Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η ένωση με τον Θεό, η ψυχή ως νοερά πόλις και η θεμελίωση στον Χριστό

Η θεραπεία της πτωτικής κατάστασης μέσω της έλευσης του Χριστού, η παρομοίωση της ψυχής με λυτρωμένη πόλη, το αόρατο έργο του Θεού στη λογική φύση και η προετοιμασία της ψυχής ως βασιλικού σκεύους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 8 από 12

Ὁ τὸν οἰκοδεσπότην ἰδὼν καὶ εὑρὼν πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ εἶδε καὶ εὗρεν. τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν κύριον ζητῶν καὶ εὑρίσκων πάντα τὰ ἐπουράνια ἀγαθὰ εὗρεν· ἐν αὐτῷ γάρ «εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» οἱ «ἀπόκρυφοι». τί οὖν ἐροῦμεν· ποῦ ἐστιν ὁ θεὸς ὁ μὴ ὁρώμενος; ἆρα ἐπὶ γῆς; ἆρα ἐν οὐρανοῖς; ἆρα ὑπὸ τὴν θάλασσαν; ἆρα ὑπὸ τὴν γῆν; τίς δύναται αὐτὸν κρατῆσαι ἢ ἰδεῖν; οὐδὲ ἓν τῶν κτισμάτων. ψυχῇ πιστῇ καὶ ἀγαπώσῃ αὐτὸν κρατητὸν ἑαυτὸν παρέσχεν, «οὕτως ἠγάπησε» τὸ κτίσμα τοῦτο, τὴν ψυχήν. ὡσαύτως πάλιν ψυχὴν τίς δύναται ἰδεῖν ἢ κρατῆσαι; ἢ ποία ἐστίν; οὐ φαίνεται. αὐτὸς ὁ ἄνθρωπος ἑαυτὸν οὐ γινώσκει, ἕως οὗ ὁ κύριος αὐτῷ ἀποκαλύψει. ποῦ γὰρ οὐκ ἔστι τοῖς λογισμοῖς; καθώς φησιν ἡ Σοφία· «ἄβυσσον καὶ καρδίαν τίς ἐξερευνήσει»; καὶ πάλιν ὁ ψαλμῳδός φησίν· «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται». μόνος οὖν ὁ θεὸς συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς δύναται καὶ κρατῆσαι αὐτὴν εἰς τὸ ἴδιον θέλημα. ψυχὴ οὖν θεὸν κρατεῖ (ὡς προείρηται) τῇ ἀγάπῃ αὐτῆς· ἑαυτὸν γὰρ κρατητὸν ψυχῇ πιστῇ ὁ κύριος θελήσας ἐποίησε καὶ θεὸς ψυχὴν κρατεῖ εἰς ἑαυτὸν καὶ τοὺς λογισμοὺς πάντας εὐθύνει καὶ ὁδηγεῖ, καὶ χωρίζει τὸ μεμιγμένον ἀλλότριον αὐτῆς ἐγκόσμιον πνεῦμα.

ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶν γένος ἀνθρώπων εἰς τὴν φύσιν αὐτῶν (τὴν ψυχὴν καὶ τὸ σῶμα) ἐδέξαντο φάρμακον πικρὸν θανάτου, σκότους, ἁμαρτίας, ἐξαμαρτάνειν προτρεπόμενον, καὶ ποῦτο οὐδεὶς δύναται θεραπεῦσαι καὶ ἐξελέσθαι καὶ ἰάσασθαι τὴν ἀνθρωπότητα καὶ φονεῦσαι τὸν φονέα ἡμῶν, ἢ μόνον τὸ τοῦ θεοῦ πνεῦμα· ἰδού (γάρ φησιν) «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἐπειδὴ οὖν οἶδε τὸ κακὸν τὸ συνὸν τῷ ἀνθρώπῳ, τίς δύναται μόνος φονεῦσαι αὐτό, χαυνοῖ καὶ ἐξυδαροῖ τὸν νοῦν ἐπὶ κοσμικά τινα πράγματα προτρεπόμενον ἢ καί τινα ἕτερα εὔλογα, μόνον ἵνα ἐκκλίνῃ αὐτὸν ἐξ ἐκείνης τῆς ζητήσεως καὶ ἐξ ἐκείνου τοῦ πόνου. οἶδε γὰρ ὅτι, ἐὰν ἐκεῖνο ζητῇ, ὃ φονεύσει αὐτόν, ἀπολεῖται ταχέως. λοιπὸν οὖν παντὶ τρόπῳ ἀγωνίζεται ἐξυδαροῦν τὴν προαίρεσιν καὶ συμβουλίας εὐλογοφανεῖς ὑποσπείρειν, μόνον ἵνα ἐκεῖθεν ἀποσπάσῃ καὶ ἐκκλίνῃ καὶ μετεωρίσῃ τοῦ μὴ ζητεῖν τὸ φονεῦον τὴν ἁμαρτίαν. ἡμεῖς τοίνυν, ἀγαπητοί, πάντοτε τὸν σκοπὸν ἡμῶν καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον ἐκεῖ ἔχωμεν μηδεμίαν ὥραν διδόντες ἑαυτοῖς ἄνεσιν καὶ μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ πράγματι ὑπακούσωμεν ταῖς συμβουλίαις αὐτοῦ, ὅπως ἐκείνη ἡ πνευματικὴ καὶ ἐνυπόστατος ἐργασία γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἐν ἡμῖν κακίαν. λόγοι γὰρ μύριοι οὐδὲν ὠφελοῦσιν, ἐργασίας πνευματικῆς χρεία ἐνυποστάτου.

