Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΙΘ'-ΚΓ': Η υπομονή των θλίψεων, η Κυριακή Προσευχή και η επουράνια τροφή

Η σημασία της πίστεως ως θεμελίου των αρετών, ο ρόλος των πειρασμών στην πνευματική προκοπή και η ερμηνεία της παραβολής του ασώτου υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 9 από 18

ΛΟΓΟΣ ΙΘʹ. Ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ κατ᾽ ἀλήθειαν τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύων καὶ ὁ εὐπειθὴς δοῦλος τοῦ κυρίου εἰς ἕκαστον ἀγαθὸν καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀεὶ προκοπὴν λαμβάνει καὶ κρείττων ἑαυτοῦ γίνεται ὁσημέραι βελτιούμενος καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα θεμέλιον κτᾶται, οἷον εἰς ταπεινοφροσύνην καὶ πραότητα εἰς χρηστότητα εἰς ὑπομονὴν εἰς μακροθυμίαν εἰς ἀγάπην εἰς πίστιν εἰς ἐλπίδα εἰς σωφροσύνην εἰς ἀνδρείαν εἰς ἀγαθότητα. ἕκαστον γὰρ αὐτῶν πολλὴν βαθύτητα καὶ πλατύτητα καὶ λεπτότητος ἐργασίαν ἔχει. ὥσπερ ἐὰν ᾖ ἐν παραδείσῳ δένδρα πολλὰ καρποφόρα τε καὶ διάφορα καὶ ἕκαστον δένδρον ἔχῃ κλάδους καὶ πάλιν οἱ κλάδοι κλῶνας μικροὺς κάρφη τε λεπτότερα καὶ πλῆθος πολὺ φύλλων, οὕτως ἐν ἑκάστῃ τῶν ἀρετῶν πολλή τις λεπτότης ἔγκειται ἐργασίας καὶ πολλὴ βαθύτης καὶ ἕκαστον ὥσπερ ἀποτέλεσμά τι τέλειον τυγχάνει. πάντων δὲ τούτων κρηπὶς καὶ ἑδραίωμα καὶ τὸ ἀκρότατον, εἰς ὃ ὀφείλει ἡδραιῶσθαι καὶ τεθεμελιῶσθαι ἕκαστος ὁ προσερχόμενος θεῷ, ἔστιν ἡ εἰς θεὸν πεποίθησις καὶ ἡ τῆς πίστεως ἑδραιότης, ὅπερ πρὸ πάντων ἕκαστος ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ κτήσασθαι ὀφείλει καὶ ἑδραιωθῆναι τῇ πεποιθήσει τοῦ θεοῦ. οἱ γὰρ μὴ κτώμενοι τὴν εἰς θεὸν πεποίθησιν πρότερον ἐοίκασι τοῖς οἰκοδομοῦσιν οἶκον ἄνευ θεμελίου.

καὶ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀθλήσαντες καὶ γενναιότητα ἐνδειξάμενοι μεγαλοψύχως ἐν πολλοῖς πολέμοις καὶ μεγάλοις τῇ πρὸς θεὸν πίστει καὶ πεποιθήσει τοὺς ἑαυτῶν ἐχθροὺς ὑπέτασσον ἐν τῷ σωματικῷ πολέμῳ, οὓς ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς ἐν τῷ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» ἀοράτῳ πολέμῳ, ὅτι οὕτω πρόθυμοι καὶ ἀνδρεῖοι καὶ γενναῖοι καὶ μεγαλόψυχοι εἶναι ὀφείλομεν οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί· φησὶ γὰρ ὁ ἀπόστολος· «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». ἐν ταῖς θλίψεσι τοίνυν ταῖς διαφόροις καὶ τοῖς ποικίλοις πειρασμοῖς, τοῖς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἡμῖν ἐπεγειρομένοις, ὑπομονητικοὶ τυγχάνειν ὀφείλομεν καὶ ἀνδρίζεσθαι καὶ μακροθυμεῖν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθληταὶ καὶ πολεμισταί, ὅπως καὶ ἐν ταῖς παρακλήσεσι καὶ δωρεαῖς τῆς χάριτος εὐχάριστοι εἶναι δυνηθῶμεν.

ὥσπερ γὰρ ὁ φαινόμενος τῶν ἀνθρώπων κόσμος χάριτι καὶ δικαιοσύνῃ ὑπὸ τοῦ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καὶ εὐφορίᾳ καρπῶν καὶ ὑγείᾳ καὶ εὐκρασίᾳ καιρῶν καὶ πάσῃ ἀγαθῶν δόσει, δικαιοσύνῃ δὲ καὶ παιδείᾳ ἔν τε λιμοῖς καὶ λοιμοῖς καὶ θλίψεσι καὶ ἀνάγκαις, καταστροφαῖς, χαλάζαις, συμπτώσεσι καὶ ὅσα ὑπὸ θεοῦ πρὸς παιδείαν τέτακται διὰ δικαιοσύνην καὶ ὠφέλειαν τῶν ἀνθρώπων—οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται καὶ τῇ τῆς χάριτος παρακλήσει ἐνευφραίνεται, ποτὲ δὲ παραδίδοται παιδείᾳ καὶ πειρασμοῖς διαφόροις καὶ θλίψεσι παντοδαπαῖς τοῦ ἐγκοσμίου πνεύματος, ἵνα γυμνασθεῖσα διὰ πάντων καὶ δόκιμος εὑρεθεῖσα καὶ ἐν πᾶσι πειρασμοῖς γενναίως ὑπομένουσα καὶ τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐν μηδενὶ παρεκπεμπομένη καὶ οὕτως εὐδοκιμήσασα ἐν Χριστῷ ἀξία θεοῦ καταστῇ χάριτι καὶ δικαιοσύνῃ τὴν αἰώνιον ζωὴν κληρονομοῦσα.

Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος γίνεται, ἀλλὰ τῷ δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες. «ἔφαγε, γάρ φησιν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε. εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως 〈ἐν〉 τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς δικαιοσύνης ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ᾽ ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο εἶναι. ὥς φησιν ὁ ἀπόστολος· ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι».

ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς συμφέρον ἦσαν ἔτι, ὥς φησιν ὁ αὐτός, «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ὥστε αἱ θλίψεις εἰς συμφέρον καὶ εἰς τὸ δοκιμωτέραν τὴν ψυχὴν ἀπεργάσασθαι τυγχάνουσιν.

Μόνον ἵνα αὐτὸς ὁ ἄνθρωπος πάντα τὰ ἀπαντῶντα καὶ μάλιστα τὰς θλίψεις προθύμως καὶ γενναίως φέρῃ, μηδὲν ἑαυτῷ συγγινώσκων ῥαθυμίας ἢ ἀμελείας ἢ χαυνώσεως ἢ μετεωρισμοῦ τινος ἢ ἄλλων τινῶν ἑκουσίων ἁμαρτημάτων, ἀλλ᾽ ὅλος ἐξ ὅλου δουλεύων εὐαρέστως καὶ ἀναθεὶς ἑαυτὸν τῷ κυρίῳ, τὰ συμβαίνοντα θλιβερὰ πάντα γενναίως καὶ προθύμως ὑπομένων φερέτω, εἰς τὴν χάριν καὶ φιλανθρωπίαν τοῦ θεοῦ ἀποσκοπῶν πάντοτε κἀκεῖθεν βοήθειαν ἐκδεχόμενος, ἵν᾽ οὕτως ἄξιος τοῦ θεοῦ κατὰ πάντα γενόμενος καταστῇ. οἶδε γὰρ ὁ θεὸς πόσον ὀφείλει τις ἐν δοκιμασίᾳ καὶ παιδείᾳ καὶ πειρασμοῖς ἐλθεῖν πρὸς τὸ δοκιμώτερον αὐτὸν γενέσθαι, μόνον εἰ ὁ ἄνθρωπος τῆς ὑπομονῆς ἐγκρατὴς γένηται.

εἰ γὰρ ὀλίγης συνέσεως καὶ βραχέος λογισμοῦ ἄνθρωποι μετέχοντες δοκιμάζουσι καὶ διακρίνουσιν, ὅσον βάρος καὶ γόμον ἕκαστον ζῷον βαστάσαι δύναται, οἷον ἡμίονος ἢ ὄνος ἢ κάμηλος, καὶ εἰ ὁ κεραμεὺς πλάσας τὰ σκεύη οἶδεν ὅτι ἐὰν μὴ ἐν πυρὶ βληθῇ, χρήσιμα αὐτῷ οὐ γίνεται, καὶ ἐπίσταται ὅσον ἐν τῷ πυρὶ χρῆ αὐτὰ ἐαθῆναι, ἵνα ἐπιτήδεια γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτά, ἵνα μὴ καταφθαρῇ, οὔτε ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα γένηται, —πόσῳ μᾶλλον ὁ θεός, ὁ ὢν ἄρρητος καὶ ἄφατος, ἡ ἀληθινὴ γνῶσις καὶ ἄπειρος σύνεσις καὶ ἀκατάληπτος σοφία, οἶδε πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι. καὶ μετὰ τὰς θλίψεις τοῦ πληρώματος τῆς χάριτος τυχεῖν ἀξιοῦνται καὶ ὁλοτελῶς τὴν καθαρότητα καὶ τὸν ἁγιασμὸν διὰ τῆς κοινωνίας τοῦ πνεύματος κτῶνται καὶ τῶν παθῶν τὴν λύτρωσιν παντελῶς δέχονται, ὑποτεταγμένων αὐτοῖς λοιπὸν τῶν πονηρῶν πνευμάτων, καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τοῦ πνεύματος ἀπεργασθέντες τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν καταξιοῦνται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ Κʹ. Ἐοίκασιν αἱ τῶν Χριστιανῶν ψυχαὶ ὑπὸ τοῦ πονηροῦ εἰς θλίψεις πολλὰς ἐρχόμεναι ἐν τῷ κόσμῳ τούτῳ εἴδει καννάβεως. ὥσπερ γὰρ τὸ τῆς καννάβεως εἶδος ἐφ᾽ ὅσον τύπτεται καὶ βασανίζεται τοσοῦτον λεπτότερον καὶ χρησιμώτερον καὶ καθαρώτερον ἀπαρτίζεται, εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ λεπτότατα νήματα, καὶ ἐφ᾽ ὅσον πλέον βασανίζεται καὶ καταξαίνεται πλέον χρησιμώτερον καθίσταται, οὕτω καὶ αἱ φιλόθεοι καὶ φιλαλήθεις τῶν Χριστιανῶν ψυχαί, ἐφ᾽ ὅσον εἰς πολλὰς θλίψεις καὶ δοκιμασίας καὶ πειρασμοὺς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων εἰσέρχονται, αὐταὶ δὲ ὑπομένουσι καὶ μακροθυμοῦσι, καθαρώτεραι καὶ χρησιμώτεραι καὶ δοκιμώτεραι εἰς τὸ πνευματικὸν τῆς λεπτότητος τῆς χάριτος ἔργον κατασκευάζονται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χῶρον οἰκεῖν καταξιοῦνται.

