Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι Θ'-Ι': Το άρμα του Ιεζεκιήλ, η ψυχή ως θρόνος του Θεού και ο πνευματικός μαργαρίτης

Ερμηνεία του προφητικού οράματος ως τύπου της ψυχής που καθίσταται πνευματικός θρόνος του Θεού, και η αναζήτηση του πολύτιμου μαργαρίτη διά της αυταπάρνησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 5 από 18

ΛΟΓΟΣ Θʹ. Ἰεζεκιὴλ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν. εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβείμ, τέσσαρα ζῷα, καὶ ἓν ἕκαστον ζῷον τέσσαρα πρόσωπα ἔχον, τὸ ἓν πρόσωπον λέοντος καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἓν πρόσωπον μόσχου καὶ τὸ ἓν πρόσωπον ἀνθρώπου, εἰς τὰ τέσσαρα κλίματα προσέχοντα, καὶ πτέρυγες καθ᾽ ἕκαστον πρόσωπον, ὡς μὴ εἶναι ὕστερά τινα ἢ ὀπίσθια. καὶ οἱ νῶτοι αὐτῶν ὀφθαλμῶν ἔγεμον καὶ αἱ κοιλίαι ὁμοίως ἐπεπλήρωντο ὀμμάτων, καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν. καὶ τροχὸς 〈καθ᾽ ἓν πρόσωπον, τροχὸς〉 ἐν τροχῷ, καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα. καὶ εἶδεν ὡς ὁμοίωμα θρόνου καὶ ἐπ᾽ αὐτὸν καθεζόμενον ὡς ὁμοίωμα ἀνθρώπου καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον σαπφείρου. καὶ ἔφερε τὸ ἅρμα τοῦ Χερουβεὶμ καὶ τὰ ζῷα τὸν ἐποχούμενον δεσπότην· οὗ ἐὰν ἐβούλετο πορεύεσθαι πάντῃ κατὰ πρόσωπον ὑφ᾽ ἓν τῶν προσώπων ἀπῄεσαν καὶ τὰ λοιπὰ καὶ οἱ τροχοί. καὶ εἶδεν ὑποκάτω τοῦ Χερουβεὶμ ὡσεὶ χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν.

Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ὑποστάσει, ἀληθὲς ἦν καὶ βέβαιον. ὑπεδείκνυε δὲ ἕτερόν τι καὶ προετύπου τὸ μυστικὸν καὶ θεϊκὸν πρᾶγμα, «μυστήριον ἀποκεκρυμμένον ἀληθῶς πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. μυστήριον γὰρ ἐθεώρει ψυχῆς τῆς μελλούσης δέχεσθαι τὸν αὐτῆς κύριον καὶ θρόνον δόξης αὐτῷ γενέσθαι καὶ φῶς. ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ πνεύματι τοῦ φωτὸς αὐτοῦ καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀρρήτου δόξης αὐτοῦ, ἑτοιμάσαντος αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον αὐτοῦ, ὅλη φῶς γίνεται καὶ ὅλη πρόσωπον καὶ ὅλη ὀφθαλμός· οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός (τουτέστιν οὐδὲν ἐσκοτισμένον), ἀλλὰ πᾶσα ὅλη δι᾽ ὅλου φῶς καὶ πνεῦμα ἀπειργασμένη καὶ ὅλη ὀφθαλμῶν γέμουσα καὶ ὅλη πρόσωπον οὖσα, μὴ ἔχουσα ὕστερόν τι ἢ ὀπίσθιον μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνουσα ἐπιβεβηκότος ἐπ᾽ αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς κυρίου.

καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων μέρος ὑστεροῦν ἢ ἔλαττον ἢ ὀπίσθ〈ιον〉 ἢ ἔσχατον, ἀλλὰ ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ καὶ ὅλος φῶς ἐστι καὶ ὅλος ὁμοιομερὴς τυγχάνει· ἢ ὥσπερ πῦρ—αὐτὸ γὰρ τὸ φῶς τοῦ πυρὸς ὅλον ὅμοιον ἑαυτῷ ἐστι καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον καὶ ἔσχατον ἢ μεῖζον καὶ ἔλαττον—, οὕτως ἡ ψυχὴ 〈ἁγία ἡ〉 καταλ〈αμ〉φθεῖσα καὶ φωτισθεῖσα τελείως ὑπὸ τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου κυρίου καὶ κοινωνήσασα πνεύματος ἁγίου τελείως καὶ κατοικητήριον καὶ θρόνος Χριστοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς καὶ ὅλη φῶς καὶ ὅλη πρόσωπον καὶ ὅλη δόξα καὶ ὅλη πνεῦμα ἅγιον γίνεται, ὃν φέρει καὶ βαστάζει καὶ φορεῖ, οὕτως αὐτὴν κατασκευάζοντος. μᾶλλον δὲ ὁ φέρων καὶ ἄγων καὶ βαστάζων αὐτὴν οὕτως εὐτρεπίζων καὶ κατακοσμῶν αὐτήν ἐστι πνευματικῷ κάλλει. καὶ γὰρ «χεὶρ φησὶν ἀνθρώπου ἦν ὑποκάτω τοῦ Χερουβείμ», ὅτι οὗτος ὁ ἐν αὐτῇ βασταζόμενος καὶ ὁδηγῶν αὐτὴν αὐτός ἐστιν ὁ φέρων καὶ κουφίζων καὶ ὑποβαστάζων αὐτήν.

Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῷα τὰ φέροντα τὸ ἅρμα αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς. ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν λοιπῶν ὀρνέων καὶ ὁ λέων τῶν ἀγρίων θηρίων καὶ ὁ ταῦρος τῶν ἡμέρων ζῴων καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων, οὕτως εἰσὶ καὶ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆς—λέγω δὴ τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς καὶ ἡ ἀγαπητικὴ δύναμις αὐτῆς· δι᾽ αὐτῶν γὰρ τὸ ἅρμα 〈τὸ〉 τῆς ψυχῆς κυβερνᾶται καὶ εἰς τούτους ἐπαναπαύεται ὁ θεός. καὶ εἰς ἄλλο δὲ πρόσωπον—εἰς τὴν ἐκκλησίαν λέγω τῶν ἁγίων τὴν ἐπουράνιον—λαμβάνεται τὸ μυστήριον τοῦ Χερουβείμ, ὅτι αὐτός ἐστιν αὐτῆς ἡνίοχος καὶ αὐτὴ θρόνος πνευματικὸς καὶ καθέδρα καὶ ἀνάπαυσις αὐτοῦ. ὥσπερ γὰρ ἐκεῖ λέγει ὅτι τὰ ζῷα ἦν λίαν 〈ὑψηλὰ τὰ〉 γέμοντα ὀφθαλμῶν 〈καὶ οὐκ ἦν τινι δυνατὸν καταλαβεῖν τὸν ἀριθμὸν〉 ἢ τὸ ὕφος γνῶναι, ὅτι οὐκ ἐδόθη τοῦτο ἄλλῳ τινὶ εἰδέναι, οὕτω τῆς ἐπουρανίου ἐκκλησίας τῶν ἁγίων τὸν ἀριθμὸν ἀδύνατον καταλαβεῖν. οὐ γὰρ ἐδόθη ἡ γνῶσις τινί· αὐτῷ γὰρ μόνῳ πρέπον γινώσκειν. καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα τοῦ φωτός, τὸ μὲν θεωρεῖν καὶ τέρπεσθαι τοῖς ὁρῶσι καὶ ἔχουσιν ὀφθαλμοὺς ἐδόθη, τὸ δὲ γινώσκειν ἢ καταλαβεῖν τὸν ἀριθμὸν οὐκ ἔστιν, ἢ τῆς γῆς τῶν φυτῶν τὸ μὲν ἀπολαύειν ἐδόθη πᾶσιν.

τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν, —τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου ἐκκλησίας τῶν ἁγίων τὸ μὲν εἰσελθεῖν εἰς αὐτὴν καὶ ἀπολαύειν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη, τὸ δὲ εἰδέναι ἢ καταλαβεῖν τὸν ἀριθμὸν ἑαυτῷ μόνῳ γινώσκειν ἀπένειμεν ὁ θεός. ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζῴων—ἤτοι ἐφ᾽ ἑκάστης ψυχῆς γινομένης αὐτοῦ θρόνος καὶ καθέδρα, καὶ οὔσης ὀφθαλμοὶ καὶ φῶς, ἤτοι ὑπὸ ὅλου τοῦ σώματος τῆς ἐκκλησίας τῶν ἁγίων οὔσης φῶς καὶ ὀφθαλμός—, ἐπιβεβηκότος αὐτοῦ τοῦ κυρίου καὶ ἡνιοχοῦντος ταῖς ἡνίαις τοῦ πνεύματος αὐτοῦ, καθὼς ἐπίσταται αὐτὸς ὁ ὁδηγῶν αὐτήν. ὥσπερ τὰ ζῷα τὰ πνευματικὰ οὐχ ὅπου ἐβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ᾽ ὅπου ᾔδει καὶ ἤθελεν ὁ ἐπικαθεζόμενος καὶ εὐθύνων, οὕτω καὶ ἐνταῦθα ὁ αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ πνεύματι αὐτοῦ, οὕτω καὶ πορεύονται οὐ κατὰ τὸ αὐτῶν βούλημα. ὅτε βούλεται, ἐρριμμένου τοῦ σώματος ἐνταῦθα, ἡνιοχεῖ καὶ ἐλαύνει εἰς οὐρανὸν τὸ φρόνημα τῆς ψυχῆς. πάλιν ὅτε βούλεται, ἔρχεται εἰς τὸ σῶμα καὶ ὅτε βούλεται, ἐν τοῖς πέρασι ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ. ὢ τοῦ καλοῦ καὶ χρηστοῦ καὶ μόνου ἀληθινοῦ ἡνιόχου.

Οὕτω δὲ καταξιωθήσονται λαμπρότητος καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς νῦν οὕτω προδοξαζομένης καὶ τῷ πνεύματι ἀνακιρνωμένης. ὅτι δὲ οὐράνιον φῶς γίνονται αἱ ψυχαὶ τῶν ἁγίων, αὐτὸς ὁ κύριος τοῖς ἀποστόλοις ἔλεγεν· «ὑμεῖς ἔστε τὸ φῶς τοῦ κόσμου»· αὐτοὺς γὰρ φῶς ἀπεργασάμενος δι᾽ αὐτῶν φωτίζειν τὸν κόσμον προσέτασσε. καὶ «οὐ καίουσι λύχνον, φησί, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» ἀντὶ τοῦ· “μὴ κρύψητε τὸ δόμα, ὃ ἐλάβετο παρ᾽ ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοις καὶ ποθοῦσι.„ καὶ πάλιν φησίν· «ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου φωτεινός, ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν». «εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον»; ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ τοῦ σώματος ὑγιεῖς τυγχάνωσιν, ὅλον τὸ σῶμα πεφώτισται· ἐπὰν δέ τι παρεμπέσῃ καὶ σκοτισθῶσιν, «ὅλον τὸ σῶμά σου σκοτεινόν ἐστιν», —οὕτω καὶ οἱ ἀπόστολοι ὀφθαλμοὶ καὶ φῶς τοῦ σώματος ὅλου, τουτέστι τοῦ κόσμου, ἐτέθησαν. ἔλεγεν οὖν αὐτοῖς παραγγέλλων ὁ κύριος· “ἐὰν ὑμεῖς στῆτε καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ σώματος, ἰδοὺ ὅλον τὸ σῶμα τοῦ κόσμου πεφώτισται.

εἰ δὲ ὑμεῖς ὄντες φῶς σκοτισθῆτε ἐκκλίνοντες ἀπὸ τοῦ ἀγαθοῦ, τὸ σκότος πόσον, ὅπερ ἐστὶν ὁ κόσμος.„ Φῶς οὖν γεγονότες οἱ ἀπόστολοι φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς καρδίας αὐτῶν φωτισθέντες τῷ ἐπουρανίῳ φωτί, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον. καὶ ἅλας ὑπάρχοντες αὐτοὶ ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ ἁγίου πνεύματος. ἔλεγε γὰρ αὐτοῖς ὁ κύριος· «ὑμεῖς ἔστε τὸ ἅλας τῆς γῆς», γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. διηκόνησαν γὰρ ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ πνεύματος, ἀρτύσαντες αὐτὰς καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας.

ὥσπερ γὰρ κρέας 〈ἐὰν〉 μὴ ἔχῃ ἅλας, σήπεται καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφειν τὰς ἑαυτῶν ὄψεις ἐκ τῆς κακίας τῆς ὀσμῆς καὶ σκώληκες ἕρπουσιν εἰς τὸ σεσηπὸς κρέας καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ ἐκεῖ ἐμφωλεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, φανεροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες καὶ ἡ ὀσμὴ τῆς δυσωδίας παύεται—ἡ γὰρ φύσις τοῦ ἅλατος ἀναιρετικὴ τῶν σκωλήκων ὑπάρχει καὶ τῆς δυσωδίας ἀφανιστική—, τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ πνευματικοῦ (τουτέστι τῆς δυνάμεως τοῦ θεοῦ) σέσηπε καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ θεοῦ ἀπὸ τῆς δεινῆς τῶν ματαίων λογισμῶν δυσωδίας τοῦ σκότους τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. καὶ οἱ κακοὶ καὶ δεινοὶ καὶ ἀόρατοι σκώληκες, οἵ εἰσι τὰ πνεύματα τῆς πονηρίας καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι κἀκεῖ ἐννέμονται ἐν τοῖς βάθεσι τῶν λογισμῶν καὶ ἕρπουσιν ἐν αὐτῇ φωλεύοντες καὶ αὐτὴν ἐσθίουσι καὶ ἀφανίζουσι καὶ φθείρουσι. «προσώζησαν, γάρ φησι, καὶ ἐσάπησαν οἱ μώλωπές μου».

ἐπὰν δὲ προσφύγῃ τῷ θεῷ καὶ πιστεύσῃ καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τοῦτο τὸ οὐράνιον, τὸ ἀναιρετικὸν τῶν πονηρῶν σκωλήκων καὶ ἀφανιστικὸν τῆς δεινῆς τῶν πονηρῶν λογισμῶν δυσωδίας, καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ, ἀναιροῦν καὶ ἀπόλλυον τὰ ἐν αὐτῇ κακὰ πάθη καὶ ἀπαλλάττον σκότους διαλογισμῶν πονηρῶν, καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ δεσπότῃ γίνεται. διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ «ὑποδείγματι καὶ σκιᾷ» χρώμενος ὁ θεὸς ἐκέλευσε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.

