Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Υπομονή στις θλίψεις, θεραπεία των παθών και η Καινή Διαθήκη του Πνεύματος

Αλληγορική προσέγγιση της πνευματικής θυσίας, η αξία της εγκαρτέρησης κατά το παράδειγμα του Χριστού, η απόκρυψη των πνευματικών χαρισμάτων, η ίαση των κρυφών ασθενειών της ψυχής και η γέννηση εκ του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 12

Στήκοντες οὖν ἐν τῇ πτωχείᾳ διὰ ταύτης τῆς πτωχείας ἐπισπάσασθε ἑαυτοῖς τὸν οὐράνιον πλοῦτον. καὶ γὰρ ἐν τῇ χαμευνίᾳ τὰ σώματα ὑμῶν γυμνάζοντες, ἐν τῇ γονυκλισίᾳ, ἐν τῇ προσευχῇ καλλίον〈ες〉 ἔσεσθε τῶν ἐν πορφύρᾳ διαγόντων. ἐκεῖνοι γὰρ ἐν τῇ πορφύρᾳ διάγοντες οὐ λειτουργοῦσι τῷ κυρίῳ, ὑμεῖς δὲ ἐν τῇ σκληραγωγίᾳ καὶ τῷ φαινομένῳ χόρτῳ ἔρχεσθε εἰς τὸ προσκυνεῖν καὶ δοξολογεῖν τὸν θεόν. ἀλλὰ ἐν ταύτῃ ὄντες τῇ πτωχείᾳ καὶ τῇ γυμνότητι μὴ γίνεσθε ἀπρόθυμοι, ἔχοντες ὑπογραμμὸν καὶ σκοπὸν τὸν κύριον τὸν οὕτως διοδεύσαντα τὴν ὁδόν. ὅταν πονέσῃ σου τὸ σῶμα καὶ κοπιάσῃς, μνημόνευσον τοῦ σώματος τοῦ κυρίου, πῶς ὑπὸ Πιλάτου ἐτύπτετο καὶ ἔκαμνεν ὁδοιπορίαις. ὅταν λείψῃ σοι οἶκος, μνημόνευσον, ὅτι ὁ κύριος τῶν κτισμάτων ἐλθὼν ἐπὶ τῆς γῆς τοῦτο εἶπεν· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ» καὶ ἀναπαῇ. ὅταν περιπατήσῃς, μνημόνευσον ὅτι οἱ πόδες τοῦ κυρίου κεκονιορτημένοι ἦσαν, ὅσον χρόνον ἐποίησεν ἐπὶ τῆς γῆς, εἰ μὴ μόνον διὰ τὴν προφητείαν ἅπαξ ἐπ᾽ ὄνου ἐκαθέσθη. ὅταν πληρώσῃς σου τοὺς ὀφθαλμοὺς δακρύων, μνημόνευσον ὅτι ὁ κύριος ἔκλαιε τὴν πτῶσίν σου προσευχόμενος πρὸς τὸν πατέρα «μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων» πολλῶν, ἵνα ῥυσθῇς ἐκ τοῦ θανάτου.

ὅταν μυκτηρίζωσί σε οἱ ἄνθρωποι, πρόσχες τοῖς ῥαπίσμασιν αὐτοῦ καὶ τοῖς ἐμπτύσμασιν αὐτοῦ, καὶ ὑπόμεινον ἐν τῇ ταπεινώσει σου. ὁμοίως δὲ καὶ ἡ χαμευνία σου οὔκ ἐστι σκληροτέρα τοῦ ἀκανθίνου στεφάνου τοῦ ἐπιτεθέντος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. οὕτω δὲ πάντες οἱ ἄγγελοι καὶ αἱ παρεμβολαὶ χαίρουσι τῶν ἁγίων ἐπὶ τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν σάλπιγξι καὶ κιθάραις. ὥσπερ ἐπὶ φαινομένῳ γάμῳ πλουσίου, ἐν οἷς πᾶσα ἡ πόλις συντρέχει καὶ δῆμοι, αὐτοὶ δὲ μεσῖταί εἰσι συσπεύδοντες τῷ νυμφίῳ καὶ τῇ νύμφῃ, οὕτω καὶ πᾶσα ἡ ἐπουράνιος ἐκκλησία συντρέχει, ψυχὴ δέ ἐστιν ἡ κοινωνοῦσα τῷ ἐπουρανίῳ νυμφίῳ. ὥσπερ δὲ ἐν τῷ καιρῷ τοῦ θέρους ἕκαστος ὃ πρὸ καιροῦ ἔσπειρεν ἐκεῖνο προσδοκᾷ θερίσαι καὶ ἀπολαβεῖν ἐκ τῆς γῆς τοὺς καρπούς, οὕτω καὶ εἴ τίς τι εἰργάσατο «ἐν τῷ νῦν καιρῷ» ἐκεῖνο προαπαντᾷ αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. εἰσὶ γὰρ Χριστιανοὶ ἐν λόγῳ καί εἰσι Χριστιανοὶ ἐν ἔργῳ. εὐξώμεθα οὖν ἔργῳ καὶ δυνάμει τὰ λαλούμενα ἐν ἡμῖν καὶ ἐν πάσῃ πληροφορίᾳ ἐπιτελεσθῆναι. ἡ γὰρ πεῖρα πολὺ βεβαιοτέρα ἐστὶ τῶν στηκόντων ἐν λόγοις ψιλοῖς.

Δόξα τοῖς οἰκτιρμοῖς τοῦ Χριστοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὥσπερ τὸ εἰς βρῶσιν προχωροῦν ἀνθρώποις ζῷον πρότερον τυθῆναι δεῖ καὶ εἶθ᾽ οὕτω τὴν δορὰν σὺν ταῖς θριξὶ περιαιρεθῆναι, καὶ τότε διὰ τῆς ἀνατομῆς τὴν ἔνδον ἐγκειμένην ἐν τῇ κοιλίᾳ κόπρον ἐκπλυθῆναι, καὶ πάλιν τὰ τῆς λεγομένης δευτέρας κοιλίας λεπτότερα καὶ δυσχερέστερα κόπρια ὑποκρυπτόμενα ἐν τοῖς πτερυγίοις τῆς δευτέρας κοιλίας ἀκριβῶς διὰ τοῦ ὕδατος πλῦναι, καὶ τότε τὰ κρέα τῷ πυρὶ παραδιδόμενα καὶ κατ᾽ ὀλίγον ἑψούμενα γλυκαίνεται, καὶ οὕτως εἰς βρῶσιν καὶ ἀπόλαυσιν τῷ οἰκοδεσπότῃ γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστιανὸς ἀναχωρῶν τοῦ κόσμου καὶ ὥσπερ νεκρούμενος ἐκ τῆς προτέρας κακίστης ζωῆς καὶ ὡς δορὰν σὺν θριξὶ καὶ αἵματι τὸν κόσμον ἀποδυσάμενος, ἀλλ᾽ ὅμως ἔτι τὴν δυσώδη κόπρον τῶν πονηρῶν διαλογισμῶν ἔνδον κέκτηται, τὰς τῶν κακῶν ἔργων μνήμας, τὰ πρόδηλά τε καὶ φαῦλα καὶ ἕτερα λεπτότερα καὶ δυσεξεύρετα πάθη, τὰ καὶ δυσχερῶς καταλαμβανόμενα.

