Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η πνευματική και σαρκική πολιτεία, ο αόρατος αγώνας και η αποταγή του κόσμου

Η διάκριση μεταξύ του πνευματικού και του σαρκικού φρονήματος, η πορεία της ψυχής μέσα από τα πάθη με τη βοήθεια του θείου φωτισμού και η προσήλωση στην επουράνια πόλη έναντι των φθαρτών οχυρωμάτων του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 12

Ἔστι κόσμος ἀτελὴς καὶ ἔστι κόσμος τέλειος. πολλὰ εἴδη ἔχει ὁ ἀτελὴς καὶ παρερχόμενος ὅμοια τοῦ τελείου καὶ αἰωνίου. ἔστιν ἐνταῦθα παλάτιον καὶ βασιλεὺς ἐνδεδυμένος πορφύραν καὶ στέφανον ἐκ λίθων τιμίων συγκείμενον καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπερασπισταί, οἱ μὲν ἐν αὐτῷ διατρίβοντες τῷ παλατίῳ, οἱ δὲ κόμητές εἰσι καὶ ἄλλοι ἄλλου ἀξιώματος, ἐνδεδυμένοι καὶ αὐτοὶ ἐσθῆτα λαμπρὰν καὶ ἔντιμον. ἔστιν ἐν οὐρανῷ παλάτιον καὶ ὁ βασιλεὺς Χριστὸς ἐνδεδυμένος τὴν βασιλικὴν πορφύραν. στρατεύονται ἐκεῖ παλατινοὶ καὶ κόμητες καὶ ἀξιωματικοί, καὶ αὐτοὶ τὴν ἴσην ἐνδεδυμένοι δόξαν καὶ στεφάνους περικείμενοι ἐκ λίθων τιμίων (ἔθου γὰρ «ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθων τιμίων»). εἰσὶν ἐν τῇ γῇ ταύτῃ πολεμισταὶ καὶ στρατηγοὶ πολλοὺς διελθόντες ἀγῶνας καὶ πολλοὺς νικήσαντες πολέμους καὶ μυρία κατὰ τῶν πολεμίων ἄραντες τρόπαια. εὑρίσκονται καὶ ἐνταῦθα ἀνδρεῖοι πολλοὶ καὶ πολεμισταὶ νικήσαντες τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ εἰς προκοπὰς ἐλθόντες.

εἰσὶν ἐν τῷ φαινομένῳ τῶν Ῥωμαίων παλατίῳ ἄνδρες ἔντιμοι, παντὸς θορύβου καὶ ἀγῶνος ἀπηλλαγμένοι, ὑπὸ μηδενὸς ἀναγκαζόμενοι ὅπλα βαστάζειν ἢ εἰς παράταξιν εἰσιέναι, οἱ λεγόμενοι βασιλικοὶ εὐνοῦχοι, ὑπὸ παντὸς ἀνθρώπου τιμώμενοι καὶ ὑπ᾽ αὐτοῦ τοῦ βασιλέως ἀγαπώμενοι, βαστάζοντες καὶ ἐμπεπιστευμένοι τὴν πορφύραν, οἱ δὲ τὸ διάδημα, ἄλλοι δὲ ἄλλο τι ἔντιμον καὶ βασιλικόν, εἰσὶ δὲ καὶ ἐν τοῖς οὐρανοῖς τετιμημένοι ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἄνδρες, οἱ ἀληθινοὶ εὐνοῦχοι οἱ εὐνουχισθέντες καὶ καθαρθέντες ἐκ τοῦ πολέμου τῆς ἁμαρτίας· τούτοις πατρίδες ἐνεπιστεύθησαν εὐλογημέναι ἔχουσαι εἰρήνην καὶ ἀνάπαυσιν, καὶ ἐπάνω εἰσὶ τεταγμένοι τῆς βασιλικῆς πορφύρας καὶ τῶν ἐπουρανίων θησαυρῶν· οὗτοι παντάπασιν ἠλευθέρωνται τοῦ πολέμου ἐν ἀμεριμνίᾳ λοιπὸν διάγοντες. εἰσὶν ἐκεῖ τεχνῖται καὶ σοφοί, καὶ πάλιν ἐνταῦθά εἰσι σοφοὶ σοφισθέντες τῇ σοφίᾳ τῇ πνευματικῇ ὑπὸ τοῦ πανσόφου Χριστοῦ, 〈οἷς〉 ἔστιν ἐνδύματα φωτεινὰ καὶ πλοῦτος πνευματικὸς ὁ μηδέποτε παρερχόμενος. καὶ διὰ τοῦτο τὸ ἔργον τῶν Χριστιανῶν τιμιώτερόν ἐστι πάσης ἐπινοίας καὶ παντὸς ἐπιτηδεύματος σαρκικοῦ. ἐργάζονται γὰρ ἔργον θεϊκὸν ὃ ὁ κόσμος οὐκ οἶδεν.

