Οἱ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσι, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, φωτεινοί, ὅμοιοι τοῦ πατρὸς αὐτῶν, τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, 〈ὡς ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου〉». ὥσπερ γὰρ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν ἀποστέλλει τοῖς ἰδίοις ἐπὶ τῷ κτισθῆναι αὐτῷ παραδείσους, οἴκους, ἐνδύματα ἀναγκαῖα, καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, πάλιν πλοῦτον πολὺν ἐπιφέρεται, καὶ μετὰ πολλῆς χαρᾶς δέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ—, οὕτω πολλῷ μᾶλλον εἰς τὸ πνευματικόν, ὅσοι ἐμπορεύονται τὸν πλοῦτον τὸν ἐπουράνιον, οἴδασι τούτους οἱ συμπολῖται αὐτῶν, τουτέστι τῶν ἁγίων τὰ πνεύματα καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσιν ὅτι εἰς μέγα πλοῦτον ἐνέπεσον οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῆς γῆς. ἔχοντες οὖν τὸν κύριον μεθ᾽ ἑαυτῶν ἐν τῇ ἀναλύσει, ἐν πολλῇ χαρᾷ ἀπέρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ, εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ. Ὅτι καὶ οἱ πνευματικοὶ καὶ οἱ ἔχοντες χαρίσματα πίπτουσιν ἐπαιρόμενοι.