Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΙΕ'-ΙΗ': Η τέλεια αποταγή, η φύση της θείας αποκαλύψεως και η ρίζα της αμαρτίας

Η υπεροχή της εμπειρικής γεύσης της χάριτος έναντι της θεωρητικής γνώσης, η μετοχή στο άρρητο φως του Θεού, και η αντιμετώπιση της βαθιά ριζωμένης αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 8 από 18

ΛΟΓΟΣ ΙΕʹ. Ὁ φιλαλήθης καὶ φιλόθεος καὶ εἰς ζωὴν ἀπελθεῖν βουλόμενος καὶ διὰ τῆς πίστεως αὐτοῦ γευσάμενος ἐξ ἀληθείας τὴν ἐπουράνιον τῆς ζωῆς τοῦ πνεύματος γλυκύτητα καὶ τῆς ἀρρήτου ἡδονῆς μέτοχος 〈ἐν ἀληθείᾳ〉 γενηθεὶς καὶ πνευματικῆς τροφῆς πεῖραν καὶ αἴσθησιν λαβὼν καὶ ἔμφυτον καὶ κεκρυμμένην ἐν τῇ ψυχῇ τὴν χάριν ἔχων καὶ ὁλοτελῶς ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἀποδεδωκὼς τὰ τοῦ αἰῶνος τούτου πάντα μεμίσηται καὶ ἀποδεδοκίμασται 〈τῷ τοιούτῳ〉. ἀνώτερος γὰρ τοῦ κόσμου γέγονε καὶ πάντα τὰ φαινόμενα ἔνδοξα τοῖς ἀνθρώποις καὶ τετιμημένα, οἷον χρυσός, ἄργυρος ἢ πολυτελὴς ἐσθὴς ἢ λίθοι οἱ λεγόμενοι τίμιοι ἢ οἶκοι χρυσόροφοι ἢ δόξα καὶ ἀρχαὶ ἢ κοσμικαὶ τιμαὶ ἢ ἕτερά τινα τοιαῦτα τῷ τοιούτῳ βδελυκτὰ καὶ ἄτιμα καὶ ὥσπερ δυσωδίας μεστὰ νενόμισται, διὰ τὸ ἀληθινὸν καὶ ἀνεκλάλητον τοῦ πνευματικοῦ φωτὸς κάλλος καὶ τὴν δόξαν καὶ τὸν πλοῦτον τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ὁ ἔσω αὐτοῦ ἄνθρωπος πεῖραν καὶ αἴσθησιν διὰ τοῦ πνεύματος δέξασθαι κατηξιώθη καὶ διὰ τὸ ἑαυτὸν τοῖς τοῦ πνεύματος θελήμασιν ὁλοτελῶς ἀποδοῦναι.

εἰ γὰρ ἀπαντήσει τῷ τοιούτῳ ἔνδοξον ἐν τῷ βίῳ τούτῳ, οἷον πλοῦτος ἢ τιμαὶ ἢ ἀρχαὶ ἢ δόξαι ἀνθρώπων ἢ ἔπαινοι καὶ προσκυνήσεις καὶ μακαρισμοί, οὐδὲν τούτων κατασχεῖν καὶ κρατῆσαι δύναται τοῦτον διὰ τὸ ἄλλου πλούτου ἀληθινοῦ καὶ ἄλλης τιμῆς καὶ δόξης οὐρανίου πεῖραν αὐτὸν λαβεῖν, καὶ τρυφῇ καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεσθαι τὴν ψυχὴν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ διὰ τῆς κοινωνίας τοῦ πνεύματος. καὶ ὥσπερ ὁ λογικὸς ποιμὴν διαφέρει τῶν ἀλόγων θρεμμάτων κατὰ πάντα, ἔν τε συνέσει καὶ γνώσει καὶ διακρίσει καὶ τοῖς λοιποῖς, οὕτως ὁ τοιοῦτος τῶν λοιπῶν ἀνθρώπων διενήνοχε κατὰ πάντα, ἔν τε τῇ ἔξωθεν ἀνθρώποις φαινομένῃ ἀρετῶν ἀναστροφῇ καὶ ἐν τῇ ἔσωθεν ἐν τῷ κρυπτῷ τῶν λογισμῶν «τοῦ νοὸς ἀνακαινώσει» καὶ ἁγιασμῷ καὶ διακρίσει. ὁ τοιοῦτος γὰρ ὅλος σύνεσίς ἐστιν, ὅλος νοῦς, ὅλος γνῶσις, ὅλος σοφία ἐστίν, —ἄλλου πνεύματος καὶ ἄλλου νοὸς καὶ ἄλλης συνέσεως, ξένης καὶ ἐπουρανίου, παρὰ τὸν κόσμον 〈ἐν ἑαυτῷ αἴσθεσθαι καὶ κεκοινωκέναι αὐτόν〉. «σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ». ταύτης τῆς σοφίας καὶ τούτου τοῦ πνεύματος καὶ συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται.

διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν. ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους ἀνακρίνει κατὰ τὸ γεγραμμένον καὶ γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις ἐστίν. αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γινώσκει τὸ ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος· «πνευματικοὶ πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». «ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται». ὁ τοιοῦτος τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου ἐνδόξοις πράγμασι, πλούτῳ καὶ τρυφῇ καὶ πάσῃ ἀπολαύσει, ἀποτάσσεται καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ αὐτῷ τυγχάνει.

Καὶ ὥσπερ ὁ φλεγόμενος καὶ κατεχόμενος σφοδροτάτῳ πυρετῷ, πᾶν ὃ ἐὰν προσενέγκῃς αὐτῷ βρωτὸν ἢ ποτὸν ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλεται διὰ τὸ τῷ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ᾽ αὐτοῦ ἐνεργεῖσθαι καὶ κεκορέσθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ πνεύματος ἔρωτι καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ θεοῦ τὴν ψυχὴν τρωθέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν, θέλων ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν ἐπουράνιον πόθον τοῦ Χριστοῦ, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ βδελυκτὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς θεὸν διαθέσει· ἐξ ἧς ἀγάπης οὐδὲν οὔτε ἐπουρανίων οὔτε ἐπιγείων οὔτε καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος τό· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»; καὶ τὰ ἑξῆς.

Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα σχεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἀποδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ἀσχοληθῇ καὶ δυνηθῇ διὰ πασῶν ἐντολῶν ἑαυτὸν κατευθύνειν, ἵνα ὅλη ἡ μέριμνα καὶ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τοῦ νοῦ περὶ τὴν ζήτησιν καὶ κτῆσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς εἴη, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἐντολῶν ἀρεταῖς καὶ τῷ ἐπουρανίῳ τοῦ πνεύματος κόσμῳ καὶ τῇ τοῦ κυρίου καθαρότητι καὶ τῷ ἁγιασμῷ, ἵνα ὅταν τις πᾶσιν ἀποταξάμενος καὶ πάντα αὐτοῦ περικόψας τὰ ἐκ τῆς ὕλης καὶ γῆς ἐμπόδια σαρκικῆς ἐγάπης ἢ προσπαθείας γονέων καὶ συγγενῶν ἐκτὸς γένηται, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ ἀπομετεωρισθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχαῖς ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίᾳ σαρκικῇ ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις, ἀλλ᾽ ὅλος περὶ τὴν κτῆσιν καὶ ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ᾖ, καθώς φησιν ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

Γένοιτο, ἵνα οὕτως ἀγωνιζόμενος καὶ προσέχων ἑαυτῷ πάντοτε, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε ἐντολῆς κατὰ θεὸν γινομένης εἴη ὁ νοῦς, τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς κύριον ζητήσεως ἐκτὸς μὴ γενόμενος. καὶ εἴθε ἵνα οὕτω δυνηθῇ διαπερᾶσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων καὶ τὴν ἑαυτοῦ ψυχὴν οὖσαν ἐν ἀπωλείᾳ παθῶν κτήσασθαι τῷ πρὸς κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ ἑαυτὸν αἰχμαλωτίζειν καὶ πρὸς αὐτὸν μόνον 〈προς〉κολλᾶσθαι, καθὼς εἴρηται· «καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ», ὅπως διὰ 〈τοῦ〉 τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως τοῦ νοὸς καταξιωθῇ γενέσθαι 〈μετ᾽ αὐτοῦ〉 εἰς ἓν πνεῦμα τῆς χάριτος τοῦ Χριστοῦ καὶ δωρεᾶς ἀναπαυομένης ἐν τῷ ἀγγείῳ, εἰς ὃ ἐπεφοίτησεν, ἑαυτὴν εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης τῆς ψυχῆς, μὴ ἐνυβριζούσης τὸ πνεῦμα τοῦ Χριστοῦ ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς καὶ περισπασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ τῶν πονηρῶν πνευμάτων συνδυασμοῖς καὶ κοινωνίᾳ, ἀλλ᾽ ὅλη ἐξ ὅλου ἑαυτὴν Χριστῷ ἀναθεῖσαν καὶ αὐτῷ μόνῳ προσκολλωμένην καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀδιαλείπτως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν πνεῦμα τοῦ Χριστοῦ ἀξίως τιμήσασα—διὸ καὶ καταξιοῦται μετ᾽ αὐτοῦ εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν γενέσθαι, ὥς φησιν ὁ ἀπόστολος· «ὁ κολλώμενος τῷ κυρίῳ» ἔσται εἰς «ἓν πνεῦμα».

ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξας ἢ τιμὴν τῶν ἀνθρώπων ἢ ἀρχῆς ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν λογισμοῖς γηΐνοις ἡ ψυχὴ συμφύρεται καὶ συγχεῖται ἢ ἔν τινι ὅλως τοῦ αἰῶνος τούτου δέδεται καὶ κρατεῖται, καὶ ἀγαπᾷ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τοῦ σκότους τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.

Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ τῇ προαιρέσει καὶ ὅλῳ τῷ θελήματι πρὸς κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γενέσθαι, ἐν τῷ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιεῖν αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες καὶ τῶν γηΐνων ἐπιθυμιῶν ἀλλοτριώσαντες καὶ αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσαντες τὴν αὐτοῦ ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν ἐν νῷ ἔχωμεν. εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀσχολίας ἐντολῶν τινων καὶ ὑπακοὴν διὰ θεὸν ὀλίγον ἀσχολούμεθα, ἀλλ᾽ ὁ νοῦς τῆς πρὸς κύριον ἀγάπης καὶ ζητήσεως καὶ τοῦ πόθου μὴ χωριζέσθω, ὅπως {ἐν} τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης ὁδεύοντες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς «ἐπαγγελίας τοῦ πνεύματος» αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος αὐτοῦ ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ᾽ ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ Ιϛʹ. Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς τὰ μέτρα τῆς τελειότητος καὶ γενέσθαι πλησίον τοῦ βασιλέως, τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιέρωνται. ὡς γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν πάντων τιμιώτερον, διότι δι᾽ αὐτοῦ βασιλεῖς καὶ ἱερεῖς καὶ προφῆται ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικὸν χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, εἰς τὸ γενέσθαι αὐτοὺς βασιλεῖς καὶ προφήτας μυστηρίων ἐπουρανίων. καὶ οὗτοί εἰσιν υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι καὶ ᾐχμαλωτισμένοι καὶ ἀφιερωμένοι καὶ ἐσταυρωμένοι. εἰ γὰρ τὸ σύνθετον ἔλαιον τὸ ἀπὸ τῶν ἐλαιῶν τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους λοιπὸν εἶναι βασιλεῖς καὶ ἡγουμένους— καθὰ καὶ Δαβὶδ καὶ Σαοὺλ καὶ οἱ λοιποὶ προφῆται καὶ ἱερεῖς—, πολλῷ μᾶλλον οἱ χριόμενοι τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τῷ ἁγιαστικῷ καὶ ἀχειροποιήτῳ τῆς ἀγαλλιάσεως ἐλαίῳ καὶ ἐκείνης τῆς ἀφθάρτου καὶ θείας δυνάμεως μετέχοντες καὶ λαβόντες τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ παράκλητον, καταξιοῦνται φθάσαι εἰς τὰ μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, καὶ γενέσθαι συμμύσται τοῦ ἐπουρανίου βασιλέως καὶ ἔχουσι παρρησίαν πρὸς τὸν πατέρα εἰσιόντες καὶ ἐξιόντες πρὸς αὐτόν, ἔνθα ἄγγελοι καὶ τὰ πνεύματα τῶν ἁγίων.

καὶ εἰ μηδέπω ἔλαβον τὴν τελείαν κληρονομίαν διὰ τὴν περικειμένην σάρκα, διὰ τὸν ἀρραβῶνα τοῦ πνεύματος ἀσφαλεῖς εἰσι περὶ τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη στεφανωθέντες καὶ βασιλεύσαντες, καὶ οὐκ ἀμφιβάλλουσι ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ καὶ ἐν παρρησίᾳ καὶ πλεονασμῷ πνεύματος ἁγίου ἔσονται, διότι 〈ἔτι〉 ὄντες ἐν σαρκὶ ἔσχον τὸν νόστον ἐκείνης τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνης τῆς δυνάμεως.

Ὥσπερ γάρ τις ἐν παλατίῳ χρονίσας καὶ ἀναστραφεὶς καὶ συμμύστης βασιλέως γενόμενος, ἐὰν βασιλεύσῃ, οὐ θαμβεῖται οὔτε ξενοφωνεῖται, διότι πάντα τὸν χρόνον συνδιέτριβε τῷ βασιλεῖ—οὐδὲ γὰρ ἐνδέχεταί τινα τῶν τυχόντων εἰς βασιλέα χρισθῆναι—, οὕτω καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται ἤδη προεγνωκότες τὰ μυστήρια τῆς θείας χάριτος, διότι τὸ ἐπιτεθὲν μετὰ τὴν παρακοὴν τοῖς ἀνθρώποις ὑπὸ τοῦ σατανᾶ κάλυμμα ἡ χάρις ἀπεκδύει ἐρχομένη τέλεον. καὶ ἐπαίρει ἀπὸ τῆς ψυχῆς πᾶν μίασμα καὶ πάντα λογισμὸν ῥυπαρόν, ὥστε τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, τελείως ἐνορᾶν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ.