Νοῦς νοὸς διενήνοχε καὶ ἄνθρωπος ἀνθρώπου τιμιώτερος. καὶ πάντα μοι τὰ ὁρώμενα πράγματα ἀντικείμενα καὶ ξένα τῶν νοητῶν καταφαίνεται. ἔστι γὰρ νοῦς διοδεύων καὶ τρέχων ἕως τοῦ οὐρανοῦ καὶ βαδίζων διὰ τῆς ὁδοῦ τῶν καθαρῶν αὐτοῦ λογισμῶν καὶ δι᾽ αὐτῆς φθάνων τὰς ἀτραποὺς καὶ τὰς ὁδοὺς τὰς εὐτρεπισμένας τοῖς ἁγίοις ἐν τοῖς ἐπουρανίοις. καὶ ἔστιν ἕτερος νοῦς ἕρπων ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς ὁδοῖς τῆς σαρκὸς κυλιόμενος. ἔστι νοῦς σαρκικὸς καὶ ἔστι νοῦς πνευματικός. πολὺ δὲ τοῦ σαρκικοῦ ὁ πνευματικὸς νοῦς διενήνοχεν. ὡς γὰρ τὰ πτερωτὰ τῶν ζῴων κούφῳ τῷ πτερῷ ἐπαιρόμενα τὸν ἐν μέσῳ διαπερᾷ ἀέρα ὑπὸ τῶν πτερύγων βοηθούμενα καὶ ὑπ᾽ αὐτοῦ τοῦ ἀέρος κουφιζόμενα (πτερυσσόμενα γὰρ ὥσπερ ἄνεμόν τινα προσλαμβάνονται ὑποβαστάζοντα καὶ συνεργοῦντα τῇ πτήσει), τὰ δὲ ἄπτερα καὶ χαμαὶ κείμενα κἂν παρῇ τῇ προθυμίᾳ εἰς ἀέρα ἐπαίρεσθαι οὐκ ἰσχύουσιν—οὕτως ὁ καθαρεύσας νοῦς καὶ πτέρυγας πνευματικὰς προσλαβόμενος ὁρμῇ ὀξυτάτῃ χρώμενος ἄνεισιν εἰς τὸν οὐρανόν, εἰς τὸν ἀέρα τῆς θεότητος ἀναλαμβανόμενος, ὁ δὲ θηριώδης καὶ ἄγριος καὶ ὑλικὸς νοῦς εἰς γῆν κυλινδούμενος ἕρπει τὰς ἐρήμους μεταδιώκων, μὴ δυνάμενος καταλαβεῖν ἢ γνῶναι τὸν προειρημένον νοῦν.

