Τοιοῦτον γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν. διέβλεψαν γὰρ τότε οἱ ὀφθαλμοὶ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. οὕτω γὰρ ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν ἰάσασθαι εἰ μὴ μόνῳ τῷ κυρίῳ τοῦτο δυνατόν ἐστιν. αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν πονηρῶν διαλογισμῶν τῆς ψυχῆς ἐξήρανεν. ὥσπερ γὰρ ἐκεῖ ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύειν ἐπαγγελλομένοις, οὐδὲν ἴσχυσεν αὐτὴν θεραπεῦσαι, ὡς δὲ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ, ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, ταχέως ᾔσθετο τῆς ἰάσεως καὶ ἐστάλη ἡ ῥύσις τοῦ αἵματος, οὕτω καὶ τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς γὰρ ἦλθεν, ἀλλ᾽ οὐκ ἠδυνήθη παντελῆ ἴασιν δοῦναι τῇ ψυχῇ. ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νουμηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι ἐκ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῶν θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς.