Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η προσοχή στην προσευχή, η σταδιακή πνευματική αύξηση και τα μυστήρια της χάριτος

Η ανάγκη συγκέντρωσης του νου κατά την προσευχή, η ανεπάρκεια των εξωτερικών αρετών χωρίς το Πνεύμα, η ακαταληψία της αναγεννημένης ψυχής και η σταδιακή πορεία προς την τέλεια πνευματική πτήση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 6 από 12

Ἐρώτησις. Διὰ τί ὅταν ἀπέρχωμαι εἰς τὴν εὐχήν, πολλοῖς λογισμοῖς συνέχομαι καὶ ῥεμβασμοῖς; Ἀπόκρισις. Ἀνδρείως καὶ προθύμως προσέρχου καὶ μὴ νωθρῶς καὶ ὡς ἐγκοιμώμενος, ἀλλὰ νηφούσῃ τῇ διανοίᾳ, ὡς ἔργον ἔχων καὶ μὴ ὡς μηδὲν πράσσων ῥέμβου τοῖς λογισμοῖς. ὥσπερ γὰρ σαρκικὸν ἔργον ποιῶν ὅλος ἐξ ὅλου ἐκεῖ εἶ τῷ νοῒ καὶ τοῖς λογισμοῖς καὶ τῷ σώματι, τὸν αὐτὸν τρόπον ὀφείλεις τῇ εὐχῇ προσέρχεσθαι ὡς ἔργον πνευματικὸν προσδοκῶν ἐκτελέσαι· ὁ θεὸς γὰρ νοῦν ὁρᾷ καὶ λογισμοῖς προσέχει. σπούδαζε ἐπισυνάγειν πάντοτε ἑαυτὸν εἰς τὸ ἔργον καὶ εἰς τὴν ζήτησιν καὶ εἰς πόθον θεοῦ, ἐκεῖ ἐκτείνου καὶ ἐνθυμοῦ καὶ μελέτα, ὅπου τὸ σῶμα εὔχεται, ἤτοι βοῆς χρεία ἢ σιγῆς ἢ ὡσδηποτοῦν, μόνον νηφούσῃ καὶ προσεχούσῃ διανοίᾳ. καθάπερ γὰρ ὁ εἰκονογράφος ὁ τὴν εἰκόνα τοῦ βασιλέως γράφων, ὅλα τὰ μέλη ἐὰν καλῶς ποιήσῃ, ἐν τῷ ὀφθαλμῷ δὲ ἐὰν ὀλίγον ἐλλείψῃ ἢ ἀφανίσῃ καὶ μὴ ὡς δέοι γράψας, ὅλον ἠφανίσθη τὸ ἔργον· βασιλικὴν εἰκόνα ἠφάνισε καὶ τιμωρίαις ὑπεύθυνος καθίσταται διὰ τὴν ῥαθυμίαν αὐτοῦ—ὡσαύτως καὶ τὴν εἰκόνα τῶν νοημάτων εὐθείως καὶ ὀρθῶς γραφέτω ἕκαστος τοῦ ἐπουρανίου βασιλέως ἐν τῇ ψυχῇ καὶ πᾶσιν ἀγαθοῖς νοήμασι κοσμείτω. ἢ ὡς ὁ οἰκοδόμος μετρεῖ τὸ εὐθὲς τοῦ κανόνος, μή τι παρατραπῇ, ἢ ὡς ὁ γεωργὸς τὴν αὔλακα προσέχων οὐδαμῆ ἀσχολεῖται, ἀλλ᾽ ὅλος ἐκεῖ ἐστιν, ἵνα ὀρθῶς τὰς αὔλακας ποιήσῃ.

εἰ οὖν εἰς τὰ σωματικὰ οὕτως, πόσῳ μᾶλλον ἡ ψυχὴ ὀφείλει ἐν τῇ εὐχῇ ὡς ἀληθινῷ ἔργῳ προσέχειν καὶ εὐθύνειν μετὰ πολλῆς νήψεως τὰ νοήματα καὶ τοὺς λογισμοὺς πρὸς θεὸν πάντοτε «εἰς τὸ ἀγαθόν». οὕτω γὰρ δυνήσεται τὴν εὐθύτητα τοῦ νοὸς ἐμπόνως διορθωσάμενος ἐπαίνου ἀξιωθῆναι καὶ πνευματικῶν δωρεῶν ἐπιτυχεῖν, καὶ οὕτω τοὺς πόνους αὐτοῦ εἰς ἀνάπαυσιν ἐνεγκεῖν δύναται, ὁσημέραι προκόπτων καὶ βελτιούμενος καὶ πολλῶν «αἴτιος σωτηρίας» γινόμενος, ὡς φιλόθεος δὲ καὶ εὐάρεστος τῷ θεῷ ἀποδειχθεὶς τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις. Διὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον; Ἀπόκρισις. Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς μήτρας τοῦ πνεύματος κἂν ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνωνται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ σὺν τῷ κυρίῳ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον παραδοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύνανται λόγον πνευματικὸν παραδοῦναι, ἐπειδὴ οὐκ ἔχουσι ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. ὥσπερ ἵνα ᾖ παιδίον ἐκ μήτρας γινόμενον ἐπίμωμον ἢ τυφλὸν ἀπὸ γενετῆς ἢ χωλόν, ὡς τέρας ἐστὶ καὶ σημεῖον τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες διερμηνευταὶ τῶν γραφῶν εἶναι μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα, μήτε κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ τὰ μέλη, ἀλλ᾽ ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. ὥσπερ ἵνα ᾖ νόμισμα, ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα, εἰς ἄλλο δὲ μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, οὕτως εἰσὶ καὶ οἱ ὄντες βεβλαμμένοι ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ τοῦ νοὸς αὐτῶν ἤτοι τῆς σοφίας θέλουσι λαλεῖν τὰ ἐπουράνια, ὅθεν οὐκ ἐγεννήθησαν.

