Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Το αόρατο μαρτύριο, η εσωτερική ανακαίνιση και η αναγκαιότητα της αδιάλειπτης προσευχής

Η υπομονή στους εσωτερικούς λογισμούς ως μορφή αόρατου μαρτυρίου, ο κίνδυνος της κενοδοξίας, η προστασία της χάριτος, η πρόσκτηση του επουράνιου νου και η σημασία της νήψεως στην τραχιά οδό προς τη σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 12

Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος «Χριστοῦ» πιστεύων γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακροθυμίας καὶ ὑπομονῆς δραξάμενος ὀφείλει τὰς ἀπαντώσας διαφόρους θλίψεις στενοχωρίας τε καὶ ἀνάγκας γενναίως ὑποφέρειν εἴτε σωματικὰς νόσους καὶ πάθη εἴτε ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις εἴτε ἀοράτους θλίψεις διαφόρους τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονηρῶν πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἄγειν βουλομένων, κατ᾽ οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος ἑκάστην ψυχὴν δοκιμασθῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ψυχαὶ αἱ ἐξ ὅλης καρδίας ἀγαπῶσαι τὸν κύριον καὶ δι᾽ αὐτὸν πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πειρασμόν· οὕτω γὰρ τῆς ἐπαγγελίας «τοῦ πνεύματος» ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίστανται.

ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ κυρίου ἐξακολουθοῦσα «τὸν σταυρὸν» τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται, τουτέστιν ἑτοίμως ἔχειν ὑπομένειν διὰ τὸν κύριον πάντα ἐπερχόμενον πειρασμὸν εἴτε κρυπτὸν εἴτε φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἐν ἐξουσίᾳ αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ᾽ αὐτοῦ καὶ τὸ ἀπολυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι᾽ αὐτοῦ. εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ τοῦτο αὐτῆς ἐστι τῆς κακίας τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα) καὶ τῆς ἐλπίδος ἐγκρατὴς ἂν μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ κυρίου περιεπάτησεν.

κατανόησον γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες πατριάρχαι προφῆται ἀπόστολοι καὶ μάρτυρες διὰ τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πᾶσαν θλῖψιν καὶ πειρασμὸν γενναίως καὶ ἐν ταῖς στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, καθώς φησιν ἡ γραφή· «τέκνον, εἰ προσέρχῃ τῷ κυρίῳ δουλεύειν, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ πάλιν ὁ ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ» ἐπιφερόμενά «σοι» πάντα «ὡς ἀγαθὰ πρόσδεξαι, εἰδώς, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται». καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δεδιωγμένοι δὲ εἴτε φανερῶς ὑπὸ ἀνθρώπων εἴτε κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς πονηρίας».

ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ εἰς θλίψεις διαφόρους ἐμβάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν, ἅμα δὲ καὶ ἵνα δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ εἰ τῆς ἐλπίδος εἰς τέλος κρατήσει τὴν λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα ἀλλ᾽ ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη, ἵνα ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν ἀληθείᾳ. αἱ γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ αἱ ἄξιαι ψυχαὶ αἱ ἕως τέλους ὑπομείνασαι καὶ τῆς ἐλπίδος βεβαίως κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται. τὴν ἐλπίδα τοίνυν καὶ τὴν ὑπομονὴν πρὸ πάντων ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ γενναίως κρατείτω καὶ οὕτω δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.

Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ᾽ αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενεγκεῖν, καθώς φησιν ὁ ἀπόστολος· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν». οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ᾽ ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν. καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆναι, ἀλλ᾽ ὅσον ἀγωνίζεται διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα τῷ θεῷ καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ λύτρωσιν ἀδιστάκτως ἐκδεχομένη, τοσοῦτον ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης περιεχούσης θλίψεως. οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ καὶ τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ ἐλπίδος ἐγκρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται· «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ τὰ ἑξῆς.