δοκιμαζομένη γὰρ ἡ ψυχὴ ἐν τοῖς πολλοῖς πειρασμοῖς καὶ ταῖς διαφόροις θλίψεσι καὶ ὑπὸ τῆς χάριτος βοηθουμένη, ὑπομένουσα μακροθύμως ἐπ᾽ ἐλπίδι τοῦ κυρίου πᾶν τὸ τῆς κακίας εἶδος ἐξ αὐτῆς κατ᾽ ὀλίγον μειοῖ καὶ τὸ βαρὺ τῆς συνοικούσης ἁμαρτίας φορτίον ἀποτίθεται τοιούτῳ τινὶ τρόπῳ· ὥσπερ ἐάν τις ὁδεύῃ ὁδὸν μακρὰν ἀπερχόμενος εἰς πόλιν τινά, βαστάζῃ δὲ μαρσίπιον μεστὸν ἄμμου, τὸ δὲ τοιοῦτον ἔχῃ κάτωθεν ὀπὴν λεπτοτάτην, καὶ ὅσῳ βαδίζει καθ᾽ ὅλης τῆς ὁδοῦ ἀπορρέῃ καὶ αὐτὸς κουφίζεται, καὶ τέλος καταντήσαντος ἐν τῇ πόλει ἡ βαρυτάτη ἄμμος ἐκενώθη καὶ αὐτὸς ἠλαφρύνθη καὶ ἀνεπαύθη τελείως ἀπὸ τοῦ βάρους τῆς ἄμμου—οὕτω καὶ τῆς κατ᾽ ἀλήθειαν ἀγωνιζομένης ψυχῆς διοδευούσης τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ εἰς τὴν πόλιν τῆς βασιλείας ἐπειγομένης, βασταζούσης δὲ μεθ᾽ ἑαυτῆς τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας τῶν παθῶν, ἐφ᾽ ὅσον διοδεύει τὴν ὁδὸν τῶν ἀρετῶν καὶ τῷ κυρίῳ προσκολλᾶται, τοσοῦτον ἡ ἁμαρτία καὶ τὰ πάθη μειοῦνται καὶ αὐτὴ ἡ αἴσθησις ἐλαφρότητος καὶ πραϋπαθείας ἐν ἑαυτῇ αἰσθάνεται. ἐὰν δὲ τελείως προσκολληθῇ καὶ ὁλοκλήρως καὶ τὴν ὁδὸν τῆς δικαιοσύνης ἀμώμως καὶ καλῶς διοδεύσῃ, εἰς αὐτὴν τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσελθεῖν καταξιοῦται παντελῶς τοῦ βαρυτάτου φορτίου τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθεῖσα.

πρότερον δὲ διὰ πολλῶν πειρασμῶν καὶ θλίψεων διελθεῖν δεῖ, καὶ οὕτω εἰς τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσέρχεται, τουτέστι τῆς ἀπαθείας τυχεῖν καταξιοῦται.

Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος τῷ πυρὶ μὴ βληθὲν ἀποίητόν ἐστι τοῖς ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὡς πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπιτελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστοι καὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἀκμὴν νήπιαι καὶ ἀγύμναστοι τυγχάνουσι καὶ (ὥσπερ εἰπεῖν) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ, ὥς φησιν ὁ μακάριος Παῦλος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἰδού, πόσον αἱ θλίψεις καὶ οἱ δοκιμασμοὶ καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, χρήσιμον καὶ δόκιμον τὴν ψυχὴν ἀπεργαζόμεναι. μόνον ἵνα τις προθύμως καὶ γενναίως καὶ ἀνδρείως ἑαυτὸν ἑτοιμάζῃ, φέρων ἐν ὑπομονῇ τὰ ἐπερχόμενα, καὶ ἵνα κρατήσῃ τῆς ἐλπίδος καὶ τῆς πεποιθήσεως, ἔχων τὴν προσδοκίαν τῆς λυτρώσεως πάντοτε καὶ θαρσῶν τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ, ὅτι οὐκ ἀφίησιν εἰς τέλος ψυχὴν ζητοῦσαν αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, «ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».

Ἔτι δὲ καὶ τοῦτο ἐν ἑαυτῷ κρίνει, ὅτι καὶ ἐὰν ἀποκτενεῖ με καὶ μυρία ἕτερα χείρονα παθῶ παραχωρηθεὶς ὑπὸ τοῦ κυρίου μου παθεῖν καὶ θλιβῆναι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἐγὼ αὐτὸν οὐκ ἀφίημι. πιστὸς γάρ ἐστιν, ὃς ἐξελεῖταί με ἐκ πάσης θλίψεως «καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν» ἀναγάγῃ με, καὶ οὕτως ἑαυτὸν ὅλον ἐξ ὅλου τῷ κυρίῳ ἀποδεδωκὼς καὶ εἰς τέλος ὑπομείνας ὕστερον τῆς εὐεργεσίας καὶ τῆς ἀντιλήψεως καὶ τῆς τῶν ἀγαθῶν ἀνταποδόσεως πεῖραν λήψεται, καθώς φησιν ὁ κύριος· «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται».

εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς οὐ δύνανται ἐλθεῖν οἱ ἄνθρωποι οὐδὲ ἀξίωμά τι μεῖζον παρὰ βασιλέως λαμβάνειν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένωνται καὶ ἀνδραγαθήματα πολλὰ ἐπιδείξωνται εἰς πόλεμον εἰσελθόντες, πᾶσαν πολεμικὴν τέχνην μαθόντες καὶ ἐγγυμνασάμενοι καὶ πείρᾳ τὴν νίκην ἐπιδειξάμενοι καὶ τρόπαια κατὰ τῶν ἐναντίων ἀράμενοι καὶ εἰς πάντα τῷ βασιλεῖ εὐδοκιμήσαντες— τότε γὰρ ἀξιωμάτων καὶ τιμῶν μεγάλων βασιλικῶν καταξιοῦνται—πόσῳ μᾶλλον παρὰ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ τὰ ἀξιώματα τῆς χάριτος καὶ τῆς δωρεᾶς πνεύματος καὶ τὰ οὐράνια παρὰ θεοῦ δόματα οὐδεὶς καταξιοῦται εὐθὺς λαμβάνειν, ἐὰν μὴ πρότερον ἐγγυμνάζηται διαπαντὸς ὁ νοῦς τῇ τῶν ἀγαθῶν ἐννοιῶν μελέτῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν προσοχῇ καὶ τῇ πρὸς θεὸν πεποιθήσει, καὶ οὕτω καταξιωθῇ χάριτος καὶ λάβῃ οὐράνιον ὅπλον (αὐτὸ τὸ πνεῦμα) καὶ ἐν αὐτῷ μεγάλως εὐδοκιμήσῃ κατὰ τῶν πνευμάτων τῆς πονηρίας· ἀγωνιζόμενος, καὶ συμφωνῶν καὶ συναινούμενος τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ θεοῦ χάριτι καὶ τῷ οὐρανίῳ ὅπλῳ σύμμαχος καὶ συμπολεμιστὴς κατὰ τῆς κακίας διαπαντὸς γεγονὼς καὶ τροπωσάμενος διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ δοκιμασιῶν τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον.

καὶ ὅτε τὴν νίκην ἄρηται κατὰ τῶν ἐχθρῶν, τότε ἀξιωμάτων θείων καὶ ἐπουρανίων καὶ τιμῶν ἐνδόξων καὶ πνευματικῶν παρὰ τῷ ἐπουρανίῳ βασιλεῖ τυχεῖν καταξιοῦται, δυνάμενος οὗτος καὶ ἑτέρους λοιπὸν καταρτίζειν καὶ διδάσκειν πόλεμον. εἰ γὰρ ἀπὸ ἀγέλης ἁπλῶς ἄνθρωπος κοινὸς ληφθῇ μὴ εἰδὼς πόλεμον μήτε πεῖραν ἔχων πολεμικῶν πραγμάτων καὶ εὐθὺς στρατηλάτης καταστῇ πάντων, γέλωτος ἄξιός ἐστι τῶν πολεμικῶν κατάρχειν βουλόμενος αὐτὸς πρότερον μὴ εἰδὼς πόλεμον. οὕτω καὶ εἰς τὸ πνευματικὸν ὁ τὸν λόγον τοῦ θεοῦ ὑφηγούμενος καὶ ψυχῶν προϊστάμενος ἔμπειρος κατὰ πάντα τῶν πνευματικῶν πραγμάτων εἶναι ὀφείλει, ἵνα ὧνπερ ὑφηγεῖται λόγων πείρᾳ τὴν ἐργασίαν ἐπιδειξάμενος ὠφέλειαν καὶ βοήθειαν δι᾽ ἑαυτοῦ τοῖς ἀκούουσιν ἑκάστοτε προσάγῃ. ἡ γὰρ τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ καὶ τὸ τῆς χάριτος ἔργον ἐν τῇ πιστῇ ψυχῇ καταρτιζόμενον ἐν πολλῇ τινι λεπτότητι καὶ αὐξήσει καὶ προκοπῇ ἐπιτελεῖται, καὶ ὅτε τις νομίσει τετελεκέναι τότε ἄρξασθαι αὐτὸν δεῖ ἐνδοτέρου πράγματος, τῶν τοῦ πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει.

εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ κοσμικῇ σοφίᾳ ἐστί—λέγω δὴ χαμαιδιδασκάλων, εἶτα γραμματικῶν, εἶτα ῥητόρων, πάλιν σοφιστῶν, τέλος φιλοσόφων—καὶ ἐπάν τις πάντας τοὺς διδασκάλους διέλθοι ἓν τελειῶν καὶ ἑτέρου ἀρχόμενος, τότε δίκας λέγειν ἐπ᾽ ἀρχόντων ἄρχεται εἶτα χρόνοις ἐπευδοκιμήσας γίνεται κατὰ καιροὺς καὶ αὐτὸς ἄρχων, καὶ τότε πάλιν συγκάθεδρον ἑαυτῷ λαμβάνει μήτι αὐτὸν τοῦ δικαίου παρέλθοι. εἰ οὖν ἐν τῷ κόσμῳ τούτῳ τοσαύτη σοφίας λεπτότης καὶ προκοπὴ τυγχάνει, πόσῳ μᾶλλον ἡ ἄρρητος καὶ ἄπειρος τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ πολλήν τινα λεπτότητα καὶ πολλὰς προκοπὰς ἔχει. καὶ ὅσῳ τις προκόπτει, ἀρχὴν λαμβάνει ἑτέρων πραγμάτων, τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν ἐνδότερον γίνεται, καὶ ὅσῳ ἐν τῇ χάριτι αὔξει καὶ προκόπτει καὶ τῇ τοῦ θεοῦ γνώσει πλουτεῖ, τοσούτῳ καὶ τὰ τῆς κακίας «νοήματα» καὶ πανουργεύματα ἐπιγινώσκει, ὥς φησιν ὁ ἀπόστολος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν».

τηλικαύτης τοίνυν προκειμένης ἡμῖν ἐλπίδος καὶ τοσούτων πνευματικῶν ἀγαθῶν τοῖς ἐν ἀληθείᾳ βουλομένοις ἀγωνίζεσθαι ἡτοιμασμένων καὶ ἡμεῖς ἑαυτοὺς ὅλῃ δυνάμει ἀποδῶμεν εἰς τὴν πρὸς θεὸν εὐαρέστησιν, ἵνα τῶν πνευματικῶν χαρισμάτων τυχόντες καὶ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ προκόψαντες καὶ πάντα πειρασμὸν καὶ θλῖψιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ ὑπερβάντες καὶ τοῦ ἁγιασμοῦ τελείως καταξιωθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΑʹ. Ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἐρῶσα ψυχὴ καὶ Χριστῷ συμβασιλεῦσαι ἐλπίζουσα διὰ μεταβολῆς καὶ ἀλλοιώσεως ἐκ τῆς τῶν παθῶν κακίας εἰς τὰς τοῦ Χριστοῦ ἀρετὰς μεταβληθῆναι ὀφείλει καὶ ἀλλαγῆναι τὴν προαίρεσιν καὶ ἁπαξαπλῶς τὸν διὰ τοῦ πνεύματος ἀνακαινισμὸν κτήσασθαι, ἕως ἐν σαρκί ἐστιν.