ἐπεὶ ὑπόστησόν μοι πρόσωπον ἕν, ὅτι ἔστι σοφός, παρθένος καὶ ἐν τοῖς φαινόμενοις ἀνεπίληπτος, νηστεύων, ἀγρυπνῶν, ἀποταξάμενος τῷ κόσμῳ, εὐχόμενος. λοιπὸν διαλέγομαι ἐγὼ πρὸς τοῦτον· παρθένος εἶ σύ; μᾶλλον σοῦ ἐγώ. εἰς τὸ φαινόμενον νηστεύεις; μᾶλλον σοῦ ἐγώ. πτωχὸς εἶ; περισσότερον σοῦ ἐγώ. ὅτι οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον ἀνακερασθῆναι αὐτῷ καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ ἐπουράνιον δῶρον, τὸ ὑπὲρ τὴν φύσιν σου, τοῖς φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς καθαρῶς ᾖς ποιῶν. ὥσπερ ἐὰν ᾖ βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορφύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς βασιλεύς, οὕτω καὶ σύ, εἰ καὶ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ταῦτα ἔχων ἐνδύσῃ τὴν πορφύραν τοῦ πνεύματος, ὃ ὑπὲρ τὴν φύσιν σοῦ ἐστιν, οὐ στεφανοῦσθαι οὐδὲ εἰς θρόνον βασιλικὸν καθεσθῆναι δύνασαι.

Ἀλλ᾽ ἀποκρινῇ μοι, ὅτι ἐὰν εἰς τριάκοντα ἔτη ἢ τεσσαράκοντα μὴ δέξωμαι τὴν θείαν δύναμιν καὶ συμβῇ με ἐξελθεῖν τοῦ βίου, τί; Κἀγώ σοι πρὸς τοῦτο ἀποκρίνομαι, ὅτι οὐ κρίνει σε ὁ θεὸς ὡς βλάσφημον, καθότι περισσοτέραν σπουδὴν ἐνεδείξω εἰς τὸ ἀγαθόν. εἰπεῖν σοι ἔχει ὁ θεός· ἐπειδὴ ἐξῆλθες ὀπίσω μου καὶ ἔκλαυσας καὶ ἐζήτησας νυκτὸς καὶ ἡμέρας καὶ παρ᾽ ὃ ἦς τὸ πρότερον ἀμεριμνῶν ἐν τοῖς φαινομένοις καὶ φυσιούμενος ἐπ᾽ αὐτοῖς, νῦν πλέον ἐσπούδασας κατὰ τὰς γραφὰς ζητῶν τὴν ἀλήθειαν καὶ ἐπιθυμῶν δέξασθαι τὴν θείαν δύναμιν ἐν ἑαυτῷ, οὐ κρίνω σε ἐν τούτῳ ὡς βλάσφημον· μὴ γένοιτο, ἀλλὰ ἀποδέχομαί σε ὡς καλλίονα ἑαυτοῦ γενόμενον παρ᾽ ὃ ἦς τὸ πρότερον. καὶ σὺ δὲ αὐτὸς δοκίμασον ἐν ἑαυτῷ καὶ διάκρινον ὅτι ἡ νῦν σου πολιτεία καὶ ἐργασία ἀνωτέρα ἐστίν. ἐγὼ δέ σοι λέγω κατὰ τὰς γραφάς, ὅτι «ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Ἀλλὰ λέγεις μοι ὅτι· ἀπόδειξόν μοι, πῶς σύνεστί τισιν ἡ θεία δύναμις ἐν τῷ νῦν αἰῶνι. Ἀποκρίνομαί σοι κἀγώ· πῶς σε πείσω, ὅτι ἡ θεία δύναμις τοῖς πιστοῖς σύνεστιν, ἀπὸ τῆς παλαιᾶς διαθήκης ἢ ἀπὸ τῆς καινῆς; ἔλθωμεν πρῶτον ἐπὶ τὴν σκιάν. τίς ἐνεδυνάμωσε τὸν Ἀβραὰμ γέροντα ὄντα καὶ ἔχοντα τὸ «σῶμα νενεκρωμένον» ἐλθεῖν εἰς ἀνακαινισμὸν καὶ γεννῆσαι τὸν υἱόν; ἀλλὰ λέγεις μοι· τὰς μὲν θυσίας αὐτοῦ ἐδέξατο, πρὸς αὐτὸν δὲ οὐκ ἦν.