χρὴ οὖν τὸν τέλειον Χριστιανὸν ἐπιθυμοῦντα γενέσθαι νεκρῶσαι ἑαυτὸν ἐκ τῶν τοῦ κόσμου πονηρῶν ἔργων, ὧν ἔπραττε πρότερον, καὶ ὥσπερ δορὰν σὺν ταῖς θριξὶ τὸν αἰῶνα τοῦτον ἔξωθεν ἀποδύσασθαι διὰ τῆς τελείας ἀναχωρήσεως καὶ παντελοῦς ἀποτάξεως καὶ εἶθ᾽ οὕτω διὰ τῆς ἀνατομῆς (τουτέστι τῆς ἐπισκέψεως τῆς θείας χάριτος) τὴν κόπρον τῶν πονηρῶν διαλογισμῶν τῶν ἐν τῇ καρδίᾳ ἔνδοθεν ἀποπλῦναι δισσῷ τρόπῳ τὰ πρόδηλα καὶ τὰ λεπτότερα καὶ δυσεξεύρετα πάθη, καὶ τότε τῷ ἐπουρανίῳ πυρὶ τοῦ ἁγίου πνεύματος πυρωθέντα καὶ πᾶσαν ὠμότητα προαιρέσεως ἀποθέμενον καὶ πᾶσαν μεταβολὴν τελείαν δεξάμενον χρήσιμον καὶ ἡδὺν ἐν τῇ ἐπουρανίῳ τραπέζῃ εἰς ἀπόλαυσιν τοῦ ἐπουρανίου βασιλέως γενέσθαι καὶ κληρονόμον τῆς βασιλείας, καθὼς εἴρηται ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ κυρίου· «ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον».

Ἀλλ᾽ ὥσπερ τὸ πρὶν ἐν τῷ νόμῳ ἐμωμοσκοπεῖτο τὸ πρόβατον, καὶ τότε εἰς θυσίαν προεχώρει καὶ διὰ τῆς λιπασίας τοῦ ζῴου καὶ τῆς κνίσσης τῆς διὰ τοῦ πυρὸς διαχεομένης ὁλοκαύτωμα τῷ θεῷ «εἰς ὀσμὴν εὐωδίας» προσεφέρετο, οὕτω καὶ ἐνταῦθα νῦν μωμοσκοπεῖται ψυχὴ ἡ ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς «θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ» προσενέγκαι βουλομένη ὑπὸ τοῦ ἐπουρανίου ἀρχιερέως Χριστοῦ, καὶ εἰ τὴν πιότητα τοῦ πνεύματος ἔχει, ἣν διὰ τῶν καλῶν νόμων τῶν διδασκαλιῶν τῆς χάριτος καὶ τῶν ἀρετῶν προσεκτήσατο ὄντως ὁλοκάρπωμα καὶ θυσία ζῶσα ἐν τῷ πνευματικῷ πυρὶ διὰ τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τῷ ἐπουρανίῳ πατρὶ εἰς τὴν ζῶσαν τῶν οὐρανῶν βασιλείαν προσκομίζεται, κληρονόμος τῶν αἰωνίων ἀγαθῶν γενέσθαι καταξιωθεῖσα. χρὴ οὖν ἕκαστον ἐν πᾶσι πάντοτε ἑαυτὸν ἀνακρίνειν καὶ δοκιμάζειν, εἰ κατὰ τὸν τῆς ἀληθείας λόγον πολιτεύεται καὶ «τοῖς ἴχνεσι» τοῦ κυρίου ἀκολουθεῖ (ἤτοι ὑπὸ τῶν πνευματικῶν ἀνδρῶν ἀνακρίνεσθαι δοκιμάζεται), καὶ ἀεὶ ἐκζητεῖν τοὺς τὸν τῆς ἀληθείας λόγον κηρύσσοντας καὶ τὸν Χριστιανισμὸν «ἐν ἔργῳ καὶ ἀληθείᾳ» κατέχοντας.

ὥσπερ γὰρ πολλῶν ποτηρίων ἐπιδιδομένων ἀνθρώποις τοῦ πιεῖν φανερά εἰσι τὰ οἴνῳ ἡδυτάτῳ κεκερασμένα καὶ τὰ μόνον ὕδατος πεπληρωμένα (τὰ γὰρ οἴνῳ κεκερασμένα νόστον καὶ ἰσχὺν καὶ εὐφροσύνην τῷ πίνοντι παρέχει), οὕτω πολλῶν ἐν κόσμῳ διὰ λόγων ποικίλων καὶ σοφιῶν προπινόντων ἀνθρώποις ἐκεῖνοί εἰσιν οἱ εὐφραίνοντες ψυχὰς εὐφροσύνην ἐπουράνιον καὶ εἰς μεταβολὴν ἀγαθὴν ἄγοντες, οἱ πνεύματι ἁγίῳ λαλοῦντες καὶ χάριτι ἠρτύμενοι, οἱ ζώσῃ φωνῇ καρδίας φθεγγόμενοι καὶ οὐ ψόφοις καὶ κόμποις χειλέων τοὺς πολλοὺς ἐξυδαρούμενοι ποτίζοντες, οἱ δύναμιν καὶ εὐφροσύνην οὐράνιον τῇ ἀκουούσῃ ψυχῇ παρέχοντες διὰ τῆς ἐν αὐτοῖς λαλούσης χάριτος καὶ μεταβάλλοντες ἀνθρώπους εἰς τὴν ὁμοίαν τῆς χάριτος ἁγιότητα. ὥστε ἐκείνους χρὴ ἀνερευνᾶσθαι καὶ ζητεῖν, καθὼς προείπαμεν, τοὺς ζώσῃ καρδίᾳ ἐν πνεύματι φθεγγομένους, κἀκείνοις προσκαρτερεῖν παρ᾽ ὧν τὴν ὄντως κατὰ θεὸν ὠφέλειαν λαμβάνειν δύνανται, τοῖς ὄντως σοφοῖς ἐν κυρίῳ καὶ οὐκ ἐν κόσμῳ, περὶ ὧν εἴρηται· σοφὸν «ἐὰν ἴδῃς, ὄρθριζε πρὸς αὐτὸν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου»· ἐξομοιωθῆναι γὰρ αὐτοῖς οἱ ὑπήκοοι διὰ τῆς πρὸς αὐτοὺς παραμονῆς τῷ χρόνῳ δύνανται.

Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ πολλοί, οἵτινες χρυσὸν πολὺν ἔνδον κέκτηνται καὶ οὔκ εἰσι πᾶσι καταφανεῖς, ἀλλ᾽ ὅσον πρὸς τοὺς πολλοὺς μετριάζουσι μηδὲν κομπάζοντες ἑαυτοὺς ἢ ἐν κτήσεσιν ἢ ἐν οἰκίαις ἢ ἐν σκεύεσι διαφόροις ἢ οἰκέταις ἢ ζῴοις καὶ οὕτω μετὰ πάσης ἀσφαλείας τὸν θησαυρὸν αὐτῶν κεκρυμμένον ἔχουσιν, καὶ ἄλλοι εἰσὶ πολλοὶ οἵτινες παντάπασιν χρυσὸν μὴ κεκτημένοι, διὰ δέ τινων πολλῶν σκευῶν καὶ οἴκων ζωγραφίας ὑπονοεῖσθαι ἑαυτοὺς ποιοῦσιν, ὡς ὅτι πολὺν χρυσὸν κέκτηνται, τῷ φαινομένῳ κόμπῳ τοὺς πολλοὺς ἀπατῶντες, καὶ ὡς πλούσιοι νομίζονται ὄντες πένητες καὶ ἐνδεεῖς—οὕτω καὶ ἐν τοῖς Χριστιανοῖς εἰσὶν ἐν δυνάμει τὸν ἐπουράνιον θησαυρὸν τοῦ πνεύματος ἐν ἑαυτοῖς κεκτημένοι καὶ οὔκ εἰσι τοῖς πᾶσι καταφανεῖς, ἀλλὰ κρύπτουσιν ἑαυτοὺς ὡς μετριάζοντες καὶ μὴ βουλόμενοι ὅ εἰσι γνωρισθῆναι, καί εἰσιν ἕτεροι οἵτινες διά τινων φαινομένων ὀλίγων ἀρετῶν, νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἡσυχίας ἢ λόγου «σοφίας» ἢ διά τινων τοιούτων, νομίζεσθαι βούλονται ὡς πνευματικοί, μὴ ἔχοντες τὴν ἐνέργειαν καὶ δύναμιν τοῦ πνεύματος.

ὥσπερ γὰρ κατὰ τὸ ὑπόδειγμα, ἐὰν βουληθῇ ὁ κεκρυμμένον ἔχων τὸν πολὺν αὐτοῦ πλοῦτον μέρος τοῦ χρυσοῦ προκομίσαι, ὀλίγου χρήματος ὠνεῖται πᾶσαν τὴν περιουσίαν τοῦ ἐπιδεικνυμένου ἑαυτὸν ὡς πλούσιον καὶ ὃ μή ἐστι νομίζεσθαι βουλομένου· ἀλλ᾽ ἐὰν τὸν πλοῦτον αὐτοῦ ἀποκαλύψῃ καὶ φανερὸν ἑαυτὸν πᾶσι καταστήσῃ, εἰς φθόνον πολὺν κατ᾽ αὐτοῦ ἐγείρονται πολλοὶ θαμβούμενοι, πῶς ὁ ὡς πτωχὸς τοῖς πᾶσι νομιζόμενος αἰφνίδιον τοσοῦτον πλοῦτον κέκτηται, καὶ ἄρχονται εἰς λειτουργίας καὶ πολλὰς ζημίας τοῦτον ἐμβάλλειν, ἀλλὰ καὶ οἱ κλέπται καὶ οἱ λῃσταὶ νύκτα καὶ ἡμέραν τοῦτον ἐπιτηροῦσιν ἀναιρῆσαι καὶ ἀφελέσθαι αὐτοῦ τὸν πλοῦτον, καὶ πάντοθεν εἰς κινδύνους καὶ ζημίας καὶ θλίψεις ἀδοκήτους περιπίπτει, ἐπειδὴ ἀξίωμα ἢ ἐξουσίαν τινὰ οὐδέπω παρὰ τοῦ βασιλέως ἔλαβεν. διόπερ ὁ φρόνιμος ἀνὴρ ὁ χρυσὸν πολὺν κεκρυμμένον ἔχων ἀξίωμα δὲ μὴ εἰληφὼς κρύπτει πάσῃ ἀσφαλείᾳ τὸν ἑαυτοῦ πλοῦτον, ἵνα μὴ γνωρισθεὶς τοῖς πολλοῖς καὶ φθόνῳ ὑποπεσὼν ἢ ἐπιβούλοις ἀνθρώποις ἀπολέσῃ σὺν τῷ πλούτῳ αὐτοῦ καὶ τὴν ζωήν.

εἰ δὲ ἀξίωμα παρὰ χειρὸς βασιλικῆς δέξεται ἀρχῆς τινος ἢ ἐξουσίας, ὁ τοιοῦτος, κἂν ἀποκαλύψῃ αὐτοῦ τὸν πλοῦτον τοῦ θησαυροῦ, οὐ δέδοικεν, μᾶλλον δὲ καὶ ἐν αὐτῷ δοξάζεται, κτήσεις μεγάλας συνωνούμενος καὶ οἴκους ἐνδόξους κτίζων, οἰκετῶν τε πλῆθος καὶ διαφόρων ζῴων μυριάδας διὰ τοῦ θησαυροῦ κτώμενος, ἄφοβός τέ ἐστιν ἀπὸ ἐφόδου λῃστρικῆς, τὴν ἐξουσίαν τῆς μαχαίρης κατὰ τῶν ἐπιβούλων καὶ κακοποιῶν ἀνθρώπων παρὰ τοῦ βασιλέως εἰληφώς, καὶ οὕτω διὰ τοῦ ἀξιώματος μᾶλλον πλοῦτον πλούτῳ ἐπισυνάγει καὶ χρυσὸν χρυσῷ διὰ πασῶν κτήσεων προστίθησιν, ἕως οὗ ὁλόπλουτος γένηται σχεδὸν μηδὲ εἰδὼς λοιπὸν ὅσα κέκτηται.