καὶ ὁ κύριός φησιν· «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» καί· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ λέγει· «τίς ἐπίστευσε τῷ θεῷ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης συνέσεως καὶ νοὸς μετέχοντες οἱ ἄνθρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κεραμεὺς ὁ πλάσας τὰ σκεύη εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ γίνεται, ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐνθεῖναι, ἕως οὗ χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν ἐλλειπῶς, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖ—εἰ οὖν ἐπὶ τῶν φαινομένων τοσαύτην γνῶσιν καὶ διάκρισιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφατός τις γνῶσις καὶ σύνεσις καὶ ὅλον σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι. καὶ οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν καθίστανται.

ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται, ἐξινίζεται καὶ τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον καταξιοῦται κληρονομεῖν. ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ μὴ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὂν πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται οὔτε σπόρον καταθέσθαι οὔτε ἕτερόν τι τοῦ κόσμου ἔργον ἐπιτελεῖν (νήπιον «γάρ ἐστιν»), οὕτω ψυχαὶ εἰ καὶ θείας χάριτος μέτοχοι γεγόνασι τροποφορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι᾽ ὧν ἡ πρὸς θεὸν ἀγάπη δείκνυται, ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν᾽ οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ ἀγύμναστοι ἔτι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί».

ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας «τοῦ πνεύματος» καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν καταξιωθῆναι, εἴπερ ὡς δόκιμος καὶ πιστὴ τὴν εἰς τὸν κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσειεν.

Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν καὶ «ἕως θανάτου» ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου «τῆς δικαιοσύνης» τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενέγκοντες πλειόνα δόξαν καὶ παρρησίαν ἐπὶ θεοῦ ἐκομίσαντο καὶ ἐκτήσαντο. ὅσοι δὲ ὑπεστάλησαν τὰς θλίψεις καὶ τὰς μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται—τὸν αὐτὸν τρόπον καὶ αἱ ψυχαὶ αἱ εἰς θλίψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, εἴτε κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς εἴτε δὲ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τῆς ἐλπίδος κρατοῦσαι καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ στεφάνου «τῆς δικαιοσύνης» καταξιοῦνται καὶ λύτρωσιν ἐντεῦθεν δεχόμεναι τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐν ἡμέρᾳ κρίσεως ἐπὶ θεοῦ εὑρίσκουσιν.

τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων ὑπέμειναν, ὅπερ κἀκεῖνοι δι᾽ ἀνθρώπων, αὗται δι᾽ αὐτῶν τῶν πνευμάτων τῆς πονηρίας τῶν καὶ ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος κρατοῦσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ πορίζονται καὶ ἐντεῦθεν λυτροῦνται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν τῶν αἰωνίων ἀγαθῶν τῆς βασιλείας κληρονόμοι γενόμεναι. ὅσαι δὲ ψυχαὶ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ τὰς θλίψεις μὴ ὑπομένουσαι, ἀλλ᾽ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ ἀποστραφῶσι τῆς ὁδοῦ «τῆς δικαιοσύνης» καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν οὐ δυνήσονται.

ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν κύριον τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω τῆς αἰωνίου σωτηρίας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς μελλούσης γεέννης τῆς τιμωρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς οὐρανίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπαγομένων παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀπεκδεχόμενοι, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας «τοῦ ἁγίου πνεύματος» καταξιοῦνται καὶ τῆς αἰωνίου γεέννης ἐντεῦθεν ἀπαλλάττονται καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ κληρονομοῦσιν. τοιαύτην γὰρ ὁ κύριος τὴν ὁδὸν ἔθετο τὴν εἰς τὴν ζωὴν ἀποφέρουσαν στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο «καὶ ὀλίγοι εἰσὶν» οἱ διοδεύοντες εἰς αὐτήν. τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως ὑπομείνωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

ὅσας γὰρ θλίψεις ἐὰν ὑπομείνωμεν διὰ τὸν κύριον, τί ἀντάξιον γενήσεται ἢ πρὸς τὴν μέλλουσαν ἐπηγγελμένην ζωὴν ἢ πρὸς τὴν ἐντεῦθεν γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς «τοῦ ἁγίου πνεύματος» παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται· «κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς».

