Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΚΔ'-ΚΘ': Η αληθινή προσευχή, ο νους ως ηνίοχος και η εσωτερική βασιλεία

Η πνευματική κατανόηση των Γραφών, η καθοδήγηση των φυσικών ορμών από τον νου και η άσκηση της προσευχής «εν πνεύματι και αληθεία».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 10 από 18

ΛΟΓΟΣ ΚΔʹ. Περὶ τοῦ πῶς δεῖ πάσας τὰς γραφὰς πνευματικῶς ἀναλαμβάνειν πρὸς τὴν ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, δι᾽ ἣν πάντα ἐγράφη, καὶ μηδὲν σαρκικὸν ἢ Ἰουδαϊκὸν ἐννοεῖν. Ὁ γὰρ ἀπόστολος φησίν· «ταῦτα πάντα τυπικῶς συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». εἰ οὖν δι᾽ ἡμᾶς ἐγράφη, πνευματικῶς πάντα ὀφείλομεν ἀναλαμβάνειν καὶ μηδὲν Ἰουδαϊκὸν ἢ σαρκικόν. ὁ γὰρ ἀπόστολος φησίν· «ὁ νόμος πνευματικός ἐστιν». εἴτε οὖν περὶ πολέμων διαφόρων ἐγράφη, μυστηριωδῶς ἐγράφη διὰ τοὺς νῦν πολέμους τοὺς ἀοράτους τῶν πνευμάτων τῆς πονηρίας πρὸς τὴν ψυχὴν γινομένους, εἴτε περὶ ἱστοριῶν τινῶν διὰ τὰ νῦν γινόμενα μυστήρια τῇ ψυχῇ ἐλέχθη, εἴτε λόγους ἄλλους πολλοὺς ἐλάλησεν ἐν ταῖς γραφαῖς τὸ πνεῦμα τὸ ἅγιον (ὡς περὶ πόλεων ἢ ἄλλων τινῶν πραγμάτων). πάντα διὰ τὰ νῦν μυστήρια τὰ ἐν τῇ ψυχῇ γινόμενα ἐγράφη, κἂν ἐγένετο τότε εἰς τὸ φανερὸν ἀληθῶς, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἀφορμὰς λαμβάνον ἀπὸ τῶν φαινομένων πάντων καὶ τῶν γενομένων τότε ἐλάλησε περὶ τῶν νῦν μελλόντων τῇ ψυχῇ συμβαίνειν.

Πάντα οὖν ὅσα ἐγράφη, ὡς προείρηται, εἰς ἡμετέραν ὠφέλειαν πνευματικῶς ἐγράφη. οἷον περὶ τοῦ Χριστοῦ προμηνύων ὁ θεὸς βασιλέα αὐτὸν ἀναστήσειν τῷ Ἰσραὴλ ἐπηγγείλατο δοῦναι «τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ Δαβὶδ» καὶ οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ εἰς τοὺς αἰῶνας, «καὶ τῆς βασιλείας αὐτοῦ» φησι μὴ εἶναι «τέλος» καὶ κατακυριεύσειν ἀπὸ περάτων ἕως περάτων, καὶ ἁπλῶς λυτρωτὴν καὶ βασιλέα καὶ ἐξουσιαστὴν τοῦ λαοῦ Ἰσραὴλ ἐπηγγείλατο ἀνιστᾶν— καὶ ἰδοὺ θεωροῦμεν ἐν τοῖς φαινομένοις, ὅτι οὐδὲν τούτων γέγονεν. οὔτε γὰρ ἐβασίλευσεν ὁ Χριστὸς ἐν τῷ φανερῷ τῆς Ἱερουσαλὴμ οὔτε ᾠκοδόμησεν αὐτήν, ἀλλὰ τοὐναντίον ὁ κηρυχθεὶς βασιλεὺς σταυρῷ τετιμώρηται, καὶ οὗ «τῆς βασιλείας (φησὶν) οὐκ ἔσται τέλος» οὔτε ἦρξεν ἐν τοῖς φαινομένοις οὔτε ἐλυτρώσατο τὸν Ἰσραὴλ οὔτε ἐκάθισεν εἰς τὸν θρόνον Δαβίδ, ἀλλὰ τοὐναντίον, ὡς προείρηται, καὶ ἐνεπτύσθη καὶ ἠτιμάσθη καὶ ἐκολαφίσθη καὶ ἐσταυρώθη οὗτος ὁ προσδοκώμενος βασιλεύς. τί οὖν; ἡ προφητεία ἀεργὴς καὶ ὁ λόγος τοῦ θεοῦ ψευδής; ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις οὐδὲν τούτων γέγονεν, εἰ μὴ ὅτι πνευματικῶς καὶ μυστικῶς ἐλάλησε διὰ τῶν ἁγίων ὁ θεὸς καὶ πνευματικῶς καὶ ἐξ ἀληθείας ἐγένετο καὶ γίνεται.

ἦλθε γὰρ λυτρωτὴς 〈ὁ〉 κύριος, ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, τουτέστι τῆς ψυχῆς τῆς ὑπὸ τοὺς πολεμίους καὶ δεινοὺς ἄρχοντας τῆς πονηρίας πεσούσης καὶ ὑπὸ τὴν βασιλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῆς ἁμαρτίας κατενεχθείσης ἀπὸ τῆς τοῦ πρώτου ἀνθρώπου παραβάσεως, ἦλθεν ὁ Χριστὸς λυτρώσασθαι αὐτήν, ἦλθεν ὁ βασιλεὺς ὁ ἐπαγγελθεὶς οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, τουτέστιν αὐτὴν τὴν ψυχὴν ἐμπεσοῦσαν εἰς κακίαν παθῶν. ἦλθε συναγαγεῖν πάντα τὸν Ἰσραήλ, ἤτοι αὐτῆς τῆς ψυχῆς τοὺς τῆς καθαρᾶς φύσεως λογισμοὺς πάντας τοὺς ἐσκορπισμένους ὑπὸ τῆς πονηρίας ἐν τῷ αἰῶνι τούτῳ ἤτοι τοὺς τῆς ἄνω Ἱερουσαλὴμ ἁγίους. ἦλθε καὶ ἐκαθέσθη εἰς τὸν θρόνον αὐτοῦ, τὸν ἄνθρωπον, καὶ ἐβασίλευσε τῆς Ἱερουσαλήμ, τῆς ψυχῆς, εἰς τοὺς αἰῶνας—«καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος»—. πᾶσαν γὰρ ψυχήν, ἣν ἐλυτρώσατο ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ἐκαθέσθη ἐν αὐτῇ καὶ ἐβασίλευσε τῆς ἀληθινῆς Ἱερουσαλήμ, αὐτῆς τῆς ψυχῆς, καὶ τοῦ ἀληθινοῦ Ἰσραήλ, αὐτοῦ τοῦ ἀνθρώπου, καὶ ἣν ψυχὴν ἠλευθέρωσεν ἀπὸ τῆς ἁμαρτίας εἰς τοὺς αἰῶνας, ἐν αὐτῇ βασιλεύει καὶ κατοικεῖ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».

Περὶ τούτων τῶν μυστηρίων ἔλεγον οἱ προφῆται καὶ περὶ τῆς λυτρώσεως ταύτης προέλεγον καὶ περὶ ταύτης τῆς βασιλείας καὶ ταύτης τῆς Ἱερουσαλὴμ καὶ τούτου τοῦ θρόνου, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν, καὶ ἀληθῶς ἐπληρώθησαν πᾶσαι αἱ γραφαὶ τῶν ἁγίων προφητῶν· ἐξ ἀληθείας γὰρ ἐλθὼν ὁ βασιλεὺς Χριστὸς ἐλυτρώσατο τὴν Ἱερουσαλήμ, τουτέστι τὴν ψυχήν, ἀπὸ τῶν ἐχθρῶν αὐτῆς καὶ τῶν καταδυναστευσάντων καὶ τῶν τυραννησάντων αὐτὴν ἐν τῇ πονηρίᾳ τοῦ σκότους, «καθεῖλε τοὺς δυνάστας ἀπὸ τῶν θρόνων καὶ ὕψωσε» τὴν τεταπεινωμένην ψυχὴν καὶ ἐβασίλευσε Χριστὸς ἐν αὐτῇ καὶ θρόνον αὐτὴν αἰώνιον ἑαυτῷ κατεσκεύασε «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος». ἐλυτρώσατο γὰρ τὸν Ἰσραηλιτικὸν ἄνθρωπον, τὸν κατ᾽ εἰκόνα αὐτοῦ κτισθέντα, καὶ οὕτως ἐπληρώθη ἐξ ἀληθείας ὁ λόγος τοῦ θεοῦ. εἰ δὲ ἐν τῷ φανερῷ ὡς ὁρῶμεν τούτων οὐδὲν γεγένηται καὶ ἐν τῷ κρυπτῷ εἰς τὴν ψυχὴν ἐξ ἀληθείας οὐ γίνεται, ποῦ ὁ ἀληθὴς λόγος τοῦ θεοῦ, ποῦ τὰ ῥήματα τοῦ πνεύματος ἐπληρώθησαν; ἆρα μάταια τὰ προαγγελθέντα πάντα καὶ οἱ προφῆται ψευσταί; μὴ γένοιτο. ποῦ οὖν ἐβασίλευσεν ὁ Χριστός, ἰδοὺ γὰρ ἐν τῷ φανερῷ οὐκ ἐβασίλευσε δῆλον ὅτι τὴν καθαρὰν ψυχὴν θρόνον ἑαυτῷ κατεσκεύασε καὶ ποῦ συνήγαγε καὶ ἐλυτρώσατο τὸν Ἰσραήλ; δῆλον ὅτι τὸν ἄνθρωπον ἀπὸ τῶν ἐχθρῶν τῶν δεινῶν ἐλυτρώσατο καὶ συνήγαγεν αὐτὸν σκορπισθέντα.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν βασιλέα, ἵνα καὶ ἡμᾶς λυτρώσηται ἀπὸ τῶν ἐχθρῶν ἡμῶν καὶ βασιλεύσῃ ἐν ἡμῖν, ῥυόμενος ἡμᾶς ἐκ τῆς βασιλείας τῆς ἁμαρτίας, καὶ καθεσθῇ ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν εἰς τοὺς αἰῶνας καὶ ἐνοικοδομήσῃ καὶ ἀνακτήσηται καὶ ἀνακαινίσῃ τὰ νοήματα ἡμῶν, καινὴν καὶ ἐπουράνιον Ἱερουσαλὴμ ποιήσας ἡμᾶς καὶ γεννήσας ἡμᾶς ἐκ τοῦ πνεύματος αὐτοῦ, ἵνα ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰς ἅπαντας τοὺς αἰῶνας, ὅτι πᾶσι τοῖς πιστεύουσιν αὐτῷ ἐξ ἀληθείας καὶ ἐλπίζουσι καὶ αἰτοῦσι καὶ δεομένοις αὐτοῦ καὶ προσδοκῶσι ποιεῖ τὴν λύτρωσιν ταύτην νῦν καὶ βασιλεύει ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πληροφορίας ἐν αὐτοῖς ἐν ἀληθείᾳ εἰς τοὺς αἰῶνας. καὶ οὕτως ἀπὸ τοῦ νῦν βασιλεύοντος Χριστοῦ ἐν ἡμῖν τὰ ἐνέχυρα καὶ τοὺς ἀρραβῶνας τῆς βασιλείας λαβόντες νῦν τὸν φωτισμὸν τοῦ Χριστοῦ ἐν τῇ ψυχῇ ἡμῶν γινόμενον, τότε ἐν τῇ ἀναστάσει ἀναστήσονται τὰ σώματα ἡμῶν τῆς ψυχῆς ἀπὸ τοῦ νῦν ἐγερθείσης ἐκ τῆς νεκρώσεως τῶν παθῶν τῆς ἁμαρτίας, καὶ συνδοξασθήσονται τῇ ψυχῇ ἀπὸ τοῦ νῦν φωτιζομένῃ ὑπὸ τοῦ ἀληθινοῦ καὶ ἀρρήτου φωτὸς τοῦ Χριστοῦ, καὶ οὕτω συμβασιλεύσομεν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι.

Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει, ὅτι οὕτως ἠγάπησε τὸ γένος τῶν ἀνθρώπων, καταξιῶν ἡμᾶς τῆς αὐτοῦ βασιλείας εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΚΕʹ. Ὥσπερ ἐὰν ᾖ ἅρμα ὑπὸ ἡμιόνων ἑλκόμενον, χρὴ δὲ τὸν ἡνίοχον τὰ λῶρα κατέχοντα ἕκαστον ζῷον ἐπιτηδείως ἄγειν πρὸς εὐθείαν καὶ τὸ βουλόμενον ἀτάκτως ἐξορμᾶν ἐπέχειν καὶ ἀναχαιτίζειν, ἵνα τὸ ἅρμα εὐθείως καὶ τεταγμένως ἐν τῇ ὁδῷ ἀπαγόμενον ἀκινδύνως εἰς τὴν πόλιν δυνηθῇ εἰσελθεῖν, οὕτως ὅλον τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος σύγκριμα ὁ ἡνίοχος νοῦς ὑπὸ τοῦ λόγου παιδευόμενος ὀφείλει τὰ φυσικὰ τῶν λογισμῶν κινήματα κατὰ τὸ θέλημα τοῦ θεοῦ εὐθύνειν καὶ πᾶσαν κίνησιν λογισμοῦ φυσικοῦ ἀτάκτως προπηδῶσαν καὶ παρὰ τὸν εὐθῆ λόγον τρέχειν ἐθέλουσαν γενναίως ἀναχαιτίζειν, ἵν᾽ οὕτως ὅλον τὸ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος ἅρμα λογικῶς καὶ θελήματι θεοῦ ἐν τῇ βασιλικῇ τῶν θείων γραφῶν ὁδῷ βαῖνον εἰς τὴν ἐπουράνιον τῶν ἁγίων πόλιν καταντῆσαι δυνηθῇ. ἕκαστον γὰρ φυσικῆς κινήσεως λογισμόν, εἰ τύχοι περὶ βρώσεως ἢ ποτοῦ ἢ ἐνδυμάτων ἢ περὶ παντοίων χρειῶν σωματικῶν, ἥγησαί μοι χάος εἶναί τι ἀπλήρωτον (κατὰ τῶν πλειόνων ὀρέγεσθαι) καὶ μάλιστα ὑπὸ τῆς κακίας φιληδόνως ὑποκλεπτόμενον 〈ὡς φυσικῆς ἕνεκεν χρείας ἐκπλήρωσιν〉.

εἰ οὖν συνεπιδίδωσι καὶ συναπάγεται ὁ νοῦς ἰδίῳ θελήματι μὴ ἀναχαιτίζων τὴν τῶν λογισμῶν ἀπλήστῳ διαθέσει προπέτειαν, ὡς εἰς ἄμετρόν τινα βυθὸν καὶ χάος ἐμπίπτει καὶ πάντοτε τρέχων καὶ πονῶν περὶ τὰ σαρκικὰ καὶ εἰς αὐτὰ τὸ ὅλον ἀσχολούμενος οὐ καταφθάνει καὶ ἐκπληροῖ τὸ καλὸν διὰ τὸ ἐν σωματικαῖς ἀσχολίαις χρειῶν τὸν νοῦν ἐμπλατύνεσθαι. ὀφείλει τοίνυν παντοίῳ τρόπῳ τῷ λόγῳ τοῦ θεοῦ πειθόμενος ἐπέχειν ἑαυτὸν καὶ μεμετρημένως καὶ περιεσφιγμένως τὰς σωματικὰς χρείας διοικεῖν καὶ τὸν θλιβερώτερον καὶ πενιχρώτερον ἐπιλέγεσθαι βίον, ἵν᾽ οὕτω τὴν τοῦ σώματος ζωὴν δι᾽ ὀλίγων χρειῶν ἐκπληρούμενοι ἐπὶ τὴν πνευματικὴν λατρείαν καὶ τὸν ἀγγελικὸν τῆς πρὸς θεὸν καρτερήσεως βίον τὸ πλέον σχολάζοντες δυνηθῶμεν τὴν ἑαυτῶν βραχύβιον ζωὴν κατὰ τὸ θέλημα τοῦ θεοῦ κυβερνήσαντες κληρονόμοι τῆς αἰωνίου ζωῆς γενέσθαι.

Ὥσπερ γὰρ ἐὰν ᾖ τις τραύματα ἔχων ἐν τῷ σώματι, ἑαυτὸν δὲ χρίσῃ πηλῷ ἢ βορβόρῳ, καὶ ἐρχόμενος πρὸς τὸν ἰατρὸν παρακαλῇ θεραπευθῆναι, καί φησιν αὐτῷ ὁ ἰατρός· “εἰ βούλει θεραπευθῆναι, ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλὸν ἤτοι βόρβορον, ἵνα πλυνθέντα φανερὰ καὶ δῆλα γένωνται, μὴ ἐπικαλυπτόμενα ὑπό τινος ῥυπαρίας, κἀγὼ ὡς ἐπίσταμαι τῇ ἐμῇ τέχνῃ θεραπεύω τὰ πεπονθότα μέλη· ἐπικειμένου γὰρ βορβόρου τοῖς τραύμασιν οὐκ ἐνεργοῦσι τὰ ἰατρικὰ φάρμακα καὶ ἀδύνατον θεραπευθῆναι.„ οὕτω διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶσα ψυχὴ ἀοράτως ὑπὸ τοῦ πονηροῦ διαφόροις τραύμασιν ἐτραυματίσθη καὶ διὰ τὴν ἀρχαίαν νομὴν ἐμπαθὴς κατέστη κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνὴν τὴν λέγουσαν· «ἔσωθεν γὰρ ἐκ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί», καὶ ἀπαριθμησάμενος ἐγνώρισε τὴν τῶν παθῶν ἐνέργειαν ἀοράτως ἔνδον ἐν τοῖς λογισμοῖς κινουμένην ἔξωθεν προέρχεσθαι, καὶ ὁ ἀπόστολος δὲ λέγων· «ὥσπερ γὰρ διὰ τοῦ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν», ἐδήλωσε τὴν ἀόρατον τῶν παθῶν ἐνέργειαν καὶ ἑκάστην ψυχὴν διὰ τὴν ἀρχαίαν νομὴν τῆς κακίας τραύμασιν ἀκουσίοις συμπεπλέχθαι, ὧν ηὔχετο καὶ ὁ μακάριος Δαβὶδ ῥυσθῆναι λέγων· «ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου».

ταῦτα τοίνυν τὰ τραύματα ἔχουσα τῶν παθῶν ἡ ψυχὴ ἰδίᾳ προαιρέσει πάλιν ὑπὸ τῶν ἡδονῶν τοῦ κόσμου δελεαζομένη ὥσπερ βορβόρῳ τινὶ ἢ πηλῷ—{καὶ} ἐπικαλύμματι τῶν ἔνδον ἐγκεκρυμμένων παθῶν—χριομένη καὶ ἑαυτὴν ἵν᾽ οὕτως εἴπω μολύνουσα δέεται δὴ τοῦ ἐπουρανίου ἰατροῦ, θεραπευθῆναι τὰ ἔνδον πάθη τῶν πονηρῶν διαλογισμῶν ἐπιθυμοῦσα.

ἀλλά φησιν αὐτῇ ὁ κύριος, ὥσπερ ἐκεῖ ὁ σωματικὸς ἰατρὸς τῷ τετραυματισμένῳ ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλόν, καὶ οὕτως ἰάσεως τυχεῖν δυνήσῃ, τουτέστιν ἀπόρριψαι, ὦ ψυχή, ὅσα διὰ τῶν σῶν θελημάτων ἐπιτελεῖς κακά, μίσησον, ἀναχώρησον τῶν βιωτικῶν 〈καὶ〉 κακῶν προλήψεων, ἀεργῆ ἔστωσαν ἐν σοὶ τὰ πάθη γεγυμνωμένα ἀπὸ τῆς σῆς προαιρέσεως, μὴ μολύνου ἑκουσίῳ θελήματι διὰ συνδυασμοῦ καὶ συνεργίας κακῆς τῶν ἀοράτων, τῶν κρυπτῶν τραυμάτων μολυσμῶν, κἀγὼ ἰῶμαί σου τὰ παρὰ ἀνθρώποις ἀνίατα πάθη τῶν πονηρῶν διαλογισμῶν καὶ εἰς τὴν ἀρχαίαν τῆς καθαρᾶς φύσεως εὐγένειαν ἀποκαθιστῶ σε, ἵνα πάλιν εἰκὼν καὶ ὁμοίωμα θεοῦ ἐν ἀληθείᾳ ὑπάρχῃς, πάσας τὰς τοῦ πνεύματος ἀρετὰς διὰ τοῦ φυσικοῦ καὶ ἐνδιαθέτου νόμου ἐντετυπωμένας ἐν σεαυτῇ ἔχουσα, καὶ οὕτω τῷ πνεύματι τῷ ἁγίῳ διὰ τῆς ἐνεργοῦς χάριτος κοινωνήσασα καὶ τὸν ἐπουράνιον νυμφίον Χριστὸν ἀπολαβοῦσα καὶ οἶκος καὶ ναὸς αὐτῷ ἅμα τῷ σώματι διὰ τοῦ ἁγιασμοῦ προκαταρτισθεῖσα, τῶν αἰωνίων τῆς βασιλείας ἀγαθῶν αἰωνίως ἀπολαύσῃς. ταύτην δὲ τὴν ἐπαγγελίαν διὰ τοῦ ἀποστόλου ὁ κύριος ἐπηγγείλατο λέγων· «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον (ἥτις ἐστὶ ψυχὴ ἁγίων), μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ἡ ἁγία καὶ ἄμωμος».

Ὥσπερ γὰρ εἰ ἀπὸ καθαρᾶς πηγῆς διὰ σωλήνων ὕδωρ καθαρὸν προέρχεται, ἔξωθεν δὲ ὕδωρ θολερὸν καὶ βορβορῶδες ἐπεισέλθῃ τῇ πηγῇ, τὸ διὰ τῶν σωλήνων καθαρὸν ὕδωρ προερχόμενον μολύνεται ὥσπερ χαράδρας τινὸς ἐπάνω αὐτῆς ἐπιρρεούσης, οὕτω διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ τὸ θολερὸν ὕδωρ τῶν τοῦ πονηροῦ κακῶν διαλογισμῶν τῷ καθαρῷ καὶ διαυγεῖ τῶν τῆς ψυχῆς καλῶν διαλογισμῶν νάματι διὰ τῶν αἰσθητηρίων τοῦ σώματος ὡς διὰ σωλήνων τινῶν ἐπεισελθὸν θολοῖ διὰ τῶν παθῶν καὶ ταράσσει καὶ τὸ καθαρὸν καὶ διειδὲς τῶν εὐθειῶν διανοημάτων τῆς ψυχῆς ὕδωρ μολύνει διὰ τῆς προλαβούσης νομῆς. διὸ θεοῦ μόνον χρεία καὶ τῆς τοῦ ἡμετέρου θελήματος πολλῆς συνεργίας ἐν πάσαις ἀρεταῖς, ἵνα τῇ δυνάμει τῆς χάριτος εἰς τὴν ἰδίαν τῆς καθαρότητος φύσιν τὴν ψυχὴν ἀποκαταστήσῃ, ὅπως εὐάρεστος θεῷ ἐν πάσαις ἀρεταῖς εὑρεθεῖσα καὶ ἄμωμος καταρτισθεῖσα διὰ τῆς βοηθείας τοῦ ἁγίου πνεύματος τῆς αἰωνίου ζωῆς ἀξία γένηται. τοῖς γὰρ φυσικοῖς λογισμοῖς καὶ τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν ἐπιτηρεῖ ὁ πονηρός, ὥστε τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύειν, ἵνα φυσικῶν ἀποπληρώσεων δῆθεν χάριν τὸν ἄνθρωπον εὐλογοφανῶς ἀπατᾶν δύνηται. τοσαύτης οὖν ἀκριβείας πρὸς τὰς φυσικὰς ἐκπληρώσεις χρεία διὰ τὸν προφάσει τῆς φυσικῆς χρείας τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύοντα.