Καὶ ὥσπερ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος περιαιρουμένου τοῦ στερεώματος τοῦ οὐρανοῦ οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ φωτὶ καὶ δόξῃ ὄντες οὐδὲν ἄλλο ἐνορῶσιν ἢ τὸν Χριστὸν ἐν τῇ δόξῃ αὐτοῦ πάντοτε ἐν δεξιᾷ τοῦ πατρός, οὕτω καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαγέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς ἐκεῖ θαυματουργίας ἐνορῶσιν. καὶ ὧδε ὄντες οὐκ εἰσὶν ἐπὶ γῆς, ἀλλ᾽ ἐπὶ γῆς ὄντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα καὶ ἐκεῖ ἔχουσι τὴν πᾶσαν διαγωγὴν καὶ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. καὶ ὥσπερ ὁ σωματικὸς ὀφθαλμὸς ἀπαθὴς ὢν καὶ ὑγιὴς καθαρῶς ἐνορᾷ τὸν ἥλιον, οὕτω καὶ οὗτοι τέλεον κεκαθαρμένοι τὸν νοῦν πάντοτε ἐνορῶσι τὴν δόξαν τοῦ Χριστοῦ 〈καὶ〉 νυκτὸς καὶ ἡμέρας σύνεισι τῷ κυρίῳ, ὥσπερ καὶ τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ πνεύματι τῷ ἁγίῳ. ἀλλὰ τούτου τοῦ μέτρου οὐκ εὐθέως ἐπιτυγχάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ μετὰ καμάτου καὶ ἀθλήσεως καὶ ἀγῶνος πολλοῦ.

Εἰσὶ γὰρ πολλοί, οἷς σύνεστιν ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα καὶ σύνεστιν ἡ κακία ἔνδον οὖσα, καὶ τὰ δύο πνεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν, τό τε τοῦ φωτὸς καὶ τὸ τοῦ σκότους. καὶ πάντως ἐρεῖς μοι· «τίς κοινωνία φωτὶ πρὸς σκότος»; ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων»;

Ἀποκρινοῦμαί σοι κἀγὼ τὸ αὐτό· «τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος»; ἢ ποῦ τὸ θεῖον φῶς ἐπισκιάζεται ἢ θολοῦται; ἢ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ· «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». μονοτρόπως οὖν οὐ χρὴ νοεῖν τὰ πράγματα οὐδὲ μονομερῶς λαμβάνεσθαι. εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι καὶ γενναιότεροι γίνονται τῆς συνούσης αὐτοῖς ἁμαρτίας, καὶ ἔχοντες εὐχὴν νῦν καὶ ἀνάπαυσιν πρὸς τὸν θεὸν πολλὴν ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ ῥυπαρῶν λογισμῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ὄντες ἐν τῇ τοῦ θεοῦ χάριτι. οἱ δὲ ἐλαφροὶ καὶ ἄπειροι μερικῶς ἐνεργούσης αὐτοῖς τῆς χάριτος νομίζουσι μηκέτι εἶναι σὺν αὐτοῖς ἁμαρτίαν· ἀλλ᾽ οἱ ἔχοντες διάκρισιν καὶ οἱ ἔχοντες σύνεσιν οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι “ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν.„ πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς τοσαύτην ἐσχηκότας χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι “ἐξηράνθη ἡ ἐπιθυμία„, καὶ μετὰ ταῦτα ὅτε ἐνόμισαν ἑαυτοὺς εἶναι ἐλευθέρους, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς, ὡς ξενισθῆναι αὐτοὺς καὶ λέγειν ὅτι “μετὰ τοσούτους χρόνους οὕτω μοι ἐπανέστη ἡ κακία.”

οὐδεὶς οὖν τῶν συνετῶν τολμᾷ εἰπεῖν, ὅτι “συνούσης μοι τῆς χάριτος τὸ λοιπὸν ἠλευθέρωμαι ἀπὸ τῆς ἁμαρτίας.„ ἐνεργεῖ δὲ τὰ δύο πρόσωπα ἐν τῷ αὐτῷ ἀνθρώπῳ, καὶ οἱ ἄπειροι τῶν πραγμάτων, μικρόν τι κίνημα πνευματικὸν ἔχοντες λέγουσιν· “ἤδη ἐνικήσαμεν καὶ Χριστιανοί ἐσμεν„. ἐγὼ δὲ οὕτω φημὶ εἶναι τὰ πράγματα· ὥσπερ ὄντος ἐν οὐρανῷ τοῦ ἡλίου καθαροῦ καὶ μὴ ἐπισκιαζομένου ὑπὸ νεφῶν ἄφνω ἐπιδραμὼν ἀὴρ σκοτεινὸς ἢ ὁμίχλη σκοτοῦσι τὴν λαμπρότητα τοῦ ἡλίου, οὕτως εἰσὶν οἱ μὴ τέλεον καθαρθέντες, ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν τῷ βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτῶν ἐρρωμένους πρὸς τὸν θεὸν καὶ 〈μὴ ὄντες〉 ἐν ἀγαθοῖς. καὶ ὥσπερ ὁ ἥλιος ἔνδον ὢν τῶν νεφῶν ὁ αὐτὸς διαμένει, οὕτω πάλιν καὶ οἱ κατεχόμενοι ἐν βάθει τοῦ ἀγαθοῦ μέρους, τῆς χάριτος λέγω, ἔτι εἰσὶ δοῦλοι καὶ ὑπόχρεοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας.

Πολλῆς οὖν χρεία διακρίσεως, ὅπως διὰ πείρας γνοίη τις ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παράκλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι, ἀλλὰ συνῆν τῇ χαρᾷ καὶ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας. αὐτὴ γὰρ ἡ χάρις ἠσφαλίζετο αὐτούς, ἵνα μηδὲ μικρόν τι ἐκτραπῶσι. καὶ ὥσπερ τις νέος ψηφίδα λαβὼν μικρὰν καὶ πατάξας εἰς τεῖχος οὐδὲν ἤνυσεν, ἢ ὥσπερ τόξευμα ἀσθενὲς οὐδὲν ἀδικεῖ κλίβανον ἰσχυρόν, ἀλλὰ τῇ ἀντιτυπίᾳ εἰς τὰ ὀπίσω ἀκοντίζεται, οὕτω μέρος τι τῆς κακίας προσεγγίζον αὐτοῖς, οὐδὲν ἔβλαπτεν, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ. πλὴν καὶ τέλειοι ὄντες εἶχον τὴν ἐκ τοῦ αὐτεξουσίου ἐλευθερίαν ἀπεργάσασθαι τὰς δικαιοσύνας.

Ἐπειδήπερ τινὲς λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία λοιπόν ἐστι τῇ ψυχῇ, ἀλλ᾽ ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι καὶ τιμήσωσιν. λέγει γὰρ ὁ ἀπόστολος· «τὸ πνεῦμα μὴ σβέννυτε». ἐν ἑαυτοῖς οἱ μὲν οὖν οὐκ ἤθελον ἐπιβαρεῖς γενέσθαι, ἀλλ᾽ ἑαυτοῖς ἐπήρκουν, ἕτεροι δὲ λαμβάνοντες παρὰ κοσμικῶν, πτωχοῖς διεδίδοσαν καὶ τοῦτο ἐκείνου τοῦ μέτρου ἀνώτερόν ἐστιν. καὶ οἱ μὲν ἔχοντες τὴν χάριν μόνον τὸ ἑαυτῶν μεριμνῶσι, πῶς συμφωνήσωσι τῷ θεῷ, οἱ δὲ καὶ ἄλλας ψυχὰς ὠφελῆσαι σπουδάζουσι καὶ κάματον εἰς αὐτὰς ὑφίστανται· πάλιν οὖν καὶ οὗτοι ἐκείνων εἰσὶν ἀνώτεροι. εἰσὶ δὲ καὶ ἄλλοι θέλοντες κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ δεικνύναι ὅτι Χριστοῦ ἐσμεν μέτοχοι, ἄλλοι δὲ λανθάνειν καὶ κρύπτειν ἑαυτοὺς ἀπὸ τῶν ἀνθρώπων σπεύδουσιν· καὶ οὗτοι ἀνώτεροι ἐκείνων καὶ μείζους εἰσίν. ἄλλοι δὲ ἔχοντες τὴν χάριν τοῦ θεοῦ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὰ σώματα αὐτῶν εἰς πάθη καὶ ὕβρεις παραδιδόασι καὶ πάλιν οὗτοι ἀνώτεροί εἰσιν. ὁρᾷς οὖν πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται μείζων εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη.

Ὥσπερ γάρ τις πένης λειπόμενος ἐν ὁράματι δόξῃ ἑαυτὸν πλούσιον ὁρᾶν, ἀποβεβληκότα τοὺς ῥυπαροὺς χιτῶνας καὶ ἐνδυσάμενον ἐσθῆτα λαμπράν, καὶ ἐκ τῆς περιχαρείας ἧς εἶδεν ἀναστὰς εὕρῃ τὴν ἐν χερσὶ πενίαν· οὕτως οἱ λόγον πνευματικὸν λαλοῦντες, εἰ καὶ ἀλήθειαν δοκοῦσι λαλεῖν, μὴ ἔχοντες τὸ ἔργον τοῦ λόγου ἐν γεύσει τινι καὶ δυνάμει καὶ πληροφορίᾳ ἐν τῷ νῷ κεκρυμμένον ἐν φαντασίᾳ τινὶ ἑστήκασιν. καὶ ὥσπερ γυνὴ ἐσθῆτα λαμπρὰν περιβεβλημένη καὶ ἐν πορνείῳ ἑστῶσα καὶ ἐν ἀκαθαρσίᾳ, οὕτω καὶ οὗτοι τὴν καρδίαν ἔχοντες πνευμάτων ἀκαθάρτων πορνεῖον, λαλεῖν θέλουσι περὶ δικαιοσύνης μηδὲ ὅλως ἐγκύψαντες εἰς τὴν ἀλήθειαν τῶν πραγμάτων.

Ὥσπερ γὰρ οὐκ ἐνδέχεται ἰχθὺν ἄνευ ὕδατος ζῆν ἢ ἄνευ ποδῶν ἄνθρωπον περιπατεῖν ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λαλεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως οὐκ ἔστιν ἄνευ τοῦ Ἰησοῦ καὶ τῆς θείας ἐνεργείας γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ εἰδέναι ἢ εἶναι πλούσιον ἐν πνεύματι ἢ Χριστιανὸν γενέσθαι, ἀλλ᾽ οὗτοι εἰσὶ σοφοὶ καὶ παλαισταὶ καὶ ἀνδρεῖοι καὶ φίλοι θεοῦ, οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θείας δυνάμεως. καὶ οἱ μὲν φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι καὶ λογομαχίαν σοφιστικὴν ἀσκοῦσιν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ὄντες ἰδιῶται λόγου εὐφραίνονται καὶ ἀγαλλιῶσιν ἐπὶ τῇ τοῦ θεοῦ χάριτι καὶ θεοσέβειαν ἀσκοῦσι. διάκρινόν μοι οὖν, τίνες τινῶν διαφέρουσιν, οἱ λόγοις καὶ μύθοις πεποιθότες ἢ οἱ ἐν ἔργῳ καὶ δυνάμει τὴν ἀλήθειαν κατέχοντες. φησὶ γὰρ ἡ γραφή· «ἡ βασιλεία τῶν οὐρανῶν οὐκ ἔστιν ἐν λόγῳ, ἀλλ᾽ ἐν ἔργῳ καὶ δυνάμει». καὶ τὸ μὲν εἰπεῖν καὶ λόγοις κατασκευάσαι πράγματα εὔκολόν ἐστιν· εὐχερῶς γὰρ ἔχει πᾶς λέγειν, ὅτι “ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται„, τὴν δὲ κατὰ μέρος κατασκευὴν ἐκθέσθαι οὐκ εὔκολον, ὃ δὴ καὶ ἀληθέστερόν ἐστι καὶ τῶν πεπειραμένων ἔργον. οὕτως οὖν καὶ τὸ λαλῆσαι περὶ ἀπαθείας καὶ τελειώσεως ἄκοπόν ἐστι, {καὶ} πείρᾳ δὲ καταλαβεῖν τὸ πρᾶγμα καὶ ἀληθείᾳ καὶ ἔργῳ καὶ ἐλθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστίν.

καὶ τὸ μὲν εὐαγγέλιον ἀποφαντικῶς ἐκέλευσεν εἶναι πάντα ἄνθρωπον φίλον τοῦ βασιλέως θεοῦ ἐν τῷ λέγειν· “μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἂν τίς σου ῥαπίσῃ τὴν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ἐάν τις σοι κριθῇ, ἄρας τὸν χιτῶνα, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον„ καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος κατὰ πόδας τῶν λαληθέντων, πῶς χρὴ ἐνεργεῖν κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας ἐκπαιδεύει, πρῶτον μὲν γαλακτοτροφῶν ὡς νηπίους, εἶτα φέρων εἰς αὔξησιν καὶ προκοπὴν καὶ αὖθις εἰς τελειότητα. οἷον εἶπε τὸ εὐαγγέλιον· τέλειος ἐξ ἐρέας γινέσθω χιτών, ὁ δὲ ἀπόστολος πῶς δεῖ ξαίνεσθαι τὴν ἐρέαν καὶ ὑφαίνεσθαι τὸν χιτῶνα καὶ κατασκευάζεσθαι ἐδίδαξεν.