Γενώμεθα οὖν ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. διὰ τί γὰρ ἐν τῷ κόσμῳ, ὅτε ἐν βιωτικοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστάσεις καὶ θλίψεις τοῦ πονηροῦ καθ᾽ ἡμῶν ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ καὶ πειρωμένου διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγαγεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. ὅσον τοίνυν ὁ πονηρὸς ἐπεγείρεται καθ᾽ ἡμῶν, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως ἔχοντες «ἕως θανάτου» ἐρχόμενοι ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ᾽ ἡμῶν μηχαναὶ λύονται. ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, 〈ὃς〉 καὶ ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ᾽ αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχύνεται ἡμῶν τὰ νικητήρια τῶν πόνων (τουτέστι τὴν βασιλείαν τοῦ κυρίου) κομιζομένων. γενώμεθα οὖν ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν ἐν ἑαυτοῖς δεχόμενοι, δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς.

καὶ γὰρ ὁ κύριος ἡμῶν οὕτω τὸν αἰῶνα τοῦτον διώδευσε μαστιζόμενος ὀνειδιζόμενος διωκόμενος ἐμπτυόμενος, ὕστερον δὲ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται. καὶ πάντα ἐκεῖνα ὑπήνεγκε διὰ τὴν ἡμετέραν σωτηρίαν «ἡμῖν καταλιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι᾽ ἧς ὁδοῦ πειρασμῶν καὶ θλίψεων καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρόνομοι» αὐτοῦ γενέσθαι βουλόμενοι, ἵνα ὥσπερ αὐτὸς πολλὰ ἔπαθε δι᾽ ἡμῶν, ὕστερον δὲ θανὼν ἐπὶ τοῦ σταυροῦ ἐνίκησε καὶ σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθανάτωσε κατακρίνας «τὴν ἁμαρτίαν» «διὰ τῆς σαρκὸς» καὶ καθελὼν τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ τοῦ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ», οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν γενναίως καὶ προθύμως καὶ «ἕως θανάτου» ἐλθόντες ὑπομείνωμεν, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ τῆς ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι εὑρεθέντες τῆς ἀπολυτρώσεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρούμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα. εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. πάσχοντες καὶ θανατούμενοι διὰ τὸν κύριον προθύμως τότε νικῶμεν τὸν ἀντικείμενον.

εἰ οὖν βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ᾽ εὐχερῶς ὑπομένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου «καθ᾽ ἡμέραν τὸν σταυρὸν» αἴροντες (ὅ ἐστι θάνατος) ἀκολουθῶμεν αὐτῷ προθύμως ὀπίσω, καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν εἴτε κρυπτὴν εἴτε φανεράν. εἰ γὰρ θάνατον ὑπὲρ τοῦ κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπιποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς μετὰ χαρᾶς ὑπομενοῦμεν. διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν οὐδὲ ἐν αὐτῷ πάντοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω. ὥστε οἱ τὸν Χριστὸν ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐτοῖς γενναίως καὶ προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα.