ἔστι γένη δένδρων ἃ οὔτε ἐν θέρει οὔτε ἐν χειμῶνι φυλλορροεῖ, ἀλλὰ πάντοτε περιβέβληται καὶ κεκόσμηται τοῖς ἄνθεσιν ὡς ἐλαία καὶ κυπάρισσος καὶ τὰ ὅμοια, καὶ πάλιν ἕτερά ἐστι γυμνούμενα καὶ ἀποβάλλοντα ἐν χειμῶνι τὰ φύλλα. ἔοικε τὸ ὑπόδειγμα τοῖς Χριστιανοῖς· δένδρα γὰρ προσηγορεύθησαν ὑπὸ τῆς γραφῆς καὶ οὐδέποτε ἀποβάλλουσι τὸν κόσμον καὶ τὴν εὐπρέπειαν τῶν φύλλων, οὐκ ἀνέμων ἀγρίων κινουμένων, οὐκ αὐχμῶν θερινῶν καταλαβόντων, ἀλλὰ πάντοτε ἐνδέδυνται τὴν δόξαν τοῦ πνεύματος. τοῦτό ἐστι τὸ εἰρημένον· «ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται» καὶ εἰσὶν ἕτεροι κουφότερον νοῦν ἔχοντες, οἵτινες διὰ τὴν περικειμένην ἀσθένειαν ἐπερχομένων τῶν πειρασμῶν καὶ χειμώνων καὶ ἀνέμων οὐκ ἀνθίστανται οὔτε ὑπομένουσιν.

Οἱ οὖν πνευματικοὶ κατὰ τὸ φρόνημα ἐχθροί εἰσιν τῶν σαρκικῶν. ὃν τρόπον γὰρ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τρεφόμενα οὐ φέρουσι τὴν τῆς ἠπείρου ζωὴν ἀλλὰ διαφθείρονται τῶν ὑδάτων χωριζόμενα, καὶ πάλιν τὰ τὴν γῆν νεμόμενα τὴν ἐν τοῖς ὕδασι διατριβὴν φεύγει τὴν ἐν τῷ βυθῷ μισοῦντα ζωήν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐπασχολούμενοι καὶ ἑλκόμενοι εἰς τὰ τοῦ αἰῶνος τούτου πράγματα συνέχονται καὶ τρόπον τινὰ πνίγεσθαι δοκοῦσιν. οὕτως οἱ σαρκικοὶ ἀναχωρήσαντες τῶν ὑλικῶν καὶ τοῖς πνευματικοῖς προσέχειν ἀναγκαζόμενοι ἰλιγγιῶσιν, συνεχόμενοι καὶ πνιγόμενοι. διόπερ σπάνιοι πάνυ οἱ ἀνδρεῖοι καὶ «μέχρι τέλους» ἐν ὑπομονῇ διανύοντες τὸ ἔργον αὐτῶν. χρῄζουσι δὲ οὗτοι πολλῆς ἀναιδείας καὶ ὀξύτητος πρὸς τὴν αἴτησιν τοῦ θεοῦ «ἐν τῷ νῦν καιρῷ». ὡς γὰρ τὰ ὀξύπτερα τῶν ὀρνέων κούφῳ τῷ πτερῷ χρώμενα ἐπάνω γίνονται τῶν παγίδων καταγελῶντα τῆς ἐπιβουλῆς τῶν θηρευόντων, οὕτω καὶ ὁ ἀγχίνους καὶ ὀξὺς τοῖς λογισμοῖς ἀποφεύγει τὰς ἐπιβουλὰς καὶ παγίδας τοῦ διαβόλου. πολλὰ γὰρ πνεύματα συνέχουσι τὴν ψυχὴν καὶ ὅλα 〈τὰ〉 εἰς τὴν γῆν ἕρποντα πρὸς ἑαυτὰ ἕλκει καὶ ἀσχολεῖ καὶ ῥεμβάζει τὸν νοῦν. διόπερ ὡς ἀθλητὴς καὶ ἀγωνιστὴς ὀφείλει εἶναι ὁ Χριστιανός.