Ἔδει οὖν πρῶτον τὸ πρόβατον ἐλθεῖν καὶ τυθῆναι ὑπὸ τοῦ ἱερέως καὶ ἀποθανεῖν καὶ τότε ἁλισθῆναι μελισθέν, εἰθ᾽ οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. ἐὰν μὴ πρῶτον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεύς, οὐχ ἁλίζεται οὐδὲ εἰς ὁλοκαύτωσιν τῷ δεσπότῃ γίνεται. οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἐπουρανίῳ ἱερεῖ δεῖ τυθῆναι ὑπ᾽ αὐτοῦ καὶ τῷ φρονήματι ἀποθανεῖν τῇ{ς} κακίστῃ{ς} ζωῇ{ς}, ᾗ{ς} ἔζη (τουτέστι τῇ ἁμαρτίᾳ) καὶ ὥσπερ ψυχὴν αὐτῆς ἐξελθεῖν ἐξ αὐτῆς τὴν τῶν παθῶν πονηρίαν.

Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχή, ἀπέθανε καὶ οὐκέτι ζῇ τῇ προτέρᾳ ζωῇ, ᾗ ἔζη, οὔτε ἀκούει οὔτε περιπατεῖ, οὕτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ψυχὴν ἡμῶν ὁ ἀληθινὸς ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνῄσκει τῇ ζωῇ τῆς πονηρίας, ᾗ ἔζη, καὶ οὐκέτι ἀκούει καὶ οὐ λαλεῖ καὶ οὐ πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται ὥσπερ ψυχὴ καὶ ζωὴ αὐτῆς ἡ πονηρία τῶν παθῶν. ὡς καὶ ὁ ἀπόστολος βοᾷ λέγων· «ὁ κόσμος ἐμοὶ ἐσταύρωται κἀγὼ τῷ κόσμῳ». ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ καὶ τῷ σκότει τῆς ἁμαρτίας καὶ μὴ θανατωθεῖσα ὑπ᾽ αὐτοῦ, ἀλλ᾽ ἔτι τὴν ψυχὴν τῆς κακίας (τουτέστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς πονηρίας) ἐν ἑαυτῇ ἔχουσα καὶ ὑπ᾽ αὐτῆς ποιμαινομένη καὶ ὑπακούουσα, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός, ἀλλ᾽ ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστι. ὥσπερ καὶ πάλιν οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτὸς (τουτέστι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος) ἐκ τῆς μερίδος τοῦ φωτός εἰσιν.

Ἀλλ᾽ ἐρεῖ τις· “πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν μὴ οὖσαν αὐτοῦ κτίσμα;„ Ὧδε προσεχόντως καὶ καλῶς καὶ ὀρθῶς ἐν διακρίσει ἄκουσον. ὥσπερ ἔνδυμα ἢ ἱμάτιον ὃ φορεῖς ἕτερος κατεσκεύασε καὶ ἐποίησε καὶ σὺ τοῦτο ἐνδέδυσαι· ὁμοίως καὶ οἶκον ἕτερος ἔκτισε καὶ ᾠκοδόμησε καὶ σὺ οἰκεῖς ἐν αὐτῷ, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν καὶ ἀκούσας τοῦ πονηροῦ καὶ παρακούσας τοῦ θεοῦ ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ, καὶ ἐνεδύσατο τὴν ψυχὴν ὁ πονηρός, τὸ καλὸν κτίσμα, ὃ κατεσκεύασεν ὁ θεὸς πρὸς τὴν ἑαυτοῦ εἰκόνα, ὡς καὶ ὁ ἀπόστολος λέγει· «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ». διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, ἵνα γυμνώσῃ αὐτοὺς καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ ναόν, τὸν ἄνθρωπον. τούτου τοίνυν ἕνεκεν 〈σῶμα〉 λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους καὶ ἐκεῖ κρατεῖται, ὡς καὶ Παῦλος σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν λέγει· «ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας», καὶ πάλιν· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου»;

ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους καὶ φῶς τοῦ ἁγίου πνεύματος ὥσπερ ψυχὴν λαβοῦσα καὶ ζήσασα ἐκεῖ τὸ λοιπὸν ζῇ κἀκεῖ διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος. οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλὰ ἔστι κτίσμα τι νοερὸν καὶ ὡραῖον καὶ θαυμαστὸν καὶ μέγα καὶ καλόν, ὁμοίωμα καὶ εἰκὼν θεοῦ, καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.

Τὸ λοιπὸν εἰ συγκεκράτηται καὶ συνήνωται ἡ ψυχὴ τοῖς θελήμασιν· ἤτοι τὸ φῶς τοῦ θεοῦ ἐν αὐτῇ ἔχει, ἐν αὐτῷ ζῶσα ἐν πάσαις ἀρεταῖς τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστι, πάλιν δὲ τὸ σκότος τῆς ἁμαρτίας ἐὰν ἔχῃ ἐν αὐτῇ, ζῶσα ἐν τοῖς ἁμαρτήμασι τοῦ σκότους τῆς κατακρίσεως τυγχάνει. ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ θεῷ καὶ ἐν ἀπολαύσει καὶ ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ προσελθεῖν δεῖ, ὡς προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀναστροφῇ θείᾳ. καὶ ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε τῆς φωνῆς τῶν ἐκεῖ ἀκούει οὔτε λαλιᾶς οὔτε ἤχου, ἀλλὰ καθάπαξ ἀπέθανε καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὐκ εἰσὶ φωναὶ καὶ κραυγαὶ τῆς πόλεως ἐκείνης, οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν (τῆς ἁμαρτίας, τῶν πονηρῶν δυνάμεων), οὐκέτι ἀκούει ἐν αὐτῇ τῆς φωνῆς καὶ τῆς λαλιᾶς καὶ κραυγῆς τῶν πονηρῶν διαλογισμῶν τοῦ σκότους· οὐκέτι φωνὴ ἀκούεται ἐν αὐτῇ ματαίου καὶ πονηροῦ διαλογισμοῦ καὶ ταραχὴ πνευμάτων σκότους, ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγαθότητος καὶ εἰρήνης μεστήν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ πολιτεύεται, κἀκεῖ ἀκούει καὶ λαλεῖ καὶ διαλογίζεται καὶ ἐργάζεται ἔργα ἀρετῆς πνευματικὰ καὶ θεοῦ ἄξια.

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν πνεύματος οὐρανίου καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ καὶ ἀναπαυθῆναι ἐν ζωῇ ὅλου αἰῶνος. ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ τὸ προλαβὸν ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον τοῦ μὴ προκόψαι καὶ προλαβεῖν, οὕτως οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ. ἐὰν οὖν τύχῃ προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἐπέχει καὶ ἀνακόπτει καὶ κωλύει τὴν ψυχὴν προσεγγίσαι τῷ θεῷ καὶ τὸ κατ᾽ αὐτῆς νῖκος ἄρασθαι. ὅπου δὲ αὐτὸς ὁ κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διαπαντός. οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ᾽ αὐθέντης καὶ ἐξουσιαστὴς τυγχάνων ἀεὶ τὸ νῖκος αὐτοῦ ἐστιν. ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσιν πορεύεσθαι, ἀλλ᾽ ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται, ὁ καὶ αὐτὰ βαστάζων· «χείρ, γάρ φησιν, ἀνθρώπου ὑποκάτωθεν αὐτῶν».