ἄλλος γάρ ἐστιν ὁ λόγον ἀκούων καὶ χαροποιούμενος καὶ ἄλλος ὁ ἐνέργειαν θείας δυνάμεως αἰσθανόμενος ἐν ἑαυτῷ, δι᾽ οὗ ἀποκτέννεται ἡ ἁμαρτία. ἄλλος οὗτος καὶ ἄλλος ἐκεῖνος. κἀκεῖνο μὲν καλόν, ἀλλ᾽ ὁ δυνάμεως θείας 〈ἐνέργειαν〉 αἰσθανόμενος οὗτος ἐγγίζει καὶ κοινωνεῖ φύσει θείᾳ κατὰ τὸ γεγραμμένον· ὅπως «γένησθε φύσεως θείας κοινωνοί», καὶ «σπέρμα» θεοῦ ἔχων ἐν ἑαυτῷ «πνεύματος ἁγίου» μέτοχος τυγχάνει, ὥσπερ υἱὸς ὢν ἤδη «τῆς ἀληθείας».

Μόνος οὖν ὁ θεὸς δύναται κρατῆσαι τὴν ψυχὴν καὶ συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς (καθὼς προλαβόντες ἀνωτέρω εἰρήκαμεν), ἄλλῳ δὲ τοῦτο ποιῆσαι ἀδύνατον. ποῦ οὖν ἐστιν ἡ ψυχή; ἰδοὺ γὰρ ὅλη ἐν τῷ σώματί ἐστι καὶ ὅλη ἔξω τοῦ σώματός ἐστιν, νοεῖ τὰ μέλλοντα, περὶ τῶν ἐρχομένων διαλογίζεται. ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ τῇ διανοίᾳ ἐν οὐρανοῖς ἐστιν ἡ ἀξία καὶ πιστή, ὁμοίως καὶ ἡ τοῦ ἁμαρτωλοῦ ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ ἔξω εἰς πορρωτέρας πατρίδας κακὰ ἀποτελεῖ. ἡ δὲ ἀξία ἐπὶ γῆς οὖσα τῷ σώματι «ἐν οὐρανοῖς» πολιτεύεται τῷ φρονήματι, καὶ ὁ κύριος ἐν οὐρανοῖς ὢν τὴν εἰκόνα αὐτοῦ ἐν τῷ σώματι αὐτῆς ἐνέθηκεν. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ τοῦ «οὕτως» ἀγαπήσαντος τὸ γένος τῶν ἀνθρώπων. τίς γὰρ δύναται συνάξαι τὴν ὑδαρότητα τοῦ γάλακτος εἰς ἕνωσιν καὶ πῆξιν, εἰ μὴ τὸ ἐμβαλλόμενον ἡ πυτία; οὕτω τίς δύναται καὶ ψυχὴν ἐσκορπισμένην τοῖς λογισμοῖς καὶ φύσει κτίσμα οὖσαν ἐλαφρῦναι καὶ εἰς οὐρανοὺς ἀναγαγεῖν καὶ εἰς σύμπηξιν καὶ στερεότητα καὶ ἕνωσιν τοὺς λογισμοὺς ἐνέγκαι, ἐὰν μὴ τὸ τοῦ θεοῦ πνεῦμα ὥσπερ πτερὰ γινόμενον κουφίσῃ τὴν ψυχὴν καὶ ὑπὲρ τὴν φύσιν ἐνέγκῃ καὶ συνάξῃ τοὺς λογισμοὺς εἰς ἕνα λογισμὸν ἔνθεον; «ἐτυρώθη» (γάρ φησιν ὁ προφήτης) «ὡς γάλα ἡ καρδία αὐτῶν».

δύο τυρώσεις ἐνταῦθα νόει, ψυχὰς τυρουμένας εἰς τὸν θεὸν καὶ πηγνυμένας εἰς τὴν χάριν καὶ εἰς τὸν ἄνω κόσμον, καὶ ψυχὰς τυρουμένας εἰς τὴν κακίαν καὶ πηγνυμένας εἰς τὸν αἰῶνα τοῦτον καὶ τὸ ὅλον τῆς κακίας γινομένας. ὥσπερ γὰρ οὗτοι πήγνυνται καὶ στερεοῦνται ἐν τῇ κακίᾳ, οὕτω κἀκεῖνοι πήγνυνται καὶ στερεοῦνται ἐν τῷ κυρίῳ. ὥσπερ γὰρ τοῦ πετεινοῦ ἡ γῆ ὁ ἀήρ ἐστιν εἰς ὃν διαιτᾶται, οὕτω καὶ οἱ λογισμοὶ καὶ ὁ νοῦς τῶν ἁμαρτωλῶν· ἐν γῇ σκοτεινῇ καὶ γνοφερᾷ ἐνδιατρίβουσι μετὰ τῶν τῆς πονηρίας πνευμάτων ἐν λογισμοῖς κακοῖς πάντοτε τυγχάνοντες, κἀκεῖ περιπατοῦσι καὶ διαιτῶνται. ὡσαύτως καὶ ὁ νοῦς καὶ οἱ λογισμοὶ τῶν δικαίων ἐν γῇ ζωῆς, ἐν γῇ φωτεινῇ τοῦ πνεύματος ἐνδιατρίβουσι κἀκεῖ περιπατοῦσι κἀκεῖ ἀπὸ τοῦ νῦν διαιτῶνται ἐν ἀγαθοῖς λογισμοῖς καὶ οὐρανίοις πάντοτε τυγχάνοντες. τοῦτο ἔλεγεν ὁ κύριος· «καὶ μείζονα ἔργα ποιήσει» ὁ υἱός, «ἵνα ὑμεῖς θαυμάσητε», ἔργα ζωῆς ἀθάνατα καὶ μὴ παρερχόμενα τῇ ψυχῇ καὶ τῷ νῷ τῶν πιστῶν, ἔνθα ἐμπεριπατοῦσι καὶ ἐρείδουσι τὰ ἴχνη τῶν λογισμῶν. «