ὥσπερ δὲ ἄνθρωπος ξένος καὶ τῶν κατὰ πόλιν πραγμάτων ἄπειρος ἐπιδημήσας πόλει τινὶ ὀχλαγωγουμένῃ καὶ εὐθηνούσῃ ἐν πλήθει, καὶ μὴ θαρρῶν ἑαυτοῦ τῇ ἀπειρίᾳ καὶ τῇ ἀσθενείᾳ δραμὼν ἐπιλαμβάνεταί τινος προστάτου ἐμπείρου δυναμένου ἐκβαλεῖν τὴν τῶν ὄχλων βίαν—οὗτος, ἕως μὲν κατὰ πόδας τρέχει τοῦ προηγουμένου ἀμετεωρίστως, εὐθεῖαν διανύει τὴν ὁδόν, μετεωριζόμενος δὲ καὶ τοῖς ἐν τῇ πόλει δήμοις διὰ νωχέλειαν περιφερόμενος μακρύνεται καὶ ἀφίσταται ζημιούμενος τὴν βοηθείαν. εἰ δὲ ἄρα σπουδάσει καὶ πόνων καταφρονήσει περιζωσάμενος ἐν ἰσχύι «τὴν ὀσφύν», διαρρήσσει τὴν τῶν ὄχλων βίαν καὶ καταλαμβάνει τὸν προστάτην καὶ τῆς παρ᾽ αὐτοῦ βοηθείας ἀξιοῦται. τοῦτον ἔχουσι τὸν τρόπον καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων, πόλις θεοῦ προσηγορεύθησαν καὶ ἔχουσι νῦν ἐν ταῖς ἀγοραῖς ὄχλον πνευμάτων καὶ πλήθη διαλογισμῶν ἐν ταῖς πλατείαις τοῦ νοὸς καὶ τῆς καρδίας, προορῶσι δὲ τὸν ἑαυτῶν δεσπότην καὶ κηδεμόνα Ἰησοῦν Χριστὸν τὸν φρόνιμον καὶ δοτῆρα τῶν μεγάλων ἀξιωμάτων, διόπερ καὶ αὐταὶ ἐν πολλῇ ἀναιδείᾳ καὶ ἀπονοίᾳ διασκεδάζειν καὶ διαρρήσσειν τὸν συνέχοντα τῶν ὄχλων θόρυβον ὀφείλουσιν. οὕτω γὰρ δύνανται ὑπερισχύσασαι ἐλθεῖν πρὸς τοὺς εὐλογημένους κόλπους τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγον θεοῦ ἐπακούσαντες καὶ σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κάλυμμα, ὅπερ διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντο (τουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν φρόνημα, ὅπερ θάνατον ὁ ἀπόστολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος»), οὗτοι οὖν ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν ἐνεργείᾳ, καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ σκότους τῶν παθῶν ἐνέργειαν.

διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς διάγοντας δεηθῆναι πολὺ τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ ἡλίου τῆς «δικαιοσύνης» ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις διηύγασεν, γνωρίζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ», καὶ ὁ μακάριος δὲ Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ «τοῖς φοβουμένοις» τὸν κύριον «ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτῶν». οἱ δὲ τῷ κόσμῳ ἐμπεφυρμένοι πολλοὶ ἐοίκασιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ νεφέλαις καὶ ὀμίχλῃ πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπει (τουτέστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντος), ὡς ἐοικέναι αὐτοὺς σχεδὸν τυφλοῖς.

οὕτως οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι ἀλλὰ τὸ ὅλον τῇ ματαιότητι τοῦ κόσμου ἐν τοῖς χαλεποῖς ἔργοις ἠπατημένοι. ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ἄστρων καταυγάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν γνοφώδει καὶ ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.