Ὅσοι λόγους πνευματικοὺς λαλοῦσιν ἄνευ γνώσεως καὶ πείρας ἐοίκασιν ἀνθρώπῳ ἐν μεσημβρίᾳ καὶ καύσωνι πεδιάδα ἄνυδρον διοδεύοντι καὶ διὰ τὴν πολλὴν δίψαν διαγράφοντι κατὰ νοῦν πηγὴν ψυχράν, διειδὲς καὶ λαμπρὸν καὶ γλυκὺ ῥέουσαν ὕδωρ, καὶ ἑαυτὸν ἀπολαύοντα ἐν ἀδείᾳ τοῦ νάματος, τῶν χείλεων αὐτοῦ ἐκφρυγέντων καὶ ἀποξηρανθέντων διὰ τὴν ὑπερβολὴν τῆς δίψης, ἢ ἀνθρώπῳ ποτὲ μὴ γευσαμένῳ μέλιτος ποιότητα καὶ διηγουμένῳ ἑτέροις περὶ τῆς γλυκύτητος. τοιοῦτοι εἰσὶν οἱ λέγοντες λόγον περὶ τελειότητος καὶ ἁγιασμοῦ καὶ ἀπαθείας, μὴ ἔχοντες δὲ ἐν ἔργῳ καὶ πληροφορίᾳ τὰ πράγματα· οὐ γὰρ ὡς λαλοῦσιν, οὕτως ἀπαντᾷ ἡ ἀλήθεια. εἰ γὰρ δῴη ποτὲ ὁ θεὸς ἐλθεῖν τινα εἰς μικρὰν τῶν παρ᾽ αὐτοῦ λαλουμένων αἴσθησιν, δι᾽ ἑαυτοῦ διακρίνας γνώσεται τῶν πραγμάτων τὴν διαφοράν, ὅτι οὐ καθὼς ἐλάλει, εὗρε τὴν ἀλήθειαν, ἀλλὰ ἄλλως μὲν αὐτὸς ἐλάλει, ἑτέρως δὲ τὸ πνεῦμα εἰργάσατο. ἀληθῶς γὰρ ὁ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσον ἐσθίει τις, διὰ τὴν ἡδύτητα πλεῖον ἐρεθίζεται εἰς ἐπιθυμίαν, καὶ γίνεται ὁ νοῦς ἀκόρεστος καὶ ἀκατάσχετος. ὡς ἐάν τις διψῶντι δώσει πόμα ἡδὺ καὶ εὐόρεκτον, κἀκεῖνος ἀπογευσάμενος οὐ διὰ τὴν δίψαν μόνον, ἀλλὰ καὶ διὰ τὴν γλυκύτητα λαβρότερον προσέλθῃ τῷ ποτῷ· οὕτω πῶς ἀκόρεστός ἐστιν ἡ τοῦ πνεύματος γεῦσις.

ταῦτα δὲ οὐ λόγοις ψιλοῖς νοούμενα, ἀλλὰ ἐργασίᾳ ἁγίου πνεύματος ἐν μυστηρίῳ ἐν τῷ νῷ ἐπιτελούμενά ἐστι καὶ λέγεται οὕτως. εἰσὶ δέ τινες πορνείας φαινομένης ἢ κλοπῆς ἢ τῶν ὁμοίων κακῶν ἀπεχόμενοι, καὶ νομίζουσιν ἑαυτοὺς εἶναι ἁγίους. ἀλλ᾽ οὐ καθὼς οἱ ἄπειροι τῆς ἀληθείας φάσκουσιν οὕτως εἰσὶ τὰ πράγματα. ἡ γὰρ κακία ἔτι ἐν τῷ νῷ τῶν τοιούτων ζῇ καὶ ἐφέρπει· ἅγιος δέ ἐστιν ὁ ἁγιασθεὶς καὶ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον. πλὴν ὅπου ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχη τῆς πλάνης διεγείρεται· σπουδάζει γὰρ καλύψαι καὶ θολῶσαι.

Οἷον ὅτε παρ᾽ Ἑβραίοις ἦν ἱερωσύνη καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο οἱ πιστοὶ τοῦ θεοῦ. νυνὶ δὲ ἀφ᾽ οὗ ἔσχισαν τὸ καταπέτασμα τοῦ ναοῦ, τὸ ἅγιον πνεῦμα ἀπέστη τοῦ τυπικοῦ θυσιαστηρίου καὶ πρὸς τὴν τῶν ἐθνῶν ἐγένετο ἐκκλησίαν. {καὶ} πάλιν ἀπ᾽ αὐτῶν τῶν συμφυλετῶν διώκονται οἱ πιστοὶ καὶ μάρτυρες γίνονται οἱ φιλαλήθεις. οὐ γὰρ φαίνεται ἡ ἀλήθεια οὖσα ἀλήθεια, ἐὰν μὴ ἔχῃ τοὺς ἐναντιουμένους καὶ μαχομένους αὐτῇ. εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις, ἵνα μὴ πέσωσιν. εἷς γὰρ τῶν ἀδελφῶν συνευχόμενός τισιν ᾐχμαλωτίσθη ὑπὸ τῆς θείας δυνάμεως καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ τὰς ἐκεῖ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης· “οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων.„ καὶ μικρὸν φυσιωθεὶς καὶ νομίσας τι περὶ ἑαυτοῦ εὑρέθη μετὰ ταῦτα ἐκπεσὼν εἰς τὰ ἄδυτα καὶ εἰς τὰ βάθη τῆς ἁμαρτίας καὶ εἰς μύρια κακά. εἰ οὖν ὁ ἐσώτερος ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν ὅτι “νηστεύων καὶ ξενιτεύων καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι„, οὐ γὰρ ἡ τῶν φαινομένων κακῶν ἀποχή ἐστι τελεία κάθαρσις, ἀλλὰ ἡ κατὰ συνείδησιν τελεία κάθαρσις.

εἴσελθε γάρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν εἰς τὰ λεγόμενα ταμεῖα τῆς ψυχῆς ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν καὶ φονεύοντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν. —ἄβυσσος γάρ ἐστι καὶ ἀκατάληπτος ἡ καρδία—καὶ ἐὰν τοῦτον ἐφόνευσας καὶ εἰ τὴν ἀνομίαν καὶ πᾶσαν τὴν ἐν σοὶ ἀκαθαρσίαν ἐξέβαλες, καύχησαι ἐν θεῷ περὶ καθαρότητος. εἰ δὲ μή, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τῷ κυρίῳ. πᾶσα γὰρ γραφὴ καὶ παλαιὰ καὶ νέα καὶ ὁ ἀπόστολος καὶ ἡ τοῦ σωτῆρος παρουσία περὶ καθαρότητος καὶ ἐλευθερίας τὸν λόγον ποιοῦνται, καὶ πᾶς ἄνθρωπος, εἴτε Ἰουδαῖος εἴτε Ἕλλην ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ μὴ δύναται καθαρεύειν.

Σὲ δὲ χρὴ ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνος δύναται ἡ καθαρότης τῆς καρδίας γενέσθαι 〈καὶ〉 εὑρήσεις, ὅτι οὐ δι᾽ ἑνὸς ἑτέρου ἢ διὰ Ἰησοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος. αὐτὸς γάρ ἐστιν ἡ ζωὴ καὶ ἡ ἀλήθεια, ἡ ὁδὸς ἡ εὐθεῖα, ἡ θύρα, ὁ μαργαρίτης, ὁ ζῶν καὶ ὁ οὐράνιος ἄρτος. καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀληθείας ἀλήθειαν γνῶναι ἢ σωτηρίας τυχεῖν. ὥσπερ οὖν ἐν τοῖς φαινομένοις τῷ ἔξω ἀνθρώπῳ ἀπετάξω καὶ ἐψώμισας καὶ ἐσκόρπισας τὰ ὑπάρχοντα σου, οὕτως ἀποτάξασθαί σε δεῖ καὶ ταῖς τῶν ἠθῶν προλήψεσιν. καὶ εἰ σοφίαν ἔμαθες σαρκίνην, εἰ γνῶσιν ἔσχες πραγμάτων, ἄρνησαι. εἰ δικαιώμασι σαρκὸς πέποιθας, ἀπόστηθι ταπεινῶν ἑαυτόν· καὶ οὕτω δυνηθήσῃ τῇ μωρίᾳ τοῦ κηρύγματος μαθητευθῆναι, ἐν ᾧ κηρύγματι εὑρήσεις τὴν ἀληθινὴν σοφίαν, οὐ λόγοις κεκαλλωπισμένην, ἀλλὰ δυνάμει τοῦ ἁγίου σταυροῦ ἐνεργουμένην ἐν τοῖς καταξιωθεῖσι κτήσασθαι αὐτὴν ἐν ὑποστάσει.

Τί γὰρ λέγει Παῦλος; ὁ δὲ σταυρὸς τοῦ Χριστοῦ «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία», «ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις καὶ θεοῦ σοφία», καὶ «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον». καὶ ἴσως σοφιζόμενος αὐτὸν τὶς τῶν τότε ἀπεκρίνατο· καὶ εἰς νεκρὸν ἄνθρωπον μὴ δυνηθέντα ἑαυτὸν διασώσασθαι, ἀλλὰ τὸν ἀτιμότατον ὑποστάντα θάνατον ὡς κακοῦργον πιστεύειν ἡμᾶς λέγεις καὶ φάσκεις τοῦτον εἶναι τῶν ὅλων δημιουργόν; τὶ θέλει εἶναι ὦ σπερμολόγοι καὶ ξένων δαιμονίων καταγγελταί. ταῦτα γὰρ τῶν τότε σοφῶν τὰ ῥήματα μωρίαν εἶναι νομισάντων τὸ κήρυγμα· «οὐ γὰρ ἔγνω διὰ τῆς σοφίας ὁ κόσμος τὸν θεόν, ἀλλὰ εὐδόκησε διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας». σὺ δὲ εἰ καὶ ἔλαβες γεῦσίν τινα ἐξ οὐρανοῦ καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου καὶ μετέσχες ἐκείνης τῆς σοφίας ἐκείνου τοῦ αἰῶνος, μὴ τυφοῦ{σαι} καὶ μὴ ἐπαίρου ὡς ἤδη {π}ἐφθακὼς καὶ καταλαβὼν πάσαν τὴν ἀλήθειαν, μὴ καὶ σὺ ἀκούσης· «ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε καὶ χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν». ἀλλὰ γευσάμενος ἔσω ὡς μὴ ἐναρξάμενος τοῦ Χριστιανισμοῦ· τοῦτο δὲ οὐ λόγοις, ἀλλ᾽ ἵνα ᾖ ἐμπεφυτευμένον ἐν αὐτῷ τῷ νῷ καὶ κεκυρωμένον, μένοντα πάντοτε τῇ προαιρέσει.

ὥσπερ γάρ τις φιλόπλουτος μύρια συναγαγὼν χρήματα οὐκ ἔστησε τὴν ἐπιθυμίαν, ἀλλὰ 〈τὸ〉 καθ᾽ ἡμέραν προστιθέμενον αὔξησιν ποιεῖται τῆς τῶν πλειόνων ὀρέξεως, καὶ ὥσπερ τις ἀποσπασθεὶς ἀπὸ ἡδυτάτου καὶ γλυκυτάτου πόματος οὐ κόρον ἔλαβεν, ἀλλὰ μᾶλλον ἔκκαυσιν τῆς δίψης· οὕτω καὶ ἡ τοῦ θεοῦ γεῦσις οὐκ ἔχει κόρον ἢ τέλος, ἀλλ᾽ ὅσῳ πλουτεῖ τις, ὡς πένητα ἑαυτὸν ἔχει καὶ ἐσθίων καὶ πίνων ἐκκαίεται εἰς μείζονα ὄρεξιν τῶν λαμβανομένων. οἱ τοιοῦτοι Χριστιανοὶ οὐκ ἔχουσι τὴν ἑαυτῶν ψυχὴν τιμίαν, ἀλλ᾽ ὡς ἐξουδενωμένοι παρὰ τοῦ θεοῦ διάκεινται καὶ δοῦλοί εἰσι πάντων ἀνθρώπων. καὶ πολὺ χαίρει ὁ κύριος καὶ ἀναπαύεται ἐπὶ τῇ τοιαύτῃ καρδίᾳ διὰ τὴν ταπείνωσιν αὐτῆς. «κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν».

Μὴ τοίνυν οἰηθῇ τις περὶ ἑαυτοῦ ὡς ὤν τι ἢ ἔχων ἢ καταλαβών—εἰ καὶ ἔχει τι καὶ πλουτεῖ—, διότι ἡ τύφωσις καὶ ἡ οἴησις βδελυκτὴ παρὰ θεῷ εἶναι ἀποδέδεικται, καὶ δι᾽ αὐτῆς ἐξέβαλεν ἀπ᾽ ἀρχῆς ἀπὸ τοῦ παραδείσου τὸν ἄνθρωπον. ἤκουσε γὰρ ὅτι «ἔσεσθε ὡς θεοί», καὶ ἐγαυριᾶτο ἐπὶ τῇ ματαίᾳ αὐτοῦ ἐλπίδι. πολὺ οὖν, ὡς εἴρηται, ἀποδοκιμάζει ὁ κύριος καὶ ἀποστρέφεται τὴν τοιαύτην προαίρεσιν. κατάμαθε πῶς ὁ θεὸς καὶ βασιλεὺς καὶ υἱὸς θεοῦ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν» καὶ πῶς ἐπτώχευσεν, ἀτιμαζόμενος, ἐμπτυόμενος, πάσχων. καὶ εἰ ὁ θεὸς οὕτως, σὺ αἷμα καὶ σάρκα φορῶν, γῆ καὶ σποδὸς ὅλος ὢν ἐν ῥυπαρίᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ, ὑψηλοφρονεῖς καὶ καυχᾶσαι; εἰ δὲ ἦς συνετός, καὶ περὶ οὗ σοι ὁ κύριος ἔδωκεν, οὕτως λέγε· “οὐκ ἔστιν ἐμόν, ἄλλος μοι ἔδωκε, ξένον ἐστὶ τῆς φύσεώς μου καὶ ὅτε θέλει λαμβάνει αὐτὸ ἀπ᾽ ἐμοῦ„ καὶ πᾶν δὲ τὸ ἀγαθὸν τῷ κυρίῳ ἀπόδος.