Ὥσπερ ἐὰν ᾖ δένδρα καρπῶν πεπληρωμένα, ἑνὶ δὲ ἑκάστῳ δένδρῳ ἥγησαί μοι θηρίον παρακαθεύδειν· ἐὰν οὖν μή τις μετὰ πάσης προσοχῆς καὶ εὐφυίας καὶ νήψεως ἀπέλθῃ, ἵνα τοὺς καρποὺς τοῦ δένδρου λαβεῖν δυνηθῇ, ἄδηκτος τῶν θηρίων παρελθεῖν οὐ δύναται. οὕτως ἐὰν μή τις 〈πάσῃ〉 νήψει καὶ προσοχῇ ὑπὸ τοῦ θείου λόγου κυβερνώμενος τὰς διὰ τῶν αἰσθητηρίων φυσικὰς χρείας ἀποπληροῖ, ἄδηκτος παθῶν κακίας τῶν ἀοράτων θηρίων παρελθεῖν τὸν αἰῶνα τοῦτον οὐ δύναται 〈καὶ διὰ τοῦτο χρεία νήψεως διηνεκῶς, ἕως οὗ ἡ χάρις εἰς τὴν ἡμῶν ἐπιλάμψει ἀσθένειαν〉. ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ταῖς εἰς τὴν πόλιν ἀγούσαις οἱ λῃσταὶ προσκαρτεροῦσι πρὸς τὸ τοὺς ἀφυλάκτως παριόντας εὐκόλως ἀποσυλῆσαι καὶ ἀπογυμνῶσαι—οὐ γὰρ δὴ ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι οἱ κακοῦργοι ἁπλῶς περιέρχονται, ἀλλὰ δῆλον ὅτι ἔνθα διοδεύουσιν ἄνθρωποι—, οὕτως ἐν τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν οἱ ἀόρατοι τῶν πονηρῶν πνευμάτων λῃσταὶ ἐπιτηροῦσι τὴν ἀπροόρατον καὶ ἀφύλακτον καὶ χαύνην ψυχήν, ὅπως ἐν ταῖς ὥσπερ ὁδοῖς τῶν αἰσθητηρίων, δι᾽ ὧν ἡ ψυχὴ ἐν τῷ κόσμῳ τούτῳ τὰς φυσικὰς χρείας ἔκπληροι, ἐὰν καιρὸν εὕρωσιν, ἀπογυμνώσωσι τῶν ἀρετῶν καὶ καταβάλωσιν ἐν τοῖς ἁμαρτήμασιν ὅπερ ἐστὶ ψυχῆς θάνατος.

Πολλῆς οὖν παραφυλακῆς καὶ νήψεως καὶ συνέσεως χρεία κατὰ τὸ εἰρημένον· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς», ἵνα πάντοτε ὁ ἡγεμὼν νοῦς ἔχῃ ὥσπερ θώρακα καὶ ὅπλον τὸν λόγον τῶν ἁγίων ἐντολῶν καὶ τὴν εἰς θεὸν πεποίθησιν, ἵνα ἀφόβως καὶ ἀκινδύνως διὰ τῶν ὁδῶν τῶν αἰσθητηρίων ἐν τῷ αἰῶνι τούτῳ παρέρχεσθαι δύνηται, καὶ φρουρὸν τὸν εὐθῆ καὶ εὐσεβῆ λογισμὸν ὥσπερ θυρωρὸν ἐν ταῖς πύλαις τῆς ψυχῆς στήσῃ, ἵνα τοὺς γνωρίμους καὶ οἰκείους λογισμοὺς εἰσδέχηται χαίρων ἐν τῇ πόλει τῆς καρδίας, τοὺς δὲ κακούργους καὶ ἀλλοτρίους τῆς κακίας λογισμοὺς ἀπωθῆται καὶ ἀποκλείῃ ταῖς φαύλαις ἐννοίαις τὰς πύλας τῆς καρδίας, τουτέστιν ἀσυνδύαστον αὐτὸν τῇ πονηρίᾳ τὸ καθόλου φυλάττων, ἵν᾽ οὕτως ἀκίνδυνος καὶ ἀνεπιβούλευτος ἡ τῆς ψυχῆς πόλις φυλασσομένη τῷ βασιλεῖ Χριστῷ εὐαρεστῆσαι δυνηθῇ.

Ὥσπερ γὰρ ἐάν τις ὑπὸ πυρετοῦ ἐπὶ πλεῖον κατέχηται καὶ τὸν στηρίζοντα τὸ σῶμα ἄρτον λαβεῖν οὐ δύνηται διὰ τὴν τοῦ πυρετοῦ ἐπικράτειαν, ὁ σοφὸς ἰατρὸς τέχνῃ μεθοδεύει τοῦ θρέψαι τὸν ἄρρωστον καὶ τὸν ἄρτον ἐν ὕδατι διαλύων ἐπιδίδωσιν αὐτῷ, ἵν᾽ 〈ὡς ὕδωρ τὸν ἄρτον λαμβάνων δέξηται διαλυθέντα καὶ〉 οὕτω κατ᾽ ὀλίγον τοῦ πυρετοῦ μειουμένου στερεωτέραν προσφέρῃ τροφήν, ἕως οὗ διὰ πολλῆς προσοχῆς ὑγιάνας εἰς τὴν κατὰ φύσιν ἕξιν ἀποκαταστῇ, καὶ οὕτω τοῦ ἄρτου καὶ τῶν λοιπῶν διαφόρων ἐδεσμάτων μετὰ πάσης εὐρωστίας μεταλαμβάνων ἀπολαύῃ—οὕτω καὶ ἡ ψυχὴ κακωθεῖσα διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ καὶ ἐμπαθὴς γενομένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν τῆς ἁμαρτίας κεκράτηται ἑκάστοτε διαφόρως, καὶ τῇ ἰδίᾳ σοφίᾳ ὁ ἐπουράνιος ἰατρὸς τὸν ἐπουράνιον ἄρτον (τουτέστι τὴν δύναμιν τοῦ πνεύματος) ἀοράτως διὰ τοῦ ἁγίου μυστηρίου τοῦ «λουτροῦ τῆς παλιγγενεσίας» καὶ τοῦ σώματος τοῦ Χριστοῦ καὶ διὰ τῶν γραφῶν «τοῦ λόγου τῆς παρακλήσεως» τρέφει καὶ θάλπει τὴν κεκακωμένην καὶ ἐμπαθῆ ψυχήν, τὴν ἐνέργειαν τοῦ πνεύματος ἐν δυνάμει καὶ πληροφορίᾳ μηδέπω κεχωρηκυῖαν 〈λαβεῖν〉, ἤτοι διὰ τὴν νηπιότητα ἤτοι διὰ τὴν ὀλιγοπιστίαν ἢ ἀμέλειαν.

ἑκάστη γὰρ ψυχὴ κατὰ τὸ μέτρον τῆς πίστεως ἐν τῷ ἁγίῳ βαπτίσματι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυγχάνουσα τὴν ἐνέργειαν τῆς χάριτος μεταλαμβάνει, ἡ μὲν ἐν δυνάμει καὶ πληροφορίᾳ, ἡ δὲ ἐν λεπτοτέρᾳ τῆς χάριτος ἐνεργείᾳ κατὰ τὴν προειρημένην τοῦ ἀρρώστου παραβολὴν καὶ οὕτω κατ᾽ ὀλίγον διὰ πάσης προσοχῆς καὶ τῆς ἐν ταῖς ἀρεταῖς ἐπιμελείας τῆς ἀοράτου νόσου τῶν παθῶν μειουμένης καὶ τῆς ὑγείας τῶν ἀρετῶν τοῦ πνεύματος προσγινομένης ἀποκαθίσταται ἡ τὸν κύριον ζητοῦσα ψυχὴ εἰς τὴν κατὰ φύσιν τῆς ἀπαθείας ὑγείαν τὸν ἐπουράνιον ἄρτον, αὐτὴν τὴν δύναμιν τοῦ πνεύματος, ἐνεργῶς λοιπὸν καὶ πεπληροφορημένως τρέφεσθαι χωροῦσα. ἡ δὲ τοιαύτης χάριτος καταξιωθεῖσα ψυχὴ καὶ τῶν παθῶν κυριεύσασα τῆς βασιλείας ὄντως τέκνον ἄξιον ἀναδείκνυται.

πρόκειται μὲν γὰρ ἡ ἐν τῷ βαπτίσματι τοῦ πνεύματος χάρις ἐπιφοιτῆσαι πλουσίως ἑκάστῳ βουλομένη καὶ τάχιον τελειότητα δυνάμεως θείας δωρήσασθαι ἐπιθυμοῦσα—ἀλλὰ κατὰ τὸ ἑκάστου διάφορον τῆς πίστεως καὶ εὐλαβείας μέτρον ἡ μετάληψις τῆς χάριτος γίνεται—, τῆς μὲν ἀφέσεως τῶν ἁμαρτιῶν πάντας ἴσως καταξιοῦσα, τῆς δὲ οἰκείας τοῦ πνεύματος μεταλήψεως κατὰ τὸ μέτρον τῆς πίστεως ἑκάστου τὴν χώρησιν δωρουμένη, πάντας ἐκδεχομένη καὶ προτρεπομένη ἐλθεῖν διὰ προκοπῆς ἀρετῶν καὶ ἀρίστης πολιτείας καὶ ἐπιχορηγίας πνεύματος ἁγίου «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» κατὰ τὴν τοῦ μακαρίου ἀποστόλου φωνήν, ὅπερ ἐστὶν ἡ παντελὴς τῶν παθῶν ἀπολύτρωσις καὶ ἡ πληρεστάτη τοῦ ἁγίου πνεύματος καὶ ἐνεργὴς ἐνοίκησις.

Ἀλλ᾽ ὥσπερ καὶ ἐν ταῖς κακώσεσι πολλή τις διαφορὰ καὶ ἡ πρὸς ὑγείαν νεῦσις τυγχάνει καὶ ποικίλη· πάλιν γὰρ ἐπὶ τὴν παραβολὴν ἀναδράμωμεν. ὁ μὲν γὰρ τάχιον ἱδροῖ καὶ τοῦ πυρετοῦ σχεδὸν ὑφ᾽ ἓν ἀναχωρήσαντος ταχυτέρως τὴν στερεωτέραν τοῦ ἄρτου καὶ τῶν ποικίλων ἐδεσμάτων τροφὴν δέχεσθαι δύναται καὶ οὕτω συντομώτερον εἰς τελείαν ὑγείαν ἀποκαθίσταται, ἐὰν μέντοι καὶ μετὰ τὸ ἀναστῆναι διὰ τοῦ ἱδρῶτος ἐκ τῆς νόσου μὴ ἀτάκτως διαιτᾶται ἢ σκυλμὸν καμάτου ἀπείρως ἀναλαμβάνῃ παρὰ τὸν ἰατρικὸν λόγον· ἐπεὶ πάλιν ἀνασκευάζεται ἡ νόσος καὶ χείρων τῆς προτέρας καθίσταται, καὶ οὕτω κινδυνεύει καὶ θανάτου πεῖραν λαμβάνει διὰ τὴν ἰδίαν ἀπροσεξίαν. ὁ δὲ μὴ τάχιον ἱδρώσας, ἔχων δὲ τὸν πυρετὸν ἐπικείμενον κατὰ τὴν προειρημένην παραβολήν, ὑπείκων τῷ ἰατρῷ ἐμπείρως τρέφεται, καὶ κατ᾽ ὀλίγον ἡ κάκωσις μειοῦται καὶ αἱ δυνάμεις τῷ σώματι προσγίνονται, ἕως οὗ τελείως ἡ νόσος ὑποχωρήσῃ καὶ τελεία ὑγεία προσγένηται, ἐὰν μέντοι εὐτακτῇ καὶ οὗτος πάνυ προσέχων ἑαυτῷ καὶ ταῖς τοῦ ἰατροῦ παραγγελίαις ἐν πάσῃ ἀκριβείᾳ πείθηται· εἰ δὲ μή γε πάλιν ἀνατροπιάσας χεῖρον τοῦ προειρημένου ἀπόλλυται, πλείονος γὰρ παραφυλακῆς τούτῳ παρὰ τὸν προειρημένον χρεία.

πλὴν 〈τοῖς〉 ἀμφοτέροις κίνδυνος ἢ καὶ θάνατος ἐπέρχεται, ἐὰν μὴ εὐτακτῶσι τῇ διαίτῃ τῷ ἰατρικῷ λόγῳ πειθόμενοι, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ χάριτος ἐνεργοῦς τάχιον ἀξιωθεῖσα, τουτέστιν ὥσπερ ἐν βαρυτάτῃ κακώσει ἱδρώσασα καὶ ἀποθεμένη τὸ πλεῖστον τῆς ἁμαρτίας τῶν παθῶν νόσημα, ἐὰν ἐν πάσῃ προσοχίᾳ καὶ εὐταξίᾳ ἀκριβοῦς πολιτείας ἀναστρέφει κατὰ τὸν εὐαγγελικὸν τῆς ἀληθινῆς ἰατρείας λόγον, ἰδοὺ τάχιον ὑγιᾶναι παντελῶς δύναται, τουτέστι τελείαν λύτρωσιν τῶν παθῶν δέξασθαι κατὰ τὸν τοῦ ἀποστόλου λόγον· «ἡ ἀγάπη, φησίν, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς. αὕτη γάρ ἐστιν ἡ τελεία τῆς ψυχῆς ὑγεία.

Εἰ δὲ ἀπροσεχόντως καὶ ἀδιαφόρως ἐν τῇ καταφρονήσει τῶν εὐαγγελικῶν ἐντολῶν ὡς δὴ ὑγιάνασα τὸν αἰῶνα τοῦτον διοδεύει καὶ τὴν ἑαυτῆς σωτηρίαν ἐν φόβῳ 〈καὶ τρόμῳ〉 οὐ κατεργάζεται κατὰ τὴν τοῦ μακαρίου Παύλου παραγγελίαν ἐν πολλῇ ταπεινώσει καὶ πόνῳ καὶ εὐλαβείᾳ ἀναστρεφομένη κατὰ τὸν τοῦ ἀνατροπιασμοῦ λόγον εἰς τὴν προτέραν ἀναλύει τῶν παθῶν τῆς κακίας νόσον, ἀρξαμένη πνεύματι καὶ σαρκὶ ἐπιτελοῦσα, καὶ οὕτως ἐν τοιούτῳ τρόπῳ ἀπομένουσα ἕως τέλους τῷ αἰωνίῳ θανάτῳ τῆς ἁμαρτίας παραδίδοται, καθώς φησιν ὁ κύριος· «ἄρατε ἀπ᾽ αὐτοῦ τὸ τάλαντον», καὶ πάλιν· «καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ καὶ δοθήσεται τῷ ἔχοντι», τουτέστι 〈τῷ μὴ λυποῦντι τὸ πνεῦμα διὰ τῆς κακοτροπίας〉, τῷ μὴ ἐνυβρίζοντι τὴν χάριν τὴν δοθεῖσαν διὰ τῆς ἀσέμνου πολιτείας, τῷ αἰσθομένῳ ἀξίως τιμῆς διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τὴν ἐπουράνιον χάριν τοῦ προσκυνητοῦ πνεύματος. οὗτος γάρ ἐστιν ἀληθῶς ὁ ἔχων ὁ διὰ πάσης εὐαρεστίας τιμῶν τὴν δεδομένην τοῦ πνεύματος δωρεάν, ὁμοίως δὲ καὶ ὁ λόγῳ θείῳ δι᾽ ἀκοῆς ὑπὸ τῆς χάριτος διατρεφόμενος καὶ ἐνεργῆ τὴν δύναμιν τοῦ πνεύματος μηδέπω κεκτημένος, ἀλλὰ λεπτοτέραις οἰκονομίαις οἰκονομούμενος ὑπὸ 〈τῆς χάριτος τοῦ θεοῦ〉, τοῦ ἐπουρανίου ἰατροῦ.

πλείονος καὶ οὗτος προσοχῆς καὶ παραφυλακῆς χρῄζει κατὰ πάντα τῷ εὐαγγελικῷ τῆς ἀληθινῆς ἰατρείας λόγῳ πειθόμενος, ἵνα κατὰ βραχὺ ἡ τῆς ἁμαρτίας νόσος ὑποχωρήσῃ καὶ ἡ τῆς δικαιοσύνης τῶν ἀρετῶν ὑγεία τελεία προσγένηται, ἕως οὗ εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον διὰ τῆς χάριτος ἀποκαταστὰς εὐάρεστος θεῷ εὑρεθῆναι δύναται. εἰ δέ τις ἀταξίᾳ, τουτέστι παρακοῇ τῶν ἐντολῶν, παρακολουθεῖ, πάλιν ἀνατροπιασμοῦ δίκην εἰς χείρονα πάθη κακίας ἐμπεσὼν θανάτῳ αἰωνίῳ ὑπόδικος γίνεται διὰ τὴν ἀφύλακτον καὶ φιλήδονον προαίρεσιν, ὅτι ἀρξάμενος ὑγιαίνειν ἀπὸ τῆς χαλεπῆς νόσου τῶν παθῶν καὶ ὑπὸ τῆς χάριτος βοηθεῖσθαι οὐκ ἐξηκολούθησε τοῖς εὐαγγελικοῖς προστάγμασιν, ἀλλὰ ἰδίῳ θελήματι αὐτοῦ πορευομένου τοιαῦτα αὐτοῦ τὰ τέλη γεγόνασι.

Χρεία οὖν ἀμφοτέροις ὑπακούειν τῷ τῆς ἀληθείας λόγῳ πάντοτε καὶ ἐν πόνῳ καὶ σπουδῇ καὶ πολλῷ ἀγῶνι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι, ἵν᾽ οὕτω τῆς βασιλείας κληρονόμοι γενέσθαι καταξιωθῶσιν εἰς αἰῶνας.

Ἀμήν.

ΛΟΓΟΣ Κϛʹ. Ὑπόμνησις περὶ τοῦ ἀοράτου λόγου τοῦ θεοῦ Ὁ καλούμενος λόγος τοῦ θεοῦ ἔργον τι πνευματικὸν τῇ ψυχῇ τῇ ὀρθῶς καὶ πιστῶς καὶ ἐν ἀγάπῃ δεχομένῃ ἀποδείκνυσι καὶ μεταβολήν τινα ἀπεργάζεται. οὗτος γὰρ ὁ ἀφανὴς τοῦ θεοῦ λόγος πάντα τὰ κτίσματα τὰ «ὁρατὰ καὶ τὰ ἀόρατα» κατεσκεύασε καὶ δι᾽ αὐτοῦ «τὰ πάντα συνέστηκεν». οὗτος γὰρ ὁ λόγος θεός ἐστι· φησὶ γὰρ ὁ εὐαγγελιστής· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε». καὶ πάντες οἱ ἄγγελοι καὶ οἱ ἅγιοι διὰ τῆς ἀφανοῦς τοῦ λόγου δυνάμεως κινοῦνται καὶ ζῶσι καὶ ἐκ τοῦ πνεύματος αὐτοῦ ἐσθίουσι καὶ πίνουσιν οὐρανίαν καὶ πνευματικὴν βρῶσιν καὶ πόσιν. «καὶ ἡ ζωή, γάρ φησιν, ἦν τὸ φῶς τῶν ἀνθρώπων», καθὼς καὶ ὁ κύριος εἶπεν· «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν αἰώνιον». οὐκ ὀφείλομεν δὲ τοῦτο σωματικῶς καὶ ὑλικῶς νοεῖν, ἀδελφοί, καθὼς πολλοὶ τῶν μαθητῶν ἀκούοντες τὸν λόγον τοῦτον ἐσκανδαλίσθησαν «λέγοντες· πῶς δύναται οὗτος τὴν σάρκα αὐτοῦ δοῦναι ἡμῖν φαγεῖν»; ἡ γὰρ ἀληθινὴ σὰρξ τῆς ζωῆς, ἣν ἐσθίουσιν οἱ Χριστιανοί, καὶ τὸ αἷμα, ὃ πίνουσιν, ὁ λόγος αὐτοῦ ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐν τῇ εὐχαριστίᾳ τοῦ ἄρτου κατασκηνοῖ καὶ ἁγιάζει διὰ λόγου καὶ δυνάμεως πνεύματος, καὶ γίνεται σῶμα καὶ αἷμα Χριστοῦ. «

καὶ πάντες, γὰρ φησὶν ὁ ἀπόστολος, ἓν πνεῦμα ἐποτίσθημεν», καθὼς καὶ ὁ κύριος εἶπε τοῖς σωματικῶς τοῦτο νοοῦσι· «τοὺς λόγους οὓς λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή ἐστιν». οὗτος οὖν ὁ λόγος ἀλάσσει καὶ μεταβάλλει τὰς φύσεις τῶν κτισμάτων, καθ᾽ ὃν βούλεται τρόπον. πολὺ γὰρ ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων ὁ θεὸς βούλεται καὶ ἐπιθυμεῖ εἰς αὐτοὺς τὴν 〈ἰδίαν〉 τοῦ πνεύματος αὐτοῦ εἰκόνα ἐντυπῶσαι καὶ ἁγίας τὰς ψυχὰς αὐτῶν ἀπεργάσασθαι.

Εἰ οἱ ἐπίγειοι ἄνθρωποι πρὸς τὰ γήϊνα πολλὴν ἔχουσιν ἀγάπην, οἷον ὁ βασιλεὺς εἰς τὸν χρυσὸν τὴν ἑαυτοῦ εἰκόνα ἐντυποῖ, καὶ ἐν τοῖς καλλίστοις οἴκοις πάλιν ἄλλοι τὰς εἰκόνας αὐτῶν ἐνζωγραφοῦσιν, ἵν᾽ εἰσερχόμενοι καὶ ἐξερχόμενοι ἴδωσιν ἐν τοῖς κτίσμασιν αὐτῶν τὰς ἑαυτῶν εἰκόνας. εἰ οὖν οὕτως οἱ ἄνθρωποι τὴν εἰς τὰ κτίσματα αὐτῶν ἀγάπην ἔχουσι, πόσῳ μᾶλλον ὁ θεὸς ἐπὶ τὰ κτίσματα καὶ ποιήματα αὐτοῦ βούλεται τὴν ἐπουράνιον εἰκόνα τῆς ζωῆς τοῦ θείου καὶ ἐπουρανίου πνεύματος ἐγγράφειν καὶ ἐντυποῦν ἐν τῷ οἴκῳ τοῦ σώματος. καὶ πάλιν αὐτὸς λαβὼν τὴν εἰκόνα τῆς ἀξίας καὶ πιστῆς ψυχῆς εἰς τὴν τοῦ πνεύματος αὐτοῦ φωτεινὴν εἰκόνα ἐνετύπωσε καὶ ἐν τῷ ἐπουρανίῳ καὶ ἀχειροποιήτῳ αὐτοῦ οἴκῳ ἀνατίθησι· σκιαὶ γὰρ καὶ εἰκόνες τυγχάνουσι τὰ ἐπίγεια τῶν ἐπουρανίων. σπουδάσωμεν τοίνυν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι καὶ πάντων τῶν ἐπιγείων καταφρονῆσαι καὶ αὐτῷ μόνῳ ἑαυτοὺς ἀφιερῶσαι καὶ τῷ φρονήματι τῆς ψυχῆς ἀλλοτρίους τοῦ αἰῶνος τούτου ποιῆσαι καὶ ἐξελθεῖν τοῖς νοήμασιν ἐκ τῆς φαινομένης τοῦ κόσμου ἀπάτης, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν, τὸ τῆς διανοίας ἡμῶν κάλλος ἐπιθυμητὸν τῷ ἐπουρανίῳ βασιλεῖ καταστήσαντες.