Οὕτω καὶ ὁ Χριστιανὸς ὁ εὑρὼν ἐν ἑαυτῷ πνευματικὸν χάρισμα καὶ εὐφραινόμενος ἐν παρακλήσει θείας χάριτος ἀσφαλῶς κρυπτέτω ἐν ἑαυτῷ τὴν τοῦ πνεύματος παράκλησιν ἢ μυστηρίων ἐπουρανίων γνῶσιν, μὴ καυχώμενος καὶ ἐπιδεικνὺς ἑαυτὸν τοῖς πλησίον, ἵνα μὴ φθόνῳ τῷ τῆς κακίας ὑποπεσὼν ὑπὸ τῶν ἀοράτων λῃστῶν εὐλογοφανῶς ὑποκλεπτόμενος συληθῇ μάλιστα, ἕως οὐδέπω εἰς οἰκονομίαν τινὰ πνευματικοῦ ἀξιώματος ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἐτάγη. οἱ γὰρ οἰκονόμοι τῶν «μυστηρίων τοῦ θεοῦ» καὶ οἱ ὄντως ὠφελεῖν ψυχὰς δυνάμενοι καὶ εἰς τοῦτο ὑπὸ τοῦ πνεύματος προκεχειρισμένοι, οὗτοι τὸν ἐπουράνιον πλοῦτον ἀδιαλείπτως κεκτημένοι ἐν ἐξουσίᾳ φθέγγονται ἀκαυχήτως καὶ ἀκενοδόξως. «οὕτω» (γάρ φησι) «λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλ᾽ ὡς θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν», καὶ πάλιν «κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν».

μετὰ γὰρ τοσούτου πόθου ὀφείλουσιν οἱ Χριστιανοὶ περὶ τὰ «κρείττονα» καὶ «μείζονα» τοῦ πνεύματος «χαρίσματα» ἐπείγεσθαι, ἀκορέστως ἔχοντες περὶ τὸν οὐράνιον πλοῦτον καὶ οὕτω πεινᾶν καὶ διψᾶν «τὴν δικαιοσύνην», ἥτις ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος ἀγάπη «τοῦ πνεύματος», εἰς ἣν ὁ μακάριος Παῦλος παραινεῖ καὶ προτρέπεται τοὺς ἐν μεγάλοις χαρίσμασιν ὄντας μὴ ἐναπομένειν ἐν οἷς κέκτηνται τοῦ πνεύματος δωρήμασιν, ἀλλ᾽ ἐκεῖνο σπουδάσαι διὰ πάσης δεήσεως κτήσασθαι, ὅθεν οὐκέτι πεσεῖν δυνατόν, ὅπερ ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος «τοῦ πνεύματος» ἀγάπη, ἥτις πάντα τὰ χαρίσματα ἐν ἑαυτῇ κέκτηται, μᾶλλον δὲ αὐτὴ ὁμοῦ «καθ᾽ ὑπερβολὴν» ὁδὸς ὑπὸ τοῦ ἀποστόλου τοῖς μαθηταῖς ἀποκαλυφθεῖσα.

τοῖς γὰρ ἐν τοιούτοις καταντήσασι μέτροις καὶ τὰ πάθη τῆς κακίας κατήργηται (καθὼς εἴρηται· «ἡ ἀγάπη» «οὐ ζηλοῖ», «οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς», «οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς) καὶ ἡ ζῶσα πηγὴ τοῦ πνεύματος ἐκ τῆς ἀβύσσου τῆς θεότητος ἐν αὐτοῖς ἀπαύστως καὶ ἀδιαλείπτως βρύει, καθὼς εἴρηται· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ» «γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», εἰς ἐπουράνια μυστήρια «ἄρρητα» ἁρπάζουσα πάντοτε τὸν νοῦν καὶ πτεροῦσα «ἀπὸ δόξης εἰς δόξαν», ἀπὸ αἰώνων εἰς αἰῶνας, ἀπὸ μυστηρίων εἰς μυστήρια, ἀπὸ δυνάμεων εἰς δυνάμεις, ἀπὸ ἀναπαύσεων εἰς ἀναπαύσεις ἀνεκδιηγήτους, ἀπὸ ἀρετῶν εἰς ἀρετάς, ἀπὸ ὑπερκοσμίων φώτων εἰς ὑπερουράνια φῶτα.

Καὶ τὸ ὅλον περὶ τὰ θεῖα καὶ κρείττονα ἀσχολουμένη ἡ τῆς τοιαύτης ψυχῆς διάνοια εὑρίσκεται ἐκκαιομένη πνευματικῷ ἔρωτι καὶ ἐπιθυμίᾳ κρείττονι ἐπὶ τὰ ἐνδοξότερα καὶ φωτεινότερα κάλλη τοῦ πνεύματος, ἀκορέστῳ πόθῳ «τετρωμένη» περὶ τὸν ἐπουράνιον νυμφίον καί, ἵν᾽ οὕτως εἴπω, κατασπαταλῶσα λοιπὸν τῶν ἐλαττόνων περὶ τὰ κρείττονα καὶ μείζονα τὴν ἐπιθυμίαν ἔχει τὰ μηκέτι μήτε λόγῳ ῥηθῆναι δυνατὸν μήτε ἐννοίᾳ ἀνθρωπίνῃ ἐλλαμφθῆναι. καὶ οὕτως ἐστίν, ὥσπερ βασιλέως †υἱὸς ἢ θυγάτηρ† κατασπαταλῶσα τῶν γονέων τὰ τίμια ἀποβάλλει καὶ τὰ τιμιώτερα ἐπιζητεῖ, ὑπόθου ἀντὶ ἀργυρῶν δίσκων χρυσοῦς ἐπιζητεῖ, ἀντὶ λαμπρῶν ἐνδυμάτων καὶ τιμίων ὁλοσηρικῶν διάλιθα καὶ χρυσοϋφῆ ἐπιλέγεται, ἀντὶ παλαιοῦ οἴνου καὶ χρηστοῦ προπάλαιον καὶ τιμιώτερον ἐπιθυμεῖ, αὐτὰ τὰ τίμια τῇ ἐπιθυμίᾳ τῶν κρειττόνων ἐξευτελίζει καὶ ὥσπερ χυδαΐζει ἐπιζητοῦσα τὰ βελτίονα παρὰ τῶν γονέων—οὕτως αἱ βασιλικαὶ ὄντως ψυχαὶ αἱ τοῦ βασιλικοῦ καὶ ἡγημονικοῦ πνεύματος τυχεῖν καταξιωθεῖσαι καὶ ἄτρεπτον τὴν τῆς ἀγάπης δύναμιν ἐν ἑαυταῖς δεξάμεναι καὶ τελείῳ ἔρωτι πρὸς τὸν ἐπουράνιον νυμφίον τετρωμέναι οὐκέτι περὶ τὰ πάθη τῆς κακίας ἠσχόληνται.