γῆν καινὴν» φωτὸς καὶ «οὐρανὸν καινὸν» πνεύματος καὶ ἁπαξαπλῶς κόσμον καινὸν κατεσκεύασε (καὶ αἰώνιον βασιλείαν), εἰς ὃν εἰσήνεγκε τὰς αὐτὸν ἐκδεχομένας καὶ ἀγαπώσας ψυχὰς ἀπὸ γῆς θανάτου καὶ σκοτεινῆς πνευμάτων πονηρίας, ἔνθα οἱ λογισμοὶ αὐτῶν διέτριβον, εἰς γῆν ζωῆς καὶ φωτὸς πνευμάτων ἁγίων, εἰς ἣν ἐρείδει τὰ ἴχνη ὁ νοῦς καὶ οἱ λογισμοὶ περιπατοῦσιν εἰς ζωὴν αἰώνιον μετατιθέμενοι ἐκ θανάτου. τοῦτο ἐπηγγείλατο ὁ κύριος ποιεῖν «ἔργα μείζονα» ἅπερ ἀκμὴν οὐκ ἦν, ἐπεὶ ὅσον ἐν τοῖς φαινομένοις πᾶσα κατασκευὴ ἐν κόσμῳ ἦν, τὰ ὄρη, δένδρα, νεφέλαι, οὐρανός, ἥλιος, ἄστρα, σελήνη, ἄνθρωποι, ζῷα, ὕδατα, θάλασσα, ποταμοί, καὶ πᾶσα ἡ διακόσμησις ἦν. τὰ ἔργα οὖν τὰ καινὰ καὶ αἰώνια τὴν τῆς ψυχῆς μεταβολὴν καὶ ὑγείαν νόει καὶ ἴασιν αἰώνιον καὶ τῶν ἐκ πνεύματος τεκταινομένων αἰωνίων κατασκευῶν, ἃ ἐδωρήσατο τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ. Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει, ὅπως ἡ ἐνυπόστατος ἐργασία τοῦ ἁγίου πνεύματος γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἁμαρτίαν, ἵνα ἐντεῦθεν καθαρισθέντες καὶ ἁγιασθέντες ἄξιοι τῆς ἐπουρανίου βασιλείας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μέγα γὰρ καὶ τίμιον κτίσμα παρὰ θεῷ ἡ ψυχὴ τυγχάνει. τοιούτῳ δέ τινι τρόπῳ τὴν κατασκευὴν τῆς λεπτότητος αὐτῆς παραπλησιάσωμεν, ὥσπερ ἐὰν ᾖ πόλις ἔχουσα πλατείας, βουλευτήρια, δημόσια, ῥύμας, ἀμφόδια, παλάτια καὶ ἕτερα πολλὰ κατασκευάσματα, καὶ εἰσὶ τόποι ἐπιτήδειοι πρὸς τὸ συνέρχεσθαι ἐκεῖ τοὺς πρώτους τῆς πόλεως καὶ πᾶν τὸ πολίτευμα, καὶ ἐκεῖ καθέζεται κριτὴς καὶ δικάζει καὶ κατακρίνει πάντας τοὺς ἐν τῇ πόλει κακοποιοὺς καὶ λῃστὰς καὶ κλέπτας ἢ φαρμακοὺς ἢ μοιχοὺς ἢ ἐπιβούλους, ὁ δὲ κριτὴς ἐν τῇ πόλει ἐξουσίαν λαβὼν βασιλικήν, τουτέστι τὰς βασιλικὰς εἰκόνας καὶ τὰ σίγνα, οὕτω δύναται κρίνειν καὶ ἀναιρεῖν διὰ τῆς βασιλικῆς ἐξουσίας τοὺς κακοποιούς—οὕτω καὶ ἡ μεγάλη νοερὰ πόλις τοῦ θεοῦ, ἡ ψυχὴ καὶ τὸ ἐν αὐτῇ πολίτευμα τῶν λογισμῶν, ἐπὰν λάβῃ τὴν ἄνωθεν ἐξουσίαν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου αὐτῆς πολιτείας «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ εἰκόνα καὶ τὰ οὐράνια τοῦ φωτὸς πνευματικὰ σίγνα, τότε δύναται ἀναιρεῖν καὶ κατακρίνειν τοὺς ἐν αὐτῇ ἐχθροὺς καὶ κακοποιοὺς καὶ ἐπιβούλους καὶ λῃστάς (τουτέστι τὰ πνεύματα «τῆς πονηρίας»).

ἀλλὰ καὶ ἐπὶ τοῦ κυρίου τοῦτο ἐν ἑτέρῳ τρόπῳ λαμβάνεται· ὥσπερ ἐκ πόλεως καταπονουμένης ὑπὸ ἐχθρῶν καὶ ἐπιβούλων, μὴ ἐχούσης κριτὴν ἢ ἄρχοντα, εὑρεθῇ δὲ εἷς ἐκ τοῦ γένους ἐκείνης τῆς πόλεως, καὶ προσελθὼν τῷ βασιλεῖ καὶ δοὺς ἑαυτοῦ τὰ ὑπάρχοντα ἔλαβεν ἐξουσίαν καὶ οὕτως ἐλθὼν διεχειρίσατο καὶ ἀνῄρησε τοὺς ἐν τῇ πόλει ἐχθροὺς καὶ κακοποιούς—τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος, «ὁ» δεύτερος «Ἀδάμ», ἐκ τοῦ γένους Ἀδὰμ μόνος εὑρέθη καὶ ἔδωκε τὸ ἑαυτοῦ σῶμα ὑπὲρ παντὸς γένους τῶν ἀνθρώπων καὶ ἔλαβε τὴν ἐξουσίαν καὶ τὴν βασιλείαν καὶ τὴν δυναστείαν καὶ ἀνῄρησε πᾶσαν τυραννικὴν δύναμιν τῆς πονηρίας καὶ «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐθριάμβευσε «προσηλώσας» αὐτὰς «τῷ σταυρῷ», ἀναλαβὼν γὰρ τὸ σῶμα καὶ δι᾽ αὐτοῦ νικήσας τὸν ἐχθρὸν καὶ κατακρίνας αὐτὸν «διὰ τῆς σαρκὸς» ἀνελθὼν ἐκάθισεν ἐν οὐρανοῖς προσκυνούμενος ὑπὸ πάντων τῶν «οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω λοιπὸν ταῖς νοεραῖς αὐτοῦ πόλεσιν, ταῖς ζητούσαις αὐτὸν ψυχαῖς καὶ ὑποτασσομέναις αὐτῷ καὶ ὑπ᾽ αὐτοῦ βασιλεύεσθαι ἐπιθυμούσαις, ἄνωθεν ἀποστέλλει τὴν ἑαυτοῦ φωτεινὴν καὶ θείαν τοῦ πνεύματος εἰκόνα, τὸν ἐπουράνιον ἄνθρωπον, ἵνα ἐντυπωθέντος καὶ κραθέντος ἐν αὐταῖς εἰρηνεύωσι καὶ χαίρωσι καὶ ἀγαλλιῶνται ἀγαλλιάσει «ἀνεκλαλήτῳ», καὶ οὕτως οἱ ἐχθροὶ τῆς ψυχῆς ἀναιροῦνται ἐλθόντος τοῦ ἐπουρανίου κριτοῦ καὶ ἡ πόλις ἡ νοητὴ εἰρήνην μεγάλην λαμβάνει.