ἄγονται οὖν αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται· καὶ ὅτε μὲν βούλεται, εἰς τὸν οὐρανόν, ὅτε δὲ βούλεται 〈ἐν τοῖς πέρασιν, ὅτε βούλεται〉 ἐν τῷ σώματι, καὶ ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. ὥσπερ γὰρ τοῦ πετεινοῦ πόδες τὰ πτερά εἰσιν, οὕτω τὸ οὐράνιον τοῦ φωτὸς πνεῦμα ἀναλαμβάνον τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν ὁδηγεῖ καὶ ἡνιοχεῖ ὡς βούλεται καὶ ὡς οἶδεν αὐτός.

Σὺ τοίνυν ὁ ἀκούων ἐπὰν ἀκούσῃς ταῦτα, ἔνιδε ἐν ἑαυτῷ, εἰ κέκτησαι αὐτὰ ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου. οὐκ εἰσὶ γὰρ ἁπλῶς οὗτοι οἱ λόγοι ἀργοί, λαλούμενοι μόνον, ἀλλὰ καὶ ἐνεργείᾳ καὶ πληροφορίᾳ καὶ ἀληθείᾳ εἰς Χριστιανὴν ψυχὴν ἐπιτελούμενοι. καὶ εἰ μὴ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τοιούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πόνον καὶ θλῖψιν καὶ πένθος ἀδιάλειπτον ὀφείλεις ἔχειν καὶ ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς τῶν ζώντων χώρας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν κύριον καὶ αἰτοῦ πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς.

ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ θεὸς οὐκ ἐκ τῆς ἑαυτοῦ φύσεως οὐδὲ ἐκ τῆς ἰδίου οὐσίας ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν αὐτῷ ἔχειν, αὐτὸ καθ᾽ ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον (τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἀμφιασμοῦ), καὶ ἀνάγκῃ πάσῃ τῶν ἔξωθεν αὐτοῦ ὄντων χρῄζει καὶ ἐπιδέεται, ἵνα δύνηται ζῆν καὶ συνεῖναι· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν αὐτοῦ προσλαβόν, διαφθείρεται καὶ ἀπόλλυται, —τὸν αὐτὸν τρόπον καὶ τὴν ψυχὴν μὴ οὖσαν φύσεως φωτὸς θείου, κτισθεῖσαν δὲ κατ᾽ εἰκόνα ἰδίαν ὑπὸ θεοῦ· οὕτως ᾠκονόμησε καὶ ηὐδόκησεν ἔχειν αἰώνιον ζωὴν οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ᾽ ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς τροφὴν καὶ βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια— τῆς γὰρ ψυχῆς ἡ ὄντως ζωὴ αὕτη ἐστίν.

ὥσπερ τῷ σώματι, ὡς προείρηται, ἡ ζωὴ οὐκ ἐξ αὐτοῦ ἐστιν, ἀλλ᾽ ἔξωθεν αὐτοῦ (τουτέστιν ἀπὸ γῆς) καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ τὴν ψυχήν— ἐὰν μὴ γεννηθῇ ἀπὸ τῆς νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ ἐν κυρίῳ προκόπτουσα καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἀμφία ἀρρήτου καὶ οὐρανίου κάλλους μὴ οὖσα φύσεως ἐκείνης—καὶ χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀναπαύσει καὶ ἀπολαύσει ἀφθάρτῳ ἀδύνατον. ἔχει γὰρ ἡ θεία φύσις ἄρτον ζωῆς, τὸν εἰπόντα· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καὶ «ὕδωρ ζῶν» καὶ οἶνον εὐφραίνοντα ὄντως καρδίαν ἀνθρώπου καὶ «ἀγαλλιάσεως ἔλαιον» καὶ παμπόλλην καὶ πολυποίκιλον τροφὴν οὐράνιον καὶ πνευματικὴν καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ πνεύματος τοῦ θεοῦ τυγχάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. οὐαὶ τῷ σώματι ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ δὲ καὶ τῇ ψυχῇ, ὁπόταν εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιουμένη.

ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μὴ δύνηται τὸ σῶμα λαβεῖν τροφὴν ἢ πόσιν, ἀπελπιστέος ἐστὶ ὁ ἄνθρωπος, καὶ κλαίουσιν ἐπ᾽ αὐτῷ πάντες οἱ γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος αὐτοῦ καὶ ἐν ἀφθαρσίᾳ ζώσας. ταῦτα δὲ οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ᾽ ἔργον πνευματικὸν ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γινόμενον.

Εἰ τοίνυν ἐγένου θρόνος τοῦ θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη φῶς, καὶ εἰ ἐτράφης {ἐξ} ἐκείνης τῆς τοῦ πνεύματος τροφῆς καὶ εἰ 〈ἐ〉ποτί〈σθης〉 ἐκ τοῦ ὕδατος τοῦ ζῶντος καὶ τοῦ ἐνθέου καὶ πνευματικοῦ οἴνου εὐφραίνοντος καρδίαν καὶ εἰ ἐνδέδυσαι τῇ ψυχῇ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα, εἰ πάντων τούτων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ τοῦ κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου. εἰ δὲ οὐκ ἐκτήσω καὶ ἔλαβες ταῦτα παρὰ τοῦ θεοῦ ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ οἵαν ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. πόνον δὲ ἀεὶ ἔχε περὶ τῆς πτωχείας σου δεόμενος τοῦ κυρίου, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἔτι ἕστηκας. εἴθε δὲ κἂν πόνον τις κέκτηται διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένος ἐν ἀμεριμνίᾳ διάγῃ. ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν κύριον ἀδιαλείπτως ταχέως τεύξηται τῆς λυτρώσεως καὶ τοῦ πλούτου τοῦ οὐρανίου, καθὼς καὶ ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον· «πόσῳ μᾶλλον ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει».

ΛΟΓΟΣ Ιʹ. Περὶ τοῦ πνευματικοῦ μαργαρίτου. Ὁ κύριος περὶ τῆς βασιλείας τῶν οὐρανῶν λέγων καὶ περὶ τοῦ τιμίου καὶ ἐνδόξου καὶ θείου καὶ μόνου πολυτίμου μαργαρίτου διηγούμενος καὶ πῶς τις λήψεται ἐκδιδάσκων τῇ τῶν φαινομένων παραβολῇ χρησάμενος ἀπεκρίνατο οὕτως· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν μαργαρίτην ἐκεῖνον», ἵνα βασιλεῖ πάντως ἀρέσῃ ἀπενέγκας καὶ τῆς παρ᾽ αὐτοῦ καταξιωθῇ τιμῆς· διὰ γὰρ λίθων τιμίων καθυφαίνεται στέφανος τυραννικός. οὕτως τοίνυν καὶ ἡ ψυχὴ ὀφείλει κτήσασθαι καὶ εὑρεῖν τὸν ἐπουράνιον καὶ «πολύτιμον μαργαρίτην», τὸ τοῦ Χριστοῦ πνεῦμα, τὴν μεγάλην καὶ καλὴν ἐμπορίαν, ἵνα ἐν στεφάνῳ δόξης τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ πλακῇ. ἄνευ δὲ τοῦ θείου μαργαρίτου τούτου, ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα, ἀρέσαι ψυχὴ τῷ βασιλεῖ Χριστῷ οὐ δύναται οὐδὲ στέφανος γενέσθαι βασιλικός.