Ὥσπερ γὰρ ἐὰν ᾖ ἐν ἐρήμῳ ὄρει οἶκος μοναστηρίου Χριστιανῶν, ὅπου τὸ πρὶν λύκοι καὶ θῆρες ἄγριοι καὶ ἑρπετὰ δεινὰ ηὐλίζετο καὶ ἐνεφώλευον, ἐπὰν οἰκοδομηθῇ καὶ ἐξημερωθῇ πᾶς ὁ τόπος, λοιπὸν ἐκεῖ ἀδιάλειπτοι «ψαλμοί, ὕμνοι, ᾠδαὶ πνευματικαί», εὐωχίαι καὶ ἀγαλλίασις πρὸς κύριον γίνεται, οὕτω καὶ τῆς ψυχῆς οὔσης ἐρήμου τοῦ θεοῦ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ καὶ ἐν ἀγριότητι παθῶν κειμένης ἐν τῇ λογικῇ τῆς καρδίας αὐτῆς γῇ θῆρες κακοὶ καὶ λύκοι δεινοὶ καὶ ἑρπετὰ πάμπολλα πνευμάτων πονηρίας ἐννέμονται καὶ ἐναυλίζονται καὶ ἐμφωλεύουσι, διὰ τῶν φαύλων καὶ πονηρῶν λογισμῶν τὴν ἐνέργειαν δεικνύοντα, ἐπὰν δὲ ἔλθῃ ὁ ἡμερωτὴς τῶν ἀγρίων τόπων τῆς ψυχῆς καὶ τῶν νοερῶν θηρίων καὶ ἑρπετῶν ὀλοθρευτής, ὁ κύριος, καὶ οἰκοδομήση τὴν οἰκίαν τῆς ψυχῆς ἐν πνεύματι καὶ ἡμερώσῃ πᾶσαν τὴν λογικὴν αὐτῆς γῆν ἐν ταῖς ἰδίαις τοῦ πνεύματος ἀρεταῖς καὶ κατασκηνώσῃ καὶ μόνην παρ᾽ αὐτῇ ποιήσῃ, τότε ἐκεῖ εὐχαὶ καὶ προσκυνήσεις ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ θεῷ ἐπιτελοῦνται ἀδιαλείπτως, τότε «ψαλμοί, ὕμνοι, ᾠδαὶ πνευματικαὶ» ἐκ τῆς ψυχῆς ἀναπέμπονται διὰ τῆς χάριτος εἰς οὐρανούς, τότε εὐωχίαι καὶ ἑορτὴ ἀγγέλων καὶ χαρὰ ἐπουράνιος καὶ ἀνεκλάλητος γίνεται τοῦ σκηνοβάτου Χριστοῦ ἐν τῇ ψυχῇ πνευματικῶς ἑορτάζοντος καὶ εὐφροσύνῃ, καὶ ἀγαλλιάσει οὐρανίῳ τὴν διάνοιαν εὐφραίνοντος.

Καὶ ἑτέρως δὲ τῷ αὐτῷ νοήματι χρησώμεθα. ὥσπερ χρυσίον, ὃ τὸ πρὶν ἦν γῇ μεμιγμένον καὶ ὑπὸ τῶν θηρίων καὶ ἑρπετῶν καταπατούμενον, ἐπὰν ληφθῇ καὶ καθαρισθῇ καὶ διϋλισθῇ ὑπὸ τῶν ἐπισταμένων τὴν τέχνην τῆς καθάρσεως τοῦ χρυσίου, τότε γίνεται στέφανος καὶ διάδημα βασιλικὸν εἰς τὴν κεφαλὴν τοῦ βασιλέως ἐπιτήδειον, οὕτω καὶ ταύτην τὴν ψυχὴν νῦν ἐν γῇ ἁμαρτίας μεμιγμένην καὶ ὑλικοῖς καὶ ματαίοις λογισμοῖς συμπεπλεγμένην καὶ ὑπὸ τῶν θηρίων τῶν πνευμάτων τοῦ σκότους καταπατουμένην διὰ τῆς τῶν παθῶν ἐνεργείας καὶ ἐν πολλῇ ὕβρει καὶ αἰσχρότητι λογισμῶν πονηρῶν τυγχάνουσαν καὶ ἐν σκότει τοῦ αἰῶνος τούτου πεφυρμένην, ὡς καὶ ἐκεῖ τῇ γῇ μέμικτο ὁ χρυσός, ἐπὰν ἔλθῃ ὁ καλὸς καὶ ἀληθινὸς τεχνίτης καὶ καθαριστὴς τῶν ψυχῶν ἡμῶν, λαμβάνει καὶ καθαρίζει ἀπὸ τῆς ὕβρεως ἐκείνης καὶ τοῦ δεινοῦ σκότους τοῦ κεκαλυφότος αὐτὴν καὶ καθαρὰν ἀπεργασάμενος ὥσπερ καλὸν χρυσίον στέφανον καὶ διάδημα ἐπουράνιον αὐτὴν ἑαυτῷ κατασκευάζει. καὶ γὰρ ὁ προφήτης φησί· «καὶ ἔσῃ στέφανος δόξης ἐν χειρὶ κυρίου καὶ διάδημα κάλλους ἐν χειρὶ θεοῦ σου». ἰδοὺ ἐκ ποίας ὕβρεως καὶ ἀτιμίας εἰς ὁποίαν δόξαν καὶ τιμὴν μεταβάλλεται ὁ ἄνθρωπος διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος καὶ τῆς τοῦ ἰδίου αὐτεξουσίου ὀρθῆς προαιρέσεως καὶ σπουδῆς καὶ σπουδῆς καὶ πίστεως.

εὐδόκησε γὰρ ὁ θεὸς τῇ ἑαυτοῦ ἀγαθότητι τῇ ψυχῇ κοινωνῆσαι τῆς ἑαυτοῦ βασιλείας, καὶ ἐπὰν ἐλθὼν ἐπισκέψηται τὴν ψυχὴν τὴν ἐξ ὅλης προαιρέσεως ἑαυτὴν εἰς τὴν πνευματικὴν εὐαρέστησιν ἔκδοτον ἀποδοῦσαν, μεταδίδωσιν αὐτῇ τοῦ φωτὸς τῆς θεότητος αὐτοῦ διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ τότε αὔξει καὶ τείνει καὶ πλατύνει τὸ νοερὸν αὐτῆς φρόνημα ἕως οὐρανίων ὑψωμάτων, καὶ αὐτὸς ἄνωθεν κατέρχεται πρὸς αὐτὴν ἀναλαμβάνων αὐτὴν πρὸς ἑαυτὸν καὶ ἕως οὐρανοῦ ἐκτείνων κἀκεῖ μυστηρίων ἀρρήτων πνευματικῶν ἀπολαύειν αὐτὴν καταξιοῖ.

Ὢ τῆς ἀρρήτου εὐδοκίας, ὢ τῆς ἀνεκδιηγήτου φιλανθρωπίας, ὢ τῆς ἀνεννοήτου ἀγάπης καὶ τῆς ἀφράστου εὐσπλαγχνίας. ἐκ ποίας ἀτιμίας καὶ σμικρότητος εἰς ποίαν τιμὴν καὶ μεγαλωσύνην μετατίθησι καὶ μεταβάλλει ψυχὰς ἐν ἀληθείᾳ πιστευούσας καὶ εἰς πᾶσαν εὐαρέστησιν ἑαυτὰς ἀποδούσας. ἡ γλυκύτης γὰρ καὶ ἡ ἀνάπαυσις ἡ ἐπουράνιος ἐκείνη ἀκόρεστός ἐστιν.

εἰ γὰρ ἐπὶ γῆς οὕτως οἱ πλούσιοι ὅσον κτῶνται καὶ πλουτοῦσι τοσοῦτον ὥσπερ πτωχοὶ παρ᾽ ἑαυτοῖς εἰσιν, ἀεὶ ἐπιθυμοῦντες τὴν τῶν πλειόνων κτῆσιν καὶ μὴ κορεννύμενοι ἐφ᾽ οἷς ἔχουσι, καὶ ὅσῳ πλουτοῦσι τοσοῦτον ἐπιζητοῦσιν ὑπερπλουτεῖν—καὶ αὐτὸς δὲ ὁ ἐπὶ γῆς βασιλεὺς ὅσους θησαυροὺς ἔχει, καὶ ὅμως ἔτι πλείονας βούλεται καὶ ἐπιθυμεῖ, καὶ πόσου κόσμου κυριεύει καὶ οὐ κορέννυται, ἀλλ᾽ ἐβούλετο πάντων τῶν ἐπὶ γῆς ἐθνῶν δεσποτεύειν μόνος καὶ βούλεται πάσης τῆς γῆς τοὺς θησαυροὺς τοῦ χρυσίου κεκτῆσθαι—καὶ εἰ οὗτοι οὕτως, πόσῳ μᾶλλον ψυχὴ γευσαμένη γλυκύτητος θεοῦ καὶ χρηστότητος πνεύματος αἴσθησιν δεξαμένη καὶ τῆς ἀνεκλαλήτου χαρᾶς, ἥτις ἐστὶν ὁ κύριος, μέτοχος γενηθεῖσα καὶ πλούτου οὐρανίου τοῦ φωτὸς τῆς θεότητος κοινωνήσασα καὶ θησαυρῶν σοφίας ἀποκρύφων θίγουσα καὶ οὐρανίᾳ ἀκτῖνι τοῦ προσώπου τοῦ Χριστοῦ ἐλλαμφθεῖσα καὶ εἰρήνης θεότητος πεῖραν λαβοῦσα οὐκ ἐκκαυθήσεται ὑπὸ τῶν τοσούτων 〈ἀρρήτων〉 ἐπουρανίων ἀγαθῶν καὶ εἰς ἀκόρεστον πνευματικὴν ἐπιθυμίαν ἔλθῃ καὶ εἰς ἀπλήρωτον κόρον ἔρωτος θείου καταληφθῇ, τοσαύτης ἀγαθότητος καὶ χαρᾶς καὶ εἰρήνης ἀρρήτου θεότητος μεταλαβοῦσα.