καὶ τίς φίλος βουλόμενος συντυχεῖν τῷ φίλῳ αὐτοῦ πρῶτον εἰς τὴν ὕπαρξιν αὐτοῦ διακινεῖ, εἰς χώραν ἢ εἰς ἄμπελον, καὶ τότε αὐτὸν ὁρᾷ καὶ καταφιλεῖ; καὶ ὁ θεὸς ἄρα τὰς μὲν θυσίας τοῦ Ἀβραὰμ ἐδέξατο καὶ τὰ ὑπάρχοντα, πρὸς αὐτὸν δὲ οὐκ ἦν καὶ οὐκ ᾤκει ἐντὸς αὐτοῦ; καὶ ὅτε συνέβαλεν εἰς πόλεμον, τίς ἦν ὁ νικῶν; ἡ φύσις αὐτοῦ μόνη ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ οἰκῶν καὶ ποιῶν τὴν νίκην; ἔλθωμεν ἐπὶ τὸν Νῶε. τίς ἦν ὁ ὑποτάξας ἔμπροσθεν αὐτοῦ ὅλα τὰ γένη τῶν θηρίων; ἡ φύσις αὐτοῦ ἢ οὐράνιόν τι συνὸν αὐτῷ τὸ ὑπὲρ τὴν φύσιν, ὅπερ ἔκτισεν αὐτὰ τὰ ζῴα καὶ αὐτὸν καὶ ὑπέταξεν ἔμπροσθεν αὐτοῦ τὰ θηρία; ὁ Ἰακὼβ ἄρα ἀπὸ ἰδίας δυνάμεως τοιοῦτον λίθον ἠδύνατο ἀποκυλίσαι ἢ ἡ θεία δύναμις συνῆν αὐτῷ ἡ ἀποκυλίσασα τὸ βάρος τοῦ λίθου; τοσοῦτον δὲ ἀδιαλείπτως συνῆν αὐτῷ ὁ θεός, ὅτι οὐδὲ εἰ ἐκοιμᾶτο ἤφιεν αὐτόν. ἤνοιξε γὰρ τὰς θύρας τῶν οὐρανῶν καὶ ἔδειξεν αὐτῷ τὸν οὐράνιον οἶκον, εἰς τύπον κλίμακος ἐφαίνετο αὐτῷ. εἶτα ἐπάλαισεν αὐτῷ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον.

Οἱ τοῦ Χριστοῦ ἄξιοι Χριστιανοὶ οὐκ ἀπὸ γράμματος μανθάνουσι καὶ λαλοῦσιν, ἀλλὰ ἀπὸ πνεύματος θεοῦ πάντα ἐκδιδάσκονται, «οὐκ ἐν διδακτοῖς» γράμμασιν (ὥς φησιν ὁ ἀπόστολος) «ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος ἁγίου». ἡ διαθήκη γὰρ αὐτῶν καὶ ὁ νόμος καὶ ἡ βίβλος αὐτῶν πνεῦμά ἐστιν, καθώς φησι τὸ πνεῦμα διὰ τοῦ προφήτου· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις «διαθήσομαι» «διαθήκην καινὴν» τῷ οἴκῳ Ἰακώβ, «οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν», ἀλλὰ «αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ», «διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτοὺς» καὶ τὰ ἑξῆς. ὡς γὰρ οἱ πάλαι ἀπὸ τῆς παλαιᾶς διαθήκης ἀνεγίνωσκον τοῖς σωματικοῖς ὀφθαλμοῖς τὰ σωματικὰ γράμματα, οὕτως οἱ Χριστιανοὶ τοῖς ἔσωθεν ὀφθαλμοῖς τῆς ψυχῆς ἀναγινώσκουσι καὶ μανθάνουσιν ἐκ τῆς διαθήκης τοῦ πνεύματος καὶ τῇ ἔσωθεν γλώσσῃ καινῇ λαλοῦσι καὶ τοῖς ἔσωθεν ὠσὶν ἀκούουσιν. οὕτω γὰρ καὶ τοὺς ἀποστόλους ὁ κύριος ἐξελέξατο, ἄνδρας ἰδιώτας καὶ ἀγραμμάτους, καὶ ἐπλήρωσε πνεύματος ἁγίου, καὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος ἐλάλουν διδάσκοντες σοφοὺς καὶ γραμματεῖς· κἂν γὰρ «οὗτοι» (φησὶ) «σιωπήσουσιν, οἱ λίθοι κεκράξονται».