πολλῷ γὰρ πόνῳ καὶ τόνῳ καὶ χρόνῳ καὶ τελείῳ ἀγῶνι διὰ πίστεως τούτων ὑπὸ τοῦ πνεύματος ἐλυτρώθησαν καὶ ἡρπαγμέναι εἰσὶ πάντοτε εἰς ἐπουράνια μυστήρια τοῦ πνεύματος καὶ εἰς τὰ διάφορα κάλλη τῆς θεότητος ἀπησχόληνται, τὰ κρείττονα καὶ μείζονα ἐν πολλῇ ἐπιθυμίᾳ ἐπιζητοῦσαι. ἔχει γὰρ διάφορα καὶ πολυποίκιλα κάλλη ἄρρητα καὶ ἀνεννόητα ἡ τοῦ πνεύματος θεότης, ἅπερ εἰς τέρψιν καὶ χαρὰν καὶ ζωὴν καὶ ἀνάπαυσιν ταῖς ἀξίαις ψυχαῖς ἐπιδείκνυται εἰς τὸ πάντοτε σφοδροτέρῳ καὶ ἐμπυρεστέρῳ ἔρωτι πρὸς τὸν ἐπουράνιον νυμφίον τὴν ἁγίαν ψυχὴν τιτρωσκομένην μηκέτι τὰ ἐπὶ γῆς περιβλέπεσθαι, ἀλλὰ ὅλην ἐξ ὅλου τῷ πόθῳ πρὸς αὐτὸν ἀσχολεῖσθαι.

Οὐκ ὀφείλει τοίνυν ψυχὴ Χριστιανὴ ἡ χάριτος μέτοχος γεναμένη ἐναπομένειν καὶ ἐμπληροφορεῖσθαι ὡς «ἤδη» τι καταλαβοῦσα, ἀλλὰ πρὸς τὸν προειρημένον σκοπὸν τοῦ ἀποστόλου ἀφορῶσα σπεύδειν πάντοτε ἀγῶνι καὶ πόνῳ πολλῷ διὰ πίστεως τυχεῖν τῆς ἐπηγγελμένης τοῦ πνεύματος τελείας ἀγάπης, ἥτις «ἔξω βάλλει τὸν φόβον», καθὼς Ἰωάννης εἴρηκε, καὶ πεινᾶν καὶ διψᾶν πάντοτε χρὴ «τὴν δικαιοσύνην» καὶ ὡς ἀρχομένη πάντοτε οὕτως ἐν ἑαυτῇ διακεῖσθαι διὰ «τὸν ὑπερβάλλοντα» τοῦ πνεύματος «πλοῦτον» τὸν τοῖς πιστεύουσιν ἐπηγγελμένον, ἵνα οὕτως ἔχουσα ἡ εὐλαβὴς ψυχὴ περὶ τὴν πολλὴν τῶν κρειττόνων ἐπιθυμίαν καὶ ἃ κέκτηται καλὰ οὐκ ἀπόλλυσιν, ἀλλὰ καὶ ἃ μηδέπω ἔχει ἐκεῖνα προσλαμβάνει. οὐχ ὡς μίσθιος γὰρ ἢ «δοῦλος» καιροσκοπεῖν ὀφείλει ἐπὶ τῷ καμάτῳ ὑποστελλόμενος ὁ Χριστιανός, ἀλλ᾽ ὡς «υἱὸς καὶ κληρονόμος» ἐν πάσῃ εὐνοίᾳ καὶ προθυμίᾳ τῷ πατρὶ ἕως τέλους δουλεύσας, τῶν πατρικῶν ὑπαρχόντων οὕτως ἔσται κληρονόμος. πάντες γὰρ ἐν τῷ αἰῶνι τούτῳ ζωῆς δοκοῦσιν ἐναπολαύειν ἀπὸ βασιλέως ἕως ἐπαίτου καὶ ἕκαστος πληροφορεῖται ὅτι ζῇ, ἀλλ᾽ ἐὰν συγκρίνῃς τὴν ζωὴν καὶ τὴν τρυφὴν τῶν πλουσίων πρὸς τὴν τῶν πενήτων, πολλὴν διαφορὰν εὑρήσεις.

κατὰ γὰρ τὴν ἀπόλαυσιν τῆς τρυφῆς τῶν διαφόρων ἐδεσμάτων καὶ οἴνου διαφόρου καὶ ἐνδυμάτων διαφόρων χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν κτημάτων συγκρίνων τὸν πένητα τῷ πλουσίῳ εὑρήσεις τοῦτον πρὸς ἐκεῖνον νεκρόν· ὁ γὰρ πλούσιος χρυσὸν μόνον μετὰ χεῖρας ψηλαφᾷ καὶ νομίσματα ἀριθμεῖ ὁ δὲ πένης καὶ χαλκοῦν νουμμίον ἐὰν εὕρῃ ἐν κοπρίᾳ οὐκ ἐπαισχύνεται κύψαι καὶ λαβεῖν αὐτὸ διὰ τὴν ἔνδειαν τὴν πολλήν. ἐὰν οὖν συγκρίνῃς τὴν τοῦ πένητος πρὸς τὸν πλούσιον ζωήν, εὑρήσεις ὡς μὴ οὖσαν παρὰ οὖσαν, καὶ ὡς νεκρὸν παρὰ ζῶντα. οὕτως καὶ εἰς τὸ πνευματικόν. πάντες Χριστιανοὺς νομίζουσιν ἑαυτοὺς εἶναι διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ἢ καὶ δι᾽ ὀλίγας τινὰς ἀρετάς, ἀλλὰ οἱ ἀληθινοὶ Χριστιανοὶ ὀλίγοι εἰσίν, οἱ πνεύματι ἁγίῳ πλούσιοι, οἱ ταῖς διαφόροις τρυφαῖς τῆς χάριτος ἐναπολαύοντες, οἱ τῷ οὐρανίῳ πόθῳ τοῦ πνεύματος εὐφραινόμενοι, οἱ τοῖς διαφόροις τῶν χαρισμάτων οὐρανίοις ἐνδύμασιν τὴν ψυχὴν κεκοσμημένοι, οἱ οὐχ ὁμολογίᾳ καὶ ψιλῇ πίστει ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ πνεύματος τὸν Χριστιανισμὸν κεκτημένοι, οἱ τὸν οὐράνιον χρυσὸν (τουτέστι τὴν τῶν μυστηρίων τοῦ πνεύματος γνῶσιν καὶ διήγησιν) μετὰ χεῖρας τῆς ψυχῆς ἀδιαλείπτως τῷ νῷ ψηλαφῶντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ Χριστιανοί.