Ὥσπερ γὰρ ἡ θάλασσα πάντων τῶν ποταμῶν ἐπιρρεόντων οὐ πληροῦται, οὕτως ἡ ψυχὴ ἡ καταξιωθεῖσα εἰσελθεῖν εἰς τὴν εἰρήνην τῆς θεότητος τοῦ πνεύματος ὅσῳ δίδωσιν αὐτῇ ἐπουρανίων δωρεῶν χαρίσματα οὐ κορέννυται, καὶ ὅσῳ λαμβάνει ἐπιζητεῖ καὶ ὅσῳ κορέννυται, ἔτι ἐπιθυμεῖ καὶ ὅσῳ πληροῦται ἔτι λείπεται καὶ ὥσπερ ἄβυσσός τις ἀπλήρωτος ἀπὸ τῆς πολλῆς τοῦ πνεύματος ἐπιθυμίας καὶ τοῦ οὐρανίου φίλτρου τῆς ἀκορέστου ἀγάπης τοῦ Χριστοῦ καθίσταται. ἐπὶ γῆς ἐν σαρκὶ περιπατεῖ καὶ ἐν οὐρανοῖς μετὰ τοῦ κυρίου τῇ φρονήσει τὴν διατριβὴν ἔχει. τούτων δὲ τῶν ἀγαθῶν τυχεῖν καταξιοῦνται καὶ τηλικαύτης προκοπῆς αὔξησιν ἐν ψυχῇ λαμβάνουσιν, ὅσοι τῷ ταπεινῷ φρονήματι ἑαυτοὺς ἐκδεδώκασι καὶ ἐπάρσεως καὶ φυσιώσεως λογισμὸν ἐν ἑαυτοῖς οὐ παραδέχονται, ἀλλ᾽ ἑαυτοὺς ἀναξίους ἡγοῦνται καὶ ἐπὶ θεοῦ καὶ ἀνθρώπων, καὶ ὡς ἀρχὴν ἔχοντες πάντοτε ἀγωνίζονται, καὶ οὕτως ἑαυτοὺς ἐξουδενοῦντες καὶ ταπεινοῦντες ἐκείνων τῶν πνευματικῶν ἀγαθῶν καταξιοῦνται τυχεῖν, ὥς φησιν ὁ κύριος· «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». οἱ γὰρ ὀλίγης τινὸς χάριτος μέτοχοι γενόμενοι καὶ εἰς ἔπαρσιν καὶ φυσίωσιν ἑαυτοὺς ἐκδεδωκότες διὰ τὸ νομίζειν εἶναί τι λυποῦντες τὴν χάριν τοῦ πνεύματος καὶ οὗπερ ἔχουσιν ἀγαθοῦ ἀποστεροῦνται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτῶν.

Ζητήσωμεν τοίνυν τὸν κύριον ἔρωτι καὶ φίλτρῳ ψυχῆς ἀεὶ αὐτὸν προσδοκῶντες καὶ εἰς αὐτὸν ἀποκρεμάμενοι καὶ αὐτὸν ἔχειν μόνον ἐπιθυμοῦντες, τὸν τοσούτων ἀγαθῶν ἐπαγγελτὴν καὶ πληρωτὴν τοῖς πιστεύουσιν εἰς αὐτὸν γινόμενον. ὁ λόγος δὲ ὁ τοῦ πνεύματος ὑπὸ τῶν πνευματικῶν λαλούμενος οὕτως ἐστίν· ὥσπερ ἐὰν ᾖ ποταμὸς μέγιστος ἐν πληρώματι ὕδατος ὅσον παρέρχεται τοσοῦτον πάλιν ἔρχεται· ἀνελλιπὴς γάρ ἐστιν, ἀεὶ γεννώμενος καὶ βρύων ἐξ ἀμέτρου πηγῆς ἀβύσσου. τὸν αὐτὸν τρόπον καὶ οἱ ἔχοντες τὴν ζῶσαν πηγὴν τοῦ πνεύματος ὅσῳ διηγοῦνται μυστήρια τοῦ πνεύματος τοσούτῳ πλείω εὑρίσκουσι, τῆς θεϊκῆς πηγῆς ἀναβρυούσης ἀεὶ καινότερα καὶ ἐπουράνια μυστήρια τοῦ λόγου.

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον μετασχεῖν ἐκ τῆς πνευματικῆς πηγῆς τοῦ ζῶντος ὕδατος, ὅτι «ὁ πιὼν» καὶ λαβὼν ἐξ αὐτῆς «οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» κατὰ τὸν τοῦ κυρίου λόγον, ἀλλ᾽ ἔσται «ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον» καὶ «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τοῖς οὖν ἐκ πνεύματος διηγουμένοις τὰ τοῦ πνεύματος μυστήρια καὶ ἐκ τῆς ζώσης τοῦ θεοῦ πηγῆς προφέρουσι τὸν τοῦ θεοῦ λόγον, οὕτως ὀφείλουσιν οἱ ἀκούοντες προσέχειν, ὡς ἐκ στόματος τοῦ θεοῦ τὸν λόγον ἀκούοντες καὶ ὡς πνεύματος ἁγίου κινοῦντος τὸ τῆς γλώσσης ὄργανον καὶ ὡς δι᾽ αὐτοῦ λαλοῦντος. τούτων οὖν τῶν πνευματικῶν καὶ ἐπουρανίων ἀγαθῶν νῦν τυχεῖν πῶς ἡμῖν ἔσται, εἰ μὴ ἀεὶ ἀποβλέπομεν «εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν» καὶ προσέχομεν διαπαντὸς τῇ ταπεινώσει αὐτοῦ, πῶς θεὸς ὢν «ἑαυτὸν ἐκένωσεν» εἰς φύσιν ταπεινήν. ἡμεῖς οὖν οἱ φύσει ὄντες ταπεινοὶ πῶς οὐκ ὀφείλομεν ταπεινούσθαι καὶ ἐπιγινώσκειν τὴν ἑαυτῶν φύσιν αἰσχυνόμενοι, ὅτι ὁ ἔνδοξος ἄδοξος γέγονε δι᾽ ἡμᾶς καὶ θεὸς ὢν φύσιν ταπεινὴν τὴν ἀνθρωπίνην ἀνέλαβε καὶ πτωχὸς καὶ ταπεινὸς ἐν κόσμῳ ἀνεστράφη, ἐξουδενούμενος καὶ ὀνειδιζόμενος ὑπὸ ἀναξίων ἀνθρώπων. ἡμεῖς οὖν φύσει ὄντες ἄτιμοι καὶ ταπεινοὶ καὶ ἁμαρτημάτων γέμοντες οὐκ ὀφείλομεν τὴν ἑαυτῶν φύσιν ἐπιγινώσκειν;

μιμηταὶ τοίνυν αὐτοῦ γενόμενοι τῆς ταπεινώσεως καὶ πολιτείας καὶ—καθ᾽ ὅσον ἐκ τῆς ἡμετέρας φύσεως δυνατὸν— πιστεύοντες καὶ ἀγαπῶντες αὐτὸν ἐν ἀληθείᾳ καὶ πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες καὶ προσδοκῶντες αὐτὸν ἐλθεῖν καὶ οἰκῆσαι ἐν ἡμῖν, τευξώμεθα ἐκείνων ὧν ἐπηγγείλατο διδόναι «τοῖς ἀγαπῶσιν αὐτόν», ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε «ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», «ἡμῖν δὲ» ἀποκαλύψει «διὰ τοῦ πνεύματος αὐτοῦ» ἐρχόμενος καὶ μόνην ποιῶν παρ᾽ ἡμῖν, ἵν᾽ ἐξ αὐτοῦ λοιπὸν μανθάνωμεν δι᾽ ἐνεργείας πνεύματος πᾶσαν ἀρετὴν πραΰτητος καὶ ταπεινοφροσύνης καὶ πίστεως καὶ ἀγάπης καὶ πᾶσαν δικαιοσύνην καὶ πλήρωσιν τῶν ἐντολῶν αὐτοῦ διὰ τῆς ἰδίας χάριτος ἐν ἡμῖν πληρώσῃ. αὐτὸς γὰρ ἔφη ὅτι «ἀπ᾽ ἐμοῦ μάθετε, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τῆς αὐτοῦ δυνάμεως καταρτισθέντες τῆς αἰωνίου βασιλείας τυχεῖν ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΛΟΓΟΣ ΚΒʹ. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς προσευχὴν διδάσκων τοὺς ἑαυτοῦ μαθητάς, παρακαλεσάντων αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι, οὕτως ἔλεγεν αὐτοῖς· «λέγετε· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν». τὴν εὐχὴν δὲ ταύτην ἐδίδασκεν εὔχεσθαι τοὺς ἀκμὴν ζητοῦντας ἄφεσιν ἐγκλημάτων.

Ὥσπερ γὰρ δοῦλος δεσπότου χρηστοῦ πολλὰ ἁμαρτήσας καὶ φυγών, μετὰ δὲ πολὺν χρόνον ἐπιστρέψας προαποστέλλει τῷ ἰδίῳ δεσπότῃ ἀξιώτας εἰς τὸ καταλλαγῆναι αὐτῷ τὸν ἀγαθὸν δεσπότην καὶ ἔξωθεν τῆς θύρας ἕστηκεν, οὔπω δὲ τὸ πρόσωπον αὐτοῦ κατηξιώθη θεάσασθαι, καὶ ἕως οὗ ὤργισται αὐτῷ ὁ δεσπότης, πάντες οἱ οἰκεῖοι αὐτοῦ ἐχθροὶ τυγχάνουσι, τέκνα, φίλοι γνήσιοι, συγγενεῖς, ἀλλὰ καὶ ἔξω τῆς θύρας ἱστάμενος καὶ μήπω εἰς πρόσωπον ἐλθὼν τοῦ ἰδίου δεσπότου ἤδη εἰς ἔννοιαν αὐτοῦ ἐστιν, ἐπὰν δὲ εἰς πρόσωπον τὸ ἑαυτοῦ δέξηται αὐτὸν καταλλάσσεται καὶ εἰρηνεύει αὐτῷ, καὶ λοιπὸν πάντες συγγενεῖς, τέκνα, δοῦλοι, φίλοι εἰρήνην καὶ ἀγάπην πρὸς αὐτὸν κέκτηνται.

τὸν αὐτὸν τρόπον καὶ ὁ ἄνθρωπος ἁμαρτήσας καὶ παραβὰς τὴν ἐντολὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ δεσπότου καὶ φυγὰς γενόμενος τῆς ἀγαθότητος αὐτοῦ διὰ τὸ προσλαβεῖν αὐτὸν ἐν τῇ ἑαυτοῦ ψυχῇ πάθη ἀτιμίας καὶ ἐπὶ τῇ πονηρίᾳ καὶ τῇ κακίᾳ τοῦ πονηροῦ πνεύματος διαγαγεῖν· εἶτα δὲ ἐπιστρέφων πρὸς τὸν ἑαυτοῦ δεσπότην καὶ παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν καὶ τυχεῖν πάλιν τῆς δεσποτικῆς καὶ εἰρηνικῆς βασιλείας εἰς τὴν θύραν ἔξωθεν παραμένει, ἐπιθυμῶν καταξιωθῆναι ἰδεῖν τὸ χρηστὸν καὶ εἰρηνικὸν τοῦ ἀγαθοῦ δεσπότου πρόσωπον, καὶ ἕως οὗ οὐδέπω κατηλλάγη αὐτῷ ὁ οὐράνιος βασιλεὺς καὶ εἰς πρόσωπον τὸ ἑαυτοῦ κατηξίωσεν ἐλθεῖν αὐτόν, ἰδοὺ πάντες ἄγγελοι καὶ ἅγιοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν οὐκ εἰρηνεύθησαν αὐτῷ, ἀλλὰ καὶ ἔξωθεν εἰς τὴν θύραν παραμένων τῆς πρὸς κύριον ζητήσεως ἤδη εἰς τὴν διάνοιαν τοῦ ἀγαθοῦ καὶ χρηστοῦ οὐρανίου πατρὸς καὶ δεσπότου ἐστίν. ἐπὰν δὲ καταλλαγῇ αὐτῷ εἰς τὸ προφανὲς καὶ εἰσαγάγῃ ἔσω τῆς θύρας τῆς ζωῆς αὐτοῦ καὶ καταξιώσῃ ὀφθῆναι τῇ ψυχῇ ἐν ἀποκαλύψει καὶ πληροφορίᾳ καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθῇ ἰδοῦσα τὸ τοῦ φωτὸς οὐράνιον καὶ δεσποτικὸν πρόσωπον προσκυνῆσαι καὶ εἰρηνευθῆναι αὐτῷ, τότε «χαρὰ» καὶ ἀγαλλίασις «ἐν οὐρανῷ» «ἐνώπιον τῶν» ἁγίων «ἀγγέλων» γίνεται· εἰρηνεύσασα γὰρ τῷ ἑαυτῆς δεσπότῃ καὶ πᾶσι τοῖς οἰκείοις αὐτοῦ εἰρηνεύεται.