προέλεγε δὲ τοῦτο ὁ κύριος ἤτοι περὶ τῶν ἀποστόλων ἢ περὶ πασῶν ψυχῶν τῶν λυτρουμένων ἐκ τοῦ βαρυτάτου λίθου τῆς ἁμαρτίας τοῦ ἐπικειμένου αὐταῖς, ἐπὰν δὲ ἀρθῇ, κράζουσιν αἰνοῦσαι τὸν θεόν. ὥσπερ γὰρ οἱ λίθοι τότε καὶ «αἱ πέτραι» θεωροῦσαι τὸν κύριον ἐσχίζοντο καὶ διηνοίγοντο «τὰ μνήματα», οὕτως ἐπὰν ἐπιλάμψῃ καὶ ἐπιφάνῃ «τὸ πρόσωπον αὐτοῦ» τὸ ἀγαθὸν ὁ κύριος Ἰησοῦς Χριστὸς ἐν τῇ ψυχῇ, ἀποσχίζεται ὁ βαρὺς λίθος τῆς ἁμαρτίας διδοὺς τόπον τῷ δεσπότῃ, ἵνα εἰσελθὼν ἐνοικήσῃ αὐτὸς εἰς αὐτήν. ἐπὰν οὖν ἴδωσιν αἱ ὥσπερ λίθος ψυχαὶ τὸ ἐπιθυμητὸν πρόσωπον τοῦ Χριστοῦ, τότε κράζουσιν. καὶ ὥσπερ ὄρος ἐὰν ᾖ μὴ ἔχον ἔνδον οἰκητήρια ἀλλὰ ὂν λίθος, καὶ ἔλθῃ ἀνήρ τις τεχνίτης εἰδὼς λατομεῖν καὶ ἀπεργάσηται ἐκεῖ οἴκους καλλίστους, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς καὶ καλὸς τεχνίτης ἔρχεται πρὸς τὰς ἀγαπώσας αὐτὸν ψυχὰς καὶ λατομεῖ καὶ ἀποτέμνει ἐξ αὐτῶν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ καταρτίζει ἑαυτῷ παλάτια καὶ μονὴν ἐν αὐταῖς ποιεῖται. κράζουσι τοίνυν αἱ ὥσπερ λίθος ψυχαί, ὅταν ἐπιφάνῃ κύριος «τὸ πρόσωπον αὐτοῦ». περὶ δὲ τῶν ἀποστόλων ὅτι ἔκραξαν θέλοντες καὶ μὴ θέλοντες ὥσπερ αὐλὸς ἐπὰν πνέῃ τὸ πνεῦμα (ὡς θέλει ὁ πνέων οὕτω λαλεῖ ὁ αὐλός), οὕτω καὶ οἱ ἀπόστολοι καὶ οἱ ὅμοιοι αὐτοῖς γεννηθέντες «ἄνωθεν» καὶ λαβόντες τὸ παράκλητον πνεῦμα, ὡς ἤθελεν αὐτὸ τὸ πνεῦμα ἐν αὐτοῖς ἐλάλει.

τῷ γὰρ Νικοδήμῳ ὁ κύριος περὶ τοῦ «ἄνωθεν» γεννωμένου διηγούμενος ἔλεγε· «τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει». ὡς τοῦ πνεύματος τοῦ ἀνέμου οὐδεὶς οἶδε τὸν οἶκον, πόθεν ἔρχεται, ἢ τὸ πλήρωμα αὐτοῦ, ποῦ καταντᾷ, οὔτε κωλῦσαί τις δύναται οὔτε μετρῆσαι οὔτε καταλαβεῖν, ὁμοίως 〈ὡς〉 τὰ τῶν ποταμῶν ῥεύματα οὐδεὶς δύναται ἐπισχεῖν ἢ καταλαβεῖν—τὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς· οὐδεὶς δύναται καταλαβεῖν τοὺς λογισμοὺς ἢ πάλιν κωλῦσαι τὰ ῥεύματα τοῦ νοὸς ἢ ἐπισχεῖν ἢ εἰδέναι τὴν πηγὴν τῶν λογισμῶν τῆς διανοίας, πόθεν ἐξέρχεται, ἢ καταλαβεῖν, ποῦ ἀπέρχεται. 〈ὅ〉που γὰρ οὔκ ἐστιν ἐνταῦθα καθέζεται καὶ ἀλλαχοῦ τῷ νῷ καὶ τῇ διανοίᾳ ἐστὶν εἰς μακρὰς χώρας. εἰ οὖν, φησί, τὰ ἐπίγεια τὰ ἐνταῦθα ἐν χερσὶ τοιαῦτά ἐστι καὶ τοσοῦτον ἀκατάληπτα, πόσῳ μᾶλλον ὁ γεννηθεὶς «ἄνωθεν» καὶ δεξάμενος τὸ ἐπουράνιον πνεῦμα τοῦ κυρίου καὶ κραθεὶς αὐτῷ «κατὰ τὸν ἔσω ἄνθρωπον» πόσον ἐστὶν ἀκατάληπτος ἡ ψυχὴ ἐκείνου; ὅπου γὰρ βούλεται, ἰδοὺ ἐκεῖ ἐστιν, ἐνταῦθα γὰρ οὖσα, ἐλθὸν τὸ οὐράνιον καὶ θεῖον πνεῦμα ὡδήγησεν αὐτὴν εἰς τὰ ἐπουράνια καὶ ἐδίδαξε καὶ πανταχοῦ ἀκατάληπτός ἐστιν ἐκείνη ἡ ψυχή.

Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 〈Ὅ〉 φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «τί στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐτήν», νοεῖται μὲν κατὰ τὴν ἀκροτάτην ἀρετὴν διὰ τὸ θλιβερὸν καὶ διὰ τὸ πόνῳ καὶ ἀγῶνι προσκτᾶσθαι αὐτὴν ἕκαστον. ὅμως δὲ στενὴν ὅταν λέγῃ ὁδὸν τοῖς μὴ βουλομένοις δι᾽ αὐτῆς πορεύεσθαι, στενὴ ὁδὸς τοῖς ἐχθροῖς αὐτῆς ἐστι, τοῖς μὴ δυναμένοις βαδίζειν εἰς αὐτήν, καθὼς γέγραπται· «ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος»· πολλῆς γὰρ συνέσεως καὶ φρονήσεως καὶ ὑπομονῆς καὶ πίστεως χρεία, ἵνα τις ἑδραίως καὶ ἀσφαλῶς ἐπὶ τὴν μακαρίαν φθάσῃ καὶ θείαν «τῆς δικαιοσύνης ὁδόν».