εἰ δέ τι κακὸν εὑρεθῇ ἐν χερσί σου, τῇ ἑαυτοῦ ἀσθενείᾳ περίαπτε λέγων “ἐγώ εἰμι ὁ ἁμαρτωλὸς ὁ παροργίσας τὸν κύριον.„ «παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν» τοῦ Χριστοῦ κτήσασθε καὶ «ἐγκολπώσασθε τὴν ταπεινοφροσύνην», ἐφ᾽ ἧς ὁ κύριος ἀναπαύεται, καὶ καθ᾽ ἡμέραν ὡς σήμερον ἀρχόμενοι τοῦ Χριστιανισμοῦ γίνεσθε ἐνώπιον κυρίου ταπεινότεροι ὄντες καὶ ἐνδεέστεροι ὅλων τῶν ἀνθρώπων, καὶ ἔχετε ἑαυτοὺς ἁμαρτωλοὺς παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἀμήν.

ΛΟΓΟΣ ΙΖʹ. Περὶ τῶν λεγόντων τὴν ἀποκάλυψιν, ἣν λέγουσιν αἱ γραφαὶ τοῖς πιστῶς νοοῦσι, γίνεσθαι ἐν λογισμοῖς καὶ ἑρμηνείαις καὶ οὐχὶ φῶς θεοῦ ἀληθινὸν λάμπειν, ἐκ τῶν γραφῶν τὰς μαρτυρίας λάβωμεν. Τὸ ὁμοειδὲς τῆς δόξης τοῦ φωτὸς τοῦ περιλάμποντος τοὺς ἀξίους ὁ ἀπόστολος συγκρίνων τῇ δόξῃ τοῦ προσώπου Μωϋσέως «ἡμεῖς δέ, φησί, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι». καὶ αὐτὸν δὲ τὸν Παῦλον ἐν Δαμασκῷ ἀπερχόμενον ἐν τῇ ὁδῷ φῶς θεῖον περιέλαμψεν ἐξαστράψαν ὑπὲρ τὸν ἥλιον. καὶ Στέφανος ἑστὼς εἶπεν· ὁρῶ «τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν» τῆς δυνάμεως. καὶ πάλιν· «ὁ ἀγαπῶν με» φησίν «ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». ἀποδέδεικται οὖν ὅτι οὐκ εἰσὶ ταῦτα νοήματα, ἀλλ᾽ ὑπόστασις καὶ οὐσία καὶ λάμπον θεῖον φῶς τοῦ ἁγίου πνεύματος, ἐπὶ τοῖς ἀξίοις καὶ πιστοῖς· καὶ ἐκ τῶν λοιπῶν δὲ γραφῶν ἀναλεξάμενος εὑρήσεις σύμφωνα πολλὰ τυγχάνοντα. ἐπειδὴ δέ τινες ἑνὶ προσώπῳ τὴν ἀποκάλυψιν μόνον λέγουσιν ἐν ἑρμηνείαις καὶ νοήμασιν, ἐπερειδόμενοι τῇ μαρτυρίᾳ τοῦ ἀποστόλου· «ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ», «ὁ πρῶτος σιγησάτω» καί· «ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς», καὶ ὅτι «λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου».

ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι ἀποκάλυψιν καὶ ἐν ἑρμηνείᾳ γραφῶν ὑπὸ τοῦ πνεύματος γινομένην, ὁμολογησάτωσαν δὲ καὶ αὐτοὶ ἐν οὐσίᾳ καὶ ὑποστάσει φῶς θεϊκὸν ἐλλάμπειν ταῖς καρδίαις τῶν πιστῶν. ἐν δυσὶν ἄρα προσώποις ἡ ἀποκάλυψις ἑρμηνεύεται, ἔν τε νοήμασι καὶ γνώσει γραφῶν καὶ ἐν φωτὶ θεϊκῷ καὶ οὐσιώδει, ὅπερ ἐστὶν ἐπιφαινόμενον καὶ ἐλλάμπον ὑπὲρ τὸ τοῦ ἡλίου φῶς ταῖς ψυχαῖς.

Περὶ τῶν ἀνυπομονήτων καὶ θεμέλιον πίστεως μὴ ἐχόντων, ὅτι αἱ προαιρέσεις τούτων τοιαῦταί εἰσιν· ἐὰν μὴ μεταλάβω χάριν πνεύματος, ἀδυνάτως ἔχω παραμεῖναι, εἰ δὲ λάβω, τότε παραμενῶ. Οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ εὐτρεπίσας οὕτως ἑαυτόν. δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ᾽ ἐμοῦ πάσῃ εὐνοίᾳ δουλεύειν, καί, εἴτε δίδωσί μοι ἢ οὔ, ἐγὼ οὐκ ἀφίημι τὸν δρόμον. τοῦτο λογιζόμενος, ὅτι οὔκ εἰμι ἄξιος, ἵνα καὶ τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ᾽ ἐμέ. εἰ δὲ καὶ γεέννῃ με παραδώσει κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτόν. ὡς καὶ ὁ Ἰώβ· ἐάν με ἀποκτείνῃς, ἐγὼ οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος δικαίως τὴν ζωὴν κληρονομήσει.

Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀρετῶν προκοπὴν λαμβάνει, εἰς ταπεινοφροσύνην, εἰς χρηστότητα, εἰς μακροθυμίαν· ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ πρὸς θεόν. οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου. καὶ ὥσπερ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳ—ὑπόδειγμα γὰρ λάβωμεν αὐτοὺς ἐν τῷ κατὰ τῶν πνευματικῶν τῆς πονηρίας πολέμῳ—, οὕτω καὶ οἱ γενναῖοι καὶ μεγαλόψυχοι τοῦ Χριστοῦ καὶ ἀληθινοὶ πολεμισταί.

Περὶ τοῦ μὴ δεῖν ἀπελπίζειν ὅλως τὸν ἄνθρωπον, ἀλλὰ τῇ ἐλπίδι ἀεὶ χαίρειν· ὅτι τοῦτο βούλεται καὶ ἐπιζητεῖ ὁ πονηρός, τὴν ἀνελπιστίαν ὑποτιθέμενος ταύτῃ τῇ ψυχῇ εἰς τὸ ἀπολέσαι αὐτήν, ἁμαρτημάτων προτέρων ἢ πονηρῶν ἐννοιῶν ὑπόμνησιν φέρων.

Ὥσπερ γὰρ οἱ ἐν τῷ πολέμῳ τοὺς ὑπεναντίους ἀναιροῦντες ἅμα τῷ κροῦσαι τῷ ξίφει ἀλαλάζουσι φωνῇ μεγάλῃ, εἰς τὸ φοβῆσαι καὶ πτόησιν ἐμποιῆσαι καὶ τῇ φωνῇ πλέον αὐτοὺς παραλῦσαι, οὕτως ὁ πονηρὸς ὑποτιθέμενος ἐννοίας πονηρὰς καὶ ῥυπαρὰς καὶ ἀκαθάρτους τῇ ψυχῇ ἢ ἕτερά τινα ἀτοπήματα ἢ χαυνότητα ἢ καὶ εἰς παρεκτροπὴν ἁμαρτημάτων τὸν νοῦν ἄγων, εὐθέως ἀνελπιστίαν ὑποτίθεται τῇ ψυχῇ, ὡς μηκέτι δύνασθαι αὐτὴν ἀνακληθῆναι, ἵνα παντελῶς ἀπολέσῃ τὸν ἄνθρωπον. ὧν δὴ ἐννοιῶν οὐ δεῖ φροντίζειν, ἀλλὰ καταφρονεῖν καὶ ἀνδρίζεσθαι τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ κυρίου, ὅτι αὐτὸς ἐπηγγείλατο δικαιῶσαι τὸν ἀσεβῆ. εἰ δὲ καὶ παρέτρεψεν ἡμᾶς ἐν τοῖς ἁμαρτήμασιν ἢ διανοήμασιν ὁ σατανᾶς, ἡμεῖς ἐπὶ τὴν ἐλπίδα τοῦ θεοῦ κρεμασθέντες καὶ τῆς τοῦ πονηροῦ συμβουλίας καταφρονήσαντες ὅλῃ καρδίᾳ ἐπὶ τὸν κύριον καταφύγωμεν, ὅπως τῆς ζωῆς ἐπιτυχεῖν δυνηθῶμεν. ὁ κύριος γὰρ διὰ τοὺς ἁμαρτωλοὺς παραγέγονεν, ἵνα ἐκδίκησιν ποιήσῃ τοῖς καταπονουμένοις, ὅτι «πιστός ἐστιν ὁ ἐπαγγειλάμενος».

Δεῖ ἡμᾶς μὴ κατὰ τὸ ἔθος σωματικῶς εὔχεσθαι μηδὲ συνηθείᾳ κραυγῆς μηδὲ συνηθείᾳ γονάτων, ἀλλὰ νηφαλίως ἀεὶ τῷ νῷ προσδοκῶντας τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται καὶ ἐλεήσει τὴν ἐν ἀληθείᾳ προσδοκῶσαν αὐτὸν ψυχήν, καὶ λοιπὸν εἴτε χρεία κραυγῆς εἴτε χρεία ἡσυχίας τῷ νῷ νηφαλίως προσέχωμεν. ὥσπερ γὰρ τὸ σῶμα ὅπου ἐὰν ἐργάζηται, ὅλον εἰς τὸ ἔργον ἐστὶ καὶ ἀλλήλοις τὰ μέλη βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν εὐχὴν μὴ ἤτω ῥεμβομένη τοῖς λογισμοῖς, ἀλλ᾽ ὅσον δύναται βιαζέσθω ἑαυτὴν συναγαγεῖν πανταχόθεν, ἵνα ἡ ψυχὴ καὶ οἱ λογισμοὶ αὐτῆς ἐν τῇ εὐχῇ καὶ ἐν τῇ προσδοκίᾳ τοῦ θεοῦ ὦσιν, αἰτουμένη ἵνα αὐτῇ ἐπιστῇ ὁ ἀληθῶς διδάσκων καὶ διδοὺς εὐχὴν καθαρὰν καὶ θεοῦ ἀξίαν, ἵνα λοιπὸν προσκυνήσῃ ἡ ψυχὴ ἐν πνεύματι ἁγίῳ. καὶ ὥσπερ ὁ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οἶδε πορίζειν κέρδος, ἀλλὰ πανταχόθεν θεωρεῖ, καὶ ἐὰν τύχῃ ἐντεῦθεν ἀποτυχεῖν αὐτόν, ἑτέρῳ ἐπιβάλλει—μόνον γὰρ σκοπὸς αὐτῷ ἐστι τὸ κερδῆσαι—, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν ἡμῶν ποικίλως καὶ ἐντρεχῶς καταρτίσωμεν, τὸ μέγα καὶ ἀληθινὸν κέρδος, διὰ τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἐξ ἀληθείας, ἵνα ἀναπαυθῇ ὁ κύριος ὁ καθίσας ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν.

Ὥσπερ γὰρ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα ἀπέθετο τὸν ὀνειδισμὸν αὐτοῦ, οὕτω καὶ ἡ ψυχή, ὅταν βλαστήσῃ τὸ ἄνθος τοῦ ἁγίου πνεύματος, ἀποτίθεται τὸν ὀνειδισμὸν τῶν ἐχθρῶν αὐτῆς. Καὶ ὥσπερ τινὰ τῶν πετεινῶν ἐπὰν ἴδωσιν ἐν νυκτὶ πυρὸς αὐγήν, φέρουσιν ἑαυτὰ κατὰ τοῦ πυρὸς καὶ ἀπόλλυνται, οὕτω καὶ ὁ ἄνθρωπος ἐπὶ τὰ χείρω πλανώμενος ἡδέως καὶ ἐν σκότει ἐρχόμενος ῥίπτει ἑαυτὸν εἰς τὰ κακά, καὶ οὕτω λοιπὸν ὑπὸ τοῦ πυρὸς τοῦ σκότους ἀπόλλυται.

Τῷ δὲ θεῷ ἡμῶν πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΙΗʹ. Τὸ τῆς ψυχῆς νοερὸν καὶ τίμιον κατασκεύασμα ἐν πολλῇ τινι λεπτότητι δυσεξευρέτῳ 〈καὶ βαθύτητι ἀνεξερευνήτῳ〉 τυγχάνει ἀβύσσῳ τινὶ ἐοικός, ὡς τις φησί που· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ», ἀβύσσῳ τὸ τῆς ψυχῆς νοερὸν δημιούργημα παρεικάσας. ἐκτραπέντος δὲ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονότος, τοῦτον λαβοῦσα ὑποχείριον ἡ ἁμαρτία καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις 〈τῆς〉 πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον ἀπαρξαμένη τοῦ ἐκτὸς τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων καὶ χωρίων 〈κατεισελθοῦσα καὶ πάθεσιν ἀτιμίας πληρώσασα〉. τοιούτῳ δέ τινι τρόπῳ παραπλησιάσωμεν τὴν ψυχὴν καὶ τῆς ἁμαρτίας τὴν μετ᾽ αὐτῆς ἕνωσιν, ὥσπερ ἐὰν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας καὶ παρακλώνια καὶ κάρφη καὶ τὴν λοιπὴν 〈τῆς θέσεως〉 κατασκευήν, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς καὶ αὐτὰς ἐοικυῖας κλάδοις καὶ 〈πάλιν〉 νευραῖς καὶ ἰνῶν ἐκτάσεσι καὶ ἄλλη 〈πολλὴ〉 λεπτότης καὶ πλοκή τις ἐκεῖ τυγχάνει, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς μερῶν ἡ παρεισελθοῦσα διὰ τῆς παραβάσεως ἁμαρτία {διὰ τῶν παθῶν} προκατασχοῦσα ἐν νομῇ καὶ προλήψει καὶ συνηθείᾳ πολλῇ ἐν τῇ ἀνθρωπότητι γέγονεν, ἑκάστῳ συναναστρεφομένη καὶ κακοποιεῖν κρυπτῶς διδάσκουσα.