Καὶ γὰρ ὁ κύριος τῆς ψυχῆς τὴν πτῶσιν διηγούμενος παραβολὴν ἔφερε περὶ τοῦ νεωτέρου υἱοῦ τοῦ λαβόντος τὸ μέρος αὐτοῦ καὶ ἀπελθόντος εἰς ἀλλοτρίαν πατρίδα πρὸς κακοὺς καὶ πονηροὺς δεσπότας κἀκεῖ δαπανήσαντος τὰ ὑπάρχοντα αὐτῷ μετὰ πορνῶν καὶ ζῶντος ἀσώτως καὶ χοίρους βόσκοντος. ἄρτον δὲ ζωῆς λέγων ἑαυτὸν τοὺς ἐσθίοντας τὴν σάρκα αὐτοῦ καὶ πίνοντας τὸ αἷμα αὐτοῦ ζῆν εἰς αἰῶνας ἔλεγε λέγων· «ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα μένει ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ». καὶ πάλιν· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα» καί· «ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ» καὶ πνεῦμα δὲ τῆς ἑαυτοῦ θεότητος δίδωσι τροφὴν καὶ ζωὴν ταῖς ἀξίαις ψυχαῖς. καὶ γὰρ οἱ τῆς εὐχαριστίας τοῦ ἄρτου κατ᾽ ἀλήθειαν μεταλαμβάνοντες πνεύματος ἁγίου καταξιοῦνται μέτοχοι γίνεσθαι καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ ἅγιαι ψυχαὶ ζῆσαι. ὥσπερ δὲ ὁ πιὼν τὸν οἶνον εἰς πάντα τὰ μέλη αὐτοῦ κιρνώμενον ἔχει αὐτὸν καὶ γίνεται ὁ οἶνος ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτω καὶ ὁ πίνων τὸ αἷμα τοῦ Χριστοῦ. τὸ πνεῦμα γὰρ τῆς θεότητος ποτιζόμενον κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ καὶ ἡ ψυχὴ ἐν αὐτῷ καὶ οὕτως ἁγιασθεῖσα τοῦ κυρίου ἀξία καθίσταται· «πάντες, γάρ φησι, τὸ αὐτὸ πνεῦμα ἐποτίσθημεν».

ἐκεῖνος οὖν ἔζη ἀσώτως τὰ πάθη τῶν τῆς πονηρίας πνευμάτων ἐσθίων καὶ πίνων καὶ ἐν αὐτοῖς ζῶν καὶ ταῖς ἡδοναῖς ταῖς σαρκικαῖς τῶν παθῶν τοῦ αἰῶνος τούτου κεκρατημένος.

Ὥσπερ γὰρ δι᾽ ἐνεργείας τῶν παθῶν τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης τοῦ σκότους τῆς ἁμαρτίας ἐνεργεῖ ἐν τῷ φρονήματος σαρκικοῦ πεπληρωμένῳ ἀνθρώπῳ, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ, οὕτως ἐνεργείᾳ καὶ δυνάμει τὸ πνεῦμα τοῦ φωτὸς τῆς θεότητος οἰκεῖ εἰς τὸν καταξιωθέντα ἁγιασθῆναι ἄνθρωπον, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ ἡ ψυχὴ κατὰ τὸν εἰπόντα· «δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», καὶ πάλιν· «ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ πάλιν· «ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», καί· «ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν», καὶ ὁ κύριος· «ἐλευσόμεθα (ἐγὼ καὶ ὁ πατήρ μου) καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν». ταῦτα ἐν δυνάμει καὶ πληροφορίᾳ τοῖς καταξιουμένοις γίνεται καὶ οὐχὶ ἀδήλως καὶ ἀνενεργήτως. ὁ νόμος γὰρ τὸ πρὶν λόγῳ ἀνυποστάτῳ ἐπεστρέφετο τοὺς ἀνθρώπους ζυγὸν βαρὺν ἐπιτιθεὶς καὶ μὴ δυνάμενος βοηθῆσαι αὐτοῖς διὰ τὸ τὴν δύναμιν τοῦ πνεύματος μὴ διδόναι, ἀπὸ δὲ τῆς τοῦ κυρίου παρουσίας ἡ θύρα τῆς χάριτος τοῖς πιστεύουσι ἐξ ἀληθείας ἠνεῴχθη. οὗτος γὰρ ὁ λόγος δύναμιν θεοῦ καὶ ἐνέργειαν πνεύματος δίδωσι καὶ τὴν νοσοῦσαν ψυχὴν καὶ ἐν τοῖς πάθεσι κατακειμένην διὰ τῆς δυνάμεως ἀνίστησι καὶ ἐρρωμένην ἀποκαθίστησιν.

ὁ λιμὸς τοίνυν ἐκείνῳ τῷ βόσκοντι χοίρους καὶ ζῶντι ἀσώτως εἰς συμφέρον γέγονε τοῦ μνησθῆναι καὶ ἐπιστραφῆναι πρὸς τὸν ἑαυτοῦ πατέρα καὶ γὰρ εἰ μὴ λιμὸς ἐγεγόνει εἰς γῆν Χαναάν, οὐκ ἂν οἱ ἀδελφοὶ πρὸς Ἰωσὴφ ἀπήρχοντο καὶ οἱ λόγοι τῶν ὁραμάτων αὐτοῦ οὐκ ἂν ἐπληροῦντο—καὶ οὗτοι γὰρ μυστήριόν τι καὶ εἰκόνα ἀπετέλουν.

Ὥσπερ γὰρ οἱ ἀδελφοὶ Ἰωσὴφ ἀπεστέρησαν τὸν ἴδιον ἀδελφὸν τῆς κληρονομίας τοῦ πατρός, εἰθ᾽ ὕστερον λιμοῦ γενομένου ἐλθόντες πρὸς αὐτὸν καὶ φανέντες τῷ προσώπῳ αὐτοῦ ᾐσχύνοντο, —τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ ἀποστεροῦσα νῦν τὴν κληρονομίαν τοῦ καλοῦ Ἰωσήφ, τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ἥτις κληρονομία αὐτή ἐστιν ἡ ψυχή, καὶ μὴ δοῦσα ἑαυτὴν αὐτῷ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς τὴν πνευματικὴν λατρείαν, εἰς τὸ ἐνοικῆσαι ἐν αὐτῇ καὶ κληρονομῆσαι αὐτὴν καὶ βασιλεῦσαι ἐν αὐτῇ, εἰς ὕστερον ἐν τῇ ἀναστάσει καὶ τῇ ἐπιφανείᾳ ἐνδόξου αὐτοῦ παρουσίας τῆς μεγάλης λιμοῦ τῆς κρίσεως ἐπελθούσης αἰσχυνθήσεται καὶ ἐντραπήσεται ἐνώπιον αὐτοῦ. τοῦτο δὲ καὶ ἐπὶ Ἰουδαίων νοεῖται τῶν σταυρωσάντων τὸν κύριον καὶ ὕστερον μελλόντων αἰσχύνεσθαι ἐν τῇ παρουσίᾳ τῆς δόξης αὐτοῦ, ἀλλὰ καὶ ἐν ἄλλῳ τρόπῳ νοητέον. εἰς διάφορα γὰρ πρόσωπα ἐστὶν ὁ λόγος. πᾶσα ψυχὴ ἡ πρὶν ἀπειθοῦσα τῷ λόγῳ καὶ ἀποστεροῦσα τῆς κληρονομίας τοῦ κυρίου τὴν ἑαυτῆς ὑπόστασιν εἰς ὕστερον ἐπιστρέψασα καὶ δεηθεῖσα τοῦ κυρίου ἐπιφανέντος αὐτῇ διὰ τῆς χάριτος αὐτοῦ αἰσχύνεται κατὰ ποίου ἀγαθοῦ τὸ πρὶν τὴν ἐπιβουλὴν ἐποιεῖτο καὶ ἀνυπότακτος ἦν τῷ τῆς ἀληθείας λόγῳ. ἀποδέχεται τοίνυν ὁ πατὴρ τὸν υἱὸν χαίρων. «οὗτος, γάρ φησιν, ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη».

καὶ δίδωσιν αὐτῷ τὴν πρώτην στολὴν καὶ τὸν δακτύλιον καὶ τὸν σιτευτὸν μόσχον δι᾽ αὐτὸν ἔθυσεν. ἀποδέχεται καὶ ὁ οὐράνιος πατὴρ χαίρων ψυχὴν τὴν ἐπιστρέφουσαν καὶ μετανοοῦσαν καὶ ἐν ἀληθείᾳ προσερχομένην αὐτῷ καὶ δίδωσιν αὐτῇ τὴν στολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ τὸν δακτύλιον τῆς σφραγίδος τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος. δι᾽ αὐτὴν γὰρ ἐτύθη καὶ ὁ καλὸς σιτευτὸς μόσχος αὐτὸς ὁ κύριος σαρκὶ παθών. «νεκρός, φησὶ γάρ, ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς καὶ εὑρέθη». νεκρὸς καὶ ἀπολωλὼς ἦν τῷ ἑαυτοῦ πατρί· ἐκεῖ γὰρ ἔζη ἀσώτως καὶ ἔβοσκε χοίρους. καὶ ἡ ψυχή, ἕως οὗ ζῇ ἀσώτως μετὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναστρεφομένη καὶ μετ᾽ αὐτῶν διὰ τῆς ἐνεργείας τῶν παθῶν πορνεύουσα καὶ σὺν τῇ ἁμαρτίᾳ διάγουσα, νεκρὰ καὶ ἀπολωλυῖα τυγχάνει τῷ ἐπουρανίῳ καὶ ἀγαθῷ πατρί. ἐπὰν δὲ μνησθῇ καὶ ἐπιστραφῇ πρὸς αὐτὸν καὶ μετανοήσῃ, τότε «χαρὰ γίνεται» ἐν οὐρανοῖς «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ», καὶ λαμβάνει στολὴν δόξης φωτὸς Χριστοῦ σφραγιζομένη τῷ ἐπουρανίῳ πνεύματι καὶ οὕτω ζῇ πάλιν ζωὴν πνευματικὴν πρὸς τὸν ἐπουράνιον πατέρα.