Πῶς τοίνυν τις κτήσεται καὶ εὑρήσει τὸν μαργαρίτην τοῦτον, ἐκ τῶν φαινομένων ἐμπόρων μανθάνειν ἔξεστι τῶν τὴν ἐμπορίαν τῶν πολυτίμων μαργαρίτων ποιουμένων. οὗτοι γὰρ πᾶσαν τὴν οὐσίαν ἑαυτῶν ἀποδόμενοι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξοικισθέντες καὶ δι᾽ ἐρήμων καὶ λῃστρικῶν τόπων διελθόντες καταλαμβάνουσι τόπους, ἐν οἷς γεννῶνται οἱ μαργαρῖται. πρόκεινται γὰρ ἐκεῖ οἱ τιμιώτεροι καὶ ἐνδοξότεροι τῶν λίθων ὑποκεχαραγμένων καὶ ὑπογεγραμμένων τῶν τιμῶν. καὶ ἕκαστος τῶν ἐμπορευομένων ὁρᾷ τοὺς προκειμένους λίθους, ὁρᾷ δὲ καὶ πῶς μέλλει βασιλεῖ ἐμφανίζεσθαι. εἰ δὲ ὑπερβαίνει τὸν πλοῦτον αὐτοῦ, οὐ μόνον ἐπὶ τῷ κενῷ μόχθῳ ἄχθεται καὶ πενθεῖ, ἀλλ᾽ ἔτι οὐδὲ βασιλέα δύναται ὄψεσθαι. τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ὁ κύριος ἡμῶν προετύπωσε καὶ προέγραψε τὴν τοῦ καλοῦ καὶ μεγάλου μαργαρίτου τιμήν, οὗ χωρὶς οὐδεὶς δύναται ἀρέσαι τῷ ἐπουρανίῳ βασιλεῖ. ἡ δὲ τιμὴ ἄρνησις κόσμου καὶ θάνατος καὶ σταυρός· αὐτὸς γὰρ τύπος γέγονε καὶ ἀρχηγὸς τῆς εἰς ζωὴν ἀπαγούσης ὁδοῦ, δοὺς εἰς θάνατον τὸ ἴδιον σῶμα ὑπὲρ ἡμῶν καὶ νικήσας τὴν τοῦ διαβόλου τυραννίδα καὶ ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ αἵματι.

καὶ οὕτως πάντας τοὺς ἀκολουθήσαντας καὶ μαθητευομένους αὐτῷ καὶ θέλοντας κτήσασθαι τὸν ἐπουράνιον μαργαρίτην (ὅς ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν) ἐκδιδάσκει ἀρνήσασθαι ἑαυτοὺς καὶ μηκέτι ἑαυτοῖς ζῆν κατὰ τὸν ἀπόστολον· «ἵνα οἱ ζῶντες», φησί, «μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι» Χριστῷ. αὐτὸς δὲ ὁ κύριος λέγει· «ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι». καὶ πάλιν· «ἐὰν μή τις, φησί, μισήσῃ πατέρα, μητέρα, ἀδελφοὺς» καὶ τὰ ἑξῆς «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής». διὰ θανάτου τοίνυν ἀγοράζεται οὗτος ὁ τῆς ζωῆς μαργαρίτης Χριστός, καὶ οὕτως ἐὰν μή τις ἑαυτὸν παρασκευάσῃ καὶ ἑαυτὸν ἀρνήσηται διδοὺς εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, τοῦτον οὐ δύναται κτήσασθαι τὸν μαργαρίτην, καὶ χωρὶς αὐτοῦ οὐ δύναται ἰδεῖν τὸν ἐπουράνιον πατέρα. αὐτὸς γάρ ἐστιν ὁ στέφανος ὁ πλακεὶς τῆς δόξης, αὐτός ἐστιν ὁ Χριστὸς ὁ συνδεδεμένος λίθοις πολυτελέσι καὶ στέφανος ἔνδοξος τῆς ἐκκλησίας τῶν ἁγίων γενόμενος. καὶ πᾶσα δὲ ψυχὴ ἡ ἐπιθυμοῦσα εἰς ζωὴν ἀπελθεῖν τοῦτον τὸν μαργαρίτην ζητησάτω καὶ κτησάσθω τὸν κύριον τὸν πάντα ἐν πᾶσι γενόμενον τροφήν, πόμα, ἔνδυμα, θησαυρόν, ἀνάπαυσιν, χαρὰν ἀνεκδιήγητον, ζωὴν ἀληθινήν, διδοῦσα ἑαυτὴν μέχρι θανάτου.

ὁ τοίνυν εὑρὼν τοῦτον, εὗρεν εἰς ὅλους αἰῶνας πλοῦτον, ἀπόλαυσιν ἀένναον, φῶς ἀκοίμητον, δόξαν ἀσκότιστον· πάντα γὰρ ταῦτα διαφόρως ἐνεργεῖ ἐν αὐτῷ συμμεταβαλλομένῳ ταῖς χρείαις.

Ἀκούσασα τοίνυν τὸν λόγον τοῦ θεοῦ ψυχὴ καὶ συνηδομένη τῷ θεῷ διεγειράτω ἑαυτὴν καὶ ἐξυπνιζέτω εἰς τὴν ἀγάπην τοῦ ποθουμένου κυρίου καὶ ἐξαπτέτω τὴν ἀγάπην τοῦ νυμφίου. ὡς πῦρ ἐν ἀφθόνῳ ὕλῃ ἐκκαιόμενον αὔξει τὴν φλόγα, ἐπιθυμησάτω ποτὲ καταξιωθῆναι τῆς ἀρρήτου ἐπιφανείας καὶ ἕως θανάτου ἀγωνισάσθω, ἵνα νικήσασα τύχῃ τῆς αἰωνίου ζωῆς κατὰ τὸν πρόδρομον ἡμῶν Χριστόν, τὸν ἕως θανάτου δεδωκότα ἑαυτὸν ὑπὲρ ἡμῶν. ὑπόδειγμα γὰρ ὁ κύριος πᾶσι γεγένηται, ἵνα ὥσπερ αὐτὸς διὰ τῆς ἀδοξίας καὶ τῆς ἀτιμίας καὶ τοῦ ἐσχάτου θανάτου ἐνίκησε τὸν ἐχθρόν, οὕτω καὶ ἡμεῖς ἐν πάθεσι καὶ ταπεινώσει καὶ ἀδοξίᾳ ἀναστρεφόμενοι καὶ ἕως θανάτου αἰσχύνης καταφρονήσαντες δυνηθῶμεν νικῆσαι τὸν διάβολον καὶ λαβεῖν ζωὴν καὶ κτήσασθαι τὸν «πολύτιμον μαργαρίτην», ὅς ἐστι Χριστὸς κατὰ τὸ εἰρημένον· «οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι». διὰ θανάτου τὸν θάνατον νικήσωμεν μὴ συνδυάζοντες τῇ κακίᾳ μηδὲ καταπίπτοντες λογισμοῖς.