Ὥσπερ γὰρ ἐκ διαφόρων τεχνῶν καὶ ἐκ διαφόρων ἐπιτηδευμάτων οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι, ὁμοίως δὲ καὶ ἐκ διαφόρων ἐν ταῖς ἀρχοντικαῖς στρατιαῖς τάξεων τὸ κέρδος τοῦ χρυσοῦ πορίζουσι καὶ ἐκ διαφόρων κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτως ἐκ διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ δικαιωμάτων καὶ ἀρετῶν διὰ θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσόν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν πορίζονται. τούτου ἕνεκεν οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ πνευματικὸν κέρδος.

Πλὴν φαίνονται οἱ χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ ἀναζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς «τὴν τελειότητα» ἀπαύστως καὶ ἀνενδότως τρέχοντες. οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας ἐργαζόμενοι ἤτοι οἱ ἐν τῇ γῇ κατ᾽ ἐλπίδα ἐμπονοῦντες κατὰ μέρος πλουτοῦσιν, οἱ καὶ ἔνδοξοι ἐν τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι Εἱλῶται οἱ ὀκνηροί, οἱ εὐθέως τὸ ἐμπῖπτον ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ καὶ πένητες ἀπομένουσιν. οὕτως ὅσοι ἐπ᾽ ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέχονται τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς χάριτος πρὸ ὀφθαλμῶν ἔχοντες, ἀληθῶς οὗτοι τὸν πλοῦτον τοῦ πνεύματος συνάγουσι διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι ἐν τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνητοι, οἱ μόνον τοῦ λαβεῖν τὴν χάριν ἕτοιμοι, τοῦ δὲ πονεῖν καὶ κάμνειν καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν πάσῃ μακροθυμίᾳ, ἀπογυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος. πάντοτε γὰρ ἡ ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος παρὰ θεῷ ἐν ἐκείνῳ τῷ αἰῶνι ἀποδείκνυται.

Οἱ ἐξερχόμενοι ἐκ τοῦ κόσμου καὶ πτωχείαν ἀγαπῶντες καὶ γινόμενοι ξένοι κοινωνίας σαρκικῆς καὶ τῶν φαινομένων πάντων τῶν ἐν τῷ κόσμῳ, δόξης καὶ τῶν δοκούντων ἐν βίῳ ὡς μεγάλων εἶναι καταφρονοῦντες καὶ στήκοντες ἐν πτωχείᾳ καὶ προσέχοντες τῷ κυρίῳ, καλῶς κατανοοῦσι καὶ ἀγαθὸν καὶ ἐνάρετον σκοπὸν ἐνεστήσαντο. προσέχουσιν οὖν οὗτοι τοῦ εἰσελθεῖν εἰς τὴν ἔνδοξον πόλιν τῶν ἁγίων, εἰς πατρίδα ἐπουράνιον, εἰς οἰκοδομὰς καὶ οἴκους ἀχειροποιήτους, καὶ ἐπειδὴ ὁ νοῦς αὐτῶν ἐκεῖ προσέχει, ὡς ὅτι ἤδη εἰσῆλθαν καὶ ἐδοξάσθησαν καὶ εἰσὶ κληρονόμοι αὐτῆς, οὕτως εἰσὶν ἐν ἑαυτοῖς καὶ ταῦτα ὥς εἰσιν ἐν τῇ σαρκὶ διάγοντες διὰ τὴν καλὴν αὐτῶν πρόθεσιν καὶ τὸν σκοπόν, ἀπεκδέχονται γὰρ ὥς εἰσιν ἐν τῷ αἰῶνι τούτῳ εἰσελθεῖν εἰς «πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός». αἱ γὰρ οἰκοδομαὶ τοῦ αἰῶνος τούτου σαθραί εἰσι καὶ οὐκ ἔχουσι στερεὸν θεμέλιον. «ἐν» γὰρ «τῇ συντελείᾳ τοῦ αἰῶνος» ὅλα αὐτοῦ τὰ ἔργα καὶ αἱ οἰκοδομαὶ φθείρονται· «ὁ οὐρανὸς» γὰρ «ὡς βιβλίον ἑλιγήσεται» «καὶ ἡ γῆ παρελεύσεται». ποῦ οὖν τὰ ἔνδοξα καὶ μεγάλα τοῦ βίου, ὅταν ἐπιστῇ ὁ καιρὸς ὁ λύων αὐτά;