ὥσπερ ἐὰν ᾖ ὄρος λίαν ὑψηλὸν καὶ κρημνῶδες καὶ ἔχῃ τρίβον λίαν στενὴν ὡσανεὶ περίμετρον βήματος ποδός, καὶ δι᾽ ἐκείνης οὐ δύναται ζῷα τετράποδα ἢ ἄλλο τι διοδεῦσαι καὶ παρελθεῖν ἢ τάχα μόνον πετεινὰ τὰ ὑπὸ τῶν ἰδίων πτερῶν κουφιζόμενα, οὕτω καὶ αἱ ἀκρόταται ἐντολαὶ τοῦ εὐαγγελίου καὶ «ἡ ὁδὸς» τοῦ θεοῦ «στενὴ καὶ τεθλιμμένη» ἐστὶ τοῖς ἀνθρώποις τοῦ κόσμου τούτου τοῖς μὴ μετέχουσι πνεύματος θεοῦ, καὶ ἀδύνατον παρελθεῖν τινας (τουτέστιν ὑπηκόους εὑρεθῆναι καὶ ἀμώμους εἰς πάσας τὰς εὐαγγελικὰς ἐντολάς), ἐὰν μὴ πτέρυγας τοῦ ἁγίου πνεύματος κτήσωνται, καὶ τότε κουφιζόμενοι τῷ ἁγίῳ πνεύματι εὐκόλως δύνανται διοδεῦσαι τὴν εὐαγγελικὴν «τῆς δικαιοσύνης ὁδόν», ἵνα «εἰς τὴν ζωὴν εἰσελθεῖν» καταξιωθῶσιν, καθὼς ὁ κύριος εἴρηκεν· ὅτι «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν», καὶ τότε γνώσονται ὅτι αἱ ἐντολαὶ Ἰησοῦ βαρεῖαι οὔκ εἰσιν, ὅταν πεπτερωμένοι τῷ πνεύματι τῷ ἁγίῳ τὴν στενὴν τοῖς λοιποῖς ἀνθρώποις ὁδὸν οὗτοι ἐν κουφότητι πολλῇ καὶ εὐθυμίᾳ διοδεύωσιν· ἀδύνατον γὰρ χωρὶς τῶν ἁγίων πτερύγων τοῦ πνεύματος παρελθεῖν τινα τὴν προειρημένην ὁδόν (τουτέστι πάσας τὰς ἐντολὰς τοῦ κυρίου καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι), καὶ οὕτω καταξιωθῆναι εἰσελθεῖν εἰς τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.

Πολλοῖς δὲ καὶ ποικίλοις τρόποις τῆς χάριτος κατὰ προκοπὴν καὶ αὔξησιν καὶ χρονικῇ παρατάσει εἰς τὰ τέλεια μέτρα τῆς καθαρότητος ἡ χάρις τοῦ πνεύματος καταξιοῖ ἐλθεῖν ψυχὰς τὰς ὑπηκόους αὐτῇ κατὰ πάντα. ὃν τρόπον γάρ τινα τῶν ὀρνέων φοβούμενα τὰ ἐπὶ γῆς θηρία εἰς ἀκρότερον καὶ ὑψηλότερον μέρος ποιεῖται τὸν φωλεὸν ἢ ἐν στέγει ἢ ἐν δένδρῳ τινὶ ὑψηλῷ, καὶ αὐτὴ ἡ μήτηρ περιερχομένη φέρει τοῖς νεοσσοῖς τρυφερὰν τροφὴν καθὼς δύνανται ἐπιδέξασθαι διὰ τὸ ἔτι νήπια αὐτὰ εἶναι, εἶτα κατὰ καιρὸν στερεωτέραν προσφέρει τὴν τροφὴν κατὰ τὴν αὔξησιν τῆς ἡλικίας τῶν νεοσσῶν, ἅμα καὶ διδάσκουσα αὐτὰ φυομένων καὶ αὐξανομένων τῶν πτερύγων γυμνάζεσθαι κατ᾽ ὀλίγον ἐν τῷ ἀέρι τὴν πτῆσιν καὶ μελετᾶν πρῶτον μὲν περὶ τὴν καλιάν, εἶτα περὶ τοὺς κλάδους τοῦ δένδρου ἀπὸ κλάδου εἰς κλάδον, ἔπειτα ὀλίγον μηκόθεν, ἕως οὗ ἀνδρωθῇ καὶ τὰ πτερὰ στερεοποιηθῇ, καὶ λοιπὸν ἀπὸ βουνοῦ εἰς βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος, εὐμαρῶς καὶ ἀκόπως ἐν ἀναπαύσει ἀνίπτανται—οὕτω καὶ τὰ τέκνα τοῦ θεοῦ, ἅπερ γεννᾷ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῆς αὐτοῦ δυνάμεως, πρῶτον μὲν ἐν ταῖς ἀρχαῖς δίδωσι τροφὴν γάλακτος πνευματικήν, γλυκύτητος καὶ πόθου ἐπουρανίου μεστὴν ἐν τῇ καρδίᾳ· «γάλα» γὰρ «ὑμᾶς ἐπότισα», φησὶν ὁ ἀπόστολος, «καὶ οὐ βρῶμα», καὶ ὁ Πέτρος δὲ οὕτως ἔφη· «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε».