ὥσπερ γὰρ ἐὰν μὴ λάβῃ τις τὴν βασιλικὴν ἐξουσίαν καὶ τὴν μάχαιραν καὶ τὰ σίγνα, κρίνειν τοὺς κακοποιοὺς καὶ ἀναιρεῖν οὐ δύναται, ἀλλ᾽ ἔστιν ὅμοιος πάντων, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ δέξηται ἐν ἑαυτῇ τὴν τοῦ Χριστοῦ ἐπουράνιον εἰκόνα καὶ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα καὶ τὰ ἐπουράνια τῶν δωρεῶν τοῦ πνεύματος σίγνα, ἀναιρῆσαι καὶ κατακρῖναι τοὺς ἑαυτῆς ἐχθροὺς καὶ ἐπιβούλους οὐ δύναται. καὶ ἤδη ἀκούουσα τὴν ἐπιδημίαν τοῦ ἐπουρανίου ἄρχοντος, χαίρει καὶ ἀγαλλιᾷ, οἱ δὲ ἐχθροὶ αὐτῆς τὰ πνεύματα «τῆς πονηρίας» φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ συνέχονται. ὥσπερ ἐν πόλει ἐρχομένου ἄρχοντος κρῖναι καὶ ἀναιρῆσαι τοὺς ἐν αὐτῇ εὑρισκομένους λῃστὰς καὶ κακοποιοὺς χαίρουσι μὲν οἱ πολῖται τῆς πόλεως, οἱ δὲ ἐχθροὶ δειλίᾳ καὶ φόβῳ συνέχονται, καὶ ἐπὰν εἰς πρόσωπον τοῦ ἄρχοντος ἔλθωσιν, αἰσχύνονται καὶ τρέμουσιν, οἱ δὲ πολῖται παρρησίαν καὶ χαρὰν μεγίστην ἔχουσιν, ὅτι ἀναιροῦνται τῆς πόλεως οἱ κακοποιοὶ καὶ ἐχθροὶ καὶ ἐπίβουλοι, οὕτως ὅταν ἐνδημήσῃ καὶ ἐπιφανῇ ὁ ἀληθινὸς καὶ ἐπουράνιος ἄρχων Χριστὸς ἐν τῇ πόλει τῆς ψυχῆς, παρρησίαν καὶ χαρὰν μεγίστην λαμβάνει σὺν παντὶ τῷ πολιτεύματι τῶν ἰδίων αὐτῆς λογισμῶν, οἱ δὲ ἐπίβουλοι αὐτῆς καὶ ἐχθροί, τὰ πάθη τῆς κακίας, ἐν αἰσχύνῃ καὶ τρόμῳ καὶ δειλίᾳ τυγχάνουσιν.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ὅπως τύχωμεν τῆς «ἐπουρανίου» δωρεᾶς τοῦ «πνεύματος» καὶ τὰ ἐν ἡμῖν ἀλλότρια τῆς κακίας πάθη θανατώσωμεν, ἵν᾽ οὕτως εὐάρεστοι αὐτῷ καταστάντες καὶ τὰς ἐντολὰς αὐτοῦ ἀμώμως ἐπιτελέσαντες τῆς αὐτοῦ βασιλείας ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὡς «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα» διδάσκει αὐτὸν αὐτὸς «ὁ πατήρ», οὕτω καὶ οἱ Χριστιανοὶ ἀγαπῶντες τὸν κύριον· αὐτὸς ὁ καιρὸς καὶ τὸ ἔργον καὶ ὁ κύριος διδάσκει αὐτοὺς τὴν ἐπουράνιον διδασκαλίαν καὶ ἐπιστήμην. ὥσπερ γὰρ ἐν βίῳ εἴ τις ἔχει χρυσόν, ἄργυρον, κτήματα, πλοῦτον πολύν, οὗτος θέλει γεννῆσαι ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα, ἵνα κληρονομήσῃ τὰ τοῦ πατρός, ἐὰν δὲ μὴ σχῇ κληρονόμον, λυπεῖται καὶ θλίβεται—οὕτω καὶ ὁ κύριος, ποιήσας τὸν Ἀδάμ, τὴν γῆν ταύτην καὶ τὸν οὐρανὸν οἶκον αὐτῷ κατεσκεύασε καὶ βασιλέα πάντων αὐτὸν κατέστησε τῶν κτισμάτων, εὐτρεπίσας αὐτῷ καὶ τὴν ἐπουράνιον κληρονομίαν, ἵνα γένηται φίλος καὶ ἀδελφὸς Χριστοῦ, νύμφη καὶ κοινωνὸς τοῦ ἁγίου πνεύματος. ὡς γὰρ ὑμεῖς «ἐξ ὅλης καρδίας» ἀγαπᾶτε τὸν κύριον καὶ ξένοι γίνεσθε καὶ θλῖψιν φέρετε, οὕτω καὶ ὁ κύριος ἐξ ὅλης καρδίας ἡμᾶς ἠγάπησε καὶ ἔπαθε καὶ ἐσταυρώθη, ἵνα εἰς τὴν ἑαυτοῦ κληρονομίαν καὶ ζωὴν εἰσαγάγῃ τοὺς ἀνθρώπους· διὰ τοὺς ἁμαρτωλοὺς γὰρ κατῆλθεν. καὶ λυπεῖται ὁ κύριος, ὁ ἐπουράνιος πατήρ, ἐὰν μὴ γεννήσῃ τέκνα ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ δῷ αὐτοῖς κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν αὐτοῖς ἡτοίμασεν. πάντες γὰρ οἱ γενόμενοι δίκαιοι, ἄνθρωποι ὄντες ὡς καὶ οἱ λοιποὶ καὶ σάρκα περιβεβλημένοι, ἔργον μέγα παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐποίησαν ἐπὶ τῆς γῆς· ἐβασίλευσαν γὰρ τῆς κτίσεως καὶ τοῦ θανάτου.

