἰς τὴν γῆν τῆς καρδίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλάμψει καὶ τὸ σῶμα καὶ αὐτὸ εὐφραῖνον καὶ χαροποιοῦν. οὕτω πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται.

ὥσπερ δὲ σώφρων παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν, τὸ γὰρ ἔμβρυον εἰς τελείαν σύμπηξιν ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ ἄφατον πῦρ, ἀλλ᾽ αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν ὁμοῦ καταδικάζονται.

Τοῦτο οὖν ἐστι τὸ ζητούμενον, ἵνα ἀπὸ τοῦ νῦν σπουδάσωμεν εἰς τὸν ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι᾽ αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν, ἀποκαθιστᾷ γὰρ αὐτοὺς εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον, κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν «τὴν ἐπαγγελίαν» «τῆς κληρονομίας». καὶ οἱ τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες κατενώπιον τῆς θεότητος· οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν τίμιοι καὶ ἀετοὶ καὶ περιστεραί. ὁ δὲ ἀρχιτέκτων Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» (ταῦτα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν), καὶ καθελὼν τίθησι τὸν θεμέλιον καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς λίθους (λέγω δὴ τοὺς τῆς φύσεως λογισμοὺς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ τῶν ἁγίων ἀποστόλων.

ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή· ἀνάγει αὐτὸς πρῶτον τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ ἀγγέλων καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἄνωθεν κάτεισι πρὸς τοὺς ἐπιγείους καὶ φωλεύει σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος ἑαυτῷ τόπον καταμένει.

Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτω δεῖ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὁρᾶν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς «δικαιοσύνης», καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται φέρειν τῶν ἀέρων τὴν τραχύτητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος καιρῷ ἐπανερχόμεναι, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινομένης ὅλης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι νοσσοποιοῦσι καὶ ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως φωναῖς—οὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ, παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας ἐπεισελθούσης τῷ τοιούτῳ οἴκῳ. ἐν τῷ καιρῷ τοίνυν τοῦ ἔαρος, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς· ἄμπελοί τε γὰρ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι δασύνονται κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς φαιδροῖς ἄνθεσιν.

ἔτι μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε εἶναι λοιπὸν καὶ νέα σώματα ἀρνίων τε καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μεταβέβληται καρποφοροῦντα καὶ κινούμενα καὶ τρεφόμενα. ἥ τε γὰρ ὑπὸ τοῦ κρύους συμπεπηγμένη γῆ διαλυθεῖσα καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ καὶ εὐκραεῖ καιρῷ καὶ ἀφθόνως τρεφόμενα χαίρει.

Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν πνευματικῶν καὶ νοερῶν πραγμάτων, ἀπὸ γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδουλωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ· πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ ξένοι τῆς φύσεως καὶ ἕκαστος διαλογισμὸς κακὸς ἐκ τοῦ σατανᾶ ἐστιν. ἐν δὲ τῷ «καιρῷ» τῆς «ἐπισκέψεως» τοῦ πνεύματος τοῦ ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή. ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρίβολοι καὶ οἱ φραγμοὶ καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος. ἄρχεται δὲ καὶ αὐτὴ ἡ καρδία κινεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ. πολλὴ γαλήνη ἐκεῖ, πολλὴ εἰρήνη, καὶ μακάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος. ὥσπερ δὲ αἱ περιστεραὶ ἐπὶ τὰς θυρίδας τρέχουσαι τὴν νοσσιὰν καταλαμβάνουσιν, οὕτως οἱ δίκαιοι ἐπὶ τὴν δόξαν τοῦ σώματος τοῦ Χριστοῦ τρέχουσιν εἰς τὴν κατάπαυσιν («ὅπου» γὰρ «τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ συναχθήσονται»). αὐτῷ ἡ δόξα.