Ἐπὰν τοίνυν θεία χάρις ἐνεργεία{ς} ἐπισκιάσῃ τῇ πιστευσάσῃ καὶ δεηθείσῃ ψυχῇ καὶ βοηθείας τινὸς καὶ καθάρσεως τεύξηται μερικῶς, 〈εἰ τύχοι〉 ἐπὶ κλῶνα τινὰ καὶ ἐν μέρει τινι τῶν τῆς ψυχῆς τόπων ἡ θεία χάρις ἐπεσκίασεν, καὶ μὴ νομίσῃ τις οἰήσει κακίας ἀπατώμενος ἤδη ὅλην τὴν ψυχὴν πεφώτισθαι καὶ τελείως κεκάθαρται. ἀκμὴν γὰρ πολλὴ νομὴ βαθυτάτη τῆς κακίας ἐκεῖ τυγχάνει καὶ πολλοῦ δεῖται καιροῦ καὶ πόνου καὶ ἐργασίας καὶ σπουδῆς καὶ πίστεως αὐτοῦ τοῦ ἀνθρώπου συμφωνοῦντος καὶ συναινοῦντος τῇ πρὸς αὐτὸν χάριτι, ἵνα τελείως φωτισθῇ καὶ τελείως καθαρισθῇ. καὶ γὰρ ἡ τῆς κακίας μέθοδος λανθάνειν βουλομένη καὶ ἐγκρύπτεσθαι θέλουσα διὰ οἰήσεως τὴν ψυχὴν ἀπατᾷ καὶ ποιεῖ νομίζειν αὐτ〈ὴν〉 ὡς ὅτι διὰ τῆς ὀλίγης χάριτος ἤδη κεκάθαρται 〈καὶ ὡς ὅτι ὅλη πεφώτισται〉, μόνον ἵνα αὐτὴ ἐγκρυπτομένη ἔνδον λανθανόντως τὰ θελήματα αὐτῆς ἐπιτελῇ.

διὰ τοῦτο γὰρ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις τῇ πιστευσάσῃ ψυχῇ ἐπιφοιτᾶν, καίτοι δυναμένη {διὰ} ῥοπῇ{ς} ὥρας καθάραι τὸν ἄνθρωπον καὶ τελείως ἐλευθερῶσαι, ἀλλ᾽ ἵνα δοκιμάσῃ τὴν προαίρεσιν καιροῖς καὶ χρόνοις, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλοκλήρως ἀποσῴζει πάντοτε, μὴ συνδυάζων ἐν μηδενὶ τῷ πονηρῷ συμβούλῳ, ἀλλὰ μόνον τῇ χάριτι ὅλον ἑαυτὸν ἔκδοτον διδοὺς καὶ οὕτως εὐδοκιμούσης τῆς ψυχῆς καὶ εὐαρεστούσης τῷ κυρίῳ χρόνοις καὶ καιροῖς καὶ μετὰ πολλὰς δοκιμασίας τὴν χάριν ἐν μηδενὶ λυπούσης ἐκ τοῦ κατ᾽ ὀλίγον αὐτὴ ἡ χάρις τοῦ πνεύματος πάλιν νομὴν λαμβάνει ἐν τῇ ψυχῇ. καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μελῶν καὶ μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθεῖσα ὑπὸ τῆς ἐπουρανίου χάριτος καὶ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος κυριευθεῖσα 〈καὶ βασιλευθεῖσα〉 δυνηθῇ ἐξω〈σ〉θῆναι παντελῶς, ὅλη ἐξ ὅλου ἡ ἁμαρτία τῶν παθῶν καὶ τὸ σκότος τῆς ἁμαρτίας τελείως χωρισθῆναι. τῆς χάριτος λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει, ὅλῳ σώματι τὲ λέγω καὶ ψυχή. ὁ μετὰ πολλὰς οὖν δοκιμασίας καὶ πόνους καὶ χρόνους εὐαρεστήσας τῷ πνεύματι καὶ βεβαίως καὶ ἀσφαλῶς καὶ ἑδραίως ἄξιος τοῦ κυρίου καθίσταται.

Εἰ δὲ χάριτος ὀλίγης ἐπιτυχὼν εἰς οἴησιν προκόψει καὶ τοῦ ταπεινοῦ φρονήματος ἐκτὸς γένηται, καὶ οὗπερ ἔχει ὀλίγου χαρίσματος ἀλλότριος καθίσταται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτοῦ. εἰ δὲ καὶ συμπάρεστιν ἡ τῆς ἐνεργείας χάρις κατὰ πολλὴν τοῦ θεοῦ καὶ ἄπειρον φιλανθρωπίαν αὐτοῦ μὴ συμφωνοῦντος τῷ πνεύματι εἰς κατάκρισιν καὶ τιμωρίαν καὶ ἔλεγχον τῷ τοιούτῳ γενήσεται, ὅτι τῆς τοῦ θεοῦ πολλῆς φιλανθρωπίας εἰς αὐτὸν γεγενημένης αὐτὸς τῶν ἰδίων θελημάτων οὐκ ἀνεχώρησεν, πάλιν δὲ ἐξαιτούμενος ὑπὸ τοῦ σατανᾶ εἰς θλίψεις μεγάλας παραδίδοται, ἵνα κἂν διὰ τῶν θλίψεων παιδευθεὶς μάθῃ ταπεινοφρονεῖν. ὥσπερ γὰρ ὁ Ἰὼβ ἐν τοῖς βιωτικοῖς πλούσιος σφόδρα τυγχάνων καὶ ὑπὸ τοῦ πονηροῦ ἐξητήθη καὶ ἐπειράσθη πρὸς τὴν τοῦ ἀνδρὸς ἄθλησιν τε καὶ δοκιμασίαν. καὶ πάντων γυμνωθεὶς καὶ ἐρημωθεὶς τότε φανερὰν ἔδειξεν αὐτοῦ τὴν πρὸς θεὸν ἀγάπην, οὕτω 〈καὶ〉 ἐάν τις πλουτῇ ἐν τῇ χάριτι τοῦ πνεύματος μὴ ὑπτιούσθω μηδὲ νομιζέτω ἑαυτὸν κατειληφέναι ἢ ἐλευθερῶσθαι μηδὲ καυχάσθω 〈ἐν ἑαυτῷ μήτε ἐπὶ ἀνθρώπων μήτε ἐπαιρέσθω〉 καὶ ἀμεριμνήτω, ἀλλ᾽ ἐν φόβῳ καὶ τρόμῳ 〈ἀεὶ〉 ὑπαρχέτω ὡς φησὶν ἡ γραφή· «ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» καὶ πάλιν· «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε» καὶ ἀλλαχοῦ· «μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ», ὅτι ἐν τῇ ἐξουσίᾳ τοῦ θεοῦ ὁ πλοῦτος τῆς χάριτος αὐτοῦ τυγχάνει.

Ἐὰν δὲ μὴ οὕτως ἐν πολλῇ ταπεινότητι καὶ συντριμμῷ τυγχάνῃ, ἐξαιτεῖται ὑπὸ τοῦ σατανᾶ καὶ παραδίδοται ὁ τοιοῦτος καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης χάριτος καὶ πειράζεται καὶ δοκιμάζεται ἐν θλίψεσι πολλαῖς· καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις καὶ ὁ μάταιος ὑπτιασμὸς καὶ οὕτω γνωρίζει, ὅτι αὐτὸς γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει τοίνυν ὁ πλουτῶν ἐν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινώσει καὶ συντρίψει καρδίας ὑπάρχειν καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι. ἀλλότριον γάρ ἐστιν αὐτοῦ τὸ χάρισμα καὶ ἄλλος ἔδωκεν αὐτὸ καὶ ὅτε βούλεται ὅπερ ἔδωκεν ἀφελέσθαι δύναται, ἵν᾽ οὕτω ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δυνηθῇ μεῖναι καὶ φυλαχθῆναι ἐν τῇ πρὸς αὐτὸν τοῦ κυρίου γενομένῃ χάριτι, καθὼς καὶ ὁ κύριος εἶπεν· «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». καίπερ ὢν ἐκλεκτὸς τοῦ θεοῦ αὐτὸς παρ᾽ ἑαυτῷ ἀδόκιμος ἤτω, καίπερ ὢν πιστὸς καὶ ἄξιος δοῦλος κυρίου ὡς ἀχρεῖον ἑαυτὸν παντελῶς λογιζέσθω, καίπερ ὢν μέγας παρὰ τῷ δεσπότῃ. αὐτὸς παρ᾽ ἑαυτῷ μηδὲν ὄντα ἑαυτὸν ἡγείσθω. αἱ τοιαῦται ψυχαὶ εὐάρεστοι παρὰ κυρίῳ τυγχάνουσι καὶ ἄπτωτοι διεξελθεῖν τὸν αἰῶνα τοῦτον δυνήσονται, καὶ εἰς τὴν ζωὴν τῆς βασιλείας τελείως εἰσελθεῖν ὑπὸ τοῦ ἁγίου πνεύματος καταξιοῦνται.

Ἡ τοῦ θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας τινὸς μυστικῆς καταρτίζεται μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου. καὶ τότε τῆς χάριτος τὸ ἔργον τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὴν δοκιμασίαν εὐαρεστεῖν τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων πολλῶν τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης. ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν.

Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· ἐπὶ τοῦ Ἰωσὴφ ἐν πολλοῖς καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ ἐν πολλαῖς πρότερον θλίψεσι καὶ πόνοις καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ θεῷ εὑρεθεὶς δοῦλος. τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετελέσθη καὶ τὸ βούλημα τοῦ θεοῦ διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πλήρωσιν εἴληφεν.

Ὁμοίως καὶ περὶ τοῦ Δαβίδ. ὁ θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου· καὶ ὅτε ἐχρίσθη, τότε ἔφευγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι. καὶ ποῦ ἡ χρῖσις τοῦ θεοῦ καὶ ποῦ αἱ ἐπαγγελίαι, ὡς πρὸς τὸ τάχος; μετὰ γὰρ τὸ χρισθῆναι τότε ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος ἕως καὶ ἄρτου ὑστερούμενος καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν τὴν πρὸς αὐτὸν γινομένην. ὁρᾷς ὃν ὁ θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιέχεται θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ ἐπίστευσε τῷ θεῷ καὶ ἑαυτὸν ἐπληροφόρησεν ὅτι «ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ καὶ ὅπερ εἶπεν ὁ θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ». καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ θεοῦ βούλημα καὶ ἐβασίλευσε Δαβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου αὐτῷ γενομένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.

Ὁμοίως καὶ περὶ Μωϋσέως. ὁ θεὸς τοῦτον προγνοὺς καὶ προορίσας καὶ προευτρεπίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι τῆς θυγατρὸς Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ δόξαν καὶ τρυφὴν ηὐξήθη πάσῃ σοφίᾳ Αἰγυπτίων παιδευθείς, καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ θεοῦ «μᾶλλον ἑλόμενος, κατὰ τὸν ἀποστολικὸν λόγον, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν»· καὶ φυγὰς Αἰγύπτου γεγονὼς πολὺν χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ εἰς τοσαύτην τρυφὴν καὶ ἀπόλαυσιν βασιλικὴν ἀνατραφείς. καὶ ὕστερον οὕτω δόκιμος τῷ θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας ἀναδειχθεὶς καὶ ἐν πολλοῖς πειρασμοῖς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ λαοῦ, καὶ θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ θεοῦ προσηγορεύθη· δι᾽ αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ θεὸς δι᾽ αὐτοῦ εἰς τὸν Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν. ἰδοὺ τὸ τοῦ θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσης δοκιμασίας καὶ θλίψεως ἐτελειώθη.

Ὁμοίως καὶ περὶ τοῦ Ἀβραάμ. πρὸ πόσων χρόνων ἐπηγγείλατο αὐτῷ ὁ θεὸς υἱὸν χαρίζεσθαι καὶ οὐ παραυτὰ δίδωσιν αὐτόν, ἀλλὰ μεταξὺ πόσα ἔτη δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας, ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτω πιστὸς εὑρεθεὶς ἔτυχε τῆς ἐπαγγελίας.

Ὡσαύτως Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ θεοῦ τὴν κιβωτὸν κατασκευάζειν—ἐπηγγειλαμένου μὲν τότε τοῦ θεοῦ κατακλυσμὸν ἐπενεγκεῖν τῷ κόσμῳ, τῷ ἑξακοσιοστῷ δὲ ἔτει ἐπαγαγόντος ἑκατὸν ἔτη ἐμακροθύμησε— πιστῶς τὴν κιβωτὸν κατασκευάσας καὶ ἐν μηδενὶ διστάσας, εἰ ἄρα ποιεῖ ὅπερ εἶπεν ὁ θεὸς ἢ οὐ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς, ὅτι ὅπερ ἐλάλησεν ὁ θεός, ἀναμφιβόλως γενέσθαι δεῖ. καὶ οὕτω δοκίμου τῆς προαιρέσεως αὐτοῦ ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθείσης διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας.

Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀποδεῖξαι, ὅτι ἡ τῆς τοῦ θεοῦ χάριτος ἐν τοῖς ἀνθρώποις ἐνέργεια καὶ τὸ χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, ὅπερ ψυχὴ πιστὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς καὶ πολλῆς μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. καὶ ἐπὰν ἐν πᾶσι δόκιμος εὑρεθῇ καὶ ἐν μηδενὶ τῷ πνεύματι λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς τῶν παθῶν ἐλευθερίας τυγχάνειν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ ἁγίου πνεύματος τὴν πλήρωσιν λαμβάνει καὶ τελείως τὸν ἁγιασμὸν ἐν πληρώματι χάριτος κτᾶται καὶ τέλειος υἱὸς τῆς βασιλείας ἀποδείκνυται, ὥστε τὸ τοῦ θεοῦ πνευματικὸν ἔργον ἐν ψυχῇ γινόμενον μετὰ μακροθυμίας καὶ εὐτονίας καὶ ὑπομονῆς καὶ προσοχῆς πολλῆς καὶ ἀγῶνος καὶ δοκιμασίας ἀποπληροῦται.

