Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η ανεκτίμητη αξία της ψυχής, η πνευματική μεταβολή και η αληθινή χριστιανική ιδιότητα

Ο αδιάλειπτος πόλεμος για την κυριότητα της ψυχής, οι παραβολικές εικόνες για την πνευματική της ανακαίνιση, η επιζήτηση του Θεού ως μόνου ασύγκριτου αγαθού και η βιωματική ενέργεια του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 10 από 12

Πῶς τοίνυν τὴν τιμίαν ταύτην καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς, τὴν ἐράσμιον καὶ ὑπὲρ πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἀξιολογωτέραν τυγχάνουσαν, δι᾽ ἄγνοιαν καὶ ῥαθυμίαν καὶ ἀμέλειαν καὶ λήθην ἀνταλλάσσομεν λεπροῖς καὶ ταλαιπώροις καὶ φθαρτοῖς ὑλικοῖς πράγμασι τῷ ἐν γῇ καὶ ὕλῃ καὶ κόσμῳ καὶ δόξῃ δεδέσθαι καὶ τὰ φαινόμενα ἀγαπᾶν καὶ τοῖς παρερχομένοις τοῦ αἰῶνος τούτου προσέχειν καὶ τῇ περὶ ταῦτα στοργῇ διακεῖσθαι, δέον ἀφ᾽ ἑαυτῶν πάντα ῥίψαντας καὶ ἐκτιναξαμένους τὰ τῆς γῆς παρερχόμενα πράγματα καὶ τὰ τῆς ὕλης καὶ χοὸς φθαρτὰ διανοήματα Χριστῷ μόνῳ δεθῆναι τῇ ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι πρὸς αὐτὸν μόνον τετρῶσθαι καὶ πνευματικῷ φίλτρῳ αὐτοῦ μόνου ἐρᾶν;

Μέγα γὰρ καὶ τίμιον καὶ εὐγενὲς καὶ ἐράσμιον τὸ τῆς νοερᾶς καὶ λογικῆς οὐσίας τῆς ψυχῆς ἀξίωμα τυγχάνει, δι᾽ ἣν ἀγὼν θεῷ καὶ ἀγγέλοις καὶ ἁγίαις δυνάμεσι, διὰ πατέρων καὶ πατριαρχῶν, διὰ προφητῶν, δι᾽ αὐτοῦ τοῦ κυρίου εἰς πρεσβείαν καὶ ἐπιστροφὴν ταύτης ἐλθόντος, δι᾽ ἀποστόλων, διὰ διδασκάλων, ἐργατῶν ἀληθείας ταύτην ἐπιστρεφόντων εἰς τὸ τοῦ κυρίου θέλημα καὶ ταύτην οἰκειώσασθαι καὶ παρ᾽ ἑαυτοῖς ἔχειν εἰς τὴν αἰώνιον ζωὴν σπουδαζόντων, δι᾽ ἣν ἀγὼν ὁμοίως καὶ σπουδὴ καὶ πόλεμος καὶ κόπος σατανᾷ καὶ ἀρχαῖς καὶ ἐξουσίαις δυνάμεων πονηρῶν, διὰ ψευδοπροφητῶν, ψευδαποστόλων, διὰ πλάνων ἀνθρώπων, διὰ δολίων ἐργατῶν καὶ αἱρέσεων, ἔσχατον καὶ δι᾽ αὐτοῦ τοῦ Ἀντιχρίστου, ταύτην οἰκειώσασθαι εἰς τέλος τοῦ μὴ ἐξειλῆσαι αὐτῶν ἀλλ᾽ εἰς ἀεὶ μετ᾽ αὐτῶν ἐν τῷ σκότει τῆς κατακρίσεως ταύτην ἔχειν ἀγωνιζομένων. τὴν γὰρ ψυχὴν ταύτην τὴν τιμίαν εἰκόνα Χριστοῦ, τὴν ἐμπεσοῦσαν εἰς βυθὸν παθῶν κακίας, σκότους, δυνάμεων πονηρῶν, τῇ προαιρέσει προσκολληθῆναι βουλομένην Χριστῷ, ἀλλαγῆναι καὶ μεταβληθῆναι καὶ ἀλλοιωθῆναι καὶ ἀνακαινισθῆναι καὶ ἀνακτισθῆναι δεῖ νῦν, ἕως ἐν σαρκὶ τυγχάνει, τοιούτῳ τινὶ τρόπῳ, κατὰ τὴν τῶν γραφῶν παράδοσιν.

ὥσπερ ἐὰν ᾖ τόπος ἐν ᾧ πολλὴ δυσωδία καὶ βόρβορος τυγχάνει ἀποθήκης τε κοπριῶν μεμέστωται καὶ «πάσης ἀκαθαρσίας» καὶ σηπεδόνος καὶ αἰσχρότητος πεπλήρωται, ἔλθῃ δέ τις δυνάστης καὶ πλούσιος ἀνὴρ καὶ κελεύσῃ καθαρισθῆναι τὸν τόπον ἐκεῖνον ἀπὸ τῆς πολλῆς αἰσχρότητος καὶ ῥυπαρίας καὶ πάσῃ ἐπιμελείᾳ ἐκείνου τοῦ δυσωδεστάτου τόπου κάθαρσιν ποιήσηται καὶ λοιπὸν οἰκοδομήσῃ ἐκεῖ παλάτιον βασιλικὸν κοιτῶνάς τε χρυσορόφους καὶ μεμαρμαρωμένους τρικλίνους καὶ διαφόρους οἴκους ἐνδόξους κατασκευάσῃ πρὸς μονὴν καὶ ἀνάπαυσιν βασιλέως—τὸ λοιπὸν ἐκεῖ θυμιάματα καὶ εὐωδία καὶ καθαρότης πολλὴ ἀπ᾽ ἐκείνης τῆς δυσωδίας καὶ ἀκαθαρσίας γίνεται. ἢ ὥσπερ ἵνα ᾖ γῆ ἔρημος καὶ ἄνυδρος καὶ ἀκανθῶν καὶ τριβόλων μεμεστωμένη, ἔλθῃ δὲ ἀνὴρ γεωργὸς ἀγαθὸς καὶ ἐργάσηται ἐπιμελῶς ἐκείνην τὴν ἔρημον τυγχάνουσαν γῆν καὶ τὰς ἀκάνθας καὶ τριβόλους ἄρας ἐκ μέσου πυρὶ καύσῃ καὶ ἀνανεώσας καὶ ἐργασάμενος αὐτὴν ἐξαγάγῃ ἐκεῖ ὕδατα πλουσιώτατα καὶ καταφυτεύσῃ ἀμπελῶνας καὶ παραδείσους ῥόδα τε καὶ παντοῖα ἄνθη καὶ παντοδαπὰ φυτὰ καρποφόρα, καὶ λοιπὸν γένηται ἐκεῖ τόπος ἀναπαύσεως ἥμερος, καρποφόρος καὶ ἔνυδρος καὶ εὔκαρπος—ἴδε πόση μεταβολὴ καὶ ἀλλαγὴ γέγονεν, ἀπὸ ποίας ἀγριότητος καὶ ἐρημίας εἰς ποίαν ἡμερότητα καὶ ἐπιτηδειότητα μετεκοσμήθη.

ἢ ὥσπερ ἵνα ᾖ γυνὴ ἐπαίτης καὶ πενιχρά, εἰς ἣν πάντες οἱ βουλόμενοι καὶ παριόντες ἐμπαίζουσι καὶ παρακέχρηνται, ἐραστὴς δὲ αὐτῆς γένηται βασιλεύς τις ἔνδοξος καὶ ἀναλάβῃ αὐτὴν πρὸς ἑαυτὸν καὶ ἀπ᾽ ἐκείνης τῆς αἰσχρότητος καὶ πορνείας εἰς σωφροσύνην τιμίαν καὶ ἐλευθέραις πρέπουσαν κατάστασιν ἐνέγκῃ καὶ ἀντ᾽ ἐκείνων τῶν δυσωδεστάτων ῥακίων βασιλικὰ φορήματα καὶ διάχρυσα καὶ διάλιθα ἐνδύματα ἀμφιάσῃ διαδήματί τε βασιλικῷ ταύτην περιδησάμενος τιμήσῃ εἰς τὸ γενέσθαι αὐτοῦ κοινωνικὴν καὶ τιμίαν νύμφην βασιλέως—ἰδοὺ πόση μεταβολὴ καὶ ἀλλαγὴ γεγένηται ταύτῃ καὶ ἐξ οἵας αἰσχρότητος καὶ πενίας εἰς οἵαν τιμὴν δόξης καὶ πλοῦτον μετηνέχθη.