ἀλλ᾽ ὥσπερ ἐκεῖ οὐκ ἦν θέλημα τοῦ πατρὸς τὸν υἱὸν αὐτοῦ ἀπολέσθαι καὶ θελήσαντος αὐτοῦ ἀπελθεῖν ἀπ᾽ αὐτοῦ, καὶ εἰπόντος· «δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας» οὐκ ἐκώλυσεν, οὕτω καὶ ὁ θεὸς οὐκ ἤθελεν ἀπολέσθαι τὸν Ἀδάμ, καὶ θελήσαντι αὐτῷ παραβῆναι τὴν ἐντολὴν καὶ τὸ ἴδιον μέρος λαβεῖν (τουτέστι τὸν ἑαυτοῦ νοῦν καὶ τὸ θέλημα) οὐκ ἐκώλυσε, διὰ τὸ ἴδιον αὐτὸν ἔχειν θέλημα καὶ ἰδίαν ἐξουσίαν καὶ ἰδίαν γνώμην· αὐτεξούσιον γὰρ αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ὁ θεός, ποιεῖν πᾶν ὃ βούλεται. φόβος τοίνυν καὶ ἀγάπη καὶ αἰσχύνη ἐπέστρεφον τὸν προειρημένον δοῦλον τῷ δεσπότῃ καὶ τὸν υἱὸν πρὸς τὸν ἑαυτοῦ πατέρα, καὶ ταῦτα τὰ τρία μεταξὺ αὐτῶν ἦν. οὕτω καὶ ἡ ψυχὴ φόβῳ καὶ ἀγάπῃ καὶ αἰσχύνῃ ἐὰν ἐπιστραφῇ πρὸς τὸν χρηστὸν δεσπότην αὐτῆς καὶ πατέρα, τὸν κύριον, προσδέχεται καὶ ἀπολαμβάνει αὐτήν, μὴ λογιζόμενος τὰ πρῶτα τῆς ἁμαρτίας κακά.

Ὅλη γὰρ ἡ ἔλευσις τοῦ κυρίου καὶ ἡ ἀγαθὴ παρουσία αὐτοῦ διὰ τὴν ψυχὴν ταύτην γεγένηται, ἵνα δωρεὰν τοῦ ἁγίου πνεύματος κοινωνήσῃ τῇ ἀνθρωπότητι καὶ τὴν ἐνέργειαν τῶν παθῶν τῆς ἁμαρτίας καὶ τὴν γεγενημένην διὰ τὴν πολλὴν πρόληψιν τῶν κακῶν συνήθειαν ἐκριζώσῃ.

Ὥσπέρ τινα ἀπὸ γῆς ζιζάνια ἢ ἀκάνθας ἢ τριβόλους καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δωρήσηται τῇ ψυχῇ, ἵν᾽ οὕτω ζήσασα ζωὴν πνεύματος καὶ οὐρανίαν δύναμιν ἐνδυσαμένη δυνηθῇ ποιῆσαι κατὰ ἀλήθειαν πᾶν τὸ θέλημα τοῦ θεοῦ. ὥσπερ γὰρ χωρὶς τῆς κακίας καὶ πονηρίας τῶν παθῶν οὐκ ᾔδει ἡ ψυχὴ ποιῆσαι κακόν, οὕτω χωρὶς τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος οὐκ οἶδεν ἡ ψυχὴ ποιῆσαι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ἀλλ᾽ ἔστιν ἔτι ἐκτὸς τοῦ θεοῦ. φησὶ γὰρ καὶ ὁ ἀπόστολος· «οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ», καὶ ἐπάγει· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καί· «ἡμῖν ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ». πολλὰ γὰρ θαυμάσια καὶ σημεῖα παράδοξα ἐθεώρουν οἱ ἀπόστολοι ὑπὸ τοῦ κυρίου γινόμενα, καὶ ἐπειδὴ οὔπω εἰλήφασιν ἐκείνην τὴν ἐπουράνιον «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἑαυτῶν ψυχῇ ἐδίσταζον, ἐσείοντο, ἐσκανδαλίζοντο, ἄλλος ἀλλαχοῦ ἔφευγον ἐπὶ τῆς τοῦ κυρίου σταυρώσεως. ὁ κύριος μόνος ἰάσατο τὴν ψυχὴν δοὺς τὸ ἅγιον πνεῦμα αὐτοῦ εἰς αὐτήν. καὶ πᾶς ὁ μὴ προσδοκῶν καὶ λαμβάνων ἐκείνην τὴν «ἐξ ὕψους δύναμιν» ἰαθῆναι τελείως ἐκ τῶν τῆς ἀτιμίας παθῶν οὐ δύναται· οὕτω γὰρ ἡ τῶν παθῶν ἀναίρεσις γενέσθαι ἠδυνήθη.

Εἰ γὰρ βούλει ἀκριβῶς κατανοῆσαι τῆς ἀνθρωπίνης ἀσθενείας τὴν φύσιν καὶ τὸ εὐπερίτρεπτον ἐπὶ τὸ χεῖρον καὶ πῶς ἄνευ τῆς παρουσίας τοῦ κυρίου ἰαθῆναι ἡ ἀνθρωπότης οὐκ ἠδυνήθη, κατανόησον πόσα θαυμάσια καὶ τεράστια ἐξ ἀρχῆς ἐκδικήσεις τε καὶ φόβοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν πονηρῶν ἐπιτηδευμάτων ἐργασίαν· τοῦτο μὲν ἐπὶ Νῶε κατακλυσμός, τοῦτο δὲ διαμερισμοὶ γλωσσῶν, καταστροφαὶ πόλεων, ἐμπρησμοὶ Σοδόμων καὶ Γομόρρας, φόβοι, σεισμοὶ μεγάλοι κατὰ καιρούς, ὁμοίως λιμοί, λοιμοί. ταῦτα πάντα εἰς ἐκδίκησιν τῶν κακῶν ὑπὸ τοῦ θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐπήρχετο, καὶ ἐπέρχεται ἔτι καὶ νῦν πρὸς τοὺς λοιπούς, ὥστε φοβηθέντας παύσασθαι τῶν κακῶν. εἶτα ἑξῆς νόμος, προφῆται, ἱερεῖς, θυσίαι, δῶρα, προσφοραί, ἀποδεκατώσεις καὶ ἄλλα μυρία τοῦ νόμου δικαιώματα, ὁμοίως τῷ Ἰσραὴλ σημεῖα παράδοξα καὶ μεγάλα ὁ θεὸς ἐποίησε διὰ φανερῶν ὀπτασίων εὐεργεσίας αὐτοῖς παρέχων. τῶν Αἰγυπτίων μαστιζομένων ἐν τῇ δεκαπλήγῳ μάστιγι αὐτοὶ ἐν ἀνέσει διῆγον, καὶ στύλῳ πυρὸς ἦσαν φωτιζόμενοι καὶ στύλῳ νεφέλης ἐπισκιαζόμενοι, καὶ θάλασσαν παρὰ τὴν ἰδίαν φύσιν διαρρηχθεῖσαν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐθεώρησαν καὶ παρῆλθον διὰ μέσου αὐτῆς, καὶ τοὺς ἐχθροὺς αὐτῶν καταποντισθέντας ἐν αὐτῇ ἐθεάσαντο.

μάννα ἐξ οὐρανοῦ φαγεῖν κατηξιώθησαν, φωνὰς θεοῦ καὶ ὀπτασίας ἐν τῷ ὄρει Σινᾶ ἤκουσαν καὶ εἶδον, καὶ ἄλλα μυρία τοιαῦτα, ἅπερ κατὰ βραχὺ ἐξαριθμήσασθαι δυσχερές.

Καὶ ταῦτα πάντα τὰ εὐεργετήματα παρέσχετο αὐτοῖς ὁ θεὸς καὶ ἡ ψυχὴ ἀπὸ τῆς νόσου τῶν ἀνιάτων παθῶν τῆς ἁμαρτίας οὐκ ἐθεραπεύθη οὐδὲ ἐξ ὅλης καρδίας ἠδυνήθησαν πρὸς κύριον ἐπιστρέψαι διὰ τὸ ἔχειν τὸ κάλυμμα τοῦ σκότους (τουτέστι τὰ «πάθη τῆς ἀτιμίας») ἕως οὗ ἦλθεν ὁ κύριος, θεὸς ὢν καὶ πανταχοῦ ὢν καὶ μένων ὃ ἦν, σῶμα φορέσας καὶ γεννηθεὶς καὶ αὐξηθεὶς καὶ πάσῃ πολιτείᾳ ἁγιότητος ἐν κόσμῳ ἀναστραφεὶς εἰς «ὑπόδειγμα τῶν μελλόντων» πιστεύειν, ἔπειτα ταπεινωθεὶς καὶ ῥαπισθεὶς καὶ ἀτιμασθεὶς καὶ ὀνειδισθείς, ἔσχατον δὲ σταυρωθεὶς καὶ νεκρωθεὶς καὶ ἕως ᾅδου κατελθών, καὶ ἐγερθεὶς τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀναληφθεὶς «διὰ τῆς δόξης τοῦ πατρὸς» καὶ καθεσθεὶς «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» καὶ τότε ἐξαπέστειλε τὴν «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἀνθρωπότητι τὴν ἀποκτένουσαν καὶ καταργοῦσαν τὰ τῆς ψυχῆς ἀνίατα πάθη. πρῶτον δὲ τὴν «ἀπαρχὴν τοῦ» παρακλήτου «πνεύματος» εἰς τοὺς ἑαυτοῦ μαθητὰς ἐξέπεμψε καὶ δι᾽ αὐτῶν πᾶσι τοῖς εἰς τὸν κύριον πιστεύουσιν ἡ δύναμις ἐκείνη ἐπισκιάζει καὶ καταλύουσα ἐν ταῖς ψυχαῖς αὐτῶν ἰᾶται ἐκ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἐκ τῆς νεκρότητος τοῦ σκότους τὴν ψυχὴν ἀνίστησιν. ἕως οὖν τότε ἡ ψυχὴ τετραυμάτιστο καὶ πεφυλάκιστο ἐν σκότει βεβλημένη ἐν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ ἁμαρτίαις παθῶν ἐγκεκλεισμένη, καὶ οὐ διώδευε διὰ τῶν τρίβων τῶν λογισμῶν αὐτῆς ὁ θεός.

καὶ νῦν δὲ εἰς ἣν ψυχὴν οὐδέπω παραγέγονεν ὁ κύριος καὶ ἡ δύναμις τοῦ πνεύματος αὐτοῦ οὐ κατέλυσεν ἐν αὐτῇ καὶ ἔλυσεν αὐτὴν ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ ἐξήγαγεν ἐκ τῆς φυλακῆς τοῦ σκότους τῆς πονηρίας καὶ ἐνῴκησεν εἰς αὐτὴν ἐνεργητικῶς ἐν πάσῃ δυνάμει καὶ πληροφορίᾳ, ἔτι ἐν τῷ σκότει ἐστὶ δεδεμένη καὶ ὑπὸ τῶν παθῶν τοῦ σκότους κεκρατημένη καὶ ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργουμένη. οὓς γὰρ ὁ κύριος διὰ τὴν εἰλικρινῆ πίστιν καὶ ἀγάπην αὐτῶν τὴν πρὸς αὐτὸν τὴν ἑαυτοῦ δύναμιν τοῦ πνεύματος ἐνέδυσε, καὶ εἰς οὓς τὴν δωρεὰν τῆς οὐρανίου χάριτος ἐξέχεε, καὶ ὧν εἰς τὰ βαθύτατα τοῦ νοὸς ἡ τοῦ πνεύματος χάρις ἐνῴκησε, τούτων γίνεται ὁ κύριος ὡς ψυχὴ ὑπὸ πνεύματος ἁγιασθέντων. τοσαύτη ἀγαθότης τῆς ἀρρήτου εὐδοκίας Χριστοῦ εἰς τὴν ταπεινωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα γέγονεν, ὥς φησιν ὁ ἀπόστολος· «ὁ κολλώμενος τῷ κυρίῳ ἔσται εἰς ἓν πνεῦμα» καὶ ὁ κύριος· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος ἓν πνεῦμά ἐστι», καὶ πάλιν ἀλλαχοῦ· «πάτερ ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἵνα ἐν ἡμῖν ἓν ὦσιν».