Ὥσπερ οὖν ἐν τοῖς πιστοτάτοις πατράσιν ὁ θεὸς τὰς ἐπαγγελίας μετὰ πολλῆς δοκιμασίας καὶ πειρασμῶν καὶ μακροθυμίας καὶ χρόνων οἰκονομήσας τότε ὅπερ ἐπηγγείλατο κατὰ τὸ βούλημα αὐτοῦ ἀπεπλήρου, πιστῶν καὶ δοκίμων καὶ ὑπομονητικῶν καὶ μακροθύμων αὐτῶν εὑρεθέντων, οὕτω καὶ νῦν εἰς τὸν τῶν Χριστιανῶν ἀγῶνα χρόνοις πειρασθέντων καὶ δοκιμασθέντων καὶ πάσῃ ὑπομονῇ δοκίμων καὶ μακροθύμων καὶ πιστῶν εὑρεθέντων ἡ τοῦ θεοῦ ἐπαγγελία καὶ τελεία χάρις τοῦ πνεύματος εἰς αὐτοὺς πληρωθήσεται, ἵν᾽ ὥσπερ χάριτι οὕτω καὶ δικαιοσύνῃ τὴν ζωὴν κληρονομήσωμεν εὐδοκιμήσαντες, καὶ μετὰ τοὺς ἀγῶνας τῶν ἀνδραγαθημάτων τοὺς στεφάνους καὶ τὰ ἐπινίκια τῆς βασιλείας δικαίως ὦμεν κομιζόμενοι. διὸ τὸ πᾶν τῆς προαιρέσεως ἡμῶν θέλημα θεῷ μόνῳ ἀνενέγκωμεν, ἑαυτοὺς πάντοτε αὐτῷ ἀνατιθέντες καὶ τὸ βούλημα αὐτοῦ μόνου, ὅσον ἐν ἡμῖν δυνατόν, ἐπιτελοῦντες. οὕτω γὰρ ἀλλοτρίους ἑαυτοὺς εἰς πάντα τοῦ χείρονος καταστήσαντες καὶ ἐν μηδενὶ ἑκουσίως ἑαυτοὺς ὑποτάξαντες τοῖς τοῦ πονηροῦ θελήμασιν ἢ κοινωνίαν ἔν τινι μετὰ τῶν παθῶν ποιούμενοι, τότε ἀληθῶς γενναῖοι ἀθληταὶ τοῦ Χριστοῦ ἀποδειχθησόμεθα καὶ τῆς χάριτος αὐτοῦ τὴν μετουσίαν τελείως ἑαυτοῖς κομισόμεθα καὶ τὸν ἁγιασμὸν καὶ τὴν καθαρότητα τῆς καρδίας διὰ τῆς χάριτος αὐτοῦ κτησάμενοι δικαίως καὶ χάριτι τὴν τοῦ θεοῦ βασιλείαν κληρονομῆσαι καταξιωθῶμεν.

Ὃν τρόπον ἀνήρ τις πλούσιος καὶ ἐν πᾶσι κόσμιος βουλόμενος ἑαυτῷ οἶκον κατασκευάσαι, πάσῃ σπουδῇ καλλωπίσας καὶ κοσμήσας εὔχρηστον ἀποδείξει εἰς μονὴν καὶ κατοικητήριον ἑαυτοῦ, οὕτως ὁ Ἀδὰμ ἀπ᾽ ἀρχῆς ἐκτίσθη καὶ διεπλάσθη σκεῦος καθαρὸν καὶ κεκαλλωπισμένον καὶ εὔχρηστον εἰς κατοικητήριον τοῦ δεσπότου, εἰς μονὴν βασιλέως. μετὰ δὲ τὴν παράβασιν «ἐπέσπειρεν ὁ ἐχθρὸς ζιζάνια» καὶ δένδρον πικρὸν ἐφύτευσεν ἐκεῖ.

Καὶ ὥσπερ βασιλεὺς τὰς ὑποκειμένας αὐτῷ πόλεις δι᾽ ἀρχόντων καὶ διοικητῶν πάντοτε ἐπισκεπτόμενος, ἡνίκα δεῖ καὶ αὐτὸς ἐφίσταται καὶ μάλιστα ἐν ἐφόδῳ πολεμίων—πάντα γὰρ τὸν λαὸν τότε συμπαραλαμβάνει—, οὕτως ἀπ᾽ ἀρχῆς τοῦ ἀνθρώπου εἰς ἐρημίαν καὶ ἀκαταστασίαν ἐμπεσόντος διὰ πρεσβυτέρων καὶ πατριαρχῶν καὶ προφητῶν καὶ νόμου ὁ θεὸς πάντοτε ἐπισκοπὴν ἐποίει τοῦ ἰδίου ἔργου, ἔσχατον δὲ καὶ αὐτὸς ὁ βασιλεὺς παραγέγονε, δύναμις θεῖα κατὰ τῆς ὑπεναντίας δυνάμεως, παρεμβολὴ ἀγγέλων κατὰ τῆς παρατάξεως τῶν δαιμόνων. γεννᾶται γὰρ ἐκ γυναικὸς παρθένου, ὅπως τὴν καταπεσοῦσαν ψυχὴν διεγείρας ἀνασκευάσῃ καὶ ἀνακαινίσῃ, καὶ ποιήσῃ τέκνα ἄνωθεν διὰ πνεύματος ἁγίου προελθόντα.

Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν ἔργον τῆς θεότητος, ὅτι τὸν ἄσαρκον διὰ σαρκὸς καὶ αἵματος ἐθανάτωσεν. ἐπεὶ τίς ἦν κόπος ἐν πνεύματι αὐτὸν ἀναιρεθῆναι καὶ χωρὶς σαρκὸς θανατωθῆναι; ὅμως εὐδόκησεν ἐν σαρκὶ ὢν καὶ ὡς εὐτελὴς ἄνθρωπος ἀτιμασθῆναι καὶ παθεῖν καὶ «διὰ τοῦ θανάτου καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστιν τὸν διάβολον».

Ὁ ἥλιος ὅλον τὸν κύκλον ἐν οὐρανῷ ἔχων ὅλος εἰς τὴν γῆν νένευκε διακονῶν τοῖς ἐν γῇ καὶ τὰς ἀκτῖνας πανταχοῦ ἐκπέμπων καταλάμπει πάντα, καὶ ἐὰν θελήσῃς ἀτενίσαι τῷ κύκλῳ, πληροῦσαι τοῦ φωτὸς αὐτοῦ, οὕτω καὶ ὁ κύριος τὸν Ἀδὰμ ἐκ τοῦ ἡμετέρου γένους λαβὼν ἀνήνεγκεν ἐν ὑψηλῷ ἐν δεξιᾷ τοῦ πατρός, ὅλον δὲ τὸν νοῦν κάτω ἔχειν ἐποίησε πρὸς τοὺς ὁμογενεῖς, καὶ ὅσοι ἀτενίζουσιν αὐτῷ καὶ ὅλον πέμπουσι τὸν νοῦν πρὸς αὐτόν, πληροῦνται τῆς ἐνεργείας τοῦ πυρὸς τοῦ ἁγίου πνεύματος καὶ τοῦ φωτὸς αὐτοῦ.

Καὶ ὥσπερ τὰ νέφη ὄμβρον βαστάζοντα καὶ διυγραίνοντα καὶ ἐν ὕψει κρεμάμενα τῇ κάτω οὔσῃ διακονεῖ γῇ καὶ τὰ ἐν αὐτῇ φυτὰ διεγείρει καὶ ἀναχλοάζει, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ ὑετοῦ τοῦ θείου αὐτοῦ ὄμβρου—γῆ γάρ ἐστι τοῦ θεοῦ ἡ ψυχή—, καὶ οὕτω θάλλουσα ἀναζωπυρεῖ, τῶν λογισμῶν βοηθουμένων καὶ ἐνδυναμουμένων.

Καὶ ὥσπερ ἔρεα βαφεῖσα ἀλλάσσει τῆς χροίας τὴν φύσιν, οὕτως ἡ ψυχὴ βαφεῖσα ἀλλάσσεται καὶ μεταβάλλεται ἐκ τῆς ἀρχαίας φύσεως ἀνατρέχουσα καὶ ἀναδυομένη εἰς τὴν τοῦ ἁγίου φωτὸς καὶ πυρὸς φύσιν. Καὶ ὥσπερ ξύλον εἰς πῦρ βληθὲν ὅλον πῦρ γίνεται καὶ κατακαίει τοὺς πλησιάζοντας ἢ καὶ ἁπτομένους, οὕτω τὰ πνεύματα τῆς πονηρίας ἐπερχόμενα τῇ πνευματοφόρῳ ψυχῇ κατακαίονται.

Διὰ γὰρ τοῦ παρακλήτου μεταβέβληται τὴν φύσιν καὶ ἔστησε τὰς ἐν αὐτῇ πηγαζούσας καὶ ῥεούσας τοῦ θανάτου ὁρμάς, ὡς καὶ τῆς αἱμορροούσης «ἡ τοῦ αἵματος πηγὴ» διὰ τῆς τοῦ θεοῦ δυνάμεως «ἐξηράνθη». Οἱ ἔμποροι μετὰ τὸ τῆς οἰκίας ἀποστῆναι καὶ ἐν ἀλλοδαπῇ διατρίψαι καὶ αὐξῆσαι τὴν οὐσίαν, ἐὰν συληθῶσιν ὑπὸ λῃστῶν ἐν μέσῃ τῇ ὁδῷ, μάτην τὸν τοσούτου χρόνου ὑπέστησαν κάματον μηδὲν ἔχοντες ἐν χερσί, καὶ ὁ οἰκίαν οἰκοδομῶν ἑαυτῷ μετὰ τὸ τελέσαι ἐὰν ἀποθάνῃ καὶ μὴ καταμείνῃ, οὐδὲν ὠφελήθη ἐκ τῶν πολλῶν πόνων· καὶ οἱ τὴν τῶν Χριστιανῶν ὁδὸν τρέχοντες ἐὰν μὴ ἕως τέλους ἐμμείνωσιν ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, οὐδὲν ἐκ τοῦ προλαβόντος κόπου ὠφελήθησαν.

Καὶ ναῦς ἕως ἐστὶν ἐν θαλάσσῃ, καίτοι αἰσίων ἀνέμων κινούντων αὐτὴν ὑπὸ φόβον ἐστί, μήποτε πρὸ τοῦ λιμένος ἐναντίων διεγερθέντων ἀνέμων ὑποβρύχιος γένηται· καὶ ἡ ψυχὴ μετὰ τὴν παρακοὴν μέση δύο πνευμάτων ἐγένετο, ἀγαθοῦ καὶ πονηροῦ, καὶ ἐπεισελθούσης τῆς παλαιᾶς ζύμης τῆς ἁμαρτίας ἐκ δύο πνευμάτων λοιπὸν ἀνέρχονται οἱ λογισμοὶ ἐπὶ τὴν καρδίαν. καὶ εἰσὶν ἐκεῖ καὶ ξένοι τῆς φύσεως λογισμοί, διὰ τοῦτο ὁ συνετὸς διακρίνων τὰ βλάπτοντα ἀπὸ τῶν ὠφελούντων τὰ μὲν ὡς ἐχθρὰ καταδικάζει καὶ ἐξορίζει, τὰ δὲ ὡς φίλα σεμνύνει καὶ διακατέχει.

Οἱ δὲ λόγῳ τὸν Χριστιανισμὸν ἐκμαθεῖν σπεύδοντες ἐοίκασι τυφλοῖς καὶ χωλεύουσι καὶ παντάπασιν ἠχρειωμένοις ἀνδράσι τοῖς ἐπὶ τῶν κλινῶν κατακειμένοις καὶ μηδὲν ἕτερον ποιεῖν δυναμένοις ἢ μόνον λαλεῖν. οὕτω γὰρ καὶ αὐτοὶ τυφλωθέντες καὶ χωλεύοντες καὶ ἀσθενοῦντες κατὰ τὸν ἔσω ἄνθρωπον ἐν τῷ λαλεῖν μόνον σπεύδουσι, μηδὲν τὸ συνόλον ὠφελοῦντες τὰς ἀσθενούσας αὐτῶν ψυχάς.

Ὡς γὰρ ὁ ἀπόστολος Πέτρος λόγῳ καὶ δυνάμει θεοῦ τὸν ἀπὸ γενετῆς χωλὸν διεγείρας καὶ ἐκθεραπεύσας ἅλλεσθαι ἐποίησεν, οὕτω καὶ νῦν ὁ αὐτὸς ζῶν λόγος οὐσιωδῶς καὶ ὑποστατικῶς ἐνεργῶν ἀνιστᾷ τὸν ἔσω ἄνθρωπον ἐκ τῆς χωλότητος εἰς τὸ ἐξάλλεσθαι εἰς τὸν ἀέρα τὸν θεϊκόν.

Ἡ σοφία τοῦ κόσμου, ἣν μανθάνουσιν οἱ ἄνθρωποι, ἀφανὴς τίς ἐστι καὶ ἀνυπόστατος, καὶ ὅμως ὥσπερ φύσις τις παραμένει προσοικειουμένη τῇ ψυχῇ· πόλλῳ μᾶλλον οἱ σοφισθέντες τῇ τοῦ θεοῦ σοφίᾳ καὶ ὁδηγούμενοι ὑπ᾽ αὐτῆς παράμονον ἔχουσι τὴν παιδείαν καὶ τὴν γνῶσιν εἰς αἰῶνα αἰῶνος.

