Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι Ε'-ΣΤ': Η λαμπρότητα της ψυχής, η πολυμερής χάρις και η αδιάλειπτη προσευχή

Εξετάζονται οι διαφορετικές βαθμίδες της θείας χάριτος, ο παιδαγωγικός ρόλος των θλίψεων, η θεραπεία από τους εμπαθείς λογισμούς και η εσωτερική εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 18

ΛΟΓΟΣ Εʹ. Ἐρώτησις. Ὁ ἔξωθεν ἄνθρωπος τὰ ὀπίσθια αὐτοῦ ὁρᾶν οὐ δύναται· εἰ οὖν φασι τὸν ἔσω ὅμοιον τῷ ἔξω, πῶς δύναται οὗτος ὁρᾶν τὰ ὀπίσθια; Ἀπόκρισις. Ὥσπερ μαργαρίτης λαμπρὸς ἢ φεγγίτης λίθος πανταχόθεν φαίνεται, οὕτω καὶ ἡ ψυχὴ πανταχόθεν φαίνεται καὶ λάμπει.

Ὥσπερ δὲ καὶ ἔμπειρος γεωργὸς κατὰ τὴν ποιότητα καὶ ὑπόστασιν τῆς γῆς ἐπιφέρει τὰ σπέρματα καὶ τὴν μὲν πυροὺς σπείρει, τὴν δὲ κριθὴν καὶ ἄλλην ὄσπρια, καὶ ἑκάστην πρὸς τὸ μέτρον τῆς ποιότητος διοικεῖ καὶ τὴν μὲν εἰς ἀμπελῶνα ποιεῖ, τὴν δὲ εἰς ἐλαιῶνα, οὕτω καὶ ὁ κύριος εἰς τὰς γαίας τῆς καρδίας ἐπιμετρεῖ τὴν χάριν κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ τὴν ἕξιν τοῦ δεχομένου καί, καθὼς τὸ πνεῦμα βούλεται, ἐνεργεῖ ἐν τοῖς τρισὶ τούτοις τρόποις. καὶ μύριοι ἐὰν ὦσι πνευματοφόροι, ἑτέρως καὶ ἑτέρως ἔχουσιν ἐπιφαινομένην τὴν χάριν καὶ πολυμερῶς καὶ πολυτρόπως.

Οἷον Ἀβραὰμ πλούσιος ὢν ἔλαβε τὴν χάριν τοῦ θεοῦ διὰ τὴν πίστιν, Ἠλίας διὰ τὴν ἀνδρείαν καὶ διὰ τὸ μονάζειν ἐν ἐρημίαις, Ἰὼβ διὰ τὴν ὑπομονήν, Δαβὶδ διὰ τὴν ἀγαθότητα καὶ διὰ τὸ φιλάνθρωπον· καὶ ἓν πνεῦμα πάντες ἔχοντες διαφόρως ἐνήργουν. καὶ οἱ ἀπόστολοι κατ᾽ αὐτὴν τὴν ὥραν λαβόντες πάντες τὸν παράκλητον πολυτρόπως μετέσχον. παρακεχώρηται δὲ καὶ τοῖς ἁμαρτωλοῖς εἶναι ἐν ἀδείᾳ διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου ὡς οἰκονομεῖ ἡ χάρις.

Οἱ οὖν Χριστιανοί, ὅταν πειρασμοὶ αὐτοῖς ἐπέλθωσιν, οὐκ ὀφείλουσι θαυμάζειν, ξενίζεσθαι δὲ μᾶλλον ἐν τῇ ἀνέσει καὶ ἀμεριμνίᾳ καὶ ἀφορᾶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς γενόμενος ἡμῶν τύπος ἐμυκτηρίσθη καὶ ἔπαθε καὶ ἐσταυρώθη, καὶ πῶς τῶν ἀποστόλων οἱ μὲν ἐσταυρώθησαν, οἱ δὲ τὴν κεφαλὴν ἀπετμήθησαν, ἄλλοι «ἐν φόνῳ μαχαίρας ἀπέθανον», καὶ τῶν προφητῶν δὲ οἱ πλείους ἐν ἀτιμίαις ἐπλήρωσαν τὸν πάντα αὐτῶν βίον. ἀποβλέποντες οὖν καὶ ἀφορῶντες εἰς τὸν προειρημένον θεμέλιον χαίρειν ὀφείλομεν συμπάσχοντες τῷ Χριστῷ, λυπεῖσθαι δὲ ἡνίκα ἐν δόξῃ καὶ τιμῇ ἐσμέν, ὡς μὴ ἐπιβάντες μηδὲ ἁψάμενοι τῆς ὁδοῦ τοῦ κυρίου καὶ τῶν ἀποστόλων· πάντες γὰρ διὰ θλίψεων παρῆλθον τὸν βίον. οἱ οὖν εἰσελθόντες εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης, ὡς ἄνθρωπος ἔχων πένθος ἀπαραμύθητον ἐπὶ μονογενεῖ υἱῷ ἀποθανόντι, οὕτως ἐν πένθει εἰσὶ καὶ λύπῃ καὶ δακρύοις. ἔστι δὲ τῷ τοιούτῳ πένθει χαρὰ καὶ τῷ τοιούτῳ πόνῳ καὶ τῇ θλίψει παράκλησις ἀναπαύουσα καὶ τὰ δάκρυα καὶ οἱ ἐκ βάθους καρδίας στεναγμοὶ τρυφᾶν ποιοῦσι τοὺς κεκτημένους· ἀναπαύονται γὰρ καὶ ἥδονται ἐπὶ τῷ θλιβερῷ βίῳ καὶ οἱ τοιοῦτοι οἰκεῖοί εἰσι τῷ θεῷ. οἱ δὲ ὑπερβαίνοντες τοῦτο τὸ μέτρον ἐξήλειψαν πᾶν δάκρυον ἀπὸ προσώπου τῆς ψυχῆς καὶ ἀποθέμενοι διὰ τοῦ κυρίου τὸ πένθος χαρὰν καὶ ἀγάπην ἀνέλαβον. τοῦτο δὲ τὸ μέτρον τῶν τελείων ἐστίν.

Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ πᾶσαν προαίρεσιν ἐν ἀνεξικακίᾳ καὶ μακροθυμίᾳ βαστάζειν. κἂν εὕρῃς τινὰ τῶν ἀδελφῶν σου εἰς βραχύ τι ἐκτραπέντα ἢ σφαλέντα, ἔχοντα δέ τινα εὐάρεστα, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἐλπίδος. γέγραπται γάρ· «παρακαλεῖτε ἀλλήλους, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον», εἰ δύναται ἐπιδέξασθαι θεραπείαν. κρεῖττον δὲ δουλεύειν πάσῃ προαιρέσει καὶ μὴ κρίνειν. εἰ δὲ σὺ κρίνεις τὸν πλησίον σου, ὅτι ἁμαρτωλός ἐστι, ἔχεις εἰπεῖν σὺ τῷ θεῷ ὅτι δίκαιός εἰμι; καὶ εἰ λέγεις ὅτι μιαρός ἐστι καὶ ἀκάθαρτος, καὶ σὺ τῷ θεῷ μιαρὸς εἶ καὶ ἀκάθαρτος. καὶ ὥσπερ σὺ ποιεῖς τῷ πλησίον σου, οὕτω καὶ σοὶ ὁ θεός. ἐὰν ἀγαπήσῃς τὸν πλησίον σου, ἔρχεται πρός σε ὁ θεὸς καὶ ἀγαπᾷ σε. ἐὰν δὲ εἴπης· ἰδιώτης ἐστὶ καὶ μι〈α〉ρὸν νοῦν ἔχει, καὶ σὺ τῷ θεῷ ἰδιώτης εἶ καὶ βδελυκτὸς καὶ μηδὲν εἰδώς. καὶ ἐὰν ἀποστραφῇς τὸν πλησίον σου, καὶ ὁ κύριος ἀποστρέφεταί σε καὶ οὐ παραδέχεταί σε εἰς τὴν βασιλείαν. «ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν».

Διὰ τοῦτο σπουδαίως ἐπιτελέσωμεν τὰ προστεταγμένα καὶ διοδεύσωμεν διὰ τῆς ἀληθινῆς ὁδοῦ, ἵνα οὕτως ἐπιτύχωμεν τῆς ἀληθείας καὶ μὴ προφασισώμεθα προφάσεις ἁμαρτίας. μὴ γὰρ ἐπειδὴ οὐκ ἔστιν ἐν ἡμῖν ἀληθινὴ νηστεία— νηστεία γάρ ἐστιν ἀποχὴ τῶν πονηρῶν διαλογισμῶν—, παρὰ τοῦτο ὀφείλομεν αὐτὴν ἀπολύειν καὶ μὴ φυλάττειν; μὴ γένοιτο. μὴ γὰρ ἐπειδὴ ἔσωθεν ἡμῶν ἐστι θηλεία ἡ καρδία κοινωνοῦσα καὶ περιλαμβάνουσα μυσαρὰς προλήψεις, παρὰ τοῦτο ὀφείλεις καὶ φανερῶς πορνεῦσαι; μὴ γὰρ ἐπειδὴ ἀποταξάμενος τῷ κόσμῳ εὑρίσκεις ἐν τῷ νῷ σου καὶ τῇ ψυχῇ ὅλον τὸν κόσμον καὶ τὴν οἰκουμένην, παρὰ τοῦτο οὐ δεῖ σε τοῖς φαινομένοις ἀποτάξασθαι; μὴ γὰρ ἐπειδὴ οὐκ εὔχῃ τὴν καθαρὰν εὐχὴν καὶ ἀληθινήν, παρὰ τοῦτο οὐδὲ πρὸς ὥραν κλῖναι γόνυ θέλεις; 〈ἀγῶνος γὰρ χρεία, ἀδελφοί, οἱ δὲ Χριστιανοὶ εἰσὶν ὃ εἰσίν〉.