συνάγαγέ μοι τὸν πλοῦτον, τὸν χρυσόν, τὸν ἄργυρον, τὰς κτήσεις καὶ πᾶσαν τὴν ἐν τῷ πλούτῳ καλλονὴν καὶ πεποίθησιν καὶ ἄρξαι οἰκοδομεῖν πόλιν δι᾽ αὐτῶν, τὴν σοφίαν, τὴν δόξαν, τὰ ἀξιώματα, τὰς δυναστείας, ταῦτα οἰκοδόμησον ὥσπερ τεῖχος τῆς πόλεως καὶ πᾶσαν τὴν κόσμησιν τοῦ αἰῶνος τούτου—καὶ ὅταν τελέσῃς τὴν πόλιν, οὐκ ἔχει ἑδραίωμα οὐδὲ στερεότητα ἡ πόλις. ἰδοὺ γὰρ σαθροὶ οἱ θεμέλιοι τοῦ τείχους καὶ πίπτουσιν, καὶ πάντα τὰ ἐν τῇ πόλει φθείρεται καὶ ἀφανίζεται. οὕτως ἐστὶν πᾶσα ἡ ποικιλία τοῦ αἰῶνος τούτου φθειρομένη καὶ ἀφανιζομένη.

Ὑμεῖς δὲ καλῶς ποιεῖτε οἰκοδομοῦντες οἰκοδομὰς ἀκαταλύτους καὶ μηδέποτε φθειρομένας· τὸν γὰρ θεμέλιον ὑμῶν ἐπὶ τὴν πέτραν σπουδάζετε θεῖναι καὶ ὁ ἐπὶ τὴν πέτραν οἰκοδομούμενος θεμέλιος οὐδέποτε πίπτει· λέγει γὰρ ἡ γραφή· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν» «ἀνδρὶ φρονίμῳ» «ὅστις ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· γεναμένης δὲ πλημμύρας» καὶ τῶν ἀνέμων προσκρουσάντων «οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». καὶ τίς ἐστιν αὕτη ἡ οἰκοδομὴ ἡ ἀχειροποίητος; ψυχαὶ πισταὶ αἱ ἀγαπῶσαι τὸν κύριον· οἰκοδομοῦνται γὰρ ὑπὸ τοῦ σοφοῦ ἀρχιτέκτονος Ἰησοῦ Χριστοῦ «ἐπὶ τὴν πέτραν», ἐπ᾽ αὐτὸν τὸν κύριον, ἐπὶ τὸν λόγον αὐτοῦ τὸν ζωοποιόν, ἐπὶ τὴν θείαν δύναμιν, ἐπὶ τὸ ἅγιον πνεῦμα. καὶ τίνες εἰσὶν οἱ λίθοι; οἱ καθαροὶ καὶ ἀγαθοὶ λογισμοὶ τῆς φύσεως τοῦ Ἀδάμ· ἐοίκασιν γὰρ οὗτοι τῷ ἐπουρανίῳ λίθῳ καὶ κατὰ τὸ μέτρον αὐτοῦ οὕτως ἐποικοδομοῦνται. τί λέγει ἡ γραφή; ἕως οὗ φθάσωμεν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». ἀλλὰ ἔστι καὶ ἑτέρα οἰκοδομὴ 〈ἡ〉 «ἐπὶ τὴν ἄμμον», ψυχαὶ ἁμαρτωλαί, νοῦς κοσμικός, οἱ καταφερόμενοι εἰς τὰ πάθη τῆς σαρκός. οἰκοδομοῦνται οὗτοι εἰς τὸν πονηρὸν λογισμόν, ἐπὶ τὸ πνεῦμα τοῦ διαβόλου. καὶ τίνες εἰσὶν οἱ λίθοι; οἱ κακοὶ λογισμοὶ οἱ ἀγαπῶντες τὰς ἡδονὰς τῆς ἁμαρτίας.