Οἱ ἄνθρωποι τοὺς ἑαυτῶν φίλους ὁρῶντες ἐν τοῖς ἰδίοις οἴκοις τῆς ἀγάπης τὰ σύμβολα, τὴν ἐν τραπέζαις τιμὴν ἐπιδείκνυνται οἱ Χριστιανοὶ δὲ ἐπισκεπτόμενοι τοὺς ἑαυτῶν ἑταίρους εὐωχεῖν ὀφείλουσι τὴν ἐπουράνιον αὐτοῖς παρατιθέντες τράπεζαν καὶ ταύτην μυρίοις καὶ πολυτελέσι κοσμήσαντες ἐδέσμασι τοῖς λόγοις τοῦ πνεύματος, ἀφ᾽ ὧν εὐφραίνεται ἡ ψυχὴ καὶ μανθάνει, πῶς δύναται ἀπὸ τοῦ ἀγαθοῦ ἀμετάθετος εἶναι ὡς στύλος ἰσχυρὸς βαστάζων βάρη οἴκου.

Ὥσπερ δὲ πατὴρ ἔχων υἱὸν ἀγαπώμενον δώσει αὐτῷ μαργαρίτας ἢ ἐνδύματα λαμπρὰ καὶ διδοὺς ἀπειλητικοῖς χρήσεται λόγοις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας καὶ περιποιήσεως μήποτε καταφρονήσας ἀπολέσῃ. ἢ ὥσπερ οἱ παιδαγωγοὶ καὶ οἱ διδάσκαλοι ἐκπαιδεύοντες τοὺς ἑαυτῶν μαθητὰς τὸν ἱμάντα προβάλλονται καὶ φόβῳ τῆς μάστιγος σπουδαιότερον προσέχειν τοῖς μαθήμασι ἀναγκάζουσιν, οὕτως ὁ θεὸς τοὺς ἐκλεκτοὺς αὐτοῦ παιδεύει διαφόρως κατ᾽ οἰκονομίαν ἐπιφέρων αὐτοῖς τὰς θλίψεις καὶ προβάλλεται τὴν ἐναντίαν δύναμιν ἄντικρυς τῶν λαμβανόντων τὴν χάριν αὐτοῦ καὶ ἀναγεννωμένων ὑπὸ τοῦ πνεύματος αὐτοῦ. γυμναζόμενοι γὰρ ἐν τοῖς πειρασμοῖς κατορθοῦσι τὴν ὑπομονὴν καὶ ἀκριβῶς διακατέχουσιν ἐν ἀσφαλείᾳ τὰ παρὰ θεοῦ δοθέντα· ἡ γὰρ ἀνθρωπίνη φύσις καθαρεύουσα ἀπὸ τῆς ἁμαρτίας ἐπαίρεται. διὰ τοῦτο λέγει καὶ ὁ θεοφόρος Παῦλος τὸ πνεῦμα τὸ παράκλητον λαβὼν «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι» ἐν ταῖς ἀποκαλύψεσιν «ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ» λαμβάνει γὰρ κατὰ καιρούς τινας ἐξουσίαν ὁ πονηρὸς κατὰ τῶν ἐν θεῷ τελειουμένων τοῦ θεοῦ τοῦτο παραχωροῦντος κατ᾽ οἰκονομίαν πρὸς τὸ πλήσσειν καὶ κακοῦν διὰ τῶν ἔξωθεν τὸ σῶμα.

ἔσωθεν δὲ οὐκέτι ἔχει νομὴν οὐδὲ δύναται εἰσελθὼν ἀδικῆσαι τὴν ψυχήν, ἐπειδὴ ἐν τῇ θεότητι αὐλίζεται ὁ ἔσω ἄνθρωπος περιτειχισθεὶς ὑπὸ τῆς χάριτος· ὥστε εἰ μὴ παρῆν ἡ τοῦ σώματος ἀσθένεια καὶ ὁ σκόλοψ ὁ τοιοῦτος, οὐκ ἂν ἔλεγεν ἑαυτὸν φύσεως ἀνθρωπίνης εἶναι. ἵνα οὖν γνοὺς τὴν ἑαυτοῦ ἀσθένειαν παρακαλέσῃ τὸν θεόν, ταύτην οὕτως ἔχειν παρεχωρήθη· ἴσως γὰρ λογισάμενος, ὅτι θεός εἰμι τὸν κόσμον ὅλον ἂν ἔκρινε καὶ ἐξουδένωσεν.

Ὥσπερ δὲ λύκος ἢ λέων ἐπερχόμενος προβάτοις ἐν ἀσφαλείᾳ οὖσι καὶ ἐν σκέπῃ ἀσφαλεῖ καὶ ἀνεπιβουλεύτῳ κατακεκλεισμένοις καταγελᾶται, μὴ δυνάμενος ἐπιπηδῆσαι ἢ διαρρῆξαι, καὶ πάλιν τὰ πρόβατα ἔνδον ὄντα καὶ τῷ περικειμένῳ τείχει θαρροῦντα οὐ παντελῶς ἄφοβά εἰσιν, ἀλλὰ τρόπον τινὰ ἐπτυρμένα ὁρῶνται διὰ τὴν παρουσίαν τοῦ θηρίου, καίτοι εἰδότα ἀκριβῶς, ὅτι οὐ κυριεύσει αὐτῶν οὐδὲ εἰσελεύσεται εἰς τὴν αὐλὴν ὁ λύκος. ἢ ὥσπερ πόλις τειχήρης ἀκαταγώνιστος, ἔχουσα ἔνδον ἀποκειμένην τῶν ἀναγκαίων τὴν αὐτάρκειαν καὶ πολιορκουμένη, ἔνδον ἀποκεκλεισμένη ἐν πολλῇ πεποιθήσει καὶ ἀμεριμνίᾳ ἐστί, καὶ ὅμως οἱ στρατιῶται φόβον ἔχουσι—καίτοι θαρροῦντες τῷ τείχει καὶ τοῖς ἀποκειμέναις τροφαῖς—, διὰ τοῦτο καθωπλισμένοι ἀπὸ τῶν τειχῶν κατασκοπεύουσι τοὺς πολεμίους, μήποτε ἐπελθόντες μηχαναῖς τισι κατὰ τῆς πόλεως χρήσωνται. οὕτως ἦν τὰ κατὰ τοὺς ἀποστόλους. πόλεις γὰρ καὶ αὐτοὶ ὑπὸ τοῦ θεοῦ προσηγορεύθησαν, τετειχισμένοι πανταχόθεν τείχει ἀσφαλεῖ, τῷ ἁγίῳ πνεύματι τοῦ θεοῦ, καὶ ἔνδον γέμοντες παντὸς εἴδους ἀγαθοῦ, ἐνδυμάτων καὶ θησαυρῶν ἀεννάων, καὶ ὅμως ἐν τούτοις ὄντες εἶχον ἔνδον τὸν φόβον, οὐχ ὅπως μὴ πέσωσι τῆς ὁδοῦ τῆς ζωῆς, ἀλλ᾽ ἵνα μή τινες βάσκανοι ἢ μισόκαλοι διὰ τὸν ἐν χερσὶ πλοῦτον ἐπελθόντες θλίψωσιν αὐτούς. ἐν ἀγαλλιάσει οὖν εἶχον τὸν φόβον συντηροῦντες τὰ δοθέντα αὐτοῖς ἀπὸ τοῦ θεοῦ.

ἐπεὶ καὶ ὁ ψαλμωδὸς λέγει· «δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ». ὁ δὲ ἀπόστολος· «ἔξωθεν φόβοι, ἔσωθεν μάχαι». αἱ δὲ μάχαι δύο ἔχουσι τρόπους ἢ δι᾽ ἀνθρώπων ἐπολεμοῦντο ὑβριζόμενοι, διωκόμενοι, ἢ δυνάμεις τινὲς κατὰ καιροὺς τοῦ πονηροῦ παρεχωροῦντο προσελθεῖν ἔξωθεν τῷ σώματι αὐτῶν τρόπῳ τινὶ τῆς αὐτῆς ὑποθέσεως.

Ἐρώτησις. Δύναται ἁμαρτία οἰκεῖν εἰς τὸν ἄνθρωπον καὶ πνεῦμα ἅγιον καὶ συμφωνεῖν μετ᾽ ἀλλήλων; Ἀπόκρισις. Ἐν ἑνὶ αἰῶνι καὶ κόσμῳ δύο εἰσὶ φύσεις τὸ ἴδιον ἔργον ἐργαζόμεναι καὶ οὐ συμφωνοῦσιν ἀλλήλαις εἰς τὴν ἐνέργειαν. οἷον ἔστιν ἥλιος λάμπων εἰς τὴν ὑπ᾽ οὐρανὸν καὶ ἔστιν ἄνεμος πνέων καὶ οὔτε ὁ ἥλιος μεταλαμβάνει τι ἐκ τῆς αὔρας καὶ τῆς ψυχρίας τοῦ ἀνέμου—φύσεως γάρ ἐστι θερμῆς—, οὔτε πάλιν ὁ ἄνεμος ἐκ τῆς θέρμης τοῦ ἡλίου μεταλαμβάνει, ἀλλὰ ἑκάτερον αὐτῶν μένει ἐν τῇ ἰδίᾳ ὑποστάσει. οὕτως εἰσι καὶ αἱ ψυχαὶ αἱ γευσάμεναι τῆς χάριτος τοῦ θεοῦ, μηδέπω δὲ φθάσασαι εἰς τέλειον μέτρον. νῦν γὰρ ἐνεργεῖ ἐν αὐταῖς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀναπαύει, ἐν ἄλλῃ δὲ ὥρᾳ ἐνεργοῦσιν οἱ ἄνεμοι τῆς πονηρίας, καὶ ἀμφότερα ἐν τῇ ἰδίᾳ ἐργασίᾳ μένει, καὶ οὔτε 〈τὸ〉 ἀκάθαρτον πνεῦμα μετέχει ἐκ τῆς καθαρότητος τοῦ ἁγιασμοῦ οὔτε τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῆς ῥυπαρίας τοῦ σκότους μεταλαμβάνει.

καὶ καθάπερ ἐν τῷ τοῦ ἔαρος καιρῷ πολλαὶ μεταβολαὶ καὶ ἀλλαγαὶ γίνονται τοῦ ἀέρος, ποτὲ γὰρ σκέπεται ὁ οὐρανὸς ὑπὸ νεφῶν ὅλος καὶ ἔσω ὢν καὶ καλυπτόμενος ὁ ἥλιος οὐκ ἀλλοιοῦται οὔτε ἀδικεῖταί τι ἐκ τῆς ἐπικειμένης ἀχλύος οὔτε μὴν ὁ οὐρανὸς ἀπόλλει τὴν οἰκείαν εὐπρέπειαν, ἀλλ᾽ ἐν τῷ καιρῷ τῆς διαλύσεως τῶν νεφῶν ὁρᾶται ὁ οὐρανὸς τὴν ἰδίαν λαμπρότητα ἀποσῴζων καὶ ὁ ἥλιος ἐν τῇ ἰδίᾳ μένων φύσει καὶ ἀκωλύτως ἐκπέμπων τὰς λαμπρὰς ἀκτῖνας· οὕτω καὶ οἱ ἔτι νηπιάζοντες. οἱ δὲ τέλειοι τὴν τοῦ θερινοῦ καιροῦ ἀποσῴζουσιν εἰκόνα, οὐκέτι εἰσὶ νέφη καὶ ὁμίχλαι, ἀλλὰ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καθαρεύονται, οὕτω καὶ αὐτοὶ καθαρεύουσι τὸν νοῦν καὶ τὸν ὅλον ἄνθρωπον καί εἰσι πάντοτε ἐν φωτὶ τετελειωμένοι, μηδέν τι ῥύπου μετέχοντες ἐν τῇ ψυχῇ.

Ὥσπερ γὰρ ὁδοιπόρος μακρὰν ὅδον τρέχων καὶ πολλὰς βλέπων βοτάνας καὶ ὄρη καὶ ποταμοὺς καὶ ζῷα καὶ πετεινὰ ὑπ᾽ οὐδενὸς κατέχεται πρὸς τὸ καταγώγιον τρέχων, ἢ ὥσπερ ὁ εἰς πόλιν τινὰ εἰσιὼν καὶ πρὸς τὸ ἴδιον ἐπειγόμενος ἔργον πρὸς οὐδὲν τῶν ἐν τῇ πόλει προκειμένων τρέχει οὐδὲ μετεωρίζεται διὰ τὴν τῆς προθέσεως ἀνάγκην, οὕτως οἱ τέλειοι παντελῶς ἀμέριμνοι ὄντες οὐ κρατοῦνται ἢ ἐμποδίζονται ὑπὸ τῆς κακίας, ἀλλ᾽ ἔστιν ὁ νοῦς αὐτῶν εἰς λιμένα ἀναπαύσεως καὶ εἰς αἰῶνα πάσης ἀπηλλαγμένον κακίας· ἐκεῖ ἔχουσι τὸν σκοπὸν πάντοτε καὶ τὴν πρόθεσιν, καίτοι τῆς κακίας ἔξωθεν μὴ ἡσυχαζούσης μηδὲ ἀνιεμένης, ἀλλὰ μετὰ πλήθους δαιμόνων κατὰ καιρούς τινας εἰς πολλὰς ὁράσεις μεταμορφουμένης καὶ παρισταμένης, καὶ ἐν τούτῳ δὲ τῷ μέρει πολεμοῦντες εὐεργετοῦσι τὴν ψυχήν. ἀποκαλύπτεται γὰρ ἡ τούτων φύσις εἰς τὸν σοφισθέντα νοῦν γνῶναι αὐτῶν τὰς μεθοδείας· πολυποίκιλοι γάρ εἰσιν. ὡς δὲ τὰ κύματα τῆς θαλάσσης καὶ τὰ ἐν ὄρεσι δένδρα καὶ αἱ τῶν ποταμῶν συνεχεῖς καὶ ἀδιάστατοι ἐπιχύσεις πάντα ὑπερβαίνουσιν ἀριθμόν, οὕτω καὶ τὰ πνεύματα τῆς πονηρίας πάντοτε κινούμενα πολυτρόπως καθ᾽ ἑκάστην ὥραν πολεμεῖ, ἔτι μὴν καὶ ἡ χάρις πλουσίως καὶ διαφόρως ἐνεργεῖ ἐν τοῖς ἀνθρώποις.