Ξύλον ἄνοπλον, σταυρὸς ἄνευ σιδήρου καὶ σῶμα νεκρὸν ἐνίκησε καὶ ἐθανάτωσε τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· διὰ γὰρ τῆς ἰδίας αὐτοῦ πανοπλίας 〈«ἰσχυρότερος»〉 τὸν ἰσχυρὸν ὁπλίτην ἐθανάτωσε νικήσας. καὶ νῦν δὲ πρὸς πᾶσαν ψυχὴν ζητοῦσαν αὐτὸν ἐξ ἀληθείας ἔρχεται καὶ πλησιάζων τῇ ψυχῇ συντρίβει καὶ ἀναιρεῖ τὴν δύναμιν τοῦ σκότους τὴν φυλακήσασαν καὶ πεδήσασαν τὴν ψυχήν. τοσοῦτον δὲ πόθον καὶ τοσοῦτον ἔρωτα ὀφείλει ἔχειν ἡ ψυχὴ πρὸς τὸν ἡρμοσμένον αὐτῇ νυμφίον Χριστόν, ὅσον γυνὴ σώφρων καὶ φίλανδρος ὁρῶσα πολλάκις τὸν ἄνδρα ἐν φυλακῇ ἢ ἐν δεσμοῖς ἢ ἐν ἑτέρᾳ κολάσει διὰ τὴν πρὸς αὐτὸν ἀγάπην συνδεδέσθαι καὶ συμπάσχειν δοκεῖ καὶ μᾶλλον αἰκίζεται βασανιζομένη τοῖς σπλάγχνοις ἢ ὁ κατεχόμενος. καὶ ὃν τρόπον Μαρία τοῦ κυρίου σταυρουμένου παρεστῶσα ἐδάκρυε κλαίουσα διὰ τὸ τοῦ πόθου κέντρον καὶ συσταυροῦσθαι ἐδόκει, οὕτω καὶ ψυχὴ ἡ ἀγαπήσασα τὸν κύριον καὶ ζῆλον φίλτρου ἀναλαβοῦσα καὶ σπεύδουσα ἐν ἀληθείᾳ συνάπτεσθαι τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ ὀφείλει συμπάσχειν τοῖς παθήμασιν αὐτοῦ, πρὸ ὀφθαλμῶν ἀεὶ ἔχουσα καὶ μεμνημένη τῶν στιγμάτων αὐτοῦ τῶν δι᾽ αὐτὴν γενομένων, ὅσα δι᾽ αὐτὴν πέπονθεν ὁ ἀπαθής, καὶ πῶς δι᾽ αὐτὴν ἐκολάσθη ὁ πάσης ἀνώτερος κολάσεως, καὶ πῶς «ἐν μορφῇ θεοῦ» ὢν «μορφὴν δούλου» ἀνέλαβεν, καὶ οὕτως ἐν πᾶσι συμπάσχειν καὶ συνδεδέσθαι αὐτῷ· οὕτω γὰρ καὶ συνδοξασθήσεται.

καὶ ὡς τότε τῇ δυνάμει τοῦ θεοῦ ὁ λίθος ἀπεκυλίσθη τοῦ μνημείου καὶ εἶδε Μαρία τὸν κύριον, οὕτω δυνάμει καὶ ἐπισκέψει τοῦ ἁγίου πνεύματος ὁ λίθος ὁ ἐπικείμενος τῇ ψυχῇ, «τὸ κάλυμμα» τῆς ἁμαρτίας, ἀποκυλίεται καὶ ἐκ μέσου αἴρεται καὶ καταξιοῦται ἡ ψυχὴ τὸ πρόσωπον τοῦ Χριστοῦ ἰδεῖν καὶ ἀναπαῆναι ἐν τῷ πνεύματι αὐτοῦ λυθεῖσα καὶ ἐλευθερωθεῖσα τοῦ ἐπικειμένου λίθου τῆς ἁμαρτίας. πᾶσα γὰρ ψυχὴ ἀγαπῶσα τὸν κύριον θλίβεται ὑπὸ τῶν πονηρῶν δαιμόνων πολεμούντων αὐτὴν καὶ μὴ ἐώντων προσελθεῖν τῷ ζωοποιῷ Χριστῷ. τοῦτο δὲ κατὰ συγχώρησιν καὶ ἐπιτροπὴν θεοῦ γίνεται· δοκιμάζει γὰρ αὐτήν, εἰ ἀληθῶς ἀγαπᾷ τὸν δεσπότην, εἰ παραμένει τῇ προθέσει καὶ τῶν πόνων ὀχλούντων, εἰ μήποτε ὀκνήσασα ἀπείπηται αὐτὸν παραιτουμένη τὸν τῆς ὁδοῦ κόπον καὶ τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον ἀποφεύγουσα, παραμείνασα δὲ καὶ πολυετῆ χρόνον διατρίψασα τοῖς πειρασμοῖς τῆς κακίας, ἐν παρρησίᾳ κρίνεται πρὸς τὸν κύριον ὡς ἐγκαταλελειμμένη καὶ μηδεμιᾶς ἀξιωθεῖσα βοηθείας.