ἐὰν γὰρ συγκρίνῃς τὴν τοῦ νοὸς αὐτῶν διαγωγὴν καὶ ζωὴν τῆς ψυχῆς πρὸς τὴν ἐκείνων, εὑρήσεις πολλὴν διαφορὰν ὡς ζώντων πρὸς νεκρούς. ἐκεῖνοι γὰρ ἐν τῇ δεινῇ πενίᾳ τοῦ ἐγκοσμίου πνεύματος ὄντες καὶ τῆς δυνάμεως τοῦ οὐρανίου πλούτου ἐστερημένοι καὶ ὑπὸ τῶν παθῶν τὸν νοῦν συγκεχυμένοι μόλις κἂν ἕνα λογισμὸν καλὸν ἀπὸ πολλῶν κακῶν εὑρίσκοντες ἐν ἑαυτοῖς ἀναπαύονται τῇ πενίᾳ διοικούμενοι καὶ ἐνδύμασι λιτοῖς ἀρετῶν μικρῶν πληροφοροῦνται τὰ διάφορα μὴ ἔχοντες τοῦ πνεύματος ἐν ταῖς θείαις ἀρεταῖς ἐνεργήματα, ὡς καὶ ὁ κύριος πολλὴν τὴν διαφορὰν ἐφανέρωσε τῶν ἀληθινῶν προσκυνητῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν πολλῶν τῶν δοκούντων προσκυνεῖν ἐπιπολαίῳ καὶ ἐξωτέρᾳ προσκυνήσει, μὴ «ἐν πνεύματι» δὲ «καὶ ἀληθείᾳ» προσκυνούντων, εἰπών· «ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τοὺς ἐπουρανίους παλατινοὺς καὶ ἐν πνεύματι πλουσίους ἀπὸ τῶν ἐν πενίᾳ δεινῇ τῆς ἁμαρτίας διακρίνων, οἵτινες διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ζῆν δοκοῦσιν, οὐ μέντοι τὴν πλουσίαν ζωὴν τῆς ἐν δυνάμει τοῦ πνεύματος ἐνεργείας κεκτημένοι.

Ὥσπερ γὰρ τὴν εἰκόνα τοῦ σώματος πάντες μὲν ἔχουσιν, ἀλλ᾽ οἱ μὲν ὑγιῆ καὶ ἀσινῆ αὐτὴν κέκτηνται, οἱ δὲ νοσερὰν ἢ καὶ τετραυματισμένην. ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσιν τοῦ σώματος πολλή τις διαφορὰ τυγχάνει· οἱ μὲν γὰρ προφανῶς τραύματα ἔχοντες ἀλγοῦσιν, οἱ δὲ τραύματα πρόδηλα μὴ ἔχοντες ψυγμὸν δεινὸν ἐν τῷ σώματι ἔχουσιν ὥστε μηδὲ κινεῖσθαι δύνασθαι καὶ κατὰ μὲν τὸ ὁρώμενον ὡς ὑγιὲς εἶναι δοκεῖ τὸ σῶμα, κατὰ δὲ τοὺς πόνους καὶ τὴν κίνησιν τῆς ἐργασίας πολὺ χεῖρον αὐτοῦ ἐστι καὶ δυσθεράπευτον πάθος τοῦ προδήλως πεπληγμένου. ἐκεῖνος φανερὰ ἔχων τὰ τραύματα, ἐὰν ἔλθῃ πρὸς τὸν ἰατρόν, ταχύτερον ἐκείνου θεραπείας ἀξιοῦται. καὶ πάντα δὲ τὰ κρύφια τοῦ σώματος πάθη τῶν προδήλων χείρονα τυγχάνει καὶ δυσθεράπευτα. οὕτω καὶ οἱ Χριστιανοί.

πολλοὶ νομίζονται ὑγιεῖς εἶναι (τουτέστι πνευματικοὶ) διά τινας ἐπιπολαίους καὶ σωματικὰς ἀρετάς, ἔσωθεν δὲ δεινοῖς πάθεσι κρυφίοις κεκράτηνται· καὶ ἄλλοι προδήλοις ἁμαρτήμασιν ἐνεχόμενοι καὶ παρὰ τοῖς πολλοῖς ὡς ἀδόκιμοι καὶ ἀπόβλητοι ὄντες (ὥσπερ τῷ Φαρισαίῳ «ὁ τελώνης»), ἐὰν ἐπιστρέψωσι πρὸς τὸν ἀληθινὸν ἰατρὸν Χριστόν, προσεγγίζοντες αὐτῷ ταχυτέραν τὴν ἴασιν παρὰ τοὺς προειρημένους δέχονται (ὃν τρόπον ὁ τελώνης παρὰ τὸν Φαρισαῖον, «κατέβη», γάρ φησιν, «δεδικαιωμένος»)· οὐκ εἰσὶ γὰρ οὕτω «κατὰ τὸν ἔσω ἄνθρωπον» ὡς οἱ κρυπτοῖς πάθεσι πεπληγμένοι, οἷον ἢ οἰήσει ἢ ἐπάρσει ἢ φυσιώσει ἢ ἀπιστίᾳ ἢ ὑπερηφανίᾳ ἢ δοκήσει ἢ ὑποκρίσει ἢ κενοδοξίᾳ ἢ δειλίᾳ ἢ αἰσχροῖς λογισμοῖς καὶ τοῖς ὁμοίοις. «ἄνθρωπος», γάρ φησιν, «ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν». πλὴν τὸ ζητούμενόν ἐστιν, ἵνα καὶ ἔξωθεν καὶ ἔσωθεν ὑγιὴς εὑρεθῇ ὁ ἄνθρωπος διὰ τῆς θείας χάριτος καὶ τοῦ ἰδίου αὐτεξουσίου ἀγῶνος, καὶ τότε κληρονόμος τῆς βασιλείας γενέσθαι καταξιοῦται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ἀμήν.

Αὕτη ἐστὶν «ἡ καινὴ διαθήκη», οὗτός ἐστιν ὁ «νόμος τοῦ πνεύματος», ὁ ἐν «καρδίαις» ἐγγραφόμενος, ὁ προκεκηρυγμένος ὑπὸ τῶν προφητῶν, ἐν τούτῳ τῷ νόμῳ καρποφορεῖ ἡ ψυχὴ καρποὺς «δικαιοσύνης» καὶ ζῇ ἐν θεῷ ζωὴν αἰώνιον. εἴ τις οὖν οὐκ ἐδέξατο τὴν χάριν παρὰ τοῦ θεοῦ καὶ εἴ τις οὐκ ἤλπισε καὶ ἔλαβε «τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος», ἠθέτησε «τὴν βουλὴν τοῦ θεοῦ» καὶ ἠρνήσατο ἔργῳ πάσας τὰς γραφάς. εἰ γὰρ ἐνέργειαν οὐκ ἐδέξατο, φαντάζεται ὑπὸ λογισμῶν, τῆς ἐπουρανίου ἐκκλησίας τῶν «πρωτοτόκων» ἀλλότριος ὤν, τοῖς «πνεύμασι» τῶν «δικαίων καὶ τετελειωμένων» οὐκ ἐκοινώνησεν, τῆς «ἄνω Ἰερουσαλὴμ» οὐκ ἐγένετο. οὗτος οὐ προσεκύνησε «τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ». ἐν ᾧ γὰρ οὔκ ἐστιν ὁ θεὸς κατοικῶν, οὗτος οὐδὲ ἔγνωκε τὸν θεόν· «αὕτη» γάρ «ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν». «τὸ» γὰρ «γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» καὶ «ἡ γέννησις τοῦ θεοῦ» φυλάσσει «αὐτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ». οὗτοι δὲ βούλονται χωρὶς θεμελίου στέγην ἐπιθεῖναι τῷ οἴκῳ. χωρὶς μητρὸς υἱὸς οὐ γεννᾶται καὶ χωρὶς κοινωνίας τέκνον οὐ γίνεται, οὕτω καὶ χωρὶς τῆς γεννήσεως τῆς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου υἱὸς θεοῦ οὐδεὶς γίνεται, υἱὸς δὲ θεοῦ μὴ ὢν εἰς ζωὴν αἰώνιον οὐκ εἰσέρχεται. «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ». οἶκος γὰρ οἰκοδομούμενος θεμελίου χρῄζει.