εἶπε Μωϋσῆς τῷ ὕδατι καὶ μετεβλήθη εἰς αἷμα, εἶπε τῇ γῇ καὶ ἀνῆλθον βάτραχοι, εἶπε τῷ θανάτῳ· μὴ εἰσέλθῃς εἰς τὰ πρόθυρα, καὶ ὑπετάγη ὁ θάνατος καὶ ἐποίησε τὸ θέλημα Μωϋσέως, καὶ λοιπὸν ἔγνω ὁ θάνατος, ὅτι ἀπὸ τότε οὐκέτι βασιλεύει, ἐξ οὗ ἐφοβήθη τὸ πρόσταγμα Μωϋσέως καὶ ὑπήκουσεν αὐτῷ. καὶ γὰρ καὶ σίγνον ἦν εἰς τὸ πρόσωπον Μωϋσέως τῆς δόξης τοῦ φωτὸς τοῦ θεϊκοῦ, ὅπερ σίγνον ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἦν περιβεβλημένος, δόξαν γὰρ θεοῦ καὶ ἔνδυμα θεϊκὸν ἦν ἠμφιεσμένος αὐτὸς ὁ Ἀδάμ. ἕως οὖν Μωϋσέως οὐδεὶς ἔσχε τοῦτο τὸ σημεῖον εἰς τὸ πρόσωπον εἰ μὴ μόνον Μωϋσῆς. ἐξεπλάγη οὖν ὁ θάνατος θεασάμενος τὸ σημεῖον, ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως ἄρτι οὐδεὶς ἔσχε τὸ σημεῖον τοῦτο, καὶ περὶ ἑαυτοῦ προεφήτευσεν, ὅτι μέλλει βασιλεύεσθαι καὶ ὑποτάσσεσθαι τῷ γένει τῶν ἀνθρώπων, ὃ καὶ οὕτω γέγονεν. ἐπεφάνη γὰρ λοιπὸν καὶ ὁ ἐπουράνιος Ἀδὰμ καὶ διὰ τοῦ σταυροῦ κατέκρινε τὸν θάνατον καὶ κατῆλθεν εἰς τὰ μνημεῖα καὶ ἐνεφανίσθη τοῖς προκεκοιμημένοις προφήταις καὶ δικαίοις. ἐπειδὴ ἦσαν λυπούμενοι ὡς μὴ τυγχάνοντες τῶν ἐπαγγελιῶν, ἤγειρεν αὐτοὺς ἐκ τῶν τάφων καὶ περιέβαλεν αὐτοὺς δόξαν θεϊκὴν καὶ «ἐνεφανίσθησαν» ἐν τῇ πόλει Ἰερουσαλὴμ καὶ εἶδον τοὺς ἑαυτῶν φίλους καὶ συγγενεῖς καὶ πάλιν ἐκοιμήθησαν· ἐκεῖ γὰρ τὰς συμπήξεις καὶ τὰς ἁλύσεις τοῦ πονηροῦ διέρρηξεν ὁ κύριος καὶ ἐθανάτωσε τὸν διάβολον.

ὁ Ἠλίας ἐξουσιαστικῶς ἔδησε τὰς κλεῖς τῶν οὐρανῶν καὶ οὐκ ἔβρεξεν. πῶς τοῦτο ἴσχυσε ποιῆσαι; προσέσχε πρὸς τὸν θεόν, ἐπίστευσεν, ἠγάπησεν. οὔτε γὰρ λέγω σοι ὅτι τὰς χεῖρας αὐτοῦ ἐξέτεινεν εἰς τὸν οὐρανόν, οὔτε αὐτὸς τῇ δυνάμει αὐτοῦ τὸ οὐράνιον πῦρ ἤνεγκε καὶ ἔκαυσε τὸ θυσιαστήριον καὶ τοὺς ψευδοπροφῆτας, ἀλλὰ τῇ ἀγάπῃ αὐτοῦ καὶ τῇ πίστει συνήργησε θεϊκὴ δύναμις, ἥτις ταῦτα δι᾽ αὐτοῦ ἐπετέλεσεν. εἶπε λόγον καὶ ἄλλος δίκαιος «καὶ ἔστη ὁ ἥλιος», ἄλλος ἔφραξε «στόματα λεόντων».