αἰσχρὸν δὲ τοὺς μὲν ἐμπόρους τοιαῦτα πελάγη διαπερᾶν καὶ κινδύνων θανατηφόρων καταφρονεῖν διὰ τὴν τοῦ πλούτου αὔξησιν καὶ προσθήκην, ἡμᾶς δὲ μὴ καταφρονεῖν τοῦ προσκαίρου θανάτου (τουτέστι τῶν ἡδονῶν τοῦ κόσμου) τοὺς τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ποθοῦντας καὶ τὸ ἄφθαρτον φῶς τοῦ καλλίστου μαργαρίτου κτήσασθαι βουλομένους καὶ τὴν ἐμπορίαν τοῦ ἀληθινοῦ θησαυροῦ ἐμπορεύσασθαι ἐπιθυμοῦντας.

Παρακαλῶ τοίνυν ὑμᾶς, ἀδελφοί, τοῦ θανάτου καταφρονεῖν καὶ ἐξουδενωμένην ἔχειν τὴν ἑαυτῶν ψυχὴν καὶ ἕως θανάτου μιμητὰς γενέσθαι τοῦ κυρίου, τοῦ ἐν πᾶσι τύπου καὶ ὑποδείγματος ἡμῖν γενομένου καὶ ἐν θανάτῳ νικήσαντος τὸν θάνατον.

Ἐν γὰρ τῷ νόμῳ μυστικῶς «ὑποδείγματι καὶ σκιᾷ{ν}» περὶ τοῦ θανάτου κυρίου Μωϋσῆς, ὁ καλὸς τοῦ θεοῦ θεράπων, καὶ αἰνιγματωδῶς ἐπιτελεῖ τὴν δάμαλιν «ἔξω τῆς παρεμβολῆς» ἐν ἐρήμῳ τόπῳ εἰς ἄφεσιν ἁμαρτιῶν θύεσθαι προστάξας, ἧς ἡ σποδιὰ καὶ τὸ αἷμα ῥαντιζόμενον ἡγίαζε πάντα τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τὰ λειτουργικὰ σκεύη καὶ αὐτὸ τὸ βιβλίον καὶ τὴν σκηνήν. καθὼς καὶ ὁ ἀπόστολος Ἑβραίοις διαλεγόμενος τὴν ἀληθινὴν τοῦ μυστηρίου εἰκόνα ἐξηγήσατο· «εἰ γὰρ τὸ αἷμα, φησίν, ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι».

τὸ δὲ «ἔξω τῆς παρεμβολῆς» δάμαλιν εἰς τὴν ἔρημον θύεσθαι δισσῶς νοεῖται· ἢ ὅτι ἐρήμων οὐσῶν τῶν ψυχῶν καὶ μὴ ἐχουσῶν φωνὴν θεοῦ ἢ ὁδὸν ἐν αὐταῖς, ἀλλὰ μεμεστωμένων ἀκανθῶν δεινῶν, ἔπαθεν ὁ κύριος, ἵνα καθαρίσῃ αὐτὰς καὶ κατειρηνεύσῃ, ἢ ὅτι δεῖ τὰς ἐξερχομένας ψυχὰς ἀπὸ τῶν πατρίδων καὶ ἀπὸ τῆς συγγενείας καὶ ἀπὸ τῆς συντροφίας τῆς δεινῆς τῶν πονηρῶν πνευμάτων τοῦ σκότους, ἐν αἷς διῆγον καὶ ἔζων, ἐξελθεῖν διὰ τῆς δυνάμεως τοῦ κυρίου καὶ ἀναχωρῆσαι εἰς τὴν καθαρὰν γῆν τῆς ζωῆς, ἔνθα οὐκ εἰσὶ φωναὶ τῆς κακίας καὶ θροῦς τῶν πονηρῶν πνευμάτων καὶ ὄχλος ἀκαθάρτων δαιμόνων. ἀπειρόζυγος δὲ ἦν ἡ δάμαλις, διότι ζυγὸν ἁμαρτίας καὶ δουλείας ὁ κύριος οὐκ ἐβάστασεν, ἀλλὰ ἀπέθανεν ὑπὲρ ἡμῶν· δυνάμεθα δὲ καὶ ἡμεῖς περιγενέσθαι ἐξακολουθοῦντες τῇ ὁδῷ τοῦ κυρίου.

Τυπικῶς δὲ ὁ νόμος ἐκέλευσε τοὺς ἀπὸ τῶν ἐθνῶν προσιόντας περιτέμνεσθαι καὶ συναριθμεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, τὴν εἴσοδον τῶν ἐθνῶν διαγράφων τῶν μελλόντων πιστεύειν καὶ ἐγκαταριθμεῖσθαι τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. ἔλεγε δὲ καὶ περὶ τῆς ἑορτῆς ὁ νόμος· «ἐξολοθρευθήσεται, φησίν, ἐκ τοῦ ἔθνους πᾶς ὁ μὴ ἑορτάζων τὴν ἑορτὴν τοῦ πάσχα», περὶ τῆς κατὰ ψυχὴν μελλούσης γίνεσθαι ἑορτῆς λέγων· «ἐξολοθρευθήσεται, φησί, πᾶς ἀπερίτμητος ἐκ φυλῆς Ἰσραὴλ καὶ κληρονομίαν οὐχ ἕξει ἐν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶς ἀκρόβυστος». οὕτως ἐνταῦθα ὁ ἀπερίτμητος τὴν καρδίαν ὁ μὴ τῇ μαχαίρᾳ τοῦ πνεύματος περιτμηθείς, υἱὸς θεοῦ ἢ Ἰσραὴλ ὁρῶν θεὸν οὐκ ὀνομάζεται οὐδὲ τῇ κληρονομίᾳ τῆς ζωῆς συγκαταριθμεῖται. καὶ ὥσπερ ἐκεῖ οὐκ ἦν ἐξὸν προσελθεῖν ἢ κοινωνῆσαι τοῖς ἔθνεσιν, οὕτως ὁ θεὸς χωρίζει τὴν ψυχὴν ἀπὸ τῶν πνευμάτων τῆς πονηρίας, τὸν νόμον τοῦ πνεύματος δοὺς ἐν τῇ καρδία. καὶ πάλιν περὶ τῆς ἑορτῆς τοῦ πάσχα καὶ τῶν ἀζύμων γράφει λέγων· “ἐξολοθρευθήσεται πᾶσα ζύμη ἐν τῇ ἑορτῇ τοῦ πάσχα καὶ εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη παλαιὰ ἐξολοθρευθήσεται.„ οἰκίαν τὸ σῶμα αἰνίττεται· εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη ἁμαρτίας ἐξολοθρευθήσεται.

ἔστι ζύμη παλαιὰ καὶ ἄζυμα καὶ ζύμη καινή, ὅτι τὸ θέλημα καὶ τὴν προαίρεσιν ἀπαιτεῖ ἀσυνδύαστον καὶ ἀσύμφωνον καθόλου τῇ κακίᾳ εἶναι, ἢ ὅτι ἄζυμον τὸν πρῶτον Ἀδὰμ λέγει καὶ ζύμην καινὴν τὴν θεότητα καὶ τὴν τοῦ πνεύματος δύναμιν, ἐν ᾧ ζυμοῦται καὶ συγκιρνᾶται τῇ ψυχῇ. καὶ «ἄζυμα δὲ μετὰ πικρίδων» ἐσθίειν κελεύει, τὰς πικρὰς θλίψεις ὑπομένειν διδάσκων, ἤτοι τὰς φαινομένας ἤτοι τὰς ἀφανεῖς ἐν τῇ καρδίᾳ ὑπὸ τῆς τοῦ πονηροῦ γινομένας στενοχωρίας. ἡ δὲ χρηστότης καὶ γλυκύτης τοῦ καλοῦ καὶ ἀμώμου ἀρνίου Χριστοῦ ἐπιλανθάνεσθαι ποιεῖ τῆς τραχύτητος καὶ τῆς πικρίας τῶν θλίψεων τοὺς ἀπογευομένους αὐτοῦ. καὶ συνελόντι «πάντα τὰ κατὰ τὸν νόμον τύποι συνέβαινον ἐκείνων, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε».