Ὡς ἄνθρωπος ἀπόδημος, πολὺν ἀπὸ τῆς ἰδίας πόλεως ἐξοικισθεὶς χρόνον καὶ βουλόμενος ἐπανελθεῖν, καὶ δι᾽ ἀγρίων τόπων διοδεύων καὶ ἐν καταλύμασι καὶ πανδοχείοις γινομένης ῥυπαρᾶς δυσωδίας γέμουσιν, ἀποδύρεται παντοίως καὶ ἀλύει μνημονεύων τῆς ἐνεγκούσης † καὶ τῶν ἐκεῖσε τιμῶν καὶ τοῦ πλούτου καὶ τῶν συγγενῶν καὶ φίλων καὶ πάσης τῆς ἀποκειμένης αὐτῷ ἐκεῖσε τρυφῆς καὶ ὑπάρξεως, καὶ διὰ τὴν πρὸς ἐκεῖνα σχέσιν καὶ ἀγάπην ὑπερβῆναι ἤθελε πάντα καὶ ἠβούλετο μηδὲ ἡμιώριον ἀποστῆναι οἴκοθεν—, οὕτως οἱ Χριστιανοὶ ὄντες ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν πανδοχείῳ συνέχονται καὶ ὡς ἐν τόποις ἐρημικοῖς καὶ λῃστρικοῖς, καὶ ὡς ἐν πατρίδι ἐχθρῶν καὶ βαρβάρων ὄντες ἀηδίζονται καὶ λυποῦνται καὶ μόλις φέρουσι τὴν ἐν τῷ αἰῶνι τούτῳ διαβίωσιν, καίτοι τῷ νῷ καὶ τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τοῦ νῦν ὄντες ἐν τῇ ἰδίᾳ πόλει τῇ ἐπουρανίῳ καὶ τῷ κόσμῳ ἐκείνῳ, πρὸς τοὺς ὁμοδόξους ἀγγέλους, πρὸς τοὺς ἀδελφοὺς τοὺς ἀποστόλους, πρὸς τὰ ἅγια πνεύματα, πρὸς τὸν γλυκὺν πατέρα Ἰησοῦν Χριστόν· ὅπου οἱ στέφανοι καὶ ἡ δόξα καὶ ὁ πλοῦτος αὐτοῖς ηὐτρέπισται, συναναστρέφονται.

Μηδεὶς οὖν ἡμῶν τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ᾽ ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει. διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν. πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος· καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν 〈ἀνθρώπου〉 ἀναπαύεται. μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον. «ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; καὶ πάλιν· «ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν». σὺ εἶ κτῆμα θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως. μὴ καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ᾽ ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ. πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες. «ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς 〈τοὺς〉 αἰῶνας 〈τῶν〉 αἰώνων.

Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου. ὥσπερ 〈ἐάν〉 τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ· “ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας„, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς.

Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ᾽ ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων. ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα.

Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα. τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ;

Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου. καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν.

Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν. ἀλλ᾽ οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς. εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί. οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι.

Ἐρώτησις. Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ πειρᾶσαι;

Ἀπόκρισις. Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν. μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ. ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν. καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς» καὶ ἐλάλησε· «τί με διώκεις»; καὶ περὶ τῶν ἀποστόλων γέγραπται ὅτι εἶδον γλώσσας πυρὸς διαμεριζομένας αὐτοῖς καὶ ὁ παρεστὼς ὄχλος εἶδε καὶ ἤκουσε τὸ γεγονός. ἐπεὶ οὖν ὁ νοῦς οἶκός ἐστι τοῦ θεοῦ καὶ ὁ πονηρὸς ἐκβέβληται αὐτόθεν, οἱ πνευματικοὶ διὰ τὴν ἄκραν καθαρότητα ὁρῶσιν ὡς ἔσωθεν καὶ τὴν ἁμαρτίαν καὶ τὴν χάριν. τοῦτο οὖν ζητεῖται, ἵνα ὁ νοῦς παρὰ τῷ θεῷ ζῇ καὶ ἐρρῶται. καὶ ἐὰν θλιβῇ τὸ σῶμα καὶ ὅλον ἐξαφανισθῇ, οὐδὲν ἀδικεῖται ἡ ψυχή. τί γὰρ ἔπαθεν ἡ σὰρξ τοῦ περικειμένου αὐτῇ χιτῶνος διαρραγέντος;

καὶ Ἰὼβ «ἀπὸ κεφαλῆς ἕως ποδῶν ἕλκει πονηρῷ» ὑπὸ τοῦ διαβόλου πληγείς, κατὰ νοῦν τί ἐβλάβη, ὁπότε ἦν ἐρρωμένος εἰς τὴν ἀγάπην καὶ πίστιν τὴν πρὸς τὸν θεόν;