Τὸν αὐτὸν τρόπον τὸν νοῦν καὶ τὴν ψυχὴν ταύτην σὺν τῷ σώματι ἐν ἁμαρτίᾳ κακίας ἐμπεσοῦσαν καὶ ἐν τῇ ὄντως πτωχείᾳ τοῦ σκότους τῶν παθῶν τῆς πονηρίας κατενεχθεῖσαν ἐκ τῆς τοῦ Ἀδὰμ παραβάσεως καὶ ἐν πορνείᾳ καὶ ἀκαθαρσίᾳ καὶ μιασμῷ τῶν πονηρῶν παθῶν μιανθεῖσαν καὶ ἐνυβρισθεῖσαν καὶ ἐν ἀγριότητι καὶ ἐρημίᾳ τοῦ πονηροῦ καὶ αἰσχροῦ πνεύματος τοῦ κόσμου γεγενημένην, πιστεύσασαν καὶ προσελθοῦσαν εἰλικρινῶς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι τῷ κυρίῳ ἐν ἀγάπῃ τοῦ πνεύματος αὐτοῦ ἀλλαγῆναι καὶ μεταβληθῆναι δεῖ ἀπὸ τῆς ἀγριότητος καὶ ἐρημίας ἐκείνης τῆς προτέρας καὶ ἐκ τῆς δυσωδίας τῶν ἁμαρτημάτων καὶ παθῶν τῆς κακίας καὶ αἰσχρῶν καὶ ῥακώδων ἐνδυμάτων τῶν πνευμάτων «τῆς πονηρίας», ἀπιστίας, φιλαργυρίας, μίσους, κακίας, ὀργῆς, δόλου, ἀνοίας, ἐπιθυμίας κακῆς καὶ πάσης ἀκαθαρσίας ἀλλοιωθῆναι δεῖ καὶ ἀνακαινισθῆναι καὶ μεταβληθῆναι καὶ ἀναπλασθῆναι νῦν διὰ τῆς χάριτος.