Παρακαλέσωμεν τοίνυν τὸν κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι εὑρεθέντες αὐτοῦ σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὥσπερ ἐν τοῖς φαινομένοις οἱ διὰ πείρας καὶ χρόνων παρελθόντες τὸν βίον οὔτε ὅταν λιμὸς γένηται, ἀπελπίζουσιν, ὡς ἤδη τοῦ κόσμου μέλλοντος ἀπόλλυσθαι καὶ μηκέτι εὐφορίαν γίνεσθαι, οὔτε ἐπὰν πολυκαρπία γένηται, ὡς μηκέτι λιμοῦ γινομένου οὕτω διάκεινται, ἀλλὰ πάντοτε προσδοκῶσιν, καὶ ἐν εὐφορίᾳ ἀφορίαν καὶ ἐν ἀφορίᾳ εὐφορίαν, οἱ τοιοῦτοι ἴσοι καὶ οἱ αὐτοί εἰσιν—οὕτως ἐν τῷ πνευματικῷ καὶ ἀοράτῳ κόσμῳ καὶ ἐν τῇ τῆς χάριτος τοῦ πνεύματος διαγωγῇ οἱ διὰ πείρας καὶ χρόνων παιδευόμενοι οὔτε ἐπὰν θλίψει τῆς ἁμαρτίας οἱᾳδήποτε ἀπαντήσωσιν, ἀπελπίζουσιν ὡς μηκέτι μέλλοντες τῆς χάριτος τυγχάνειν, οὔτε ἐπὰν ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος γένωνται, ὑπτιοῦνται καὶ ἐπαίρονται ὡς μηκέτι θλίψεων ἐπερχομένων, ἀλλά εἰσιν ἴσοι ἀεὶ ἐν τῇ αὐτότητι μένοντες, ἑαυτῶν μὴ ἐξιστάμενοι, τεθεμελιωμένοι, ἑδραῖοι, ἔχοντες τὸν σκόπον τῆς τελειότητος καὶ τὴν ἐλευθερίαν διὰ τοῦ πνεύματος τῆς «υἱοθεσίας» προσδοκῶντες, ἥτις ἐστὶ τοῦ παλαιοῦ ἀνθρώπου παντελὴς ἀπολύτρωσις. Μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους τοῦ σκότους καὶ τὴν δεινὴν νύκτα καὶ τοὺς αὐχμηροὺς καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, οἱ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαράν.

Εἰσὶ δὲ ἄλλοι νεώτεροι φρόνιμοι, συνετοί, εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς χάρις καὶ ἤδη ἄρχονται λαλεῖν λόγον καὶ ὁ λόγος αὐτῶν καλός ἐστιν, καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ τιμίους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον θεοῦ. αὐτοὶ δὲ εἰ καὶ ἀπὸ χάριτος λαλοῦσιν, πλὴν τὸ κακὸν σύνεστι τῷ νῷ καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνήδεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν. ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσεται, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ, καὶ εἰ ἀπὸ χάριτος λαλεῖ καὶ ἀναγκάζεται ὑπό τινων κηρύττειν αὐτοῦ τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωυσῆς, «ὁ θεράπων» τοῦ κυρίου, ἀναγκαζόμενος λαλεῖν καὶ κηρύσσειν τὸν λόγον τῷ Ἰσραήλ, παρῃτήσατο λέγων· ὅτι οὔκ εἰμι «ἱκανὸς» λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο (ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ «ὡς πῦρ») καὶ παρῃτήσατο εἰπών· ὅτι «νεώτερός» εἰμι, καὶ οὐ δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ ἔπαινον ἀπενέγκωμαι. καὶ Παῦλος· «εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι».

ὥσπερ οὖν ἐν τοῖς φαινομένοις ὁ ἀρχιτέκτων ἔργον τι ποιεῖ καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ καὶ ποιῶν ἔργον, ὡσαύτως καὶ ὁ οἰκοδομῶν ἔργον τι ἀποτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλῶσι καὶ «δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων», ἀλλ᾽ ἵνα ὁ λόγος αὐτῶν ἔργον τι ἀποτελέσῃ· οὐ γὰρ ἁπλῶς λόγον κοῦφον καὶ ἀνωφελῆ λαλοῦσιν, ἀλλ᾽ ὠφελοῦσι ψυχὰς καὶ βεβαρημένον νοῦν καὶ καταπεποντισμένον εἰς τὰ κακὰ φωτίζουσι καὶ ὁδηγοῦσι καὶ μεταβάλλουσιν εἰς «ἤθη χρηστὰ» καὶ τρόπους ἀγαθοὺς καὶ παρασκευάζουσιν αὐτοὺς ἀπελθεῖν «εἰς τὴν ζωήν». εἰσὶν οὖν πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία, ἵνα ὥσπερ ἀντιτάσσεταί τις τῇ ἡδονῇ ἐν τοῖς λογισμοῖς, οὕτω καὶ τῇ φιλαργυρίᾳ· συμβαίνει γὰρ ὅτι ἔξωθέν ἐστι πτωχὸς καὶ ἀκτήμων καὶ ἔσωθεν συνήδεται τῷ πλούτῳ καί ἐστι φίλος πλουσίων, καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα ἐκτρέπεται. ζητῶ οὖν τρόπον ἀφιλάργυρον, ἵνα καὶ ἐὰν συμβῇ αὐτὸν ἐμπεσεῖν εἰς πλοῦτον, τότε μάλιστα ἀηδισθῇ, μισήσῃ, φύγῃ ὡς ἀπὸ πυρός. μετὰ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενοδοξίας καὶ τῆς τυφώσεως, ἵνα τις δυνηθῇ τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, ἵνα ἔχῃ πόνον ἐν τῇ ψυχῇ, δάκρυα, πεῖναν, δίψαν.