εἰ γὰρ μετὰ τῆς πονηρίας τῶν παθῶν οὖσα ἡ ψυχὴ ἓν ἦν μετ᾽ αὐτῆς—κἂν γὰρ εἶχεν ἴδιον θέλημα, ἀλλ᾽ οὐκ ἠδύνατο ποιεῖν ὃ ἤθελε καθώς φησιν ὁ ἀπόστολος «ὃ οὐ θέλω τοῦτο ποιῶ»—διὰ τὸ πεπρᾶσθαι καὶ δούλην εἶναι καὶ ζυγὸν βαρὺν βαστάζειν ἁμαρτίας παθῶν, εἰ οὖν ἐκείνη οὕτως, πόσῳ μᾶλλον ἡ δύναμις τῆς θεότητος οἰκήσασα ἐν τῇ ἁγιασθείσῃ ψυχῇ, τῇ ἀξίᾳ τοῦ κυρίου γενομένῃ, ἑνοῦται μετ᾽ αὐτῆς, τὸ θέλημα ἑαυτῆς ἅπαν πάσῃ χαρᾷ καὶ προθυμίᾳ ἀποδούσης τῇ δυνάμει τοῦ θεϊκοῦ πνεύματος, καὶ γίνεται ἡ ψυχὴ τοῦ κυρίου διὰ τὸ ἑκουσίως καὶ προθύμως βασιλεύεσθαι ὑπὸ τῆς θείας τοῦ πνεύματος δυνάμεως καὶ ἰδίῳ θελήματι μηκέτι αὐτὴν πορεύεσθαι. ὥσπερ γὰρ ὁ ἥλιος καὶ ὁ ἄνεμος κέκρανται ἐν ἀλλήλοις, οὕτως ἀνακιρνᾶται ἡ ἀξία ψυχὴ μετὰ τοῦ πνεύματος τοῦ κυρίου, ὅλη ἐξ ὅλου ἐν τῷ πνεύματι γινομένη διὰ τὸ σύμφωνον εἶναι τὴν ψυχὴν ἐν πάσαις ἀρεταῖς τῇ χάριτι τοῦ κυρίου. «τίς, γάρ φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» (τουτέστι τὴν ἑνωθεῖσαν ψυχὴν τῷ ἁγίῳ πνεύματι).

Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ ἡμεῖς τυχεῖν τῆς ἀνεκδιηγήτου δωρεᾶς ταύτης καὶ ἐν πάσῃ «πληροφορίᾳ πίστεως» καὶ «ἐλπίδος» δέξασθαι ἐν ἑαυτοῖς προσδοκήσωμεν τὴν «ἐξ ὕψους δύναμιν» τὴν καθαίρουσαν πάντα τὰ ἐν ἡμῖν τῆς κακίας τῶν παθῶν ὀχυρώματα, ἵνα ἕως ἐν σαρκί ἐσμεν, ἁγιασθέντες ὑπὸ τοῦ πνεύματος, καθαρισθέντες ἀπὸ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τῆς χάριτος αὐτοῦ καταρτισθέντες ἄξιοι τῆς αἰωνίου κληρονομίας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΓʹ. Ὁ θεὸς τῇ ἰδίᾳ σοφίᾳ τῷ σώματι τούτῳ ὑποστηρίγματα (τουτέστι τροφάς) ἐκ τῆς γῆς κατεσκεύασε, καὶ πᾶσαν πρόνοιαν τῆς κτίσεως ποιεῖται δι᾽ αὐτὸ τὸ σῶμα, ὅπως μηδὲν ἐλλείπῃ αὐτῷ. ἐπὰν δὲ ἐν καχεξίᾳ ἢ ἀσθενείᾳ τυγχάνῃ, λύπη τοῖς συγγενέσι πολλή ἐστιν, ὅτι διὰ τῶν ὑποστηριγμάτων, ὧν ὁ θεὸς αὐτῷ κατεσκεύασε, μὴ τρεφόμενον κινδυνεύει τοῦ θανεῖν. καὶ γὰρ γονεῖς γεννῶντες τέκνα πᾶσαν σπουδὴν ἔχουσιν, ἵνα τὰ γεννήματα αὐτῶν ἀπολαύωσι τῶν καρπῶν τοῦ οἴκου αὐτῶν καὶ τῶν πόνων αὐτῶν. ἐπὰν δὲ συμβῇ κατὰ κάκωσιν ἢ νωθείαν ἢ καχεξίαν μὴ ἐπιδέχεσθαι τροφήν, πολλὴν λύπην 〈οἱ〉 γονεῖς ἀναδέχονται—τοῦτο γὰρ αὐτῶν ἐστι θέλημα, ὅπως τοὺς πόνους τῶν καρπῶν αὐτῶν ἀπολαύωσι—. τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ κύριος ἐξ οὐρανοῦ ἐλθὼν διὰ τοῦτο ἀνέλαβε τὴν σάρκα τῆς ἀνθρωπότητος, καὶ ὅλη ἡ ἔλευσις καὶ ἡ σπουδὴ αὐτοῦ εἰς τοῦτο γέγονεν, ἵνα ὑποστηρίγματα καὶ τροφὰς ἐπουρανίους ἐκ τοῦ ἰδίου πνεύματος παράσχῃ τῇ ψυχῇ—σκιὰ γὰρ τυγχάνει πάντα τὰ φαινόμενα τῶν ἀοράτων—.

Ὥσπερ γὰρ σωματικῶς τρέφεται τὸ σῶμα τροφὴν ἐκ τῆς γῆς καὶ ζῇ, οὕτω καὶ πνευματικῶς τρέφεται ἡ ἀξία καὶ πιστὴ ψυχὴ τροφὰς οὐρανίους ἐκ τοῦ πνεύματος τοῦ θεϊκοῦ καὶ ζῇ ζωὴν πνευματικήν. ἐὰν δὲ μὴ δυνηθῇ διὰ τὴν πρὸς τὰ πάθη ὁρμὴν καὶ τὴν εἰς τὰ χείρονα ῥοπὴν ὑποδέξασθαι ἡ ψυχὴ ἐκείνη τὴν ἔνθεον καὶ πνευματικὴν βρῶσιν ἢ διὰ νοὸς ἀσθένειαν ἢ κακοήθειάν τινα ἢ ἀπιστίαν, πολλὴν λύπην ἀναδέχεται ὁ Χριστὸς πολλὰ παθὼν δι᾽ αὐτήν, ὅπως ἐπουράνιον τροφὴν τοῦ πνεύματος παράσχῃ αὐτῇ. ὥσπερ γὰρ τὸ σῶμα μὴ μεταλαμβάνον τροφῆς ἐκ τῆς γῆς νεκροῦται καὶ ἀπόλλυται, οὕτω καὶ ἡ ψυχὴ ἐσθίουσα τὸν ἐπουράνιον ἄρτον νεκρὰ τυγχάνει καὶ ἀπόλλυται ἐκ τῆς θεϊκῆς τοῦ πνεύματος ζωῆς.

Καὶ γὰρ καὶ τοῦ σώματος αὐτός ἐστιν ὁ πρόνοιαν ποιούμενος διὰ τῆς οἰκονομίας τῆς ὁρωμένης κτίσεως· ἐλλείψαντος γὰρ ἄρτου ἐν τῇ ἐρήμῳ πολλοῦ ὄχλου ὄντος τῇ χρηστότητι αὐτοῦ ὁ κύριος ἀπὸ πέντε ἄρτων ἐπλήθυνεν, ὡς πάντας ἐμπλησθῆναι καὶ πολλὰ περισσευθῆναι εὐτρεπίζει γὰρ τῷ σώματι τροφὴν καὶ ἀναπαύει αὐτό, ἵνα ἀξίους καρποὺς ἀποδῷ τῷ κυρίῳ ἡ ψυχή. ὥσπερ γὰρ ἐπὶ τῶν δένδρων τῶν ἐλαιῶν ἢ τῆς ἀμπέλου ἢ τῶν λοιπῶν καρποφόρων φυτῶν πρὸ τοῦ τὸν καρπὸν ἐνεγκεῖν εἰς βρῶσιν κάμνουσιν εἰς αὐτὰ οἱ γεωργοὶ πάσῃ ἐπιμελείᾳ φιλοκαλοῦντες, ἀκμὴν δὲ ὡς εἰπεῖν ἄκαρπα ξύλα ἐστὶ νεόφυτα ὄντα, ἀλλὰ μακροθυμησάντων εἰς αὐτὰ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένων, ἐν τῷ ἰδίῳ καιρῷ δι᾽ αὐτῶν ἔνδοθεν καρπὸς εἰς βρῶσιν τοῖς ἀνθρώποις προέρχεται—τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ σώματος καὶ πᾶσαν πρόνοιαν διὰ τῆς ὁρωμένης κτίσεως εἰς ἀνάπαυσιν αὐτοῦ, ἵνα ἡ ἔνδοθεν κρυπτὴ καὶ αὐτεξούσιος οὖσα ψυχὴ ἀξίους καρποὺς δικαιοσύνης ἐκ προαιρέσεως ἀποδῷ τῷ θεῷ. «πολλὴν» γὰρ ἔχουσι «παρρησίαν» καὶ δόξαν οἱ ἀληθινοὶ Χριστιανοὶ ἐπὶ θεοῦ, οἱ ἰδίῳ θελήματι ἐξ ἀληθείας θεῷ εὐαρεστήσαντες καὶ διὰ τῆς χάριτος αὐτοῦ μεγίστην παρρησίαν κτησάμενοι.

Ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἄρχοντες τὰς εἰκόνας τοῦ βασιλέως λαμβάνοντες ὑπ᾽ ἐξουσίαν ἔχουσι πάντας τοὺς οἰκήτορας τῶν χωρῶν, καὶ πᾶς ὁ δῆμος διὰ τὰς τοῦ βασιλέως εἰκόνας ἐν ὑποταγῇ αὐτοῖς ἐστι, καὶ ὅταν προέρχωνται, εἰσὶν οἱ προτρέχοντες καὶ πάντας διωθούμενοι, ὅπως ἐν πολλῷ ἀξιώματι καὶ τιμῇ μεγάλῃ ἀνεμποδίστως καὶ ἀνυβρίστως διοδεύσωσιν—οὕτω καὶ ψυχαὶ αἱ τὴν ἔνδοξον καὶ ἐπουράνιον καὶ φωτεινὴν τοῦ κυρίου εἰκόνα ἐν ἑαυταῖς φέρουσαι πάντα τὰ ἐναντία πνεύματα ἐν ὑποταγῇ τιθέασιν ὑπὸ τοὺς πόδας αὐτῶν ὑποτασσόμενα καὶ πολλὴν τιμὴν καὶ παρρησίαν παρὰ τοῖς ἄνω κέκτηνται. ὅπου γὰρ τὸ τοῦ θεοῦ ἅγιον καὶ δεσποτικὸν πνεῦμα ἐνεργεῖ καὶ ἐνοικεῖ, ἀναγκαίως πᾶσα ἡ κτίσις τὴν ὑπακοὴν ἀποπληροῖ διὰ τὴν ἐπουράνιον καὶ δεσποτικὴν καὶ βασιλικὴν τοῦ πνεύματος εἰκόνα.