καὶ ἀντὶ μὲν τῶν τριβόλων καὶ ἀκανθῶν τῶν πονηρῶν διαλογισμῶν καὶ τῶν ἁμαρτημάτων τῆς κακίας, ὧν ἡ γῆ τῆς καρδίας αὐτῆς βρύουσα ἐκαρποφόρει, δικαιοσύνην καὶ ὁσιότητα τοῦ θείου καὶ ἐπουρανίου πνεύματος τῆς ἀγαθότητος ἐν αὐτῇ βρύειν καὶ καρποφορεῖν δεῖ· ἀντὶ δὲ δυσωδίας καὶ βορβόρου καὶ οἰκοπέδων καὶ αἰσχρῶν τόπων, ὧν τὰ πνεύματα «τῆς πονηρίας» ἐν τῷ ἀοράτῳ τῆς ψυχῆς χώρῳ διὰ τῶν παθῶν ἐγκατεσκεύασεν, νῦν παλάτιον ἐπουράνιον καὶ μονὴν καὶ ἀνάπαυσιν ἐπουρανίου βασιλέως κατασκευασθῆναι δεῖ· ἀντὶ δὲ ἐνδυμάτων μιαρῶν καὶ σκοτεινῶν, ὧν ἡ ψυχὴ ἐφόρει, νῦν ἐνδύματα τοῦ πνεύματος τῆς θεότητος φωτεινὰ πίστεως, ἀγάπης, ἀγαθωσύνης καὶ πάσης ἀρετῆς ἀμφιέννυται· ἀντὶ δὲ ἐκείνης τῆς δεινῆς αἰσχρότητος καὶ πορνείας τῶν πονηρῶν πνευμάτων, μεθ᾽ ὧν ἡ ψυχὴ ἐν τοῖς πονηροῖς λογισμοῖς ἐπόρνευεν, νῦν εἰς σωφροσύνην καὶ ἁγιασμὸν καὶ καθαρότητα καὶ κοινωνίαν τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ ἄγεται καὶ διαδήματι ἐπουρανίῳ τῆς τοῦ πνεύματος δόξης ἐν τιμῇ χάριτος περιδεσμεῖται· ἀντὶ δὲ τοῦ πνεύματος τῆς πονηρίας τοῦ κόσμου τοῦ ῥέμβοντος καὶ αἰχμαλωτίζοντος τὸν νοῦν τῆς ψυχῆς ἐν ὕλῃ καὶ ἐν γῇ καὶ ἐν κακίᾳ καὶ ἐν παντὶ περισπασμῷ πονηρῷ, νῦν τὸ πνεῦμα τῆς ἀγαθότητος τοῦ Χριστοῦ ἐξ οὐρανοῦ αἰχμαλωτίζον τὸν νοῦν τῆς ψυχῆς εἰς μυστήρια θεοῦ ἀλάλητα καὶ ἐν πᾶσι τοῖς ἁγίοις καρποῖς τῆς ἀγαθωσύνης τοῦ πνεύματος, ἐν οἷς διαιτᾶται ὁ νοῦς καὶ πάντες οἱ τῆς ψυχῆς διαλογισμοὶ εἰς θείους καὶ ἐπουρανίους τοῦ πνεύματος λογισμοὺς αἰχμαλωτιζόμενοι, καθ᾽ ὃν τρόπον τὸ πνεῦμα τῆς κακίας τῶν παθῶν τὴν ψυχὴν ἄκουσαν αἰχμαλωτίζει εἰς διαλογισμοὺς κόσμου καὶ ματαιότητος ὕλης.

καὶ γὰρ τὸ πνεῦμα διὰ τοῦ προφήτου ἐν ἀληθείᾳ λέγει· «ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς».

Οὕτως ἀλλαγῆναι δεῖ καὶ τὴν πιστεύσασαν ψυχὴν Χριστῷ καὶ ἀγαπῶσαν αὐτὸν εἰλικρινῶς καὶ οὕτως ἀνακαινισθῆναι καὶ μεταβολὴν ἔχειν ἐν πᾶσιν ἔν τε τοῖς κρυπτοῖς τῆς καρδίας λογισμοῖς ὑπὸ τοῦ πνεύματος ἁγιασθεῖσαν καὶ τοῖς ἀγαθοῖς ἔργοις τῆς δικαιοσύνης ἐν ἀληθείᾳ καὶ πληροφορίᾳ καὶ αἰσθήσει καὶ ἐνεργείᾳ τοῦ πνεύματος τῆς ἀγαθότητος ἐνεργοῦντος, καθ᾽ ὃν τρόπον τὰ πνεύματα τοῦ σκότους τῶν παθῶν ἐνεργεῖ τὰ κακὰ ἐν αἰσθήσει καὶ πληροφορίᾳ ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι. πᾶσαι γὰρ αἱ αἱρέσεις διακένοις λόγοις ὑπολήψει φρονήματος ὀρθοῦ καὶ ματαίᾳ οἰήσει δικαιοσύνης πληροφοροῦνται, τὰ δὲ ὄντως τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐν ἔργοις ἀληθείας καὶ πίστεως ἀποδείκνυνται καὶ ἐνεργείᾳ τινὶ θείου πνεύματος ἐπιφοιτῶντος καὶ ἐπισκιάζοντος τῇ ψυχῇ, καὶ «καρποὺς ἀξίους» τῆς χάριτος ἐπιδεικνυούσης ἐν δυνάμει καὶ αἰσθήσει καὶ πληροφορίᾳ καὶ τῇ «τοῦ νοὸς» «ἀνακαινίσει» καὶ ἀλλαγῇ καὶ καινῇ καὶ νέᾳ κτίσει «κατὰ τὸν ἔσω» τῆς καρδίας «ἄνθρωπον». οὗτός ἐστιν ὁ ἀληθὴς Χριστιανισμὸς καὶ πασῶν τῶν ἁγίων γραφῶν ἀκριβὴς ἐν ἀληθείᾳ ἀποστολικὴ παράδοσις, καὶ αὕτη ἡ τοῦ κυρίου ἔλευσις καὶ ἡ λύτρωσις τοῦ πεσόντος ὑπὸ τὴν ἁμαρτίαν ἀνθρώπου, καὶ αὕτη ἐστὶν ἡ τῶν ἐν ἀληθείᾳ Χριστῷ πιστευόντων ἐλπίς.

Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς διὰ πασῶν τῶν ἀρετῶν τῆς ἐλπίδος ταύτης πληροφορίαν ἐν ἑαυτοῖς δέξασθαι, ὅπως τῶν «ἐλπιζομένων» ἀγαθῶν καταξιωθέντες, τουτέστι τῆς ἐνοικήσεως τοῦ κυρίου, καὶ τὸν ἁγιασμὸν τοῦ «πνεύματος» ἐν τῇ ἑαυτῶν καρδίᾳ κτησάμενοι καὶ τὸν ἐπουράνιον «θησαυρὸν» ἐν τοῖς ἑαυτῶν «σκεύεσιν» ἐναποθέντες καὶ ἐν πάσαις ταῖς ἐντολαῖς ἄμωμοι διὰ τῆς χάριτος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν σὺν Χριστῷ καταξιωθείημεν ἀπολαῦσαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ διάκρισιν ψυχὴ κεκτημένη ἐν τῇ ἀκοῇ τοῦ λόγου ἐκ θείας χάριτος ταύτην κέκτηται, καὶ γὰρ ἡ τῶν Χριστιανῶν ἐλπὶς καὶ ἀνάπαυσις καὶ κτῆσις οὐκ ἔστιν ἐν τῷ αἰῶνι τούτῳ· οὐδὲ γάρ ἐστι κάλλος πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ γεγενημένων ἀγαθῶν καὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φώτων ὃ ζητοῦσι Χριστιανοί. ἰδοὺ γὰρ πόσα ἀγαθά ἐστιν ἐν τῇ γῇ διάφορα καὶ ποικίλα κάλλη καὶ ἀναπαύσεις, ὁμοίως καὶ ἐν τῷ οὐρανῷ ὅση ποικιλότης ἄστρων, κάλλος φώτων, καὶ οὐδέν ἐστιν ἐκ τούτων, ὃ ζητοῦσι καὶ χρῄζουσι Χριστιανοί. ἀλλ᾽ ἔστι τι ὃ οὔτε ἐν τῇ γῇ οὔτε ἐν τῷ οὐρανῷ ἐστιν, ἐν ᾧ ζῶσι καὶ ὃ χρῄζουσιν οἱ τὸν κύριον ἀγαπῶντες. πόσαι γλῶσσαι ἐν κόσμῳ, πόσαι σοφίαι, πόσαι φρονήσεις, πόσαι τέχναι, πόσαι ἐπιστῆμαι καὶ ἐπιτηδεύματα καὶ σπουδὴ καὶ πλοῦτος ἐν τῇ γῇ, καὶ οὐδὲν τούτων ἐστὶν ὃ χρῄζουσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί. ἔστιν οὖν τι ὃ ζητοῦσι μεῖζον οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ πάντων καὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἀγαθῶν καὶ καλῶν, καὶ ἅπαξ πάντων τῶν φαινομένων ἀγαθῶν καὶ καλῶν, μηδενὶ τούτων συγκρινόμενον.