εἶτα κατὰ προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς ἀνακαινιζομένης στερεωτέραν τοῦ πνεύματος δίδωσι τροφήν, ἅμα τε καὶ αἱ τῆς χάριτος πτέρυγες (τουτέστιν ἡ δύναμις τοῦ πνεύματος) προκοπτούσης τε ἐν ἀγαθοῖς ἔργοις τῆς ψυχῆς αὐξάνονται ἐν αὐτῇ. εἶτα διδάσκει ἡ θεία χάρις (ἡ ἀγαθὴ καὶ ἐπουράνιος μήτηρ) τὴν διάνοιαν ἵπτασθαι πρῶτον μὲν περὶ τὴν νοσσιὰν τῆς καρδίας ἤτοι τῶν λογισμῶν (τουτέστιν ἀρεμβάστως κατὰ θεὸν εὔχεσθαι δυνάμει πνεύματος). εἶτα ὅσῳ τροφὴν στερεωτέραν τοῦ πνεύματος τῆς θεότητος λαμβάνει, τοσούτῳ καὶ ἵπτασθαι δύναται μειζόνως καὶ ἀνωτέρως ὑπὸ τοῦ πνεύματος ὁδηγουμένη καὶ διαβασταζομένη. ἐπὰν δὲ λοιπὸν ἀνδρωθῇ καὶ «εἰς μέτρον» ἔλθῃ τῆς πνευματικῆς «ἡλικίας», ἀπὸ βουνοῦ εἰς βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος (τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου εἰς τὸν ἄνω κόσμον καὶ ἀπὸ τοῦ αἰῶνος τούτου εἰς τὸν μακάριον καὶ ἄφθαρτον καὶ ἄπειρον αἰῶνα) εὐκόλως ὁ νοῦς ἵπταται ἐν πολλῇ ἀμεριμνίᾳ καὶ ἀναπαύσει ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος βασταζόμενος καὶ ὁδηγούμενος «εἰς ὀπτασίας καὶ ἀποκαλύψεις» μυστηρίων ἐπουρανίων καὶ εἰς θεωρίας πνευματικὰς ἀρρήτους, ἅσπερ γλῶσσα σαρκὸς λαλῆσαι οὐ δύναται. λοιπὸν γὰρ τὰ τέκνα τοῦ θεοῦ ἀνώτερα καὶ ὑψηλότερα γίνονται τῆς κακίας ὑπὸ τοῦ πνεύματος δυναμωθέντα καὶ εἰς οὐρανοὺς τὴν δίαιταν ἔχοντα, μηκέτι φοβούμενα τὴν τῶν ἀκαθάρτων πνευμάτων ἀγριότητα.

ὃν τρόπον τὰ νοσσία ἀνδρωθέντα καὶ τῶν πτερύγων τελείως αὐξηθέντων οὐκέτι δέδοικεν ἐπιβουλὴν θηρίων ἢ ἀνθρώπων διὰ τὸ ἐν τῷ ἀέρι ὡς ἐπὶ τὸ πλεῖστον τὴν δίαιταν αὐτῶν εἶναι, καὶ ὥσπερ οὐδεὶς ἀνθρώπων γινώσκει τὴν τῶν πτηνῶν ὁμιλίαν, οὕτω καὶ τὴν γλῶσσαν τοῦ πνεύματος οὐδεὶς ἀνθρώπων τῶν πεπληρωμένων τοῦ πνεύματος «τοῦ κόσμου» ἐν δυνάμει γινώσκει ἢ μόνον οἱ τοῦ πνεύματος τῆς χάριτος υἱοὶ γινώσκουσι τὴν λαλιὰν τῆς μητρὸς αὐτῶν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». ὥσπερ γὰρ βάρβαρος τοῖς ἀνθρώποις ἡ τῶν χελιδόνων καὶ τῶν λοιπῶν πετεινῶν φωνή, οὕτω καὶ τοῖς σαρκικοῖς οἱ τῶν πνευματικῶν λόγοι βάρβαροί εἰσιν. ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς οἱ τῶν σαρκικῶν λόγοι ἤγουν «ἡ σοφία τοῦ κόσμου μωρία» ἐστὶ καὶ γνωρίζουσι μὲν αὐτοὺς ἀλλ᾽ ἀποστρέφονται ὡς ληρωδίας καὶ ματαιότητος κόσμου λόγους.