Ἐρώτησις. Εἰ ἐν τῷ ὕπνῳ ἐστὶ φαντασία ἀγαθή, ὃν τρόπον ἔστι καὶ τοῦ πονηροῦ; Ἀπόκρισις. Τοῖς ἔχουσι κατὰ βάθος τὴν χάριν πάντοτέ ἐστιν εὐχή. εἰ γὰρ ὁ σατανᾶς οὔτε ἡμέρας οὔτε νυκτὸς ἀργεῖ πολεμῶν, πολλῷ μᾶλλον ἡ χάρις καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ καὶ καθεύδοντός σου ἀντιλαμβάνεται. ἔσθ᾽ ὅτε γὰρ τὸ σῶμα κεῖται εἰς ὕπνον καὶ ὁ νοῦς ἐγρήγορε καὶ ζῇ πρὸς τὸν θεὸν καὶ κλαίει καὶ ὁρᾷ πρόσωπα ἡδέα. Ἰακὼβ ἐν νυκτὶ εἶδε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας, καὶ ἐν νυκτὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ. γέγραπται γὰρ ὅτι «οἱ υἱοὶ ὑμῶν ὁράσεις ὄψονται καὶ ἐνύπνια ἐνυπνιασθήσονται». καὶ τῷ Ἰωσὴφ ἐν ὁράματι τῆς νυκτὸς ὤφθῃ ἄγγελος λέγων· “μὴ φοβοῦ Ἰωσήφ, ἀλλ᾽ ἀναστὰς «παράλαβε τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον». ζητεῖ γὰρ Ἡρῴδης ἀπολέσαι αὐτό.„ Εἰ ὁ σατανᾶς μεταβάλλεται «εἰς ἄγγελον φωτός», εἰς ὕδατα, εἰς νεφέλας, δοῦλος ὢν καὶ κτίσμα, πολλῷ μᾶλλον ὁ θεὸς πλούσιος ὤν, ἐπειδὴ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶν ἀκατάληπτος—«φῶς, γάρ ἐστιν, ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται»—, μεταβάλλει ἑαυτὸν μεταμορφούμενος «ἀπὸ δόξης εἰς δόξαν», εἰς νεφέλας φωτεινάς, εἰς «ἥλιον δικαιοσύνης», εἰς ἀέρα καθαρόν. ἀλλ᾽ ἐνταῦθα πολλῆς διακρίσεως χρεία πρὸς τὸ συνιέναι ἕκαστον τῶν γινομένων. ἑκάστη γὰρ ὑπόστασις ἐνεργοῦσα εἰς τὴν ἰδίαν ἀγάπην καὶ φύσιν ἕλκει.

ὁ σατανᾶς ὢν ὑλώδης καὶ γεώδης ἐλαύνει τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ κόσμου καὶ εἰς μυσαρὰ πράγματα. τὸ δὲ ἀπὸ τοῦ θεοῦ ἐνεργοῦν οὐράνιόν ἐστι καὶ ἀποσπᾷ τὸν νοῦν ἀπὸ τῆς γῆς καὶ τῶν σαρκικῶν πραγμάτων, πάντοτε δὲ τὸν νοῦν ἕλκει εἰς μνήμην θεοῦ, εἰς ἀγάπην, εἰς εὐχήν, εἰς δέησιν καὶ πένθος. καὶ ὥσπερ ζύμη ἀλεύρῳ συμμιγεῖσα ὅλον τὸ φύραμα εἰς ζύμην φέρει, οὕτω καὶ ἡ χάρις ζυμοῦται μετὰ τῆς ψυχῆς καὶ ποιεῖ ἓν φύραμα. λέγει γὰρ ὁ κύριος· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμη, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον». ἔσθ᾽ ὅτε δὲ ὁ σατανᾶς διὰ «τὴν μεθοδείαν τῆς πλάνης» ὑποδεικνύει τινὰ λαμπρὰ καὶ τοιαῦτα ἄλλα. ἐπειδὴ ἀηδῆ ἐστι καὶ τεταραγμένα, μὴ ἔχοντα πόθον θεοῦ μήτε εἰρήνην μήτε ὑπομονὴν μήτε χαράν, ἀποπτύεται καὶ ἀηδίζεται ἡ ψυχὴ καὶ συμβαίνει πάλιν αὐτῇ τὰ ἐπιφερόμενα ἡδέα ἡγεῖσθαι, καὶ εἰ δοκεῖ ἀμαυρότερα εἶναι. καὶ ὁ νοῦς τούτοις μᾶλλον θαρρεῖ καὶ ἥδεται, ἐπειδὴ ἡδύτητα ἔχει καὶ νόστον τοῦ κυρίου καὶ γεῦσιν ἡδυτάτην κἀκεῖνο δὴ ἔκλαμπρον ὀφθέν, ἐπειδὴ οὐκ ἔχει ἀνάπαυσιν ἢ χαρὰν οὔτε κουφίζει τὸ σῶμα καὶ τὴν ψυχήν, ὃν τρόπον ποιεῖ ἡ χάρις, ἀλλὰ μᾶλλον βαρύνει, καὶ ἤδη φανεροῦται ὅτι τοῦ σατανᾶ ἐστιν. ὁρᾷς οὖν ὅτι τὸ πᾶν ἡ ἐνέργειά ἐστι καὶ ἐκ τῆς ἐνεργείας δύναται ὁ νοῦς διακρῖναι τὰς ὀπτασίας, ποία μὲν ἔστι τοῦ σατανᾶ, ποία δὲ τῆς χάριτος;

Πάντοτε ποίησον λόγον μετὰ τοῦ σώματός σου καὶ τῆς ψυχῆς. εἰπὲ τῷ σώματί σου· “τί ποιοῦμεν ἐν τῷ κόσμῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν. μέλλεις γὰρ φθείρεσθαι καὶ ἀπέρχεσθαι εἰς μνημεῖον.„ εἰπὲ τῇ ψυχῇ σου· “τί ποιεῖς ὧδε; ἄπελθε, πρόσφυγε τῷ θεῷ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον. ποίησον πάλην πρὸς τὸν πυκτεύοντα καὶ ἀφανίζοντα τὸν νοῦν σου.„