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν χρισθῆναι τῷ αἵματι τοῦ Χριστοῦ (τουτέστι τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ) καὶ ἐλευθερωθῆναι καὶ λυτρωθῆναι ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν τοῦ σκότους, καὶ οὕτως «συζήσωμεν αὐτῷ» εἰς τοὺς ἀπεράντους αἰῶνας.

Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ. Φησὶν ὁ μακάριος Παῦλος γράφων Κορινθίοις· «ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ θεοῦ (τουτέστι τὸ νοερὸν φῶς) κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα ἀναμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν».

ὥσπερ γάρ τις βασιλικὰ ἐνδύματα, πορφυρίδα καὶ διάδημα καὶ τὰ λοιπὰ ὁμοίως διάφορα καὶ ποικίλα ἐνδύματα, κατανοῶν θαυμάζει τὴν ποικιλότητα, τὴν ὡραιότητα, τὴν τερπνότητα, τὸ κάλλος τῶν τιμίων λίθων, καὶ ἀκόρεστος αὐτῷ γίνεται ἡ θέα τῆς τερπνότητος καὶ ὡραιότητος, ἢ ὥσπερ ἥλιον κατανοήσας τις ὁρᾷ τὰς μαρμαρυγὰς τῶν ἀκτίνων αὐτοῦ, ὅτι οἷον ζῶσι ποικίλην θέαν δεικνύουσιν ἑτέρα τῆς ἑτέρας κρείττονα, ἢ ὥσπερ ἐν ὕδατι κατανοήσας τις ὁρᾷ τὸν ἥλιον στίλβοντα ἐν τῷ ὕδατι καὶ μεθαλλόμενον καὶ μετακινούμενον ποικίλως· οὕτω καὶ οἱ φοροῦντες τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ καὶ τὸ φῶς τὸ ἄρρητον ἔχοντες ἐν ἑαυτοῖς καὶ ἐνδεδυμένοι τὴν πορφύραν τοῦ ἐπουρανίου βασιλέως (τουτέστιν ἐπουράνιον χαρὰν τοῦ πνεύματος) κατανοοῦντες τὸ κάλλος τοῦ ἐν αὐτοῖς ἀρρήτου φωτὸς «ἀνακεκαλυμμένῳ» τῆς ψυχῆς «προσώπῳ» ὁρῶσι τῆς ἀφθάρτου δόξης τὴν ἄρρητον ποικιλίαν, πῶς μεταμορφοῦται «ἀπὸ δόξης εἰς δόξαν» καὶ εἰς πολυποίκιλα κάλλη θεότητος, ἅπερ γλώσσῃ σαρκίνῃ φρασθῆναι ἀδύνατον· ἀνεννόητα γάρ ἐστι καὶ ἄρρητα, ἅπερ ποιεῖ μετὰ τῶν ἁγίων τῇ ἰδίᾳ ἀμέτρῳ χρηστότητι ὁ θεὸς ἔτι ἐν τῷ κόσμῳ τούτων ὄντων. αὗται γὰρ παραβολαὶ καὶ εἰκόνες εἰσὶ μερικῶς ἔμφασιν τοῖς συνιοῦσι παρέχουσαι. τὰ γὰρ τοῦ θεοῦ τῇ πείρᾳ μόνῃ γινώσκεται ἐξ ἀληθείας οἷς αὐτὰ τὰ μυστήρια τῶν πραγμάτων ἐνεργεῖται ἀξίως.

ἔστι τοῦ θεοῦ ἀκοῦσαι λόγον καὶ νοεῖν ὑπὲρ τὴν γνῶσίν σου, ὑπὲρ τὸν νοῦν σου, ὑπὲρ τὴν συνείδησίν σου, ἕως οὗ αὐτὰ τὰ πράγματα τῶν μυστηρίων τῆς χάριτος γένηται ἐν σοί. αὐτὴ γὰρ ἡ ὁρωμένη πορφύρα καὶ τὰ ἐνδύματα τὰ βασιλικὰ οὐδὲν κέρδος ἢ ζωὴν τοῖς ὁρῶσιν αὐτὰ παρέχουσιν ἢ μόνον τῷ φαίνεσθαι τέρπουσιν. ἡ δὲ θεϊκὴ δόξα καὶ τὸ κάλλος τῆς ἐπουρανίου εἰκόνος ταῖς κατοπτριζομέναις ψυχαῖς καὶ ἐχούσαις αὐτὴν ἐν ἑαυταῖς ἀνάπαυσιν καὶ ζωὴν αἰώνιον παρέχει, ἀγάπην ἀληθινὴν ἐν καθαρότητι καρδίας, τροφὴν οὐράνιον, σύνεσιν, σοφίαν, χαρὰν πνεύματος ἀδιάλειπτον, τῇ δυνάμει τῆς ἐνεργείας καὶ αὐτοὶ συνεξομοιούμενοι. ὅσοι τοίνυν τοῖς ἔσωθεν ὀφθαλμοῖς τὸ νοερὸν τοῦτο φῶς κατοπτριζόμενοι εἰσὶ λάμπον ἐν ταῖς καρδίαις, εἰς οὐδὲν τῶν γηΐνων ἢ ὑλικῶν ἀπησχολημένοι εἰσίν, ἀλλὰ τὸ ὅλον δέδενται εἰς ἐκεῖνο τὸ ἄρρητον κάλλος ἐξ ὅλου. ὥσπερ γὰρ ἐὰν ᾖ μαῖα καὶ ἄρῃ τὸ βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, τὸ δὲ παιδίον θεωροῦν τὴν μητέρα χαίρει καὶ ἀγαλλιᾷ, ἐξ αὐτῆς λαμβάνον τὴν τροφὴν τοῦ γάλακτος, οὕτω καὶ οἱ τὸ ἀληθινὸν φῶς τοῦ πνεύματος ἔχοντες ἐν ἑαυτοῖς καὶ τὸν Χριστὸν ἐνδεδυμένοι ἐνορῶντες αὐτὸν ἀναπαύονται καὶ χαίρουσι «χαρᾷ ἀνεκλαλήτῳ». ἐξ αὐτοῦ γὰρ τρέφονται τροφὴν ἄφθαρτον καὶ ἐν αὐτῷ ζῶσι ζωὴν ἀληθινήν.