Ὥσπερ γάρ τις νέος τὴν ἡλικίαν καὶ ἁδρὸς ταῖς οὐσίαις καὶ κύριος πολλῶν κτημάτων καὶ πλούσιος ταῖς αὐτοῦ ἀποθήκαις ἐναβρυνόμενος τῇ εὐδαιμονίᾳ ὑπερφυσᾶται, ἐπαιρόμενος τοῖς τῶν κολάκων ἐπαίνοις, οὕτω καὶ ἡ φύσις ἡ ἀνθρωπίνη ὅταν εἰς ἀνάπαυσιν καὶ πλοῦτον ἐπουράνιον ἔλθῃ, ἄρχεται τυφοῦσθαι καὶ ἐπαίρεσθαι. διὰ τοῦτο ἐνδίδωσι καὶ ὑποστέλλεται αὐτὴ ἡ χάρις, ὅπως παραδοθεῖσα ἡ ψυχὴ τοῖς πνεύμασι τῆς πονηρίας ταπεινωθῇ καὶ ἐπιγνῶ τὴν ἑαυτῆς ἀσθένειαν πλὴν ἐν ᾧ καιρῷ παραδίδοται ὁ ἄνθρωπος ὁ κύριος κρυπτῶς παρὼν παρακρατεῖ τὴν ψυχὴν καὶ φυλάσσει ἐπεὶ οὐκ ἂν ἠδυνήθη ὑποστῆναι ὁ ἄνθρωπος τὰς μεθοδείας καὶ θλίψεις τοῦ διαβόλου. οἱ γὰρ πρόσφατον ὑπὸ θεοῦ ἀναγεννώμενοι ἔτι νηπιάζουσι καὶ ἐν νηπιότητι εἰσὶ καὶ ὥσπερ τὰ ἄρτι γεννηθέντα βρέφη πᾶσι τοῖς μέλεσιν ἀπαρτισμένα προέρχεται καὶ διὰ τὴν ἁπαλότητα καὶ σμικρότητα ἐνεργεῖν τί ἢ πράττειν οὐ δύνανται—διὸ καὶ πολλῆς ἀνατροφῆς καὶ ἐπιμελείας δέονται πρὸς τὸ εἰς τελείαν αὔξησιν ἐλθεῖν—, οὕτως οἱ τεχθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ ὑπ᾽ αὐτοῦ παιδαγωγούμενοι καὶ ἀνατρεφόμενοι αὔξουσι τὴν αὔξησιν τοῦ κυρίου.

Ἐρώτησις. Ἆρά γε ἀνιστάμενα τὰ σώματα τὰ ἐκ τοῦ Ἀδὰμ 〈γυμνὰ〉 ἵστανται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐνδύματα καὶ 〈τρέφονται〉 τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐνδύμασι τὸ σῶμα καὶ βρώμασι τρέφεται—ἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας καὶ γυναῖκας περιβεβλῆσθαι τὴν ἀσχημοσύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν—; εἰ ἔτι οὖν ἀναστάντα ἀπὸ τῆς γῆς τῆς διαλύσεως καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελθόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ;

Ἀπόκρισις. Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται· οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ. πόθεν οὖν ἔτι τροφὴ τοῖς ἀνθρώποις χορηγηθήσεται 〈καὶ τὰ περιβόλαια κατασκευασθήσεται〉 λυομένων τῶν ὁρωμένων κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι παρὰ τὸ ὁρώμενον τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι. εἰ δὲ τὸ μάννα ὃ ἐδόθη τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶν—γέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»—, πό〈σ〉ῳ μᾶλλον ἐν τῷ μέλλοντι αἰῶνι τροφὴν δίδωσιν ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν· ὅσοι γοῦν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις» αὐτῶν καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, αὐτοὶ ἀναμφιβόλως ἀπολαύ〈σ〉ουσι καὶ τῆς τοῦ σώματος δόξης. τὸ γὰρ νῦν κρυπτόμενον καὶ ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος ἐν τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προκύψαν καὶ ἐπιχυθὲν καλύψει 〈καὶ δοξάσει〉 τὸ ἔξω σῶμα τῷ αἰωνίῳ φωτί.

ἀνάγκη οὖν τὸν νοῦν τίμιον ὄντα ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα συνδοξασθῆναι καὶ τὸ σῶμα. ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ καταποθῆναι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσδοκωμένῳ καιρῷ καὶ τὸ σῶμα περιβαλεῖ καὶ «σύμμορφον 〈τῷ σώματι〉 τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν ἀγγέλων.

Ἐν τοῖς ὁρωμένοις πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ ἡμέρα. καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά· ἐν αὐτῇ γὰρ οἱ κακοῦργοι τὴν ἀνομίαν ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι, φονεύουσι καὶ μοιχεύουσι ἀδεῶς ὑπὸ μηδενὸς ἐλεγχόμενοι. τὰ δὲ τῆς ἡμέρας ἔργα φωτεινά, ἔργα δικαιοσύνης καὶ θεοσεβείας, πάντα γὰρ τὰ ἐν φωτὶ γινόμενα «φῶς ἐστιν», ἐν τῷ θεῷ εἰργασμένα. οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς ἐν νυκτὶ νῦν μὲν λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται». οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ κρύπτειν τὰ πονηρὰ αὐτῶν ἔργα, ἀλλ᾽ οὐ δύνανται λαθεῖν τὸν θεόν· «πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος». τὸ γὰρ σκότος τὸ νῦν καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὸ σῶμα συγκαλύψει καὶ συσκιάσει· κατακαλύπτεται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα τῶν δικαίων ἐκλάμψει ὡς ὁ ἥλιος, οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται.

ὥσπερ δὲ τὰ κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως καιρὸν ἔνδον κυοφορήσαντα τοὺς καρπούς, οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς τὴν γῆν θαπτόμενον πρῶτον ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ οὕτως αὐξάνον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφόμενον καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς στάχυν πληρόκοκκον ἀποδιδόμενον, καὶ ὃν τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ οὕτως εἰς φανέρωσιν προφέρει τοὺς συλληφθέντας καρποὺς καὶ τὸν οἶνον ἐν καιρῷ ἀποδίδωσιν—τὸν αὐτὸν τρόπον οἱ Χριστιανοὶ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ καὶ ῥίζας γλυκυτάτας εἰς τὴν γῆν τῆς ἐπαγγελίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλήψεται τὸ σῶμα· καὶ αὐτὸ εὐφραῖνον καὶ χαροποιοῦν. οὕτω δὲ πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται.

ὥσπερ δὲ σώφρων παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν· τὸ γὰρ ἔμβρυον εἰς τελείαν σύμπηξιν ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ παμφάγον πῦρ, ἀλλ᾽ αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν ὁμοῦ καταδικάζονται.

Τοῦτο ἐστὶ τὸ ζητούμενον· ἀπὸ τοῦ νῦν οὖν σπουδάσωμεν εἰς τὸν ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι᾽ αὐτοῦ ἐν ἐκρίνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν, ἀποκαθιστᾷ γὰρ {ὁ κύριος} τοὺς τοιούτους εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον, κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν τὴν κληρονομίαν τῆς ἐπαγγελίας. καὶ οἱ τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες ἐνώπιον τῆς θεότητος· οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν 〈τίμιοι〉 καὶ ἀετοὶ καὶ περιστεραί. ὁ δὲ ἀρχιτέκτων Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ταῦτα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν, ἃ καὶ καθελὼν τίθησι τὸν θεμέλιον ἐν ταῖς καρδίαις ἡμῶν καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς λίθους (λέγω δὴ τοὺς τῆς φύσεως διαλογισμούς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ τῶν ἁγίων ἀποστόλων.

ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή· ἀνάγει οὖν αὐτὸς πρῶτος τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ ἀγγέλων καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἔσωθεν κάτεισι πρὸς τοὺς ἐπιγείους καὶ σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος τόπον καταμείνει.

Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτω διὰ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὁρῶμεν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς δικαιοσύνης. καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται φέρειν τῶν ἀέρων τὴν τραχύτητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος καιρῷ ἐπανέρχονται, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινομένης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι 〈καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι〉 νοσσοποιοῦσι καὶ ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως φωναῖς—οὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ, παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας ἐπεισελθούσης τῷ τοιῷδε οἴκῳ. ἐν τῷ καιρῷ τοίνυν τοῦ θέρους, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς· ἄμπελοί τε καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι δασύνονται κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς ἄνθεσιν.

ἔτι μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε εἶναι λοιπὸν καινὰ σώματα ἀρνῶν καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μεταβέβληται καρποφοροῦντα καὶ κινούμενα καὶ τρεφόμενα. ἥ τε γὰρ ὑπὸ τοῦ κρύους πεπηγμένη γῆ διαλυθ〈εῖσα〉 καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ καὶ εὐκραεῖ καιρῷ καὶ ἀφθόνως τρεφόμενα χαίρει.

Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν νοερῶν καὶ πνευματικῶν πραγμάτων. ἀπὸ γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδουλωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ· πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ ξένοι τῆς φύσεως σου καὶ ἕκαστος διαλογισμὸς ἐκ τοῦ σατανᾶ ἐστιν. ἐν δὲ τῷ καιρῷ τῆς ἐπισκέψεως τοῦ πνεύματος τοῦ ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή. ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρίβολοι καὶ οἱ φραγμοὶ καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος. ἄρχεται δὲ αὐτὴ ἡ καρδία κινεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ πολλῇ γαλήνῃ καὶ πολλῇ εἰρήνῃ, καὶ μακάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Ἐρώτησις. Τί ἐστι τὸ «κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ; Ἀπόκρισις. Ὥσπερ ὁ θεὸς ἀκατάληπτός ἐστι καὶ ἀπερίγραπτος, οὕτω καὶ ὁ νοῦς πανταχοῦ φέρεται καὶ ἔνθα οὐκ ἐγένετο παραγίνεται, καὶ εἰ βουληθείη ἄπεισιν εἰς τὰ ἐξώτερα καὶ εἰς τὰ κατώτερα καὶ ἀνώτερα τῆς γῆς μέρη, ὅσῳ δέ τις προκόπτει εἰς τὴν ἐπίγνωσιν τοῦ πνεύματος, τοσούτῳ μεῖζον γνωρίζει τὴν ἰδίαν ὑπόστασιν. ὃν τρόπον δὲ ἀνδριαντοπλάσται καὶ πάντες οἱ χαλκουργοὶ πρῶτον κηροπλαστήσαντες ἐκτύπωμα, οὗ βούλονται κατασκευάσαι ζωδίου, καθ᾽ ὁμοίωσιν τοῦτο διὰ χαλκοῦ μετὰ τοῦτο ποιοῦσιν ἐγχέοντες τὸν τετηγμένον χαλκόν, οὕτως ὁ θεὸς λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἐποίησε τὴν εἰκόνα τοῦ ἔξω ἀνθρώπου καὶ κατὰ τὴν ὁμοιότητα τούτου ἐποίησε τὸν ἔσω ἄνθρωπον, ὃς καλεῖται ψυχὴ καὶ νοῦς, σκεῦος τίμιον, μόνῳ θεῷ καὶ τοῖς τελείοις καὶ πνευματοφόροις γνωριζόμενον καὶ νοούμενον. τιμιώτερον δέ ἐστι πάντων τῶν κτισμάτων ἡ ψυχὴ τοῦ ἀνθρώπου. ὁ δὲ ἔξω ἄνθρωπος γεννᾶται ὡς καὶ τὰ λοιπὰ ζῷα, ἐσθίει ἐκ τῆς γῆς, γηρᾷ, ἀποθνῄσκει. ὁ δὲ ἔσω ἄνθρωπος (τουτέστιν ἡ ψυχή) «κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν» τοῦ θεοῦ γεγένηται καὶ τούτῳ συγκρίνεται, ἔστι γὰρ νύμφη βασιλέως καὶ ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφραίνεται ἐπὶ ψυχῇ κύριος. κέκληται δὲ εἰς υἱοθεσίαν. «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσι» καὶ ἀδελφοὶ καὶ φίλοι τοῦ νυμφίου.

καὶ ὥσπερ ἀνελθὼν εἰς τὸ ὄρος ὁ κύριος «μετεμορφώθη» εἰς τὴν θεϊκὴν αὐτοῦ δόξαν, οὕτως αἱ ψυχαὶ ἀπὸ τοῦ νῦν φωτίζονται καὶ συνδοξάζονται, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ καὶ τὰ σώματα συνδοξαζόμενα ἐξαστράπτει. λέγει γὰρ ἡ γραφή· «τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν». ἄρα οὖν ἀπεντεῦθεν ἔχουσι τὴν υἱοθεσίαν καὶ τὴν ἀκατάλυτον χαράν, ἣν χαίρουσιν οἱ Χριστιανοί· οὐ γὰρ διαδέχεται αὐτοὺς λύπη πάλιν. καὶ τὴν μὲν τοῦ κόσμου χαρὰν καταλαβοῦσα θλῖψις καταλύει, ἡ δὲ χάρις τοῦ κυρίου συμβασιλεύειν ποιεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας. καὶ ἡ μὲν βασιλεία τοῦ κόσμου τούτου καὶ τὸ κράτος τῆς γῆς ταπεινὸν καὶ ἐξουδενωμένον, ἡ δὲ τοῦ κυρίου ἀδιάλειπτος. ἀποδέδεικται οὖν ὅτι ἔχει ἡ ψυχὴ εἰκόνα ἰδίαν, τὰ μέλη τοῦ ἔξω ἀνθρώπου· ἡμεῖς δὲ δόξαν ἀναπέμψωμεν τῇ μακαρίᾳ καὶ ἀθανάτῳ τριάδι πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.