ΛΟΓΟΣ ϛʹ. Περὶ τῶν ῥυπαρῶν λογισμῶν πῶς ἐνεργοῦσιν εἰς τὴν καρδίαν. Ὅταν κλίνῃς γόνυ εἰς προσευχὴν καὶ θέλῃς πέμψαι τὸν νοῦν σου πρὸς τὸν θεόν, εὑρίσκῃ εἰς τὴν πατρίδα σου καὶ ἀντιπαλαίεις τῷ λογισμῷ καὶ ἐπανάγεις αὐτὸν ἐκεῖθεν. καὶ πάλιν θέλεις κατευθῦναι τὸν λογισμόν σου πρὸς τὸν θεόν, ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς τὴν ἀγοράν. πάλιν βιάζῃ ἐπανάγειν τὸν νοῦν σου, ἰδοὺ ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς πορνείαν. πάλιν ἐπανάγεις τὸν λογισμόν σου ἐκεῖθεν, εἵλκυσέ σε ἄλλος λογισμὸς εἰς φιλαργυρίαν. πάλιν ἄλλος λογισμὸς ὀργῆς ἐπλήρωσέ σου τὴν καρδίαν· ζητεῖς εἰρήνην, καὶ τέως ἔσωθεν θυμοῦ γέμεις. πάλιν ὅταν ἑλκύσῃς τὸν λογισμόν σου ἐκεῖθεν, κατασύρεται ὑπὸ τῶν πονηρῶν δαιμόνων, βαρύνων σε εἰς ὕπνον. ὅμως δὲ σὺ μὴ ἐνδῷς, ἀλλὰ πολέμησον πρὸς τὴν κακίαν καὶ ζήτησον τὸν θεόν, ἵνα αὐτὸς ἐλθὼν ποιήσῃ τὴν νίκην. σὺ γὰρ τῇ ἰδίᾳ δυνάμει οὐ δύνασαι ἑαυτὸν καθαρίσαι. εἰς ἓν γὰρ μέρος ὁ σατανᾶς ἰσχυρότερός σού ἐστιν, εἰς τὸ ὑποβάλλειν τοὺς διαλογισμούς.

Τὸν θεὸν οὖν ὀφείλομεν ζητεῖν διὰ τοῦ προσκαρτερεῖν τῇ εὐχῇ. αὐτὸς γὰρ μόνος δύναται εἰρηνεῦσαι τὸν νοῦν τοῦ ἀνθρώπου. Καὶ οἱ ἀδελφοὶ εἰ θλίβονται ὑπό τινων, οὐκ ὀφείλουσι ξενίζεσθαι. καὶ γὰρ εἰς τὸ παλαιὸν εἶχον Μωϋσῆς καὶ Ἀαρὼν τὴν ἱερωσύνην, ὁμοίως καὶ Καϊάφας τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον. ὅμως δὲ τὴν ἱερωσύνην ἐτίμησεν ὁ κύριος, καὶ ἦν ἱερεύς. ὁμοίως καὶ οἱ προφῆται ὑπ᾽ αὐτοῦ τοῦ (τῶν ἱερέων) γένους ἐδιώχθησαν. λοιπὸν Πέτρος Μωϋσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν τοῦ Χριστοῦ τὴν ἀληθινὴν ἱερωσύνην. νῦν γάρ ἐστι βάπτισμα διὰ πυρὸς καὶ 〈πνεύματος〉 καὶ περιτομὴ ἐν καρδίᾳ γινομένη. τὸ θεῖον γὰρ καὶ ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ. πλὴν οὔτε οὗτοι, ἕως εἰσὶν ἐν σαρκί, ἀμέριμνοί εἰσι· διὰ τὸ αὐτεξούσιον γὰρ ἐν φόβῳ εἰσί. μόνον γὰρ ἐὰν φθάσῃ ἡ ψυχὴ ἀπελθεῖν εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων, τότε δύναται ἄνευ θλίψεων καὶ πειρατηρίων εἶναι. ἐκεῖ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλὰ ἀνάπαυσις, χαρά, εἰρήνη. σωτηρία δὲ ἐπικαλεῖται ὁ κύριος διὰ τὸ σώζειν τοὺς αἰχμαλώτους. ἰατρὸς ἐπικαλεῖται ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσιν καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς, ἐπειδὴ 〈νῦν〉 ἔν τινι μέρει κυριεύσουσιν αὐτοῦ τοῦ ἀνθρώπου.

Ὡς ἂν εἴπωμεν· ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, καὶ τύραννος καὶ ἄρχων κακὸς ὁ σατανᾶς. ὁ θεὸς γὰρ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦτον βούλονται τὸν ἄνθρωπον οἰκειώσασθαι εἰς τὴν αὐτῶν βασιλείαν, ὁμοίως καὶ ὁ διάβολος καὶ αἱ δυνάμεις αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον τὸν ἄνθρωπον 〈.....〉 καὶ μέση ἐστὶν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων. λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός.

Ὡς ἵνα ἀποστείλῃ πατὴρ υἱὸν εἰς πατρίδα ξένην, ὅπου ἀπαντῶσιν αὐτῷ κατὰ τὴν ὁδὸν θηρία. δίδωσιν οὖν φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ τὰ θηρία—οὕτω καὶ ἡμεῖς σπουδάσωμεν λαβεῖν οὐράνιον φάρμακον ἰατικόν, τὸ ἀντίδοτον τῆς ζωῆς, ἵνα δι᾽ αὐτ〈οῦ〉 ἀποκτείνωμεν τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου καθαρὰν συνείδησιν καὶ καρδίαν κτᾶται ὁ ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.

Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν. πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης εὐηρέστησαν τῷ κυρίῳ. ὁ Ἀβραάμ, πλούσιος κατὰ θεὸν καὶ κατὰ κόσμον, οὗτος ἑαυτὸν γῆν καὶ σποδὸν ὠνόμασε. καὶ ὁ Δαβὶδ «ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ, σκώληξ εἰμί, φησί, καὶ οὐκ ἄνθρωπος». ὁμοίως πάντες οἱ προφῆται καὶ οἱ ἀπόστολοι κακουχούμενοι ἦσαν, διωκόμενοι, ὀνειδιζόμενοι.

Ὁ κύριός ἐστιν ἡ ὁδός· ἦλθεν οὐ δι᾽ ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται. βασιλεὺς υἱὸς βασιλέως, θεὸς υἱὸς θεοῦ, βλέπε, εἰς ὁποίαν ἦλθε ταπείνωσιν, «μορφὴν δούλου λαβών». θεὸς ἦν, καὶ αὐτὸς ἐδίδου φάρμακα ἰαματικὰ καὶ ἐθεράπευε τοὺς τετραυματισμένους καὶ ἔξωθεν ὡς εἷς τῶν πεπληγμένων ἐφαίνετο. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν οὕτως ἔξωθεν τεταπεινωμένον, ὅμοιον ἡμῶν. δι᾽ ἡμᾶς οὕτως ἐφάνη, οὐ δι᾽ ἑαυτόν. νόησον ἐν ᾗ ὥρᾳ ἔκραζον· «σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος καὶ ἐξουδενωμένος παρὰ πάντας.

Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις, ἐὰν ᾖ κακοποιός τις καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ ὅλου δήμου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτω καὶ ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν κατηυτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. τότε πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, ἐπέθηκαν ἀκάνθινον στέφανον, ἐρράπιζον αὐτόν. γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτύσματος, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα». εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ ἐκ φύσεως βόρβορος, ὁ ἐκ φύσεως θνητός, ὅσα ἐὰν ταπεινωθῆς, οὐδὲν ὅμοιον τοῦ δεσπότου σου ἐποίησας. ὁ θεὸς ἑαυτὸν διὰ σὲ ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ᾽ ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰ βάρη καὶ τὰς θλίψεις λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ πάθη, ἵνα δυνηθῇ τὸ τραῦμα σου ἰάσεως τυχεῖν;

Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτηνται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ σύνεσιν, οἴδασι καὶ τὰ νομίσματα δοκιμάσαι τὰ παραχαράξιμα.

Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀνυφοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλ᾽ ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν. οὕτω καὶ σὺ ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστιν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει ὀστέων νεκρῶν. βλέπεις πράγματα ἔνδοξα ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάντοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου, κύριε.

τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε αὐτὸ τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, καὶ τότε εὔχονται τῷ κυρίῳ. εἴ τις οὖν λέγει· ὅτι ὅτε 〈μὲν〉 κλίνω τὰ γόνατα, εὔχομαι 〈καὶ δύναμαι ἀντειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι〉 ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει 〈τοῦ〉 ἀντιπράττειν καὶ ἀνταγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε 〈ἕτερόν〉 τι ποιεῖ. ὅπου δέδεται ὁ νοῦς αὐτοῦ ἐκεῖνο αὐτοῦ ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός 〈σου〉 ἐστίν—«ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται»—, εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ διὰ παραθύρου πάλιν εἰσέρχῃ εἰς αὐτόν, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοινωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν ἐκ τοῦ κόσμου; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον θεοῦ, τί ὠφέλησας ἀποταξάμενος;

ἐγένου ἅλας μωρὸν σὺ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευματικὰ ἐκτήσω· λοιπὸν οὐδαμοῦ προχωρεῖς.

Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ 〈μικρὰ οὖσα〉 πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκοτίᾳ ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὁμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ, ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται 〈καρποφόρος〉, οὕτω καὶ ἡ γῆ τῆς καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἐὰν ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλήν, πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητικοί, λοιπὸν δὲ ἡ ὁδός, δι᾽ ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνους ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ἐὰν ὀλίγον ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτραποῦ {ὁδοῦ} καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος πυρὸς τῶν ἀκαθάρτων πνευμάτων.

ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς φραγμούς, τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μέστην ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπέπαυται.

Ἐρώτησις. Εἰ μετὰ τὸ τὴν ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πίπτουσί τινες, οὐχὶ ὁ σατανᾶς πολὺ ἰσχυρότερος ἀποδέδεικται; ὅπου γὰρ ἡμέρα, πῶς δύναται καὶ νὺξ εἶναι; Ἀπόκρισις. Οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ᾽ ὧδε παραχωρεῖ ἡ χάρις τῇ κακίᾳ, ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπεις. λοιπὸν τῷ σῷ θελήματι δίδως δύναμιν τῇ κακίᾳ, καὶ τῷ θελήματί σου προσεγγίζων τῷ κυρίῳ προτρέπεις πάλιν ἐπισκέψασθαι σε τὴν χάριν. ἐπεὶ ἄρα πῶς γέγραπται· «τὸ πνεῦμα μὴ σβέννυτε». μὴ ἆρα τὸ πνεῦμα σβέννυται; ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν. ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος. ὁμοίως ἡ γραφὴ λέγει· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε». ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί 〈σου〉 τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι. ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ θέλημα, ὅθεν καὶ εἰς αὐτοὺς πολλάκις μικρά τινα ἐλαττώματα εὑρίσκεται. ὁμοίως δὲ καὶ εἰς τὸν μεμεθυσμένον εἰς τὴν κακίαν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν πολλοὶ ἐν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται εἰς τὸ ἀγαθόν.