Ταῦτα πάντα διὰ τῶν φαινομένων πραγμάτων ἱστόρηταί μοι διά τε ὀρνέων καὶ ζῴων καὶ πάντων τῶν ὁρωμένων διὰ τὸ ἄλλως ῥηθῆναι τὰ πνευματικὰ ἢ ἑρμηνευθῆναι ἀδύνατον, καθὼς καὶ ὁ κύριος ἐν παραβολαῖς τὰ πλεῖστα ἐλάλησεν ὑποδείγματα ἐκ τῶν ὁρωμένων λαμβάνων «κόκκῳ σινάπεως» καὶ «ζύμῃ» καὶ «θησαυρῷ» τὴν βασιλείαν παρεικάζων· «ἀνοίξω» (γάρ φησιν) «ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». ἄρρητα γάρ ἐστι τὰ πνευματικὰ μὴ δυνάμενα λόγῳ ἀνθρωπίνῳ φρασθῆναι, ἐὰν μὴ αὐτὸ τὸ πνεῦμα πείρᾳ καὶ ἐνεργείᾳ διδάξῃ τὴν ἀξίαν καὶ πιστὴν ψυχήν. τὴν γὰρ πνευματικὴν ἀναγέννησιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν ὡς δεῖ εἰπεῖν ἀδύνατόν ἐστι ῥηθῆναι ἢ μόνον πιστεύειν, ὅτι ταῦτα οὕτω ποιεῖ ὁ θεὸς τοῖς ἀνθρώποις τοῖς τὴν εὐάρεστον αὐτῷ ἐπανῃρημένοις πολιτείαν. οὕτως οὖν καὶ ἡ τῶν πνευματικῶν ὁμιλία βάρβαρός ἐστι τοῖς τοῦ κόσμου ἀνθρώποις.

ὥσπερ γὰρ οἱ ἰχθύες τῆς θαλάσσης πάντα τὰ ἐν αὐτῇ οἴδασι, τὰς τρίβους καὶ τὰ βάθη, καὶ οὐκ ἐγχωρεῖ ἄνθρωπον ἢ θηρία ἢ τὰ λοιπὰ ζῷα τὰ ἐκεῖ γνωρίσαι ἢ ἐγχρονίσαι ἐνταῦθα, ἐπεὶ ἀπόλλυνται πνιγέντα, οὕτως ἀδύνατόν ἐστι μὴ γεννηθέντα τινὰ ἐκ τοῦ ἁγίου πνεύματος ἐξ ἐκείνου τοῦ αἰῶνος τὰ ἐκεῖ γνωρίσαι ὡς ἔστι «καὶ τὰ βάθη τοῦ θεοῦ» καὶ τὰς τρίβους τοῦ πνεύματος τῆς βασιλείας εἰδέναι, εἰ μὴ οἱ ἐν αὐτῷ τῷ πνεύματι ἀναστρεφόμενοι καὶ ἐξ αὐτοῦ ζῶντες καὶ μετέχοντες καὶ ἐν αὐτῷ περιπατοῦντες κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· οὐδεὶς ἔγνω «τὰ τοῦ θεοῦ» «εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». «ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ», καὶ πάλιν φησίν· τὸ πνεῦμα «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ». οὕτως ἀδύνατον τῷ ἔχοντι «τὸ πνεῦμα τοῦ κόσμου» καὶ μὴ γεγεννημένῳ ἐν πνεύματι ἁγίῳ εἰδέναι τι ἐν πείρᾳ γνώσεως τῶν τοῦ πνεύματος ὡς ἐστίν, κἂν θέλωσιν ἐμβατεύειν, εἰκῇ φυσιοῦνται ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν. σοφίᾳ γὰρ κοσμικῇ ἐπερειδόμενοι καὶ οἰόμενοι δύνασθαι καταλαμβάνειν τῇ συνέσει αὐτῶν τὰ πνευματικὰ ἄνευ τῆς ἐπισκέψεως καὶ ἀποκαλύψεως τοῦ πνεύματος, ἐξαποροῦνται καὶ ἀπόλλυνται μὴ ἔχοντες θεμέλιον ἀληθῆ, (ὅς ἐστιν ὁ κύριος, δι᾽ οὗ οἱ ἄξιοι πᾶσαν πνευματικὴν γνῶσιν περιλαμβάνουσιν).

εἰς ἀδηλότητα γάρ τινα καὶ εἰς φαντασίαν στοχασμῶν ὁ νοῦς αὐτῶν καταντᾷ διὰ τῆς ἰδίας συνέσεως καὶ ἰσχύος νομιζόντων πνευματικὴν καταλαμβάνειν γνῶσιν, ἀλλὰ κἂν πάσας τὰς γραφὰς ἀπὸ στόματος ἀπαγγέλλωσιν, οὐκ οἴδασι τὴν δύναμιν ὧν λαλοῦσιν. ὥσπερ γὰρ παιδία διδασκόμενα παρὰ διδασκάλῳ ἐκμανθάνει τὰ τῶν δεινῶν ῥητόρων διηγήματα καὶ τῷ μὲν στόματι ἀπαγγέλλουσι τοὺς λόγους τῶν σοφῶν, τὴν δὲ δύναμιν τῶν λόγων οὐκ ἴσασιν, οὐδὲ ἐπίστανται, τί ἀναγινώσκουσιν ἢ ἀπαγγέλλουσι διὰ τὴν νηπιότητα—οὕτω καὶ οἱ τὰς γραφὰς ἀπαγγέλλοντες καὶ μελετῶντες ἐὰν μὴ παρὰ πνευματικῶν ἀνδρῶν παραλάβωσι τὸν ἐγκείμενον ἀληθῆ νοῦν ἐν αὐταῖς καὶ ἐὰν μὴ ἔχωσιν ἐν ἑαυτοῖς τὴν ζῶσαν φωνὴν (τουτέστιν αὐτὴν τὴν θεϊκὴν δύναμιν τὴν ὑπαγορεύσασαν τὰς γραφάς), ὡς ἔδει ὠφεληθῆναι οὐκ ὠφελήθησαν. ἔτι γάρ εἰσιν ἐνδεδυμένοι «τὸν παλαιὸν ἄνθρωπον», τουτέστι «τὸ πνεῦμα τοῦ κόσμου» (ὅπερ ἐστὶν ὁ νόμος «τῆς ἁμαρτίας» ὁ ἀντιστρατευόμενος «τῷ νόμῳ τοῦ νοός»). ὥσπερ δὲ ὁ μὴ γεννώμενος ἐν τῷ κόσμῳ τούτῳ οὐκ ἔστιν, ὅταν δὲ γεννηθῇ τότε ἔστιν εἰς τὸν αἰῶνα τοῦτον, οὕτω καὶ ὁ μὴ ἐν πνεύματι ἁγίῳ γεννηθεὶς οὐκ ἔστιν εἰς τὸν αἰῶνα τοῦ πνεύματος οὔτε ἐκεῖ καταντῆσαι δύναται.