Καὶ γὰρ ὁ ἀπόστολός φησιν· «ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς». πῶς τοίνυν ἐξέλθωμεν καὶ πῶς τῶν πνευματικῶν ἐκείνων ἐπιτύχωμεν ἀγαθῶν καὶ ποίᾳ ἀγωγῇ καὶ 〈ποίῳ〉 τρόπῳ εὐαρεστήσωμεν, ἵνα ἡ ἱερὰ καὶ ἐπουράνιος τοῦ Χριστοῦ εἰκὼν ἡμῖν ὑπὸ τοῦ πνεύματος ἐντυπωθῇ; ὥσπερ γὰρ ἐπὰν ἀποδημῇ ἀπὸ πατρίδος εἰς πατρίδα βασιλεύς, οἱ τῆς πόλεως πολιτάρχαι καὶ πολῖται εἰς ὑπάντησιν πορρωτέρω ἐξέρχονται διὰ τὴν τιμὴν τοῦ βασιλέως, καὶ ἐπὶ τούτοις χαίρει καὶ τὸ αὐτοῦ ὄμμα ἐπ᾽ αὐτούς ἐστι καὶ τούτοις τιμὰς δίδωσι βασιλικάς. οἱ δὲ 〈ἐπιχώριοι ἢ〉 ἐν ἑτέροις τόποις μένοντες ἢ οἱ ἀμελεῖς καὶ ἀνόητοι οὔτε οἴδασιν ὅτι βασιλεὺς καὶ ἄρχων ἐπιδημεῖ διὰ τὸ μὴ ὑπαντῆσαι αὐτῷ· διὸ οὔτε τιμῶν καταξιοῦνται οὔτε παρρησίαν ἔμπροσθεν βασιλέως ἔχειν δύνανται. ὥσπερ ἐκεῖνοι ἐφ᾽ οὓς τὸ ὄμμα αὐτοῦ, οἷς καὶ βαθμοὺς καὶ ἐξουσίας χαρίζεται τοῦ κρίνειν καὶ δικάζειν διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τὰς τιμὰς ἔχειν αὐτοὺς μεθ᾽ ἑαυτῶν, οὕτω καὶ αἱ τῶν Χριστιανῶν ψυχαὶ αἱ τὸ κάλλος τῆς ὀρθῆς καὶ ἀγαθῆς προαιρέσεως κεκτημέναι καὶ εἰς ὑπάντησιν τοῦ ἐπουρανίου βασιλέως ἐρχόμεναι, τουτέστι πάντα καταλιποῦσαι ἕνεκεν αὐτοῦ καὶ τῷ φρονήματι τοῦ αἰῶνος τούτου ἐξερχόμεναι, καταξιοῦνται δομάτων πνευματικῶν καὶ ἐξουσίαν κατὰ τῶν πονηρῶν πνευμάτων λαμβάνουσι.

καὶ ὥσπερ τὰ σώματα τῶν ἁγίων ἐν τῇ ἀναστάσει «εἰς ὑπάντησιν τοῦ κυρίου εἰς ἀέρα» κατὰ τὸν τοῦ ἀποστόλου λόγον ἁρπάζονται, οὕτω καὶ τὰ πνεύματα τῶν τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ τῶν ἀρετῶν ἐπιτηδεύσει καὶ τῇ πολλῇ σπουδῇ τῆς πρὸς αὐτὸν ζητήσεως ἐν πόθῳ καὶ πίστει καὶ ἀγάπῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν παραφυλακῇ πάντοτε ἐνεχομένων καὶ τὴν ἐπιφοίτησιν καὶ μετάληψιν τῆς χάριτος αὐτοῦ πάντοτε προσδοκώντων τοῦ ἐξελθεῖν εἰς ὑπάντησιν αὐτοῦ, ὅπως τιμῶν πνευματικῶν καταξιωθείημεν, κατὰ τῆς πονηρίας τὴν ἐξουσίαν λαμβάνοντες καὶ τῆς τοῦ πνεύματος ἐνοικήσεως ἄξιοι γινόμενοι, ἵν᾽ οὕτω ζωῆς ἀθανάτου ἐπιτυχεῖν δυνηθῶμεν.

Ἢ ὥσπερ οἱ τὸ χρυσίον καὶ τὸ ἀργύριον ὀρύσσοντες πεπληροφόρηνται, ὅτι ἐν τῇ γῇ τυγχάνει, ἀλλ᾽ εἰς ποῖον τόπον οὐκ ἐπίστανται, τὸ λοιπὸν οὖν λαμβάνοντες ἐργαλεῖα ὀρύσσουσιν ἑνὶ ἑκάστῳ τόπῳ, καὶ ἕως οὗ εὕρωσι καὶ τύχωσιν ὧν ποθοῦσιν, οὐκ ἀφίστανται· τὸν αὐτὸν τρόπον καὶ ἡ δύναμις τῆς θεότητος πανταχοῦ τυγχάνει ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ ἐξωτέρω πάντων τῶν κτισμάτων, καὶ τὰ πάντα τῆς δόξης αὐτοῦ πεπλήρωται—ἀπερίγραπτος γὰρ καὶ ἀπεριόριστός ἐστιν—, ἀλλ᾽ ἡμῖν οὐ φαίνεται διὰ τὸ κάλυμμα τῆς κακίας ἐν τῇ καρδίᾳ ἡμῶν περικεῖσθαι διὰ τὴν τοῦ Ἀδὰμ τῆς ἐντολῆς παράβασιν. τὸ λοιπὸν ἕκαστος τῇ πρὸς αὐτὸν ἀγάπῃ καὶ πίστει καὶ τῇ τοῦ νοὸς ὀρθῇ ζητήσει ὀρυσσέτω τοῖς ἐργαλείοις τῶν λογισμῶν τῆς ψυχῆς, αὐτὸν μόνον ποθῶν καὶ τὰ πάντα ὑπερορῶν. ἐὰν γὰρ ἐν τῇ καρδίᾳ σου ὀρύσσῃς τοῖς λογισμοῖς τὴν προσδοκίαν τοῦ κυρίου ἔχων, ἐκεῖ εὑρίσκεις αὐτὸν κἀκεῖ σοι φανεροῦται ὁ θησαυρὸς τῆς ζωῆς Ἰησοῦς. μόνον ὀρυσσέτω τις ἐν τῇ διανοίᾳ πάντοτε αὐτὸν περιβλεπόμενος καὶ εἰς αὐτὸν τῷ πόθῳ δεδεμένος, καὶ οὕτως ὁ θησαυρὸς τῆς ἀθανάτου βασιλείας τοῦ πνεύματος εὑρίσκεται ἐν τῇ καρδίᾳ τοῖς ἐν ἀληθείᾳ ζητοῦσιν αὐτόν.

Ὥσπερ γὰρ ὁ ἥλιος πανταχοῦ ἐφήπλωται ἀνατείλας ἐπὶ πᾶσαν τὴν γῆν καὶ ταύτην φωτίζει, ἀλλ᾽ ἐπὰν πρὸς δυσμὰς γένηται, πάσας τὰς ἰδίας παραλαβὼν ἀκτῖνας εἰσέρχεται εἰς τὸν οἶκον αὐτοῦ μηδὲ μίαν ἀκτῖνα τῷ σκότει καταλιπών, ἢ ὥσπερ ἐπὶ τοῦ σώματος ἔχοντος τὰ μέλη, ὅπου τὸ σῶμα πορεύεται, ἐκεῖ πάντα τὰ μέλη αὐτοῦ συνακολουθεῖ, οὕτω καὶ ὅσοι τῶν ἀνθρώπων ἀκτῖνες τοῦ ἡλίου τῆς δικαιοσύνης τυγχάνουσιν, υἱοὶ φωτὸς ὄντες καὶ τοῦ πνεύματος αὐτοῦ μετέχοντες καὶ μέλη τοῦ ἀχράντου καὶ ἀμώμου σώματος τοῦ Χριστοῦ ὑπάρχοντες, ἄμωμοι καὶ αὐτοὶ διὰ τῆς χάριτος τοῦ πνεύματος γεγονότες, ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἢ ἐν τῷ ἐξέρχεσθαι ἐκ τοῦ σώματος ὡς ἴδιαι ἀκτῖνες συμπαραλαμβάνονται παρὰ τοῦ τῆς δικαιοσύνης πνευματικοῦ ἡλίου εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ὡς ἴδια μέλη πάντῃ καὶ πανταχοῦ σύνεισιν αὐτῷ πάντοτε. «ὅπου, γάρ φησιν, ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ πάλιν· «πάτερ, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν», τουτέστιν ὅσοι εἰσὶν αὐτοῦ μέλη καὶ μέτοχοι τῆς θείας καὶ ἀθανάτου αὐτοῦ δυνάμεως. οὕτω γὰρ γέγονεν ἡ εὐδοκία αὐτοῦ καὶ οὕτως ἠθέλησε τῇ φύσει ταύτῃ τῇ ταπεινῇ δύναμιν τῆς ἁγίας καὶ θείας τοῦ πνεύματος φύσεως χαρίσασθαι καὶ κεράσαι τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει, ὅπως θεότητος καὶ ἀνθρωπότητος κοινωνία καὶ κρᾶσις καὶ συμπλοκὴ γένηται.

ὢ τῆς ἀρρήτου εὐδοκίας καὶ τῆς ἀπείρου ἀγαθότητος τοῦ σωτῆρος. ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς ὁ θεὸς λόγος καὶ ἀναλαβὼν τὸν ἄνθρωπον καὶ κεράσας αὐτὸν τῇ ἰδίᾳ θεότητι «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς ἐκάθισεν», ὅπως καὶ τοὺς πιστοὺς καὶ ἀξίους αὐτοῦ, τοὺς ἐκ τοῦ πνεύματος γεννωμένους, συνθρόνους καὶ συνδόξους ὡς ἴδια καθαρὰ μέλη ἀπεργάσηται. Δόξα τῇ εὐδοκίᾳ καὶ τῇ μεγαλωσύνῃ αὐτοῦ. ὥσπερ δὲ ὁ θεὸς τοῦ κόσμου διαφέρει, οὕτω καὶ οἱ ἐξ αὐτοῦ γεγεννημένοι δίκαιοι τῶν λοιπῶν ἀνθρώπων διαφέρουσι. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς κατὰ πάντα τῷ κυρίῳ εὐαρεστῆσαι, ὅπως ἄξιοι αὐτοῦ εὑρεθέντες καὶ τοῦ πνεύματος αὐτοῦ μέτοχοι γεγονότες καὶ δι᾽ αὐτοῦ πάσης κακίας καθαρθέντες καὶ μέλη αὐτοῦ καταξιωθέντες γενέσθαι σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βασιλεύσωμεν.

Ἀμήν.

ΛΟΓΟΣ ΚΖʹ. Πάντα τὰ φαινόμενα τοῦ κόσμου τούτου τύπος ἐστὶ τοῦ ἀοράτου καὶ ἀφανοῦς καὶ κρυπτοῦ τῆς θεότητος κόσμου. Ἔστι γῆ ἡ φαινομένη, εἰς ἣν πεφύτευται ἄμπελος καὶ δένδρα καρποφόρα καὶ σπόρος καὶ πλοῦτος πολύς. οὕτως ἔστι 〈καὶ〉 γῆ ἀόρατος τῆς ζωῆς ἐπουράνιος, ὅπου ἔχουσιν οἱ Χριστιανοὶ τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν αὐτῶν, καὶ ἐν αὐτῇ τῇ κρυπτῇ τῆς ζωῆς γῇ πεφυτευμέναι εἰσὶν αἱ ψυχαὶ αὐτῶν καὶ καρποὺς τοῦ πνεύματος καρποφοροῦσι τῷ θεῷ. 〈αὐτὰ δὲ τὰ πράγματα εἰς δύο πρόσωπα κεῖνται〉. σὺ γίνῃ τοῦ κυρίου ἄμπελος καὶ αὐτὸς σοῦ· λέγει γάρ· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». καὶ ὃν τρόπον ἐν τοῖς φαινομένοις τὸ κλῆμα ἐρρίζωται καὶ πεφύτευται ἐν τῇ γῇ, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἁγίων ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ (τουτέστι ἐν τῷ κυρίῳ) εἰσὶ πεφυτευμέναι. καὶ ἔστι σπόρος πνεύματος ἁγίου καὶ σπόρος ἀνθρώπου· σπείρεται ὁ νοῦς εἰς τὴν ζῶσαν γῆν τοῦ θείου λόγου, καὶ πάλιν ἡ δύναμις τοῦ πνεύματος σπείρεται ἐν τῇ λογικῇ τῆς πιστευούσης ψυχῆς γῇ. ὥσπερ οὖν εἰς τὸ φαινόμενον χρῄζει ἡ γῆ ἐργασίας, καὶ ἐξέρχονται ἐργάται καὶ τὸν σπόρον ἐν αὐτῇ κατατίθενται καὶ ἐκφέρει καρπούς, καὶ τῷ ἰδίῳ καιρῷ λαμβάνουσιν οἱ θερισταὶ τὰ δρέπανα καὶ θερίζουσιν, οὕτως ἔστι γῆ ἀφανὴς τοῦ κυρίου ἡ ψυχὴ τοῦ ἀνθρώπου καὶ ὁ καλὸς γεωργὸς ὁ κύριος, οἱ ἐργαζόμενοι τὴν γῆν οἱ ἅγιοι ἀπόστολοί εἰσιν, οἱ διαδεξάμενοι τὸν λόγον κυρίου.