Εἰ γὰρ ἐν τῷ Ἰσραὴλ τοῦ πνεύματος μερικῶς εἰς αὐτοὺς διακονοῦντος καὶ μερικήν τινα δικαιοσύνην ἐπιτελοῦντος πάντα ὑπετάσσετο θελήματι θεοῦ— θάλασσα γὰρ διεμερίζετο τιμῶσα τὸν δεσπότην καὶ ὁδὸς ἐν μέσῳ αὐτῆς ἐγίνετο, ὁμοίως δὲ καὶ ἐν τοῖς τρισὶ παισὶ τὸ πῦρ τὴν ἰδίαν καυστικὴν φύσιν ἐπεῖχε τιμῶν τοὺς θεοῦ ἀξίους, καὶ ἄγριοι λέοντες ἐπέσχον τὴν ἑαυτῶν θανατικὴν ὁρμὴν μηδὲν τὸν ἅγιον Δανιὴλ βλάψαντες, καὶ αὐτὰ τὰ πετεινὰ διηκόνουν τοῖς τοῦ θεοῦ ἀξίοις τροφὴν κομίζοντα—πόσῳ μᾶλλον ὅταν ἡ ἱερὰ καὶ ἔνθεος τοῦ θεοῦ εἰκὼν ἐνζωγραφηθῇ καὶ ἐντυπωθῇ εἰς τὴν ἀξίαν καὶ πιστὴν καρδίαν, τὰ πάντα τιμᾷ καὶ ὑπακούει. καὶ γὰρ ἡ θάλασσα τοῦ σκότους τῆς πικρίας τῶν πονηρῶν πνευμάτων τοῦ ἀέρος τούτου διαμερίζεται ἀπέμπροσθεν αὐτῶν, ὥστε ἀνεμποδίστως τὴν ψυχὴν εἰς οὐρανοὺς διοδεύειν καὶ τείχη σιδηρὰ καὶ ὀχυρώματα καὶ μοχλοὶ ἀόρατοι διαρρήγνυνται καὶ καθαιροῦνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος («λογισμοὺς, γάρ φησι, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ») καὶ τὸ ἔνδον τῆς κακίας τῶν παθῶν πῦρ σβεννύμενον ἀεργὲς καὶ ἄτονον ἀποδείκνυται καὶ οἱ ἄγριοι θῆρες τῶν πνευματικῶν τῆς πονηρίας λεόντων ὑπὸ τοὺς πόδας αὐτῶν ὑπόκεινται. πᾶσα γὰρ ἡ κτίσις πρὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως ὑπ᾽ αὐτοῦ ἐβασιλεύετο.

Ἀλλὰ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοί, ἐὰν ἐμμείνητε νῦν ἐν τῷ λόγῳ τῆς ἀληθείας καὶ τῇ πτωχείᾳ καὶ τῷ ταπεινῷ φρονήματι καὶ πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν θύραν τοῦ ἐπουρανίου βασιλέως καὶ ἐκεῖθεν πάντα τὰ ἀγαθὰ ζητοῦντες οὐδενὸς ὑστερηθήσεσθε, ἀλλὰ πάντα ὅσα ζητεῖτε ἀφθόνως ὑμῖν ὁ κύριος χαρίζεται. ὃν τρόπον εἰ οἱ ἑστῶτες εἰς τὴν θύραν τοῦ ἐπιγείου βασιλέως καὶ δόματα ζητοῦντες ἤ τινα ἕτερα αἰτήματα ἐν μακροθυμίᾳ καὶ ὑπομονῇ οὐ στεροῦνται ὧν ἐπιθυμοῦσι, πόσῳ μᾶλλον ἡμεῖς εἰς τὴν θύραν τοῦ ἐπουρανίου καὶ εὐσπλάγχνου καὶ ἀληθινοῦ βασιλέως ἑστῶτες μετὰ πάσης μακροθυμίας ἐν πάσῃ ὑπομονῇ μετὰ πίστεως καὶ ἐλπίδος καὶ ἐν πληροφορίᾳ ζητοῦντες παρ᾽ αὐτοῦ τὰ ἐπουράνια τοῦ πνεύματος χαρίσματα ληψόμεθα τὰ αἰτήματα ἡμῶν. καθὼς καὶ ὁ κύριος ἐνετείλατο λέγων· «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν», καὶ πάλιν· «ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ καὶ ζωὴν αἰώνιον κληρονομήσει».

δίδωσιν οὖν τὰς κληρονομίας ὁ ἐπουράνιος βασιλεὺς (ἀληθὴς γάρ ἐστι) μόνον εἴ τις ἐν ἀγάπῃ καὶ ὑπομονῇ καὶ ἀληθείᾳ ζητεῖ αὐτόν. αὐτὸς γὰρ προτρέπεται ἕκαστον λέγων· “ἰατρὸς ἀληθινὸς εἰμὶ ἐγώ. εἴ τις οὐκ ἔχει ὄμματα, ζητήσει παρ᾽ ἐμοῦ καὶ λάβῃ ὀφθαλμοὺς μακαρίους ὁρῶντας τὴν ἐμὴν δόξαν, οἵτινες ἀναβλέψαντες σκοτισθήσονται οὐκέτι. εἴ τις κωφὸς τυγχάνει τῷ ἔσω ἀνθρώπῳ, αἰτήσει καὶ διανοιγήσεται αὐτοῦ τὰ ὦτα, ἅπερ διανοιγέντα οὐκέτι εἰς τοὺς αἰῶνας κωφωθήσονται. εἴ τις χωλὸς ὑπάρχει, ζητήσει παρ᾽ ἐμοῦ πόδας πνευματικοὺς περιπατοῦντας εἰς τὴν γῆν τῶν ζώντων. εἴ τις ὅπλα οὐκ ἔχει, παρ᾽ ἐμοῦ ζητήσει, ἵνα ἐνδυσάμενος ὑπὸ τῶν πολεμίων μὴ ἀδικηθῇ. καὶ πᾶν ὅ τις παρ᾽ ἐμοῦ ζητεῖ, ἐγὼ δίδωμι. πάντα γὰρ παρ᾽ ἐμοὶ πεπλήρωται καὶ ὑστερεῖ παρ᾽ ἐμοὶ οὐδέν.„ ἑστῶτες τοίνυν ἐν τῇ βασιλικῇ θύρᾳ πάντοτε καὶ αἰτοῦντες πνευματικὰς δωρεὰς οὐδενὸς ὧν χρῄζετε ὑστερηθήσεσθε, καὶ πάντα τὰ κτίσματα συγχαίρει ὑμῖν καὶ συναγάλλεται τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, ὑμῶν πρὸς τὸν δεσπότην καὶ πατέρα προσκολλωμένων καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν μόνον ἐπιθυμούντων.

Πάντοτε τοίνυν τὸν ἀγῶνα ἔχετε «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πᾶσι τοῖς πάθεσι ἀνταγωνιζόμενοι καὶ πᾶσαν κακίαν ἀποστρεφόμενοι τὰ παρὰ τοῦ κυρίου τε ὅπλα ἐνδυόμενοι δι᾽ αὐτῶν τὴν νίκην τῶν ἐναντίων ποιῆσαι δύνασθε. ἰδοὺ γὰρ ὡς ἐν τοῖς ὁρωμένοις ὁ βασιλεὺς τιμᾷ τοὺς πολεμιστὰς καὶ ἀγωνιστὰς καὶ τούτοις δίδωσιν ἐνδύματα καὶ ὅπλα ἐνδύει αὐτοὺς καὶ εἰσάγει πρῶτον εἰς γυμνασίαν τοῦ πολέμου, 〈ὅπως παιδευθῶσιν, ἵνα ἐν τῷ καιρῷ τοῦ πολέμου〉 δόκιμοι ἀποδειχθῶσιν, οὕτω καὶ ὁ κύριος τοὺς ἱσταμένους καὶ ἀγωνιζομένους εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον ἐκτρέφει ἄρτῳ ἐπουρανίῳ καὶ ἐλαίῳ ἀγαλλιάσεως πνευματικῷ ἀλείφει καὶ καθαροῖς πνευματικοῖς ὕδασιν ἀποσμήχει καὶ ἀποπλύνει ἐξ αὐτῶν πάντα ῥύπον παθῶν ἁμαρτίας καὶ δίδωσιν αὐτοῖς ἐπουράνια ὅπλα τοῦ πνεύματος καὶ ἐνδύματα φωτὸς θεϊκοῦ, ὅπως εἰσελθόντες πρὸς τὸν πνευματικὸν τῆς πονηρίας πόλεμον ἐπαινεθῶσι καὶ τὴν νίκην ἀράμενοι στεφανωθῶσι. τούτοις δίδωσι καὶ κληρονομίας ἐπουρανίους. οἱ τοιοῦτοι δῆλον ὅτι ἐκ θεοῦ γεννῶνται, καὶ δίδοται αὐτοῖς ἄλλη πόλις ἐπουράνιος καὶ καταξιοῦνται ἀδελφοὶ τοῦ Χριστοῦ γενέσθαι καὶ κληρονόμοι τοῦ πατρός.

Ὥσπερ γὰρ ὁ καύσων τοῦ ἡλίου ἐπιλάμπων τοῖς φύμασι τοῦ σπόρου τὰ 〈μὲν〉 εἰς τὴν πετρώδη γῆν σπαρέντα εὐθὺς ξηραίνει μὴ ἔχοντα νοτίαν μηδὲ βάθος γῆς, τὰ δὲ ἐν καλῇ καὶ ἐν βαθείᾳ γῇ ἐσπαρμένα οὐ βλάπτεται (ἐρρίζωνται γὰρ ἐν αὐτῇ κατὰ βάθος), οὕτω καὶ οἱ τεθεμελιωμένοι ἰσχυρῶς ἐν τῇ 〈πίονι〉 γῇ, τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ πίστει τῇ ὀρθῇ καὶ τῇ χάριτι τοῦ θεοῦ, οὐδὲν βλαβήσονται ὑπὸ τοῦ καύσωνος τῶν πειρασμῶν, ἀλλὰ μᾶλλον ἰσχυροποιοῦνται καὶ πλείονα καρπὸν ἀποδιδόασιν. οἱ τοιοῦτοι εἰσὶ τεθεμελιωμένοι εἰς τὴν ἀσάλευτον πέτραν, αὐτὸν τὸν Χριστόν. τῷ γὰρ Πέτρῳ εἶπεν ὁ κύριος· «σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ μοχλοὶ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». οἱ γὰρ μοχλοὶ εἰς τὸ ἐκριζῶσαι καὶ ἀνατρέψαι τὸν θεμέλιον τοῦ οἴκου εἰσίν, οὕτω καὶ ὁ πονηρὸς τὰς πιστὰς καὶ τεθεμελιωμένας ψυχὰς ἐκριζοῦν ἀπὸ τοῦ θεοῦ ἐπιχειρεῖ καὶ βούλεται αὐτὰς εἰς ἑαυτὸν περιτρέψαι. ὁμοίως πάλιν ὁ κύριος παρεικάζων τὸν ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ ἀνθρώπῳ «φρονίμῳ» θεμελιοῦντι «τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν». «ἦλθον, φησίν, οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν».

Καὶ ἡμεῖς τοίνυν τὸν θεμέλιον τῆς καρδίας καὶ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὴν ἀσάλευτον τοῦ Χριστοῦ πέτραν θεμελιώσωμεν, ὅπως δι᾽ αὐτοῦ ἰσχυροποιούμενοι καὶ ἐνδυναμούμενοι καὶ στερεοὶ καὶ δόκιμοι πρὸς τοὺς ἐπεγειρομένους ἡμῖν πειρασμοὺς εὑρεθέντες καὶ νικηταὶ ἀποδειχθέντες τῶν ἐπουρανίων ἀγαθῶν ἄξιοι γενώμεθα σὺν Χριστῷ ἀπολαῦσαι εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.