Πάντες οἱ ἄρχοντες τῆς πονηρίας οἱ ἐνδομυχοῦντες ταῖς ψυχαῖς τῶν ἀνθρώπων οὐ ἔγνωσαν τὸν κύριον σαρκωθέντα, ἕως οὗ ἐσάλευσε τοὺς θρόνους αὐτῶν ἀπὸ τῶν καρδιῶν τῶν ἀνθρώπων τῶν πιστῶν καὶ τὰς καθέδρας αὐτῶν ἀνέτρεψε καὶ τὰ σκεύη διεσκόρπισεν, ἵνα ναὸς καὶ οἰκητήριον γένηται ἴδιον ὁ ἄνθρωπος καὶ τότε τὰ ἑαυτοῦ σκεύη, τὰ μυστήρια τοῦ πνεύματος καὶ τὸν θρόνον τὸν ἴδιον, θῇ εἰς ἴδιον οἰκητήριον. καὶ πάλιν ὅτε κατελθὼν ὁ κύριος εἰς τὰ μνημεῖα καὶ εἰς τὸν ᾅδην ἥρπασε καὶ ἔλαβεν ἀπ᾽ αὐτοῦ τὰς ἰδίας ψυχὰς τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας, προσέφερεν ὁ πονηρὸς τὰ χειρόγραφα λέγων· “ἐμοὶ δοῦλοι τυγχάνουσιν, ἐγὼ ἠγόρασα αὐτούς, σύ μοι αὐτοὺς πέπρακας· τί ἀδικεῖς με; διὰ τί τοὺς ἐμοὶ δουλεύοντας ἁρπάζεις;„ τότε φησὶν ὁ κύριος πρὸς αὐτόν· “καλῶς λέγεις· ἐγώ σοι αὐτοὺς πέπρακα παραδούς σοι, καὶ ἴδε προφέρεις κατ᾽ αὐτῶν τὰ χειρόγραφα· μή τι κατὰ τοῦ ἐμοῦ σώματος ἔχῃς; ἢ τί σοι ὑπήκουσε τὸ ἐμὸν σῶμα, ὅτι ἀδίκως ἐθανάτωσας αὐτό; ἀναμάρτητον γάρ ἐστι.„ τότε οὖν συγκαλεσάμενος πάντας τοὺς ἀγγέλους αὐτοῦ τοὺς πονηροὺς ὁ σατανᾶς φησι· “ζητήσατε τὸ χειρόγραφον τούτου τοῦ σώματος.„ οἱ δὲ ἐξηρεύνων πάντῃ καὶ πανταχοῦ, καὶ οὐδαμοῦ εὑρεῖν ἠδυνήθησαν.

ἐν τῷ οὖν μὴ εὑρεῖν † τὸ καθόλου κατὰ τοῦ σώματος τοῦ κυρίου φησὶν ὁ κύριος· “χειρόγραφον τούτου οὐκ ἔχεις.„ ὁ δὲ ἔκθαμβος γενόμενος κατῃσχύνθη μηδὲν ἔχων εἰπεῖν κατὰ τοῦ σώματος τοῦ κυρίου, εἰς ὅπερ ἥμαρτεν· † ἀναιτίως οὖν σταυρώσας κατεκρίθη †. καί φησιν ὁ κύριος. “ἰδὲ ὅπερ ἐβουλήθης ἐποίησας εἰς τὴν ἐμὴν ἀναμάρτητον σάρκα, ἀδίκως σταυρώσας καὶ θανατώσας μὴ οὖσαν ὑπόχρεων θανάτῳ. διὰ τοῦτο τοίνυν αὐτὴ ἡ σάρξ, ἧς οὐχ εὗρες χειρόγραφον καὶ ἐτόλμησας εἰς αὐτὴν ἐγχειρῆσαι, πᾶσαν σάρκα πιστεύουσαν εἰς αὐτὴν ἐξαγοράσει καὶ ἐλευθερώσει καὶ εἰς οὐρανοὺς ἀποκαταστήσει εἰς ζωὴν αἰώνιον.„ διὰ γὰρ τοῦ αἵματος αὐτοῦ καὶ τοῦ σταυροῦ ἐξηγόρασεν ὁ κύριος πάντας ἐκ τοῦ θανάτου τοὺς βουληθέντας ἢ βουλομένους πιστεῦσαι αὐτῷ καὶ εἰς αὐτὸν ἔχειν τὴν ἐλπίδα καὶ ἀναστήσας εἰς τὴν βασιλείαν ἀποκαταστήσει. φησὶ γὰρ ὁ ἀπόστολος· «οὐκ ἐστὲ ἑαυτῶν; τιμῆς ἠγοράσθητε», καὶ πάλιν Πέτρος λέγει· «εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε», «ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». τὴν οὖν σάρκα ὥσπερ βασιλεὺς πορφύραν ὁ θεὸς περιθέμενος «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς». οἱ δὲ Ἰουδαῖοι ἔσχισαν τὴν πορφύραν τοῦ βασιλέως τὴν σάρκα τοῦ κυρίου σταυρώσαντες. πνεῦμα γὰρ θεότητος τίς δύναται κατασχεῖν, ὁπότε οὐδὲ ψυχὴν κατασχεῖν τις δύναται ἀναφῆ οὖσαν;

αἴτιοι οὖν εἰσιν Ἰουδαῖοι τὸν θεὸν σταυρώσαντες ὡς τὴν πορφύραν τοῦ βασιλέως σχίσαντες. ὥσπερ γὰρ συνδεδόξασται ἡ πορφύρα τοῦ βασιλέως καὶ οὐ προσκυνεῖται βασιλεὺς χωρὶς τῆς πορφυρίδος, οὕτως συνδεδόξασται ἡ σὰρξ τοῦ κυρίου τῇ θεότητι αὐτοῦ καὶ προσκυνεῖται Χριστὸς μετὰ τῆς σαρκὸς αὐτοῦ. ἡ γὰρ σὰρξ σὺν τῇ ψυχῇ καὶ ἡ θεότης ἕν τι γεγόνασι κἂν δύο εἰσίν. ὥσπερ γὰρ ἔριον βαφὲν ἐν πορφύρᾳ, εἰ καὶ ἐκ δύο ἐστὶ φύσεων καὶ ὑποστάσεων, ἓν εἶδος ἀπετελέσθη εὐπρεπές (οὔτε γὰρ ἐγχωρεῖ τὸ ἔριον μετὰ τὴν βαφὴν χωρισθῆναι ἢ τὸ βάμμα τοῦ ἐρίου), οὕτω καὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς ἑνωθεῖσα τῇ θεότητι ἕν τι ἀπετελέσθη ἤτοι μία ὑπόστασις, θεὸς οὐράνιος μετὰ τῆς σαρκὸς προσκυνούμενος. ἐξηγόρασε τοίνυν ὁ κύριος πᾶσαν σάρκα διὰ τῆς ἰδίας σαρκός, καὶ πᾶσα σὰρξ ἡ πιστεύσασα καὶ ἀκολουθήσασα αὐτῷ καὶ δεχομένη αὐτὸν νῦν συνδοξάζεται τῇ σαρκὶ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καθώς φησιν ὁ ἀπόστολος· «ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ».

κατὰ τοῦτον οὖν τὸν τρόπον καὶ 〈οἱ〉 ἄρχοντες τῆς πονηρίας οἱ ἔνδον ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντες οὐκ ἔγνωσαν αὐτὸν ἐλθόντα, ἕως οὗ ἀπεκίνησεν αὐτοὺς καὶ ἐξέβαλλεν ἀπὸ τῶν ψυχῶν τῶν πεισθεισῶν αὐτῷ καὶ θρόνον καὶ ναὸν καὶ οἰκητήριον καθαρὸν καὶ ἅγιον ἑαυτῷ κατεσκεύασε τὰς ἐν ἀληθείᾳ ἀγαπώσας αὐτὸν ψυχάς, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος αὐτοῦ καταρτισθεῖσαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ ἀναπαύσονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.