αὐτὸς γὰρ ὁ τοῦ πατρὸς λόγος ἦλθεν εἰς τὸν κόσμον οὐρανοὺς καινοὺς ποιῆσαι καὶ γῆν καινὴν κατασκευάσαι, καθὼς ἐπηγγείλατο· «ἰδοὺ ποιῶ οὐρανοὺς καινοὺς καὶ γῆν καινήν», τὴν μὴ παρερχομένην. οὗτος γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ αὕτη καὶ πάντα τὰ βλεπόμενα λύεται καὶ παρέρχεται, ἡ δὲ ὑπὸ τοῦ κυρίου ἐργαζομένη λογικὴ καὶ πνευματικὴ γῆ αἰώνιος. οἱ γὰρ τοῦ κόσμου τούτου πλούσιοι, ὅσα ἂν κτήσωνται καὶ συνθῶσι πολὺν πλοῦτον, ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐν τῷ ἰδίῳ καιρῷ ἐκ τοῦ κόσμου γυμνοὶ ἀπέρχονται, μηδὲν δυνάμενοι τοῦ πλούτου αὐτῶν μεθ᾽ ἑαυτῶν ἐπικομίσασθαι. ἐνταῦθα δὲ ἐάν τινα κατορθώματα κτήσωνται καὶ ἀποθῶνται πνευματικὸν πλοῦτον 〈οἱ〉 Χριστιανοὶ ἐν τῇ ζώσῃ τῆς καρδίας γῇ, ἐν τῷ ἐξέρχεσθαι τοῦ κόσμου τούτου συμπαραλαμβάνουσι μεθ᾽ ἑαυτῶν καὶ τὸν τοιοῦτον πλοῦτον αὐτῶν καὶ τὸν θησαυρὸν τῆς ζωῆς καὶ τοὺς καρποὺς τῶν πόνων αὐτῶν τοὺς ζῶντας, καὶ ἀπέρχονται ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ὅπου ἡ αἰώνιος αὐτῶν ἐστι κατάπαυσις καὶ κληρονομία. αὕτη οὖν ἡ φαινομένη γῆ παρέρχεται καὶ ὁ πλοῦτος οὗτος ἀφανίζεται καὶ οἱ καρποὶ ἀναλίσκονται, ἐκεῖνα δὲ τὰ πνευματικὰ πράγματα τὰ μὴ τούτοις τοῖς ὀφθαλμοῖς ὁρώμενα εἰς τὸν αἰῶνα συμπαραμένει.

Ὥσπερ οὖν τὰ δένδρα ταῦτα ἔνδοθεν συλλαμβάνει τοὺς καρποὺς καὶ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνός, ὅτε τὸ ἔαρ ἡδὺ ἔφθασε, προκομίζει ἕκαστον δένδρον τὸν ἔνδον ὄντα καρπὸν εἰς τὸ προφανὲς καὶ ἀνάγκη τὸν βότρυν ἐκ τοῦ κλήματος ἐξελθεῖν καὶ τὴν λοιπὴν ὀπώραν ἐκ τῶν καρποφόρων δένδρων προελθεῖν, οὕτω καὶ ὅσοι νῦν ἐν τῷ κρυπτῷ συλλαμβάνουσι τὸν ἐπουράνιον σπόρον τοῦ πνεύματος τῆς δόξης ἐν ταῖς καρδίαις ἑαυτῶν 〈καὶ〉 πλήρεις εἰσὶν ἀρετῶν, ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἐκείνη ἡ ἐπουράνιος καὶ πνευματικὴ δόξα, ἣν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐκομίσαντο, καὶ τὰ γυμνὰ σώματα ἐνδύσει καὶ ἀμφιάσει ἔξωθεν δόξαν ἐπουράνιον. οὐαὶ ψυχῇ τῇ μὴ κτησαμένῃ καὶ ἐμπορευσαμένῃ διὰ τῆς πίστεως αὐτῆς τὴν δόξαν τοῦ πνεύματος ἔνδον, ὅτι ἐν τῇ ἀναστάσει οὐχ ἕξει, ὃ καλύψει καὶ δοξάσει καὶ ἀμφιάσει αὐτῆς τὸ σῶμα τὸ ἀμφίον τοῦ σωτηρίου.

Ἐτέθησαν οὖν οἱ ἀπόστολοι καὶ ἐργάται τῶν λογικῶν ψυχῶν καὶ οἰκονόμοι πνευματικοί, καὶ οἰκονόμοι οὐ τῶν φαινομένων οἰκιῶν, ἀλλὰ τῶν καρδιῶν τῶν ἀνθρώπων. ὥσπερ ὁ οἰκονόμος εἰσέρχεται εἰς τὸν οἶκον καὶ πάντα τὰ ἐν αὐτῷ ἐπιμελῶς καθαρίζει καὶ διακοσμεῖ τὴν οἰκίαν πρὸς τὴν ἀρέσκειαν τοῦ δεσπότου, οὕτω καὶ ὁ λόγος τῶν ἀποστόλων εἰσερχόμενος εἰς τὰς καρδίας τῶν πιστῶν ἀνθρώπων οἰκονομεῖ τὴν ψυχὴν καὶ κοσμεῖ πρὸς τὴν τοῦ ἐπουρανίου δεσπότου εὐαρέστησιν καὶ ἐνοίκησιν. οἱ δὲ αὐτοὶ καὶ ποιμένες ἐκλήθησαν· «βόσκε, γάρ φησιν ὁ κύριος τῷ Πέτρῳ, τὰ ἀρνία μου». ὁμοίως καὶ αὐτοὶ πρῶτοι τὰς κλεῖς τῆς βασιλείας ἔλαβον· λέγει γὰρ ὁ κύριος τῷ Πέτρῳ· «σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας». τί δέ ἐστιν ἡ κλείς, ἀλλ᾽ ἢ ὁ θεῖος 〈καὶ ἐπουράνιος〉 λόγος ὁ λαληθεὶς ὑπ᾽ αὐτῶν ἐν δυνάμει τοῖς μετὰ πίστεως ἀκούουσι; διανοίγει γὰρ τὰ ὦτα τῶν πιστῶν ὁ θεῖος ἐν δυνάμει λόγος καὶ εἰσερχόμενος ἔνδον ἀνοίγει τὰς κεκλεισμένας ὑπὸ τοῦ πονηροῦ θύρας τῆς καρδίας καὶ κατέχει ἐκεῖ τὰς νομὰς τῆς ψυχῆς, ἥτις καρδία διανοιγεῖσα ἐξ ἀληθείας διὰ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ζῶντος καὶ ἐνεργοῦς λόγου οὐκέτι πάλιν κλεισθήσεται εἰς τοὺς αἰῶνας.

καὶ γὰρ αὐτὸς ὁ πονηρὸς διὰ τοῦ λόγου, οὗ ἐλάλησε τῇ Εὔᾳ, εἰσῆλθε πρῶτον εἰς τὴν ἀκοὴν καὶ διὰ τῆς ἀκοῆς ἐχώρησεν εἰς τὴν καρδίαν ὑπακουσάσης τῷ λόγῳ αὐτοῦ, καὶ κατέσχε τὰς νομὰς τῆς ψυχῆς καὶ ἀπέκλεισε τὰς θύρας τῆς καρδίας ἀπὸ τοῦ διανοιχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ τὴν πνευματικὴν ἐκείνην τῆς ἀκοῆς ἀρετήν. ἀνάγκη οὖν ὅπου ὁ ἀφανιστὴς ἐμπεριεπάτησε καὶ ἠρήμωσεν, ἐκεῖ τὸν λόγον τῆς ζωῆς 〈δεῖ〉 εἰσελθεῖν καὶ διορθώσασθαι τὰ ἠρημωμένα τῆς ψυχῆς τῶν ἀρετῶν πράγματα. καὶ ὥσπερ ὁ βασιλεὺς εἰς πᾶσαν τὴν γῆν τὰς εἰκόνας αὐτοῦ πέμπει καὶ δι᾽ αὐτῶν τὸ κράτος αὐτοῦ καὶ ἐξουσία γνωρίζεται, οὕτω καὶ ὁ πονηρὸς αἰχμαλωτίσας τὸ γένος τῆς ἀνθρωπότητος καὶ ὑπὸ τὴν ἰδίαν ἐξουσίαν διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ πάντας κατασχὼν τὰς δυσειδεῖς καὶ ζοφερὰς τοῦ σκότους αὐτοῦ εἰκόνας τῶν παθῶν τῆς ἀτιμίας ἐνέβαλεν εἰς τὰς ψυχὰς καὶ δι᾽ αὐτῶν ἐκράτησε τὰς νομάς, εἰς πάσας ἁμαρτίας καὶ ἀκαθαρσίας ἐκτρέψας τοὺς ἀνθρώπους.

Οὗτός ἐστιν ὁ νόμος τῆς ἁμαρτίας ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός, κατὰ τοῦ νόμου τοῦ θεοῦ. οὗτός ἐστιν ὁ παλαιὸς ἄνθρωπος, ὃν ἀποδύσασθαι ἡμᾶς προστάσσει ὁ μακάριος ἀπόστολος. τοῦτό ἐστι τὸ πνεῦμα τοῦ κόσμου, οὗπερ λυτρωθῆναι εὐχόμεθα. τοῦτό ἐστι τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπὶ τὴν καρδίαν κείμενον, ὅπερ διὰ τῆς δυνάμεως τοῦ Ἰησοῦ περιαιρεθῆναι ἐλπίζομεν ἐπιστρέψαντες τελείως πρὸς τὸν κύριον, ἵνα «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζώμεθα». ὅσαι δὲ ψυχαὶ ἐν πίστει καὶ ἀγάπῃ πολλῇ προσεγγίζουσι τῷ κυρίῳ, ζητοῦσι παρ᾽ αὐτοῦ τὴν λύτρωσιν καὶ τὴν χάριν τοῦ πνεύματος αὐτοῦ κομίσασθαι ἐπιθυμοῦσι—καὶ ἀποστέλλει 〈αὐταῖς〉 κύριος τὴν ἐπιθυμητὴν καὶ ἐπουράνιον εἰκόνα τοῦ ἀρρήτου φωτὸς αὐτοῦ τὴν ζῶσαν (τουτέστι τὸν τοῦ πνεύματος αὐτοῦ νόμον τὸν καινὸν καὶ ἐπουράνιον 〈ἄνθρωπον〉) καὶ διὰ τῆς ἀθανάτου καὶ ζώσης τοῦ φωτὸς τῶν ἀρετῶν αὐτοῦ εἰκόνος καταργοῦνται αἱ τοῦ σκότους δυσειδεῖς τῆς κακίας τῶν παθῶν εἰκόνες, καὶ βασιλεύει τῆς πιστῆς καὶ ἀξίας ψυχῆς τὸ πνεῦμα, ἐπιτελούσης πᾶν τὸ θέλημα αὐτοῦ καθαρῶς καὶ ἀμώμως καὶ τὸ κράτος αὐτοῦ διὰ τῆς ζώσης καὶ θεοειδοῦς τῆς χάριτος αὐτοῦ εἰκόνος εἰς τὰς ἀξίας αὐτοῦ ψυχὰς ἐν ἀληθείᾳ γνωρίζεται.