ἐὰν μὴ οὖν τὸ νέον καὶ ἐπουράνιον γέννημα ἀπεντεῦθεν δέξηται (τουτέστιν ἐν τῷ αἰῶνι ἐκείνῳ ἐκ πνεύματος ἡ ψυχὴ γεννηθῇ κἀκεῖθεν τραφῇ καὶ αὐξηθῇ καὶ τελειωθῇ ἐν πνεύματι), εἰς ἐκεῖνον τὸν αἰῶνα οὐ καταντᾷ. οὕτω γάρ εἰσι δεδογματισμένα τὰ δόγματα ὑπὸ τοῦ κυρίου καὶ οὕτως ηὐδόκησε καὶ ἀπεφήνατο· «ἐὰν μή τις ἀναγεννηθῇ ἄνωθεν», οὐ μὴ εἰσέλθῃ «εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· τὸ γὰρ γεννηθὲν «ἐκ πνεύματος πνεῦμά ἐστιν», ὥσπερ καὶ «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν». ἠθέλησε γὰρ τὸ πνεῦμα τὸ ἅγιον συγκερασθῆναι τῇ ψυχῇ καὶ καθαρίσαι αὐτὴν ἀπὸ τοῦ πνεύματος τῆς ἁμαρτίας τοῦ ὄντος «ἐν τοῖς μέλεσιν» αὐτῆς καὶ γενέσθαι μετ᾽ αὐτῆς εἰς ἓν πνεῦμα, ἵνα νύμφην καθαρὰν καὶ ἄμωμον αὐτὴν ἑαυτῷ παραστήσῃ—Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν τὴν κατ᾽ εἰκόνα αὐτοῦ κτισθεῖσαν, τῷ λυτρωσαμένῳ αὐτὴν ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ μεταστήσαντι αὐτὴν εἰς τὴν βασιλείαν τοῦ φωτὸς τῆς ζωῆς.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα γεννήσῃ ἡμᾶς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου καὶ λυτρώσηται ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» καὶ εἰσαγάγῃ εἰς κόσμον θεότητος τοῦ ἁγίου πνεύματος ἀπὸ τοῦ νῦν. μήπως ὁ θάνατος (ὅ ἐστιν «τὸ πνεῦμα τοῦ κόσμου», «τὸ φρόνημα τῆς σαρκὸς») κατάσχῃ ἡμᾶς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν καὶ γεέννῃ αἰωνίῳ παραδοθῶμεν καὶ τότε ἀνωφέλητα μετανοήσωμεν, ὅτι ἔχοντες καιρὸν οὐκ ᾐτήσαμεν λύτρωσιν καὶ ἔλεος παρ᾽ αὐτοῦ, καίπερ ἑτοίμως (ἐάν τις αἰτήσῃ καὶ ζητήσῃ καὶ κρούσῃ) τὰς ἰδίας ἐπαγγελίας φιλανθρώπως παρεχομένου· «πιστὸς γάρ» ἐστι καὶ ἀληθὴς «ὁ ἐπαγγειλάμενος» διδόναι τὴν ἑαυτοῦ χάριν καὶ τὴν ζωὴν τοῖς μετὰ πίστεως αἰτοῦσιν αὐτόν. προσδεξώμεθα τοίνυν ἀεὶ τὸν κύριον, τὸν ἀληθινὸν ζωοποιόν, ὃς μόνος δύναται ἐλθὼν λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν ἐκ τῶν ἀοράτων ἐχθρῶν, τῶν παθῶν τῆς «ἀτιμίας», τὴν ἀναστροφὴν ἡμῶν ἄσπιλον καὶ ἄμωμον ἐν πάσαις ἀρεταῖς ποιούμενοι. μὴ γινώμεθα ὥσπερ αἱ πονηραὶ καὶ μίσανδροι γυναῖκες, αἵτινες ἐπὰν ἔλθῃ ὁ ἀνὴρ κεκοπιακὼς πρὸς τὸ ἀναπαῆναι ἐν τῷ οἴκῳ αὐτοῦ, αὐταὶ τοὺς οἴκους αὐτῶν καταλιμπάνουσαι ἀλλαχοῦ ἀπερχόμεναι ῥέμβονται.