ἡ οὖν τοιαύτη οἰκοδομή, ἡ «ἐπὶ τὴν ἄμμον», πεφθαρμένη ἐστὶ καὶ λελυμένη.

Οἱ οὖν ἐν τῷ παρόντι χρόνῳ κρούοντες «τὴν θύραν» καὶ τὰ μέλλοντα ὡς παρόντα λογιζόμενοι πολὺ συνετ〈ότερ〉οί εἰσιν. ἀναλογιζόμενοι γὰρ τὴν φθορὰν καὶ λύσιν τοῦ αἰῶνος τούτου, καταφρονοῦσιν κοινωνίας σαρκικῆς, εἰδότες ὅτι μετὰ ταῦτα λύσις γενήσεται τῶν σωμάτων, πάλιν ἀναλογιζόμενοι, ὅτι φθορᾷ ὑπόκειται καὶ γυμνότητι ὁ φαινόμενος πλοῦτος, καταφρονοῦσι πάντων τῶν ὁρωμένων, ἀναμνημονεύοντες δὲ καὶ τὰς γινομένας κατακρίσεις τοῖς ἁμαρτωλοῖς καὶ τὰς ἐπιφερομένας αὐτοῖς διαφόρους κολάσεις στήκουσιν εἰς μέριμναν καὶ φόβον καὶ ἀσφαλίζονται τὰς ψυχὰς αὐτῶν, μὴ ἐμπέσωσιν εἰς γέενναν καὶ βασάνους. ἀναλογιζόμενοι δὲ πάλιν καὶ τὴν πόλιν τῶν ἁγίων καὶ τοὺς μεγιστᾶνας, τοὺς πατέρας ἡμῶν, τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς μάρτυρας, καὶ τὰ κάλλη τὰ ἐπουράνια καὶ τὰς δόξας τὰς θεϊκάς, ἃς ἐνδύσονται οἱ ἅγιοι διὰ τὴν καλὴν αὐτῶν πρόθεσιν, εἰ καί εἰσιν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλ᾽ ὡς ἤδη ἀπολαύοντες ἐκείνων τῶν ἀγαθῶν οὕτως εἰσίν. καὶ ἐν ταύτῃ ὄντες τῇ γυμνασίᾳ ἐοίκασι τῷ πατρὶ αὐτῶν τῷ οὐρανίῳ· ἐπειδὴ γὰρ μετὰ τὴν παράβασιν καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐξ αὐτοῦ τοῦ ἀνθρώπου βρύει, προέλαβον οὗτοι καὶ ἐποίησαν πόλεμον μετὰ τῆς κακίας καὶ ᾔτησαν ὅπλον παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ οὐρανίου καὶ δι᾽ αὐτοῦ ἐποίησαν πόλεμον καὶ νίκην καὶ κατέσβεσαν «τὰ πεπυρωμένα βέλη» τῆς ἁμαρτίας.