Ὥσπερ ἐὰν ὦσί τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὰ ἀξιώματα καὶ τὴν εὐγένειαν καὶ παρελθόντες ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι· τοῦτο καταλέλειπται τῷ ἰδίῳ θελήματι. ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς ἀποστόλοις τοῖς τετελειωμένοις ἐν τῇ χάριτι συνῆν τὸ θέλημα τοσοῦτον, ὅτι εἰ ἤθελον αὐτοὶ ἐκεῖνοι μὴ τὸ ἀρέσκον τῇ χάριτι διαπράξασθαι, οὐκ ἐκώλυεν ἡ χάρις πρᾶξαι ὃ ἠβούλοντο. καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτική ἐστι καλοῦ τε καὶ κακοῦ, προτρεπτικὴ δὲ ἡ ἐναντία δύναμις, οὐκ ἀναγκαστική. λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει. οὐχ ὁρᾷς ὅτι Πέτρος «κατεγνωσμένος ἦν», ὁ τοιοῦτος, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν, καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν; καὶ ὁ Παῦλος πνευματικῶς ἐκ τοῦ ἰδίου θελήματος διαλογὴν ἐποιήσατο μετὰ Βαρναβᾶ, καὶ ἀνεχώρησαν ἀπ᾽ ἀλλήλων. καὶ πάλιν ὁ αὐτὸς λέγει· «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς». οὐχὶ καὶ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν τῷ θελήματι ἔτι, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως οὗ ἐστιν ὁ ἄνθρωπος ἐν τῷ αἰῶνι τούτῳ, καὶ τὸ ὅλον οὐ δύναται ἀμεριμνεῖν.

Ἐρώτησις. Εἰ ἠδύναντο ἁμαρτάνειν καὶ οἱ ἀπόστολοι, εἰ ἤθελον, οὐκ ἦν ἰσχυροτέρα καὶ αὐτοῦ τοῦ θελήματος ἡ χάρις; Ἀπόκρισις. Ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο οὔτε 〈γὰρ〉 ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ. πλὴν οὐ λέγομεν τὴν χάριν ἐν αὐτοῖς ὅτι ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείως πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ ἐξουσίαν, ποιεῖν ὃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται. αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη ἀσθενεῖ καὶ ἐξουσίαν ἔχει καίτοι συνόντος τοῦ ἀγαθοῦ τρέπεσθαι. ὥσπερ ἵνα ὦσί τινες ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, λοιπὸν ἔσωθέν εἰσι ἠσφαλισμένοι—μὴ γὰρ ἐπειδή εἰσιν ἠσφαλισμένοι, οἱ ἐχθροὶ οὐκέτι ἐπέρχονται αὐτοῖς; τὸ μὲν ἐπελθεῖν ἐπέρχονται— λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστι χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι κατὰ τῶν ἐχθρῶν καὶ ἀντιπαλαῖσαι καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ δύναται πάλιν τὸ θέλημα καίτοι ἐνδεδυμένων τὰ ὅπλα, συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τοῦ ἐχθροῦ καὶ μὴ πολεμῆσαι ἔχοντας τὰ ὅπλα, —οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν θείαν δύναμιν καὶ ἔχοντες ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνηδύνονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ᾽ αὐτοῦ καὶ οὐ πολεμοῦσι· τρεπτικὴ γάρ ἐστιν ἡ φύσις, καὶ εἰ θέλει τις, γίνεται υἱὸς σατανᾶ, καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ θεοῦ, διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον.

Ἄλλο δέ ἐστι τινὰ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, ἄλλο δέ ἐστι φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη. ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου, καὶ ἄλλο ἐστὶ ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ. ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια. οὕτω καὶ ὧδε. ἄλλο ἐστὶ τὸ γνώσει τινι καὶ νοῒ διηγήσασθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ πληροφορίᾳ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ καὶ ἐν τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ ἁγίου πνεύματος. οἱ γὰρ ψιλοὺς λόγους λαλοῦντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. «ὁ γὰρ λόγος ἡμῶν, φησί, καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγων, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος ἁγίου καὶ δυνάμεως». καὶ πάλιν ἀλλαχοῦ λέγει· «τὸ δὲ τέλος τῆς ἐντολῆς ἐστιν ἀγάπῃ ἐκ καθαρᾶς καρδίας καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες» «ἐναυάγησαν περὶ τὴν πίστιν». ὁρᾷς ὅτι περὶ λόγους ἔχοντες ναυαγοῦσι περὶ τὴν ἀλήθειαν.