Ὁρᾷς πῶς οἱ δίκαιοι βασιλεῖς εἰσι τῶν κτισμάτων καὶ πάντα τὰ κτίσματα τρέχει κατέναντι αὐτῶν. ἡ «αἱμορροοῦσα», «ἥτις οὐκ ἴσχυσε θεραπευθῆναι» ὑπὸ ἰατρῶν, μὴ ὁ κύριος ἀπῆλθε πρὸς αὐτήν; οὐχὶ αὐτὴ «ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ»; ὁ «ἀπὸ γενετῆς» τυφλὸς οὐχὶ αὐτὸς πρῶτος ἔκραξεν; ὁ Ζακχαῖος οὐχὶ αὐτὸς πρῶτος ἀνῆλθεν εἰς τὸ δένδρον; καὶ νῦν οἱ ἄνθρωποι ζῶντες νεκροί εἰσιν, καὶ εἰς τοὺς πιστεύοντας ἔρχεται ὁ κύριος καὶ κατασκηνοῖ εἰς τὰς ψυχὰς αὐτῶν καὶ ἐκτινάσσει τὰς καρδίας αὐτῶν ἐκ τῶν λίθων καὶ ἐκ τῶν μνημείων τῶν ἀκαθάρτων πνευμάτων καὶ ἀπαθανατίζει τὰς ψυχὰς αὐτῶν καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως αὐτῶν. ὥσπερ οὖν οἱ πρῶτοι δίκαιοι ἐπίστευσαν τῷ κυρίῳ καὶ προσέδραμον αὐτῷ, οὕτω καὶ ἡμεῖς ἀγαπῆσαι ὀφείλομεν τὸν θεὸν «ἐξ ὅλης καρδίας» καὶ πιστεῦσαι καὶ ἀκοῦσαι, καὶ οὕτως ἔρχεται εἰς τοὺς διαλογισμοὺς καὶ τὰ διανοήματα καὶ πᾶσαν τὴν τοῦ σατανᾶ ἁρμολογίαν καὶ τοὺς δεσμοὺς καὶ τὰ συμπήγματα διαλύει καὶ καθαρίζει τὰς καρδίας ἡμῶν ἐκ τῆς λέπρας καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ φωτίζει τὸν νοῦν ἐκ τῆς τυφλώσεως. πάντα γὰρ τὰ κτίσματα, ἃ ἐποίησεν ὁ θεός, ἐξ ἀρχῆς ἦν, καὶ ποταμοὶ καὶ ὄρη καὶ βουνοὶ καὶ τὰ ζῷα καὶ πηγαί. λοιπὸν τί ἐστιν, ὅπερ ἐρχόμενος καὶ ἐνδυόμενος τὸ σῶμα ὁ κύριος ποιεῖ ἔργον μεῖζον τούτων, †ὡς† ἐν τοῖς φαινομένοις οὐδὲν ἔλειπε τῇ κτίσει;

τί οὖν ἐστιν ὃ εἶπεν· «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ «μείζονα τούτων» «ἔργα» ποιῶ, εἰ γῆ ἦν ἐσπαρμένη καὶ φυτεῖαι καὶ οὐρανοὶ καὶ ἥλιος καὶ σελήνη; ἀλλὰ δῆλον ὅτι μειζότερον ἔργον τῶν φαινομένων ἔρχεται ποιῆσαι, μὴ φαινόμενον τοῖς σαρκικοῖς ὀφθαλμοῖς. τὰς γὰρ διεφθαρμένας διανοίας ἐν τῷ κρυπτῷ ὑπὸ τοῦ σατανᾶ ἔρχεται διορθώσασθαι καὶ σπεῖραι σπόρον οὐράνιον ἐν τῇ γῇ τῆς ψυχῆς, ὥσπερ ὁ γεωργὸς ἐν τοῖς φαινομένοις σπείρει τὴν γῆν. μὴ ἆρα βοῦς ζεύγνυσιν; οὐχ οὕτως. μὴ ἆρα φυτείαν φαινομένην φυτεύει; οὐχ οὕτως. ἄμπελος γάρ ἐστιν ἡ ψυχὴ τῷ κυρίῳ (καὶ ὁ κύριος τῇ ψυχῇ) καὶ φυτεύει ἐκεῖ ῥίζας ἀγάπης, χαρᾶς γλυκείας καὶ πηγὰς ζωῆς βρυούσας ἐν τῇ καρδίᾳ, «οὐρανοὺς καινοὺς καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους· εἰ γὰρ τὰ ἄνθη τῆς γῆς τοσαύτην δόξαν περιβάλλει καὶ τὰ ἴα ἐνδύει πορφύραν, πόσῳ μᾶλλον τὴν λογικὴν ψυχὴν δοξάζει καὶ καλλωπίζει διακοσμήσει πνευματικῇ καὶ ἐνδύει τὴν πορφύραν τοῦ πνεύματος. οὕτω γὰρ ηὐδόκησεν, καὶ τοῦτο τὸ ἔργον ἐν ταῖς ψυχαῖς ἐργάζεται, ἵνα ἡ ψυχὴ κερασθῇ τῷ ἐπουρανίῳ πνεύματι καὶ μῖξις γένηται καὶ κοινωνία τῶν ἐπιγείων μετὰ τῶν ἐπουρανίων, μόνον ἵνα ἀγαπήσωμεν ἀλλήλους καὶ πιστεύσωμεν τῷ θεῷ, καὶ δίδωσιν ἡμῖν τὴν ἑαυτοῦ κληρονομίαν.

αὐτὸς γὰρ σβέννυσι τὸ πῦρ τὸ ἐν ἡμῖν, ἡμεῖς μόνον ἀγαπήσωμεν αὐτόν, καὶ ὃ οὐ δυνάμεθα ποιῆσαι, αὐτὸς ἔρχεται καὶ ἐξολοθρεύει τὸν θάνατον. οὔτε γὰρ «τὰ τείχη Ἰεριχὼ» ἴσχυσαν ἄνθρωποι καθελεῖν, ἀλλὰ δυνάμει θεϊκῇ ἔπεσαν. ὥσπερ ἵνα ᾖ ἄρχων καὶ ἔχῃ τὸ σίγνον καὶ τὴν εἰκόνα ἔμπροσθεν αὐτοῦ, λοιπὸν διὰ τὸ προηγεῖσθαι τὴν εἰκόνα ἐξουσιαστικῶς πάντας ἀποκτέννει καὶ ἐξορίζει τοὺς ἀτάκτους. καὶ εἰ ἡ νεκρὰ εἰκὼν τοσοῦτον ἔχει φόβον καὶ ἀξίωμα, πόσῳ μᾶλλον ἡ εἰκὼν ἡ ἐπουράνιος καὶ ἡ ζῶσα δύναμις τοῦ θεοῦ καὶ τὸ σίγνον τὸ ἐπουράνιον καὶ θεῖον, ἐὰν ζωγραφηθῇ ἐν ταῖς καρδίαις, ἀναιρεῖ καὶ φονεύει τὰς δυνάμεις τοῦ σκότους τὰς μεμιγμένας κρυπτῶς ἐν τῇ καρδίᾳ καὶ «πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν» ἐξολοθρεύει.

Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ θεμέλιος καὶ αὐτός ἐστι τὸ συμπλήρωμα, ὁ ἀκρογωνιαῖος. ἀπὸ γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἐστιν ὁ κύριος· ἐξ οὐρανοῦ γὰρ θεὸς ἦλθε καὶ ἔλαβε τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ συνεκεράσθη τῷ ἀνθρώπῳ. ἴδε ἀπ᾽ οὐρανοῦ καὶ ἴδε ἀπὸ γῆς, ἴδε ὁ θεμέλιος καὶ ἴδε ὁ ἀκρογωνιαῖος. οὕτως ηὐδόκησε ποιῆσαι καὶ τοῖς οὖσιν ἀπὸ γῆς ἔδωκε πνεῦμα ἅγιον ἐξ οὐρανοῦ, ἵνα τοὺς ἄνω καὶ τοὺς κάτω ποιήσῃ μίαν ἐκκλησίαν συγκεράσας τὴν θεότητα τῇ ἀνθρωπότητι. ὅταν δὲ ἀκούσῃς θεμέλιον, τὸν κύριον νόησον· αὐτὸς γὰρ ὁ θεμέλιος μεμέτρηται καὶ οἱ ἐποικοδομούμενοι λίθοι πρὸς ἰσόμετρον τοῦ θεμελίου ὀφείλουσιν εἶναι, ἵνα ἡ οἰκοδομὴ ὑπὸ μίαν ἁρμολογίαν γένηται· οὔτε γὰρ κολοβοὶ δύνανται προχωρῆσαι ἐκεῖ οὔτε μακροί, ἀλλ᾽ ἴσοι τοῦ μέτρου τοῦ θεμελίου ἁρμόζουσιν. οὕτω καὶ ὁ Χριστὸς ὢν ἀληθινὸς θεμέλιος καὶ ἀκρογωνιαῖος εἰς ἐκεῖνο τὸ μέτρον τῆς τελειότητος τοῦ Χριστοῦ ἐκάλεσεν ἐλθεῖν πάντας ἀνθρώπους. τοῦτο ἔλεγεν ὁ ἀπόστολος· «ἄχρι καταντήσωμεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», καὶ πάλιν· «ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ», καὶ πάλιν· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα» τοῦ Χριστοῦ.

εἰς ταῦτα τὰ μέτρα ἐκάλεσεν ὁ Χριστὸς τὸ γένος τῶν ἀνθρώπων ἐλθεῖν, εἰς ταύτην τὴν οἰκοδομὴν προσκέκληται πρὸς ἴσον τοῦ θεμελίου, ὅς ἐστιν αὐτὸς ὁ κύριος—Δόξα τῇ μεγαλειότητι αὐτοῦ. ὁ κόσμος ὅλος εἰς τὴν φαινομένην διακονίαν ἕστηκεν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ἀόρατον ἔχουσι τὴν διακονίαν ἐν μυστηρίῳ καὶ οὐκ ἴσασιν οἱ ἄνθρωποι. ὥσπερ γὰρ ἡ ἀγγελικὴ φύσις ἀόρατος οὖσα διακονεῖ ἐν τοῖς ἀοράτοις τῷ ἀοράτῳ θεῷ, οὕτω καὶ ἡ ψυχὴ οὖσα πνεῦμα ἀοράτως διακονεῖ τῷ θεῷ τῷ ἀοράτῳ. καὶ ὁ σατανᾶς πνεῦμα ὢν καὶ αὐτὸς κρυπτῶς ἐν τῷ βάθει τῆς καρδίας πολεμεῖ. οἱ δὲ νῦν ἔχοντες ἔργον πνευματικὸν κατὰ τὸν ἀπόστολον οὐ «πρὸς αἷμα καὶ σάρκα» ἔχουσι τὴν πάλην, ἀλλὰ «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους». αὕτη ἡ δύναμις τῆς θεότητος· ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν φαινόμενον. καὶ ἡ ψυχὴ ὁμοίως ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν μὴ φαινόμενον. τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας.

Ἐρώτησις. Τί ἐστιν ὅτι ἐρωτώμενος ὁ διάβολος «πόθεν παραγέγονας» ἀπεκρίνατο· «ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν πάρειμι»; Ἀπόκρισις. Τὰ μὲν πλείονα τούτων ἐστὶν ἀκατάληπτα, πλὴν τοῦτο ἐκ φήμης ἀκήκοα, ὅτι οἱ γόητες ἐν ὑποταγῇ ἔχουσι τοὺς δαίμονας· λοιπὸν συμβαίνει ἐν μίᾳ ὥρᾳ εἴκοσι ἢ καὶ τριάκοντα διὰ τῶν ἐπαοιδῶν καὶ τῆς γοητείας τοὺς αὐτοὺς δαίμονας ἐπικαλεῖσθαι εἰς τὸ κακοποιῆσαι, καὶ ἕκαστος αὐτῶν, εἰς τὰ μέρη τῆς δύσεως ἢ τῆς ἀνατολῆς ὤν, φθάνει ἐν τῇ αὐτῇ ὥρᾳ τοῖς πᾶσιν ἐμφανισθῆναι καὶ ἐνεργῆσαι εἰς τὸ κακόν. εἰ οὖν τὸ κακὸν οὕτω φθάνει ἐν ῥοπῇ ὥρας πᾶσιν ὑπακούειν, πόσῳ μᾶλλον τὸ ἀγαθὸν δύναται ἐμφανίζεσθαι καὶ βοηθεῖν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτό.