διὰ τοῦτο, ὅπου εἰσέρχονται οὗτοι, «ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι»· ἐπιτίθενται γὰρ αὐτοῖς στέφανοι τίμιοι «ἐπὶ τὰς κεφαλὰς αὐτῶν». ἄρχονται οὖν οἱ ἄγγελοι εἷς τῷ ἑτέρῳ λέγειν· τίνες εἰσὶν ἄρα οὗτοι οἱ τοιαύτης δόξης καὶ τοιούτων στεφάνων καταξιωθέντες, ὅτι εἰς τιμιωτέρους ἡμῶν τόπους εἰσάγονται; καὶ λέγει αὐτοῖς ὁ κύριος· δικαίως ὑμῶν προτιμῶνται, οὗτοι γάρ εἰσιν οἱ «διὰ τὸ ὄνομά μου» καὶ τὴν ἐντολήν μου ἐξελθόντες ἐκ τοῦ κόσμου καὶ καταφρονήσαντες ἐκείνου τοῦ αἰῶνος, πτωχοὶ γενόμενοι, μυκτηριζόμενοι, χλευαζόμενοι εἰς τὸν ἐκεῖ κόσμον, πολεμούμενοι ὑπὸ τοῦ σατανᾶ, καὶ ἀγωνιζόμενοι καὶ ἀθλοῦντες κατ᾽ αὐτοῦ καὶ μὴ ἡττηθέντες ὑπ᾽ αὐτοῦ, οἱ ἔχοντες πόνον καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν πληροῦντες δακρύων νυκτὸς καὶ ἡμέρας διακονοῦντές μοι, οἱ τὴν ὕβριν τοῦ σταυροῦ μου βαστάσαντες ἐν τοῖς ὤμοις αὐτῶν καὶ τὰ πάθη μου ἐν τοῖς σώμασιν αὐτῶν. παραλαμβάνει οὖν τὰς τοιαύτας ψυχὰς ὁ κύριος καὶ προσφέρει αὐτὰς τῷ πατρὶ λέγων· ἴδε πάρεισιν αἱ καθαραὶ παρθένοι, αἱ ὑπακούσασαι τῆς ἐντολῆς σου, προσλαβοῦ αὐτὰς εἰς τὰς ἀγκάλας τοῦ πνεύματός σου καὶ εἰς τοὺς κόλπους τοῦ φωτός σου τοὺς εὐλογημένους. ὑπὲρ τούτων γὰρ ἐγὼ ἔκλινα γόνυ ἐπὶ τῆς γῆς καὶ ἐπλήρουν τοὺς ὀφθαλμούς μου δακρύων λέγων· «πάτερ ἅγιε», «ἁγίασον αὐτοὺς» καὶ διατήρησον «ἐκ τοῦ πονηροῦ», καὶ ἵνα γένωνται μεθ᾽ ἡμῶν εἰς ἓν σῶμα καὶ ἓν πνεῦμα.

οὐ μόνον δὲ ἐν τῷ τότε καιρῷ δι᾽ ἐκείνους μόνους παρεκάλουν σε καὶ προσηυχόμην, ἀλλὰ καὶ δι᾽ ὅλην τὴν ἐκκλησίαν τῶν ἁγίων (ἡ γὰρ μακροθυμία αὐτοῦ καὶ ἡ παράστασις τοῦ αἰῶνος εἰς τοῦτο γέγονεν, διὰ τοὺς μέλλοντας γίνεσθαι διακόνους αὐτοῦ καὶ γενέσθαι αὐτῷ εὐαρέστους καὶ συμπληρωθῆναι αὐτῶ〈ν〉 τῇ ἐπουρανίῳ ἐκκλησίᾳ τὴν εἰρηνικὴν αὐτοῦ βασιλείαν). καὶ ὁ πατὴρ ἀγαλλιᾶται ἐπ᾽ αὐτοῖς λέγων· «κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν», ἐγὼ καὶ ὁ υἱός μου ἅμα ὑμῖν εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κοινωνίαν ἐσόμεθα. καὶ ἀποφέρει τὰς τοιαύτας ψυχὰς εἰς ἀνάπαυσιν καὶ εἰς τοὺς ἐνδόξους θρόνους καὶ εἰς εὐφροσύνην. μαρτυρεῖ δὲ τούτοις καὶ ἡ παρεμβολὴ τῶν ἀγγέλων ἡ συνοῦσα αὐτοῖς, ὅτε ἠγωνίζοντο καὶ ὅτε ἦσαν ἐν τῇ ἀθλήσει παραμένοντες καὶ τὰς εὐχὰς αὐτῶν καὶ τὰς νηστείας καὶ τὰς ἀγρυπνίας προσέφερον τῷ κυρίῳ.