Καὶ ὁ κύριος τὸ ἀνδρεῖον τῆς ψυχῆς καὶ τὴν ἐν τοῖς πειρασμοῖς ὑπομονὴν θεασάμενος καὶ ὅτι πειραζομένη δόκιμος εὑρέθη, ἐπιφαίνεται τῇ χρηστότητι αὐτοῦ, ἐμφανίζων ἑαυτὸν καὶ καταλάμπων αὐτὴν τῷ ὑπερλάμπρῳ αὐτοῦ φωτὶ καὶ προσκαλούμενος αὐτὴν πρὸς ἑαυτὸν λέγει· «ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου», καὶ αὐτὴ δὲ προσδραμοῦσα αὐτῷ ἐγκαλεῖ αὐτῷ καὶ φησίν· διὰ τί, κύριε, τοσοῦτον χρόνον ἐγκατέλιπές με πολλὰ πάσχουσαν καὶ ὑβριζομένην ὑπὸ τῶν ἐχθρῶν; «εὗρόν με» γὰρ ζητοῦσάν σε «οἱ φύλακες» τῆς νυκτὸς οἱ περικυκλοῦντες τὴν πόλιν καὶ ἠνώχλησαν. ὁ δὲ κύριος φωτὸς ἀρρήτου πλήρης ἀποκρίνεται ἀναπείθων καὶ παρακαλῶν καὶ λέγων πρὸς αὐτήν· καλῶς λέγεις, «ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου, καλή μου, περιστερά μου». κρίνεται δὲ μετ᾽ αὐτῆς δεικνύων αὐτῇ τοὺς τύπους τῶν ἥλων καὶ λέγων· ἴδε οἱ τύποι τῶν ἥλων, ἴδε αἱ μάστιγες, ἴδε τὰ ἐμπτύσματα, ἴδε τὰ τραύματα. ταῦτα πάντα διά σε πέπονθα τὴν πολλοῖς τραύμασιν τραυματισθεῖσαν καὶ ὑπὸ πολλῶν ἐχθρῶν ἑλκομένην ἐν πολλῇ δουλείᾳ· κἀγὼ τῇ ἐμῇ φιλανθρωπίᾳ ἦλθον ἐπὶ τὴν σὴν ζήτησιν καὶ ἐπὶ τὴν σὴν ἐλευθερίαν, ἐπειδὴ ἀπ᾽ ἀρχῆς εἰκόνα ἐμὴν ἐποίησά σε καὶ εἰς ἐμὴν νύμφην ἔκτισά σε, καὶ διά σε πέπονθα ὁ ἀπαθής, καὶ ὁ ἀνύβριστος πολλὰς ὑπήνεγκα ὕβρεις διὰ τὴν σὴν ἀπολύτρωσιν.

σὺ δὲ διὰ σεαυτήν, τὴν τοσαῦτα κακὰ ἔχουσαν καὶ εἰς τοσοῦτον σκότος βεβυθισμένην, οὐκ ὤφειλες παθεῖν καὶ θλιβῆναι; κρινόμενος δὲ εἰρηνικῶς καὶ προσδιαλεγόμενος τῇ ψυχῇ ἀποδείκνυσιν, ὅτι καὶ τὸ ὑπομεῖναι αὐτὴν θλιβομένην αὐτὸς ἔδωκεν αὐτῇ καὶ αὐτὸς ἐνεδυνάμου ἐν τοῖς πειρασμοῖς καὶ παρεθάρσυνε κρυπτῶς.