Συμβαίνει γὰρ ὅτι εἰσί τινες ἀποταξάμενοι, ἀκτήμονες, νηστεύοντες, καὶ ὡς βίᾳ αὐτὰ ποιοῦντες μεγάλα ἡγοῦνται, καὶ τοῖς δοξάζουσιν αὐτοὺς καὶ ἐπαινοῦσι συνήδονται· εἰσὶ δὲ ἄλλοι οἱ διὰ τῆς τοῦ κυρίου παρακλήσεως συνηδόμενοι καὶ ἀναπαυόμενοι ἐν τῇ πενίᾳ καὶ ἐν τῇ κακουχίᾳ (μᾶλλον καὶ τοῦ πλουτοῦντος καὶ τρυφῶντος καὶ ἀναπαυομένου ἐν τοῖς σαρκικοῖς), καὶ ἐὰν ἀναγκάσῃς αὐτοὺς ἀναχωρῆσαι ἀπὸ τῆς κακουχίας, θλίβονται, ὡς πλούσιον ἐν τοῖς φαινομένοις ἐὰν ἀναγκάσῃς πτωχεῦσαι, θλίβεται. ὃν δὲ λέγομεν πόνον, πεῖναν καὶ δίψαν, οὔκ εἰσι μόνον ἀπὸ φύσεως προσγινόμενα, ἀλλὰ τῷ πλείστῳ μέρει ἀπὸ θείας δυνάμεως. καὶ οἱ εἰσελθόντες εἰς τὴν σαγήνην τῆς χάριτος οὗτοι δύνανται ἔχειν τὸν πόνον καὶ φόβον, τὴν πεῖναν καὶ τὴν δίψαν, ἄνευ δὲ τῆς θείας χάριτος οὐ δύνανται ἔχειν τὸν πόνον καὶ φόβον· οἱ γὰρ ταῦτα κεκτημένοι εἰσῆλθαν εἰς τὴν σαγήνην τῆς χάριτος. πλὴν πολλοὶ εἰσέρχονται εἰς τὴν σαγήνην καὶ οἱ μὲν συμφωνοῦντες τῇ χάριτι ἐξειλοῦσι καὶ εἰσέρχονται εἰς τὴν ζωήν, οἱ δὲ ἐκτρέπονται καὶ ἀπέρχονται εἰς ἀπώλειαν. οὐκ ἔστι δὲ ἓν σχῆμα καὶ εἷς τρόπος τῆς χάριτος.