Ὥσπερ γὰρ ἐν τῷ παλατίῳ ἐὰν ὦσι πεπαιδευμένοι οἱ διάκονοι τοῦ βασιλέως, ἐὰν μὴ λάβωσι παρ᾽ αὐτοῦ τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, οὐ δύνανται ὑπηρετήσασθαι τῷ βασιλεῖ—ἄλλο δέ εἰσιν αὐτοὶ καὶ ἄλλο τὰ σκεύη τὰ βασιλικά, ἅπερ αὐτοῖς ἐγχειρίζεται, ἐν γὰρ τοῖς ἰδίοις σκεύεσιν ὑπηρετεῖται ὁ βασιλεύς— οὕτω καὶ οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι ἐὰν μὴ λάβωσι τὰ πνευματικὰ σκεύη τοῦ κυρίου (τουτέστι δύναμιν καὶ γνῶσιν καὶ σύνεσιν ἐκ τοῦ πνεύματος αὐτοῦ) καὶ μέτοχοι δυνάμεως θεοῦ γένωνται, οὐ δύνανται ἐπιτελέσαι ἀμώμως πᾶν τὸ θέλημα τοῦ θεοῦ. καὶ γὰρ αὐτοὶ οἱ ἄγγελοι πνεύματα ὄντες ἔλαβον ἐκ τοῦ πνεύματος αὐτοῦ δύναμιν καὶ ἀνακραθέντες δι᾽ αὐτοῦ ποιοῦσι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ὡσαύτως καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων πνεύματά εἰσι, καὶ ἐὰν μὴ λάβωσι δύναμιν θεοῦ καὶ γνῶσιν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὐ δύνανται ἐπιτελέσαι ἀξίως πᾶν τὸ θέλημα τοῦ θεοῦ.

Καὶ γὰρ οἱ κάτω καὶ οἱ ἄνω ἑταῖροι ἀλλήλων εἰσίν, ὥς φησιν ὁ ἀπόστολος· «εἰρηνοποιήσας» «εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς». ζῇ τοίνυν ἕκαστος ἀξίως ἐκείνου, οὗ καὶ τὴν εἰκόνα φορεῖ ἐν δυνάμει καὶ ἐνεργείᾳ, ἤτοι τὴν τοῦ θεοῦ ({καὶ} τῆς χάριτος, τῶν ἀρετῶν, τῆς ζωῆς) ἤτοι τὴν τοῦ πονηροῦ (τῶν παθῶν τῆς ἀτιμίας), καὶ οὐ τὴν εἰκόνα ἐν ἑαυτῷ ἔχει, εἰς τὸν ἐκείνου αἰῶνα καὶ ζῇ καὶ διαιτᾶται. ἐὰν γὰρ τὴν εἰκόνα τῆς ζωῆς τοῦ φωτὸς τοῦ πνεύματος ἔχῃ τις ἐν ἑαυτῷ, ζῇ παρὰ τοῖς ἄνω ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ, ἐὰν δὲ τὴν δυσειδῆ τοῦ πονηροῦ ἔχῃ τις ἐν ἑαυτῷ εἰκόνα, ζῇ ἐν τῷ φθαρτῷ αἰῶνι τοῖς ἄνω νεκρὸς τυγχάνων. νεκροὶ γὰρ ὀφείλουσι γενέσθαι τῷ κόσμῳ τούτῳ καὶ τῷ σαρκικῷ φρονήματι θανατωθῆναι οἱ βουλόμενοι ἐν ἐκείνῳ τῷ ἀθανάτῳ καὶ αἰωνίῳ κόσμῳ ζῆσαι. ἐάν τις γὰρ παντὸς τοῦ κράτους τῆς γῆς κυριεύσῃ τῆς οὔσης ὑπὸ τὸν ἥλιον, πρόνοιαν δὲ τῆς ἑαυτοῦ ψυχῆς μὴ ποιήσῃ τοῦ ζῆσαι αὐτὴν ἐν τῷ ἀφθάρτῳ καὶ αἰωνίῳ κόσμῳ, οὐδεμίαν ὄνησιν καὶ ὄφελος ἔχει. πάντα γὰρ τὰ κτίσματα πρὸς μίαν ψυχὴν οὐκ ἰσάζεται, ὥς φησιν ὁ κύριος· «ἐὰν τὸν κόσμον ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὄφελος ἢ τί δώσεις ἀντάλλαγμα τῆς ψυχῆς σου»; ὥστε μιᾶς ψυχῆς ὅλος ὁ κόσμος οὐκ ἄξιός ἐστιν.

Δύο οὖν εἰσὶ νόμοι πρὸς οὓς ἔχουσι τὴν πάλην οἱ Χριστιανοί, καὶ εἷς «νόμος ὁ τοῦ πνεύματος τῆς ζωῆς», εἰς ὃν ἀναπαύονται καὶ ζῶσι ζωὴν αἰώνιον. ἄλλος 〈δέ〉 ἐστι νόμος ὁ τῆς συνηθείας τοῦ κόσμου καὶ τῶν προτέρων αἰσχρῶν καὶ ματαίων ἔργων, εἰς ὃν ἕλκονται δελεαζόμενοι οἱ ἀναχωροῦντες καὶ ἀποτασσόμενοι τῷ βίῳ τούτῳ. πρὸς τοῦτον ἔχουσι τὸν ἀγῶνα οἱ ἀρχὴν ἀγαθὴν ἑλόμενοι τοῦ μὴ ὑπακούειν καὶ ταῖς προτέραις συνηθείαις ἑαυτοὺς μὴ ἐπιδιδόναι, καὶ ὅταν τοῦ νόμου τούτου καλῶς περιγένωνται καὶ νικήσωσι, τότε πόλεμον καὶ ἀγῶνα μέγαν ἔχουσι πρὸς τὸν ἀφανῆ τοῦ σκότους τῶν παθῶν νόμον τὸν ἐν τῇ καρδίᾳ ἐγγεγραμμένον, αὐτὴν δὴ τὴν ἐνέργειαν τῆς κακίας, τουτέστι τὴν ἁμαρτίαν τὴν ἐμποδίζουσαν τῇ ψυχῇ καὶ κωλύουσαν εἰς τὴν ζωὴν τῆς βασιλείας εἰσελθεῖν. ἔστι δὲ καὶ ὁ ἀφανὴς νόμος τοῦ πνεύματος τῆς θεότητος ὁ ζῶν καὶ ἀντιλαμβανόμενος τῆς ἀγωνιζομένης ψυχῆς πρὸς τοὺς τῆς κακίας νόμους. τὸ οὖν τοῦ ἀνθρώπου ἔργον ἔοικε τῷ τοῦ κυρίου ἔργῳ.

ὥσπερ γὰρ ὁ κύριος κατέλθων εἰς τὴν γῆν πολλὰ παθεῖν ὑπέμεινεν ὑβρισθεὶς καὶ ἀτιμασθεὶς καὶ σταυρωθείς, ἔπειτα καὶ «εἰς τὰ κατώτερα μέρη» κατῆλθε «τῆς γῆς» διὰ τὴν ἑαυτοῦ κληρονομίαν (τουτέστι τὰς πιστὰς καὶ ἀξίας αὐτοῦ ψυχάς), οὕτω καὶ οἱ Χριστιανοὶ πολλὰ παθεῖν ὑπομένουσιν, ἕως θανάτου πρὸς τὴν κακίαν ἀγωνιζόμενοι διὰ τὴν ἐπουράνιον αὐτῶν κληρονομίαν, ἥτις ἐστὶν αὐτὸς ὁ κύριος.

Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς πάντοτε αὐτῷ εὐάρεστοι εὑρεθῆναι, ἐν μηδενὶ τῷ νόμῳ τῆς κακίας ὑπο〈τασσόμενοι〉, ἵνα τοῦ νόμου τοῦ πνεύματος τῆς ζωῆς καταξιωθέντες δυνηθῶμεν δι᾽ αὐτοῦ καὶ τοῦ τῆς κακίας νόμου τῶν παθῶν ἀπαλλαγῆναι καὶ τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι, καὶ οὕτως ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἁπλῶς ἀναστραφέντες καὶ πᾶν τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ ἐπιτελέσαντες καὶ ἄμωμοι διὰ τοῦ νόμου τοῦ πνεύματος καὶ ἄσπιλοι καταρτισθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, σὺν τῷ κυρίῳ εἰς αἰῶνας αἰώνων ἐν ἀθανάτῳ βασιλείᾳ ἀπολαύοντες τῶν ἐκεῖ ἀγαθῶν.

Δόξα τῇ μεγαλωσύνῃ καὶ ἀγαθότητι αὐτοῦ. Ἀμήν.

ΛΟΓΟΣ ΚΗʹ. Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυστικῶν πραγμάτων διήγησιν ποιούμενός φησιν· «ἀγαπᾷ ὁ πατὴρ τὸν υἱὸν καὶ πάντα ἔδωκεν αὐτῷ εἰς τὰς χεῖρας αὐτοῦ», καί· «πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς πιστεύητε». τί ἐστι τὰ μείζονα ἔργα, ἃ δίδωσιν ὁ πατὴρ ποιῆσαι τῷ υἱῷ; νεκροὺς γὰρ ἤγειρε καὶ τυφλοῖς ἔδωκε τὸ βλέπειν, χωλοῖς τὸ περιπατεῖν, λεπροὺς ἐκαθάρισε, παραλυτικοὺς ἐθεράπευσε καὶ πᾶσαν νόσον ἰάσατο. ποῖα οὖν τὰ «τούτων μείζονα ἔργα»; ἀλλὰ καὶ τὰ ἔργα τῆς κτίσεως, ἧς ἐποίησεν ὁ θεός, πάντα ἦν· οὐρανὸς γὰρ ἦν, ἥλιος καὶ σελήνη, ἀστέρες καὶ πᾶς ὁ κόσμος αὐτῶν ἦν, ἀλλὰ καὶ ἡ γῆ καὶ πᾶσα φυτεία ἦν καὶ πᾶν σπόριμον σπέρμα ἦν καὶ οἰκοδομαὶ πόλεων καὶ οἰκιῶν, ὕδωρ καὶ τὰ ἐν αὐτῷ, ὄρη καὶ βουνοί, ἀὴρ καὶ τὰ ἐν αὐτῷ πετεινὰ πάντα ἦν, ἀλλὰ καὶ νόμος ἦν καὶ γραφαὶ ἦσαν καὶ πᾶσα ἡ δικαιοσύνη τοῦ νόμου ἦν γεγραμμένη ἐν ταῖς γραφαῖς. τί οὖν τὸ λεῖπον; ἰδοὺ πάντα ἦν. τίνα ἐστὶ τὰ «μείζονα ἔργα», ἃ ἐπαγγέλλεται ὁ κύριος ποιῆσαι; καὶ γὰρ ἐν τοῖς ὁρωμένοις οὐδὲν τούτων μεῖζον ἔργον ἐποίησεν, ὡς ἐν τῷ εὐαγγελίῳ ποιῆσαι ἀναγέγραπται. τίνα οὖν ἐστι λοιπὸν τὰ «μείζονα ἔργα»;

ἀληθῶς μεγάλα καὶ ἀληθινὰ καὶ αἰώνια ἔργα εἰργάσατο ἐλθὼν καὶ διὸ τὰ μείζονα καὶ αἰώνια ἔργα, ἃ ἐπηγγείλατο ποιῆσαι, πᾶσα ἡ σωτήριος αὐτοῦ ἔλευσις γεγένηται· δι᾽ ἃ καὶ τὰ φαινόμενα πάντα σημεῖα καὶ τέρατα πεποίηκεν. ἦλθε γὰρ ψυχὴν τὴν νεκρωθεῖσαν ἀπὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ ἐν νεκρότητι παθῶν κακίας γενομένην ἀναστῆσαι, τὴν ἐκπεσοῦσαν ἀπὸ ζωῆς αἰωνίου καὶ εἰς θάνατον αἰώνιον κατενεχθεῖσαν. εἶπε γὰρ ὁ θεὸς τῷ Ἀδάμ· «ᾗ δ᾽ ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθάνῃς». καὶ οὕτω γέγονεν· ἀπέθανε γὰρ ἡ ψυχὴ ἀπὸ θεοῦ, τῆς αἰωνίου ζωῆς χωρισθεῖσα, τουτέστι τοῦ φωτὸς τῆς βασιλείας μηκέτι ἀπολαύουσα, ἐπεὶ εἰς τὸ φαινόμενον οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε—μετὰ γὰρ «ἐννακόσια τριάκοντα ἔτη» γέγραπται, ὅτι «ἀπέθανεν».

