ΛΟΓΟΣ Βʹ.
Τῶν ἀκουόντων τὸν λόγον τοῦ θεοῦ καὶ ποιούντων ἀγαθὸν καρπὸν σημεῖα 〈ἐν αὐτοῖς〉 ταῦτά ἐστι στεναγμός, κλαυθμός, προσοχή, σιωπή, κατήφεια, ἐπιμονή, ἡσυχία, κεφαλῆς κίνησις, ὀδυνηρὸς κλαυθμός, πόνος καρδίας ὑπὲρ εὐσεβείας γινόμενος. τὰ δὲ ἔργα· ἀγρυπνία καὶ ἐγκράτεια, νηστεία, πραότης, μακροθυμία, ἀδιάλειπτος εὐχή, μελέτη τῶν θείων γραφῶν, πίστις, ταπείνωσις, φιλαδελφία, πόνος, κακοπάθεια, ἀγάπη, ὑποταγή, ἀγαθωσύνη, κοσμιότης καὶ τὸ ὅλον φῶς, ὅ ἐστιν ὁ κύριος. τῶν δὲ μὴ ποιούντων καρπὸν ζωῆς αἰωνίου σημεῖά ἐστι ταῦτα· ἀκηδία, μετεωρισμός, περίβλεψις, ἀπροσεξία, γογγυσμός, κέμφωσις {ὅ ἐστιν ὁ λάρος τὸ ὄρνεον ὅς ἐστι κοῦφος καὶ προχειρότατος}. τὰ δὲ ἔργα· ἀδηφαγία, ἀσωτία, ὀργή, θυμός, καταλαλιά, φυσίωσις, ὑπερηφανία, ἀπιστία, ἀκαιρολογία, ἀκαταστασία, λήθη, ταραχή, αἰσχροκέρδεια, φιλαργυρία, ζῆλος, ἐριθεία, ὑπεροψία, φλυαρία, ἄκαιρος γέλως, ἐθελοδοξία καὶ τὸ πᾶν σκότος, ὅπερ ἐστὶν ὁ σατανᾶς.