Τοῦτο οὖν μᾶλλον ζητεῖτε· τὸ ἔχειν ἀγάπην θεοῦ ἐν καθαρᾷ καρδίᾳ καὶ πίστει ἀνυποκρίτῳ. ὁ τοιοῦτος γὰρ οὐ πίπτει. πολλοῖς ἐκζητήσασι τὸν θεόν, ἠνοίγη αὐτοῖς θύρα καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον πρὸς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες· “εὕρομεν θησαυρόν„, ἀπέκλεισαν αὐτοῖς τὰς θύρας καὶ ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν· “θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν„. οἰκονομικῶς ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωσιν. ὁ γὰρ θησαυρὸς οὐ δείκνυται, ἀλλ᾽ ἢ εἰς προτροπὴν ζητήσεως.

Ἐρώτησις. Ἀλλ᾽ ἐπειδή τινες λέγουσιν ὅτι μετὰ τὴν χάριν μετέβησαν «ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν», οὐ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμοὺς ἢ σκοτεινὰ λογίζεσθαι; Ἀπόκρισις. Γέγραπται ὅτι «πνεύματι ἐναρξάμενοι νῦν σαρκὶ ἐπιτελεῖσθε». πρὸς λόγον, εἰσὶ δύο τύποι. λέγει ὁ ἀπόστολος· «ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι ταῖς μεθοδείαις τοῦ διαβόλου». ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ «πρὸς ἀρχάς, πρὸς ἐξουσίας», ἐν φωτὶ ὄντες; καὶ πάλιν πρὸς τὸ δύνασθαι ὑμᾶς «τὰ βέλη τὰ πεπυρωμένα» τοῦ διαβόλου «σβέσαι». ἐνδύεται οὖν τὰ ὅπλα πρῶτον, καὶ τότε κατασβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου. καὶ πάλιν· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε». καὶ πάλιν λέγει· «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτιθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ θεοῦ καὶ μετόχους γενηθέντες πνεύματος ἁγίου, καὶ παραπεσόντας»—καὶ οἱ φωτισθέντες γὰρ καὶ οἱ γευσάμενοι παραπίπτουσιν. ὁρᾷς ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ πνεύματι καὶ ἔχει θέλημα τοῦ λυπῆσαι. πάντως γὰρ λαμβάνει τὰ ὅπλα, ἵνα ἀπέλθῃ εἰς πόλεμον καὶ ἀγωνίσηται κατὰ τῶν ἐχθρῶν, πάντως ἐφωτίσθη, ἵνα ἀντιστρατεύσηται τῷ σκότει.

Ὥσπερ ἵνα τις ἐξέλθῃ ἐκ τοῦ κόσμου καὶ τὸ σῶμα αὐτοῦ ταφῇ καὶ χωσθῇ εἰς τὴν γῆν· λοιπὸν οὗτος οὐκέτι περιπατεῖ ἢ πραγματεύεται εἰς τὸν κόσμον τοῦτον ἢ εἰσέρχεται εἰς πόλεις—ἅπαξ γὰρ ἐχώσθη τὸ σῶμα αὐτοῦ ὑπὸ τὴν γῆν—καὶ οὐκέτι ἔστιν εἰς τὸν αἰῶνα τοῦτον, οὕτω καὶ οἱ ἔχοντες τὸν θεμέλιον τοῦ κυρίου, ἐν σαρκὶ εἰς τὸν αἰῶνα τοῦτον φαινόμενοι, καὶ νῷ καὶ τῇ καρδίᾳ μετατίθενται εἰς ἄλλον αἰῶνα, καὶ ἐκεῖ εἰσι ᾐχμαλωτισμένοι καὶ ἐσταυρωμένοι. δεδεμένοι εἰσὶν ἑκόντες καὶ ἄκοντες δέδενται ὅπου δέδενται. λοιπὸν εὔχονται σωματικῶς ἢ οὐκ εὔχονται. ἐκεῖ ἐστιν ἑκὼν καὶ ἄκων ᾐχμαλώτισται. ὁ γὰρ αἰχμαλωτιζόμενος ὑπὸ ἑτέρας δυνάμεως ἰσχυροτέρας αὐτοῦ κρατεῖται καὶ αἰχμαλωτίζεται, ὁδοιπορεῖ, ἐσθίει, κοιμᾶται. ἅπαξ ἐκεῖ ἐστιν ὅπου μετετέθη, μεμεθυσμένος ἐστὶ καὶ πάντοτε ὡς τεθαμβωμένος ἐστὶ καὶ μετέωρος ἐπὶ τῇ παραδόξῳ ἐργασίᾳ καὶ ταῖς θεωρίαις τοῦ πνεύματος. τοιοῦτον δὲ ζητῶ θεμέλιον καὶ ἀκμὴν οὐχ εὗρον εἰς Χριστιανόν, εἰ μὴ ἐκ πολλῶν ὀλίγους. τί λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνδρὶ φρονίμῳ, ὅστις ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε τὸν θεμέλιον ἐπὶ τὴν πέτραν». «ἐλθούσης δὲ πλημμύρας καὶ ἀνέμων οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». σχεδὸν ἄπτωτός ἐστιν. ὁ γὰρ θεμέλιος ὃν λέγομεν καὶ ἡ πέτρα αὐτός ἐστιν ὁ κύριος.