Ἀκούσασα δὲ ταῦτα ἡ ψυχὴ γινώσκει, ὅτι οὐδὲν ἴδιον ἔσχεν, ἀλλὰ πάντα τὰ τοῦ κυρίου τοῦ καλοῦ καὶ ὡραίου νυμφίου. αὐτὴ δὲ τὴν πρόθεσιν καὶ τὴν ἀγάπην καὶ τὸ θέλημα, ὃ ἔδωκεν αὐτῇ, ἐξ ὅλης καρδίας καταγνοῦσα ἀποκρίνεται καὶ λέγει· ἴδε κύριε, ἴδε σῶμα ἁγνόν, ἴδε ψυχὴν καθαράν, ἀπόλαβέ με ὅλην ὑπὸ τὴν σὴν δεξιὰν σκεπομένην καὶ ἐν τοῖς σοῖς κόλποις ἀναπαυομένην. δείκνυσιν αὐτῇ ἑαυτὸν ὁ κύριος ἐν δυσὶ προσώποις, ἔν τε τοῖς στίγμασιν αὐτοῦ καὶ ἐν τῇ δόξῃ τοῦ φωτὸς αὐτοῦ, καὶ θεωρεῖ ἡ ψυχὴ τὰ πάθη, ἃ ὑπὲρ αὐτῆς ἔπαθεν, θεωρεῖ δὲ καὶ τὴν ὑπέρλαμπρον δόξαν τοῦ ἐνθέου φωτὸς αὐτοῦ, «τὴν αὐτὴν εἰκόνα» μεταμορφουμένη «ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος» καὶ ἐν ἀμφοτέροις τοῖς προσώποις προκόπτουσα, ἔν τε τῷ τοῦ πάθους καὶ ἐν τῷ τοῦ ἐνδόξου φωτός, τρόπον τινὰ λήθην λαμβάνει τῆς φύσεως καταλαμφθεῖσα ὑπὸ τοῦ θεοῦ καὶ συγκραθεῖσα καὶ μιγεῖσα τῷ ἐπουρανίῳ ἀνθρώπῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, πνεῦμα καὶ αὐτὴ γεναμένη. ὡς γάρ τις προσαίτης καὶ σφόδρα πενόμενος καὶ θύραν ἐκ θύρας ἀμείβων «τῆς ἐφημέρου τροφῆς» ἕνεκεν, ἀθρόως ἐκ τοῦ αἰφνιδίου βασιλεύσας ἐπιλανθάνεται τῆς πτωχείας διὰ τὴν ἐν χερσὶν εὐδαιμονίαν, οὕτως ἡ ψυχὴ πλουτήσασα πλοῦτον ἐπουράνιον οὐκέτι μνημονεύει τῆς πρώτης πενίας.

εἰ γὰρ ὁ Χριστὸς φύσει «ἐν μορφῇ θεοῦ ὢν» τρόπον τινὰ ἐπελάθετο τοῦ ἀξιώματος «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», πόσῳ μᾶλλον ἡ ψυχὴ οὐσίαν καὶ δύναμιν καὶ φύσιν θεοῦ προσλαβοῦσα ἐπιλανθάνεται τῆς προτέρας αἰσχρότητος.

Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἐν ἀγάπῃ ἐπιφανῆναι καὶ λυτρώσασθαι ἡμᾶς ἀπὸ τοῦ νῦν ἐκ τοῦ σκότους, ἵνα οὕτως ἐν τῇ ἀναστάσει καὶ τὸ σῶμα τῆς ἀσθενείας ἀπὸ τοῦ ἐγκαθέτου καὶ ἐλλάμψαντος τῇ ψυχῇ φωτὸς λάμψῃ καὶ αὐτὸ συνδοξαζόμενον τῇ ψυχῇ. «ὁ κύριος ἐγγύς» ἡμῶν ἐστι, μόνον ἡμεῖς ἐν ἀληθινῇ καρδίᾳ ζητήσωμεν αὐτόν. πᾶς οὖν ὁ ἀκούων τοὺς λόγους ἐλπιζέτω δέξασθαι τὸν ἐν ὑποστάσει ὄντα λόγον καὶ παρ᾽ αὐτοῦ μαθεῖν πᾶσαν δικαιοσύνην. ὅρα δέ, ὦ οὗτος, ὁ θεὸν ἐλπίζων κληρονομῆσαι καὶ τὴν ψυχὴν τῷ πνεύματι τοῦ κυρίου συγκραθῆναι, ὁποίαν σε χρὴ πολιτείαν καὶ σεμνότητα βίου ἀναδέξασθαι καὶ ἐν ποίᾳ πολιτείᾳ διάγειν σε καὶ ἀναστρέφεσθαι χρή· ταῦτα γὰρ πάντα ὅση δύναμις ἀφ᾽ ἑαυτοῦ ποιεῖν καὶ ἐπιδείκνυσθαι ὀφείλεις. Ἀμήν.