τοιγαροῦν τοιαύτης καὶ διανοίας καὶ ψυχῆς χρεία πρὸς τὴν ζήτησιν καὶ τὴν ἔρευναν τούτου τοῦ ἀσυγκρίτου καὶ μόνου καλοῦ καὶ ἀγαθοῦ, ἥτις καὶ αὐτὴ μείζων καὶ ἀνωτέρα τυγχάνει πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ, καὶ πάσης σοφίας ἀνθρωπίνης καὶ φρονήσεως καὶ γνώσεως κοσμικῆς, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ λέγω· τὰ γὰρ ἀπὸ τοῦ οὐρανοῦ ἕως τῆς γῆς οὐδὲν τὴν ψυχὴν ὠφελεῖ. ὥσπερ γὰρ πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ἀέρι ποικίλων τερπνῶν ἀρετὴ μείζων καὶ ἀνωτέρα καὶ κρείττων τυγχάνει, μᾶλλον δὲ ἐκεῖνο μόνον ἀγαθὸν καὶ καλόν ἐστιν ὃ χρῄζουσιν καὶ ἐν ᾧ δύνανται ζῆσαι Χριστιανοί, τὸν αὐτὸν τρόπον τοιαύτη καὶ ἡ ψυχὴ ὀφείλει εἶναι πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ καλοῦ τούτου ἔρευναν καὶ ζήτησιν ἐπειγομένη, ὑπερβαίνουσα πασῶν τῶν ἐν τῷ κόσμῳ σοφιῶν καλλονὴν καὶ γλωσσῶν ποικιλότητα καὶ γηΐνην φρόνησιν καὶ δόξαν καὶ τρυφὴν καὶ τέρψιν, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ πρὸς τὸ μόνον καὶ ἀσύγκριτον καλόν, πάντων ὑπερπηδῶσα καὶ μηδενὶ δεθεῖσα, ἀλλ᾽ αὐτὸ μόνον ποθήσασα.

Τί τοίνυν ἐστὶ τὸ μηδενὶ συγκρινόμενον ἀγαθὸν καὶ καλόν, ὃ ζητοῦσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί; αὐτός ἐστιν ὁ κύριος. αὐτὸς γάρ ἐστιν ὁ μηδενὶ συγκρινόμενος, πάντα γὰρ ὅσα ἐστὶ καλὰ ἀπ᾽ αὐτοῦ γεγένηνται, καὶ αὐτός ἐστιν ἡ κληρονομία καὶ ἡ ζωὴ τῶν Χριστιανῶν· «κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». οὐδὲν γὰρ ἄλλο ζητεῖ παρὰ τῶν ἀνθρώπων τὸ μόνον ἀγαθὸν καὶ καλόν, ὅπερ ἐστὶν ὁ θεός, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐ ζῷα οὐδὲ ἕτερόν τι τῶν ἐν τῇ γῇ, ἅπερ πάντα αὐτὸς ἔκτισεν, ἢ μόνον πίστιν ἀληθῆ καὶ τὴν ἐκ καρδίας ἀγάπην πρὸς αὐτόν. καὶ τότε καταξιοῦταί τις τῆς κτήσεως τοῦ καλοῦ καὶ μόνου ἀγαθοῦ τούτου· πνεύματος γὰρ ἁγίου μετουσίαν ἡ τοιαύτη ψυχὴ κομίσασθαι καταξιοῦται καὶ κοινωνεῖν Χριστῷ ἀπεντεῦθεν ἀξία καθίσταται. ἐὰν μὴ γὰρ πρότερον πρόφασις γένηται ὁ ἄνθρωπος τῇ ἑαυτοῦ ἀγάπῃ ἑλκύσας τὴν ἀγάπην τοῦ θεοῦ πρὸς ἑαυτόν, οὐκ ἀνελεύσεται εἰς τὴν ψυχὴν αὐτοῦ ἡ ζωὴ καὶ ἡ κτῆσις τοῦ ἀγαθοῦ καὶ μόνου καλοῦ.