Τὰ οὖν πλείονα τούτων ὑπερβαίνει τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ δὲ σκεῦος βασιλικὸν κατασκευαζόμενον οὐχὶ ἀπὸ μιᾶς τελειοῦται, ἀλλὰ πλεονάκις εἰσέρχεται εἰς τὸ πῦρ, εἶθ᾽ οὕτω σφυροκοπεῖται καὶ πολυτρόπως κοσμεῖται, καὶ τότε ἀπαρτίζεται σκεῦος τίμιον προχωροῦν εἰς τράπεζαν βασιλικήν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ διαφόρως κοσμουμένη καὶ γυμναζομένη τίμιον σκεῦος τοῦ βασιλέως τοῦ ἐπουρανίου γίνεται. ἔστι τις ἔχων ἀρετὰς πολλὰς βίου, ἀκτημοσύνας, νηστείας, ἀγρυπνίας, ἀλλ᾽ ἐπειδὴ διὰ δόξαν ἀνθρωπίνην ποιεῖ καὶ οὐ διὰ θεόν, ὧδε τὸν μισθὸν ἀπολαμβάνει· οἱ γὰρ δοξάζοντες αὐτὸν ἄνθρωποι οὗτοί εἰσιν αὐτοῦ θεοί. καὶ ἔστιν ἄλλος θέλων λανθάνειν ἀνθρώπους καὶ εὐαρεστεῖν θεῷ καὶ πολλάκις τινὰ ἀδιαφόρως ποιεῖ καὶ ἁπλουστάτως παρ᾽ ἐκεῖνον τὸν δὴ ἐν πᾶσιν ἀκριβῆ, καὶ μᾶλλον οὗτος ἀποδεκτέος ἐστὶ παρὰ θεῷ, ἐπειδὴ διὰ θεὸν ποιεῖ, ἢ ἐκεῖνος ὁ διὰ δόξαν ἀνθρώπων. ἐπειδὴ τοίνυν υἱὸς εἶ ἐκείνου τοῦ παραβάντος τὴν ἐντολήν, ἀνάγκη ὅτι υἱὸς ὢν καὶ τὸ παχὺ σκότος καὶ ἡ ἀράχνη καὶ ἡ ἀπείθεια καὶ ἡ μάχαιρα ἐμπέπηκταί σοι ὡς εἰς πάντας τοὺς υἱοὺς αὐτοῦ, καὶ χρὴ ἐκ τῆς δεινῆς συντροφίας καὶ χαλεπῆς συνηθείας τῆς ἁμαρτίας χωρισθῆναι καὶ ἀναλαβεῖν διαγωγὴν καὶ συντροφίαν καὶ ἦθος πνευματικὸν τοῦ δευτέρου Ἀδὰμ τοῦ ἐπουρανίου καὶ «νοῦν Χριστοῦ» κτήσασθαι, ἵνα γένῃς τούτου υἱὸς καὶ κληρονόμος.

καὶ γὰρ ὅλη ἡ νομοθεσία καὶ προφῆται καὶ ἀπόστολοι καὶ ἄγγελοι καὶ ἡ ἔλευσις κατὰ τοῦ κακοῦ γεγένηται τοῦ παρεισελθόντος καὶ βασιλεύσαντος, ὅπως ἀποκόψωσι τὰ κακὰ καὶ θριαμβεύσωσιν· οὐ μὴν ἀλλὰ καὶ οἱ νόμοι Ῥωμαίων κωλύουσιν (τὸν δὲ σατανᾶν οὔτε προφῆται οὔτε ἀπόστολοι οὔτε γραφαί). ὅμως ὁρᾷς ἕτοιμα τὰ κακὰ τὰ συνέχοντα τὸν κόσμον καὶ τοὺς συνηδομένους καὶ κατεχομένους εἰς τὸν θάνατον, καὶ τὸ ἀγαθὸν σπάνιον, ὥστε ἀπὸ πολλῶν ὀλίγους εἶναι τοὺς σωζομένους. ἀναγκαῖον οὖν ἐστιν ἡμᾶς τοὺς προσελθόντας τῷ ζῶντι θεῷ δι᾽ ἐναρέτου πολιτείας τούτῳ συναρμολογεῖσθαι καὶ συγκολλᾶσθαι, ἐπειδὴ «ἡ κεφαλὴ αὐτός ἐστιν», ὁ μαργαρίτης, ὁ θεμέλιος· καὶ εἴ τις οὐ κτᾶται τὸν θεμέλιον τοῦτον, οὐκ οἶδε ποῦ οἰκοδομεῖ. εἴ τις γάρ ἐστιν ἐν ἐρημίαις καθεζόμενος καὶ ἀσκεῖ ἔτι ἐγκρατὴς ὢν καὶ μὴ οἰκοδομῶν ἐπὶ τὸν κύριον, «ἐπὶ τὴν ἄμμον» οἰκοδομεῖ, ἐπὶ πράγματα λυόμενα καὶ εὔφθαρτα. ὃν τρόπον γὰρ ἀποσπασθείσης κεφαλῆς ἀνθρώπου οὐκ ἐγχωρεῖ τὰ ἄλλα μέλη συστῆναι, ἀλλ᾽ εὐθέως λύεται καὶ φθείρεται, οὕτως ἄνευ τῆς κεφαλῆς (τουτέστιν ἄνευ τοῦ Χριστοῦ), ζῆσαι ψυχὴν ἀδύνατον, ὥσπερ οὐδὲ ἰχθὺν ἄνευ ὕδατος ζῆν. ἐκεῖνον γὰρ ἔχων τὸν θεμέλιον ὡς ἐπὶ «πέτραν» ἐστὶν οἰκοδομῶν τὸ ἔργον αὐτοῦ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.