οὐχὶ ἁπλῶς «ἐπὶ τὴν ἄμμον» τις οἰκοδομεῖ ἀλλὰ πρῶτον πᾶσαν ἄμμον ἀνορύσσει καὶ βαθύνει καὶ οὕτω τίθησιν «ἐπὶ τὴν πέτραν» τὸν θεμέλιον, ἵνα διαμείνῃ ἀσάλευτος ἐρχομένων τῶν χειμώνων καὶ ἀνέμων καὶ τῶν κλυδώνων καὶ τῶν ποταμῶν· οἱ δὲ ἁπλῶς ἐπὶ ἄμμον οἰκοδομοῦντες μάτην κοπιῶσιν, εὐθέως γὰρ πίπτει καὶ καταστρέφεται ἡ οἰκία. οὕτω καὶ ψυχὴ φιλαλήθης βουλομένη τὴν οἰκίαν αὐτῆς οἰκοδομῆσαι κατὰ τὸν τοῦ κυρίου λόγον οὐκ οἰκοδομεῖ «ἐπὶ τὴν ἄμμον» τῶν πονηρῶν διαλογισμῶν τῆς ἁμαρτίας, ἀλλὰ ὀρύσσει καὶ βαθύνει τοὺς ἀμμώδεις καὶ κακοὺς διαλογισμοὺς τῆς πονηρίας ὅσον δυνατὸν αὐτῇ ἐκκόπτουσα, ἕως οὗ εὕρῃ λογισμοὺς στερεοὺς τοῦ Χριστοῦ τῆς πίστεως ἀσαλεύτους, ἕως οὗ εὕρῃ τὸν Χριστόν, τὴν ἀληθινὴν πέτραν, εἰς ἣν «πύλαι ᾅδου οὐ κατισχύουσιν». καὶ οὕτως ἐποικοδομεῖ διὰ τῆς ἀγαθῆς πολιτείας ἔχουσα καρδίαν καθαράν, συνείδησιν ἀγαθήν, 〈πίστιν〉 ἀνυπόκριτον κατὰ τὸν ἀπόστολον, καὶ οὕτω συμπληροῖ τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ τὴν πνευματικὴν ἔσωθεν οὖσαν καθαρὰν καὶ ἔξωθεν πολὺ μᾶλλον καθαράν. τὸ πρὶν γὰρ πρὸ τοῦ ἀποκαλυφθῆναι τοῦτο τὸ μυστήριον τοῦ πνεύματος τοῦ Χριστοῦ καὶ πρὸ τῆς ἐλεύσεως καὶ ἐπιφανείας αὐτοῦ ὅλος ὁ καλλωπισμὸς τῆς δικαιοσύνης ἔξωθεν ἦν, καὶ ὁ νόμος καὶ ἡ περιτομὴ καὶ ὁ καθαρισμὸς καὶ αἱ θυσίαι καὶ αἱ προσφοραὶ καὶ αἱ λατρεῖαι.

ἐξ οὗ δὲ «ἐπεφάνη» ὁ «σωτήριος» λόγος τοῦ Χριστοῦ καὶ ἔδωκε τὸ πνεῦμα τὸ ἅγιον εἰς τὰς καρδίας τῶν ἀνθρώπων, τὸν λόγον τὸν ἐν μέλανι μὴ γραφόμενον, πάντα ἔσωθεν εὑρίσκεται, καὶ λατρεία ἔσωθεν ἀπὸ συνειδήσεως καθαρᾶς καὶ θυσίαι ἔσωθεν (φησὶ γὰρ ὁ ψαλμῳδός· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή») καὶ ἁπαξαπλῶς ἡ ἔνδον ζητεῖται καθαρότης καὶ ὁ καλλωπισμὸς τῆς ψυχῆς καὶ οὕτω δύναται καὶ τὸ ἔξωθεν ἐξ ἀληθείας εἶναι καθαρόν, ὡς φησὶν ὁ κύριος· «Φαρισαῖε τυφλέ», «τὸ ἔσωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος πλῦνον», «ἵνα» «καὶ τὸ ἔξωθεν» ᾖ «καθαρόν». «ὁ» γὰρ «ποιήσας τὸ ἔσωθεν καὶ τὸ ἔξωθεν ἐποίησεν». εἰ γὰρ τὸ πρὶν οἱ ἄνθρωποι μὴ ἔχοντες τὸν ἔσωθεν καθαρισμὸν διὰ τῆς δικαιοσύνης τοῦ νόμου ἐκαλλωπίζοντο, πόσῳ μᾶλλον, ὅταν ἡ ψυχὴ καθαρισθῇ ἐκ τοῦ σκότους ἔχουσα ἐν ἑαυτῇ τὸν ἀληθινὸν Χριστόν, ἐξ ἀληθείας καὶ τὸ σῶμα ἡγίασται καὶ κεκαλλώπισται. Μαργαρίτης μέγας καὶ πολύτιμος καὶ βασιλικός, ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν, βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος δύναται τὸν μαργαρίτην τοῦτον φορεῖν, ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν.

οὕτω καὶ ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»), τὸν ἐπουράνιον καὶ πολύτιμον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται φορέσαι, βασιλείας μὴ γεννηθεὶς υἱός. οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην συζήσουσι καὶ συμβασιλεύσουσι τῷ Χριστῷ εἰς τοὺς ἀιῶνας· οὕτω γὰρ εἶπεν ὁ ἀπόστολος· «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου» μόνον τοῖς φοροῦσιν αὐτὸν ἐξ ἀληθείας γινωσκόμενος καὶ ὁρώμενος τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς· ἀμυήτῳ δὲ «〈τὰ〉 τοῦ πνεύματος» γνῶναι ἀδύνατον ἢ μόνον πίστιν δέξασθαι, ἕως οὗ καὶ ἐν αὐτῷ γένηται ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ, καὶ τότε τῇ πείρᾳ ἐξ ἀληθείας γινώσκει τὴν χρηστότητα τοῦ κυρίου. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὸ γένος τῶν ἀνθρώπων καὶ μετόχους τῆς οὐσίας αὐτοῦ εἶναι καταξιώσαντι. λέγει γὰρ Πέτρος· «ἵνα» «γένησθε θείας κοινωνοὶ φύσεως». τοιούτων οὖν ἀγαθῶν καὶ θείων χαρισμάτων ἐπηγγελμένων σπουδάσωμεν καὶ ἡμεῖς καὶ παρακαλέσωμεν, ἵνα μέτοχοι γενώμεθα, καθὼς καὶ ὁ ἀπόστολος εἶπε· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν».