οἱ μὲν γάρ εἰσιν ἐν πόνῳ, οἱ δὲ ἐν πείνῃ καὶ δίψῃ, ἄλλοι «ἐν φόβῳ καὶ ἐν τρόμῳ», καὶ ἄλλοι εἰσὶ πάντοτε ἐν τῇ χάριτι ἀναπαυόμενοι, ἐν ἀγάπῃ καὶ χαρᾷ καὶ ἀγαλλιάσει, ὁμοίως καὶ ἐν τρόμῳ· «δουλεύσατε» (γάρ φησιν) «τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ». πλὴν ὁ καιρὸς οὗτος πένθους ἐστὶ καὶ δακρύων, ἐκεῖνος ὁ αἰὼν γέλωτος καὶ χαρᾶς· ὁ καιρὸς οὗτος σταυροῦ καὶ θανάτου, ὁ καιρὸς ἐκεῖνος ἀπολυτρώσεως καὶ τρυφῆς ἀρρήτου· ὁ καιρὸς οὗτος τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ὁ καιρὸς ἐκεῖνος ἀναπαύσεως καὶ εἰρήνης. ὅμως δὲ ὁ ἀρραβὼν «τοῦ πνεύματος» καὶ ἡ παράκλησις σύνεστιν «ἐν τῷ νῦν αἰῶνι» τοῖς θλιβομένοις, ἡ δὲ τελεία ἀνάπαυσις καὶ ἀνταπόδοσις ἐκεῖθέν ἐστιν «ἐν τῷ μέλλοντι» αἰῶνι. εὑρίσκεις δὲ ἀποταξαμένους νοσερὰν ψυχὴν ἔχοντας τὸν νοῦν αὐτῶν νόσον ὡς ἐν μετεώρῳ εἰσὶ κεχαυνωμένοι, ῥεμβόμενοι. χρὴ δὲ αὐτῶν τὸν νοῦν καὶ «τὸν ἔσω ἄνθρωπον» γενναῖον εἶναι, θαρσηρὰν ἔχειν καρδίαν, τὸν λογισμὸν καὶ τὴν προαίρεσιν ἀνδρείαν καὶ γενναίαν, ἵνα λάβῃ ὅπλα πολέμου καὶ τεθαρρηκὼς κατέλθῃ εἰς πόλεμον καὶ ἀνδρίσηται καὶ ποιήσῃ ἐκεῖ ἀγῶνα, ἵνα ἔχῃ τόνον καὶ ἀθλητικὸν νοῦν. ταῦτα δὲ ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελεῖται· ψυχῆς γάρ ἐστι κινήματα, ζῶσαν ἵνα ἔχῃ καρδίαν. πολλοὶ γάρ εἰσιν ἔξωθεν ἔχοντες τὸ σχῆμα καὶ ὁ νοῦς αὐτῶν ἐξυδαρωμένος, ἀνόστως ῥεμβόμενος.

δεῖ γὰρ κτήσασθαι καρδίαν καινήν, νοῦν ἐπουράνιον ἐν τῷ ἔσω ἀνθρώπῳ, ψυχὴν θείαν ἐν τῇ ψυχῇ, σῶμα ἐν σώματι, ἵνα γένηται διπλοῦς ὁ ἄνθρωπος. ἐπίστευσας ἐπιστεύθης, ἠγάπησας ἠγαπήθης, ἐπέγνως ἐπεγνώσθης· προσλαμβάνει γὰρ ὁ ἄνθρωπος ξένα τινὰ τῆς φύσεως αὐτοῦ, ἐπουράνια, καὶ γίνεται διπλοῦς.

Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτηνται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ συνείδησιν οἴδασι καὶ τὰ νομίσματα δοκιμάσαι καὶ τὰ παραχαράξιμα.

Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλὰ καὶ ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν. οὕτω καὶ σὺ ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστίν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει ὀστέων νεκρῶν. βλέπεις πράγματα ἔνδοξα ὡς ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάντοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου.

τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον τῶν μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, πάντοτε εὔχονται τῷ κυρίῳ. εἴ τις οὖν λέγει· ὅτε μὲν κλίνω τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει θέλημα τοῦ ἀντιπράττειν καὶ ἀνταγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε ἕτερόν τι ποιεῖ. ὅπου γὰρ δέδεται ὁ νοῦς, ἐκεῖνο αὐτοῦ ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν («ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται»), εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ τῇ παραθύρῳ πάλιν εἰσέλθῃς εἰς τὸν κόσμον, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοινωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν «ἐκ τοῦ κόσμου»; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον «θεοῦ», τί ὠφέλησας ἀποταξάμενος;

ἐγένου «ἅλας» μωρὸν καὶ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευματικὰ ἐκληρώσω· λοιπὸν οὐδαμοῦ προχωρεῖς.

Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκότει ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὀμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ, ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἵνα ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλὴν καὶ πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητικοί, λοιπὸν δὲ ἡ ὁδός, δι᾽ ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνος ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ὀλίγον ἐὰν ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτράπου καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος μέγα πυρὸς τῶν ἀκαθάρτων πνευμάτων.

ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μεστὴν ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται σὺν τῷ κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.