οὐαὶ ὅστις οὐκ ἐζήτησε καὶ εὗρε τὰ πνευματικὰ καὶ ἄρρητα ἀγαθά, ὅτι ὁ μὴ γεννηθεὶς ἐκ πνεύματος εἰς «βασιλείαν» εἰσελθεῖν οὐ δύναται· ὁ γὰρ κύριος οὕτως ἀπεφήνατο.

Ἐξ ἀρχῆς ὁ ἄνθρωπος πλασθεὶς ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν ἦν ἐν καθαρότητι καὶ ἡμερότητι πολλῇ, ὅτε δὲ παρέβη τὴν ἐντολὴν τοῦ θεοῦ, ὑπὸ τὴν ἀπόφασιν γέγονεν, βασιλευθεὶς ὑπὸ τοῦ πονηροῦ συναπηγριώθη τοῖς θελήμασιν αὐτοῦ, καὶ πᾶν τὸ ἐξ αὐτοῦ γένος βασιλευθὲν ἐν ἀγριότητι καὶ ἐρημίᾳ ἐξητάσθη, μὴ ὑποτασσόμενον τῷ ζυγῷ τῆς δικαιοσύνης. ὅθεν ὑπὸ τοῦ λόγου τῆς ζωῆς ἀνακαλούμενος ἐν συνηθείᾳ ἀγριότητος τυγχάνων δυσχερῶς ἐπανέρχεται ἐπὶ τὸν ἥμερον καὶ χρηστὸν ζυγόν.

ὃν τρόπον βοῦς αἰρόμενος ἀπὸ ἀγρίας ἀγέλης εἰς τὸ ὑπεισελθεῖν ζυγῷ καὶ ἀροτριάσαι τὴν γῆν πρῶτον μὲν ἀγριαίνεται καὶ ἀπεχθῶς ἔχει πρὸς τὸν ζυγόν, ἐπὰν δὲ γυμνασθῇ καὶ δαμασθῇ ὑπὸ τοῦ ζευγηλάτου, κατ᾽ ὀλίγον σὺν τῷ ἐργάτῃ βοΐ, τὸ λοιπὸν ἄνευ ἀνάγκης προθύμως προσέρχεται τῷ ζυγῷ ἐμπονῶν τῇ γῇ—οὕτω καὶ ἡ ψυχὴ ἡ πιστεύουσα τῷ θεῷ ἔτι ὑπὸ τὴν ἁμαρτίαν κρατουμένη καὶ ἔρημος οὖσα ἀγριαίνει πρὸς τὸν ἀληθινὸν ζυγόν, συζευγνυμένη δὲ μετὰ ἁγίων ψυχῶν τῶν τὸ ἔργον τῆς ἀληθινῆς γῆς καλῶς εἰδότων ἐργάζεσθαι, λοιπὸν ὑπὸ τῆς χάριτος τοῦ πνεύματος ἡμεροῦται καὶ ὁδηγεῖται εἰς ἀλήθειαν κατ᾽ ὀλίγον, ἕως οὗ παντελῶς ἡμερωθῇ, καὶ λοιπὸν τὸν χρηστὸν ζυγὸν τοῦ κυρίου ἡδέως ἀναλαμβάνει ἐργαζομένη τὴν γῆν τῆς καρδίας, ἵνα ποιήσῃ καρποὺς «τοῦ πνεύματος», κεντουμένη καὶ μαστιζομένη ὑπὸ τῶν πικρῶν πειρασμῶν μᾶλλον εἰς τὸ ἔργον τὸ θεϊκὸν ἀόκνως καὶ σπουδαιοτέρως ἐργάζεται. ἢ πάλιν ὥσπερ ἵππος ἐν ἀγέλαις πελάζεται καὶ ἐν ἐρημίαις μετὰ ἀγρίων θηρίων ἔχων τὴν δίαιταν ἄγριος καὶ ἀνυπότακτός ἐστι τοῖς ἀνθρώποις, εἶτα λαμβάνεται ἀπὸ τῆς ἀγρίας ἀγέλης καὶ πρῶτον βασανίζεται ποικίλως, ἕως οὗ τὸ ἄγριον αὐτοῦ ἡμερωθῇ καὶ περιτιθέασιν αὐτῷ βαρὺν χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν, καὶ γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα ἐν πολέμῳ εὔχρηστος γένηται.

εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα ἢ θώρακα ἢ κατάφρακτα καὶ τὰ ἑξῆς, καὶ πρῶτον τὸν χαλινὸν κρεμῶσιν καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ εἰς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτω διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς (χωρὶς γὰρ ἐπιβάτου καὶ θώρακος ἵππος πολεμεῖν οὐ δύναται)· ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ ἢ ἀκούσῃ φωνῶν «πολέμου», αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ᾽ αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιεῖν τοῖς πολεμισταῖς. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελαζομένη μετὰ τῶν θηρίων, τῶν πνευμάτων «τῆς πονηρίας», τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα ζῇ. ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ.

εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν εἰσέρχεται εἰς τὸ δοκιμασθῆναι αὐτήν, ἵνα κατ᾽ ὀλίγον ἡμερωθῇ διὰ τοῦ πνεύματος, ἐκλειπούσης καὶ ἀφανιζομένης κατ᾽ ὀλίγον τῆς ἐν αὐτῇ ἁμαρτίας καὶ οὕτως ἐνδυομένη ἡ ψυχὴ «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος» διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς, καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» καὶ «τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ» σβέννυσι. χωρὶς γὰρ τῶν τοῦ πνεύματος ὅπλων οὐκ ἀναιρεῖται ἡ ἁμαρτία, ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου ἡ ψυχή, ὅταν ἀκούσῃ καὶ αἴσθηται τῶν σφοδρῶν πολέμων, «ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται» (καθὼς ἐν τῷ Ἰὼβ εἴρηται), ὅτι καὶ ἀπὸ «τῆς φωνῆς τῆς δεήσεως» αὐτῆς προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν πόλεμον νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτω συνάπτεται τῷ ἐπουρανίῳ βασιλεῖ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.