Ἡ ψυχὴ οὖν ἐνεκρώθη αὐτῇ τῇ ἡμέρᾳ καὶ μετὰ ταῦτα αὐτοῦ τὸ σῶμα τῷ φαινομένῳ θανάτῳ κατεδικάσθη. οὕτω καὶ νῦν ὁ κύριος ἐποίησεν ὀρθῶς τὴν κρίσιν κρίνας· ἐγείρει πρῶτον ἀπὸ νεκρότητος παθῶν τὴν ψυχὴν νῦν καὶ ἀπὸ σκότους αἰωνίου εἰς φῶς αἰώνιον μετατίθησιν αὐτήν, ἐν τῇ ἀναστάσει δὲ καὶ τὸ σῶμα ἐγείρει καὶ τῆς ἀθανάτου δόξης καταξιώσει. ἐνεδύσατο γὰρ ἡ ψυχὴ τότε ἔνδυμα θανάτου, τὴν ἁμαρτίαν, καὶ ἐνορᾶν τὸν ἴδιον δεσπότην οὐκ ἠδύνατο· ἐλθόντος δὲ τοῦ σωτῆρος φησὶν Ἰωάννης· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», τουτέστιν ὁ τὸν ἀόρατον θάνατον τοῦ καλύμματος τοῦ σκότους, «τὸ φρόνημα τῆς σαρκὸς» περιαιρῶν, καὶ ἐκ νεκρότητος παθῶν ἀνιστῶν τὴν ψυχήν—καὶ πάλιν θεωρεῖν τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὸν ἴδιον δεσπότην κατηξιώθη. ἴδε ἀληθῶς τὸ πρῶτον καὶ μεῖζον πάντων 〈ἔργων〉 ὧν ἐποίησεν ἔργον αἰώνιον· ψυχὴν ἀνέστησεν ἀπὸ θανάτου αἰωνίου. τὰς χωλὰς οὖν καὶ τυφλὰς καὶ παραλελυμένας ψυχὰς ἦλθεν ὁ κύριος ἰάσασθαι· ἰδὲ μεῖζον ἔργον τῶν φαινομένων σημείων. πάλιν τί ἐποίησεν ἔργον μεῖζον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὁ κύριος, ὅτι ἐπήγγελται «μείζονα τούτων ἔργα» ποιῆσαι, ἐὰν μή, φησίν, «μείζονα τούτων» ποιήσω, μὴ πιστεύσητέ μοι;

ἣν ἐνέστησε ψυχὴν ἐκ τοῦ αἰωνίου θανάτου, εἰσήγαγεν αὐτὴν εἰς κόσμον θεότητος οὐράνιον, πνευματικὸν καὶ αἰώνιον—«ἐν σκέπῃ, γάρ φησι, τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται» —καὶ ἥλιον δικαιοσύνης ἔδωκεν αὐτῇ ἑαυτόν, τὸν φωτίζοντα αὐτὴν φωτὶ αἰωνίῳ, εἰσήγαγεν αὐτὴν καὶ εἰς τὴν γῆν τῶν ζώντων διὰ τοῦ φωτὸς τῆς θεότητος τοῦ πνεύματος, ἵν᾽ ὥσπερ τὸ σῶμα τοῦτο ἐπὶ γῆς περιπατεῖ καὶ ἐργάζεται τὰ ἔργα τῆς γῆς, οὕτω καὶ ἡ ψυχὴ εἰσελθοῦσα εἰς τὴν ἀόρατον τῆς χάριτος γῆν ἡ ἄνωθεν γεννηθεῖσα ἐν αὐτῇ αὐλίζηται καὶ εἰς ἐκείνην ἐργάζηται ἔργα θεϊκὰ ἀρετῶν τοῦ πνεύματος. ὡς ἔλεγεν ὁ κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», ἵν᾽ ὥσπερ τὸ σῶμα ἐσθίει ἐκ τῆς γῆς καὶ πίνει, οὕτω καὶ ἡ ψυχὴ ἐσθίῃ τὸν ἀληθινὸν ἄρτον, τὸν κύριον, καὶ πίνῃ τὸ ζῶν ὕδωρ ἐκ τῆς δυνάμεως τοῦ πνεύματος. καὶ ὥσπερ τὸ σῶμα ἐσθίει καὶ πίνει ἀπὸ τῆς ἀμπέλου ταύτης, οὕτω ψυχὴ ἡ γεννηθεῖσα ἄνωθεν ἐσθίει ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου, τοῦ κυρίου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή», καὶ πίνει ἐκ τοῦ πνευματικοῦ καὶ ἐνθέου οἴνου τοῦ μὴ παρέχοντος δίψαν ἢ ἐπιθυμίαν σαρκός. καὶ ὥσπερ τὸ σῶμα χρίεται εἰς ἄνεσιν ἔλαιον ἐκ τῆς γῆς ταύτης, οὕτω καὶ ἡ ψυχὴ χρίεται τὸ ἀληθινὸν τῆς ἀγαλλιάσεως ἔλαιον, αὐτὸ τὸ πνεῦμα τὸ ἄνεσιν καὶ ἀνάπαυσιν ἀληθινὴν ἀπὸ τῶν καυματηρῶν παθῶν αὐτῇ παρέχον.

καὶ ὥσπερ ἀμφιέννυται τὸ σῶμα ἀμφία ἐνταῦθα καὶ ὑποδήματα, οὕτω καὶ ἡ ψυχὴ ἄφθαρτα καὶ πολυποίκιλα τοῦ πνεύματος ἀμφία ἀμφιέννυται καὶ τὰ ὑποδήματα τῆς ζωῆς ὑποδύεται. καὶ ὥσπερ ἐνταῦθά εἰσι φυτεῖαι καὶ σπέρματα καὶ ὕδατα ἐν τῇ γῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει φυτείας ἀοράτους καὶ σπέρματα ζωῆς καὶ ὕδωρ ζῶν, ἐξ οὗ πίνει καὶ ἔχει ἐν ἑαυτῇ πηγὴν «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». καὶ ὥσπερ τὸ σῶμα ἔχει τὸν ἀέρα τοῦτον, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει τὸν θεϊκὸν καὶ ἐπουράνιον τοῦ πνεύματος ἀέρα, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ ἀθανάτῳ ζωῇ. ταῦτα ἔλεγεν ὁ ἀπόστολος σκιὰν τῶν μελλόντων. ὁ κόσμος γὰρ ὁ φαινόμενος τύπος καὶ εἰκὼν καὶ ὑπόδειγμά ἐστι τοῦ ἀοράτου καὶ αἰωνίου τῆς θεότητος κόσμου.

Ἀλλὰ καὶ ὥσπερ ἐνταῦθα εἰς τὸ φανερὸν ὁ νόμος καὶ γραφαὶ καὶ δικαιοσύναι, οὕτω καὶ ὁ κύριος ἐλθὼν ἔδωκεν ἐν τῇ καρδίᾳ νόμον ἀληθινὸν ἀνεξάλειπτον τὸν τοῦ ἁγίου πνεύματος, ζῶντα καὶ ἐνεργοῦντα ζωὴν εἰς τὴν ψυχήν. καὶ ἔχει ἡ ψυχὴ καὶ νόμον ἐλευθερίας τὸ πνεῦμα καὶ δικαιοσύνην ἀληθινὴν τὸν κύριον. ἐκεῖ μὲν γάρ, ὥς φησιν ὁ ἀπόστολος, «ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται», ἐνταῦθα δὲ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα», καὶ ἐκεῖ μὲν ὥσπερ τινὰ θηρία ἢ ἑρπετὰ ἀεὶ ἐν τῇ γῇ κατοικοῦσι καὶ γῆν μεταλαμβάνουσιν, οὕτω καὶ οἱ ὑπὸ νόμον τυγχάνοντες καὶ ὑπὸ ἁμαρτίαν καὶ πάθη ὄντες γηΐνην τὴν δικαιοσύνην ποιοῦσι, διὰ τὸ καὶ γηΐνας αὐτοὺς ἔχειν ἐπαγγελίας κάτω κύπτοντες καὶ μὴ δυνάμενοι τῷ φρονήματι τῆς ψυχῆς ἀνακεκαλυμμένῳ προσώπῳ προσέχειν εἰς τὴν δόξαν τοῦ θεοῦ, ὑπὸ δεσμοὺς 〈κα〉κίας ὄντες καὶ μηδέπω ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας. νῦν δὲ οἱ ἔχοντες τὸν νόμον τοῦ πνεύματος καὶ ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ τὴν ἐπουράνιον δικαιοσύνην ἐργαζόμενοι διὰ τῆς χάριτος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ φωτὸς Χριστοῦ κατανοοῦσι, τῷ πνεύματι αὐτοῦ τὴν ψυχὴν ἀνακραθέντες. ταῦτά ἐστι τὰ «μείζονα» καὶ ἀληθινὰ «ἔργα», ἃ ἐπηγγείλατο ποιεῖν ὁ κύριος.

καὶ διὰ ταῦτα τὰ ἔργα ἦλθεν, ἵνα τὴν θανατωθεῖσαν τοῖς πάθεσι ψυχὴν ἀναστήσῃ καὶ εἰσαγάγῃ αὐτὴν εἰς κόσμον ἀληθῆ θεότητος, ἵν᾽ ἔχῃ ἡ ψυχὴ οὔρανον καινὸν καὶ ἥλιον δικαιοσύνης καὶ γῆν φωτὸς ζῶντος, εἰς ἣν κατοικεῖν δύναται, καὶ βρῶσιν ἀληθινὴν καὶ πόσιν πνευματικὴν καὶ ἔργον ἄφθαρτον ζωῆς καὶ οἶκον καὶ πόλιν οὐράνιον καὶ ἐνδύματα τοῦ πνεύματος θεῖα καὶ στεφάνους τῆς χάριτος ἀφθάρτους. καὶ πάντα ἁπλῶς, ἅπερ τὸ σῶμα ἔχει ἐνταῦθα, κατὰ τὴν εἰκόνα ταύτην καὶ ἡ ψυχὴ ἐκ τῆς ἀφθάρτου δόξης τοῦ πνεύματος κατασκευαζόμενα αὐτῇ ὑπὸ θεοῦ ἔχειν καταξιοῦται. ἀλλ᾽ ἐπὰν ἀκούσῃς ὅτι ἡ ψυχὴ ἔχει ἀληθινὸν ἥλιον τὸν κύριον καὶ αὐτὸν ζωὴν καὶ αὐτὸν βρῶσιν καὶ πόσιν, μηδὲν ἐπίγειον ἢ χοϊκὸν νοήσῃς. τὰ γὰρ ἄφθαρτα ὡς ἄφθαρτα ἐννόει. ἄρρητα γὰρ καὶ ἀλάλητα τὰ τοῦ πνεύματος μυστήριά εἰσιν ἐν τῇ ψυχῇ ὑπὸ τοῦ κυρίου γινόμενα, ἃ πείρᾳ τοῖς ἀξίοις γινώσκεται, γλώσσῃ δὲ καὶ στόματι σαρκὸς λαληθῆναι ἀδύνατον ἢ μόνον σκιάς τινας καὶ εἰκόνας ἐν ὑποδείγματι ἐκ τοῦ κόσμου τούτου ἔστι λαμβάνειν. ἐκεῖνα γὰρ ὄντως ἄφθαρτα τυγχάνει, ἅ ἐστι πάντα ἐκ τοῦ θεϊκοῦ πνεύματος ταῖς ἀξίαις ψυχαῖς ὑπὸ τοῦ κυρίου ἐπηγγελμένα ἄρρητα καὶ αἰώνια ἀγαθά. «

οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς» τὴν ψυχὴν τὴν κατ᾽ εἰκόνα αὐτοῦ κτισθεῖσαν, ὥστε ἑαυτὸν χαρίσασθαι αὐτῇ ποικίλως ἐν αὐτῇ κοσμούμενον καὶ τῆς ἰδίας φύσεως κοινωνὸν αὐτὴν καθιστῶντα, καὶ οὕτω συνανακραθεῖσα ἑνοῦται τῷ κυρίῳ, πνεῦμα καὶ αὐτὴ γινομένη. ἀπὸ τοῦ νῦν δὲ ἀνίσταται ἀπὸ τῆς πτώσεως καὶ τῆς νεκρώσεως τῶν παθῶν ἡ ψυχὴ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος, καὶ ἀπὸ τοῦ νῦν εἰσέρχεται τῷ φρονήματι καὶ τῇ τοῦ νοὸς ὑποστάσει εἰς τὸν κόσμον τῆς θεότητος καὶ εἰς τὴν ἄρρητον δόξαν καὶ συνάπτεται τῷ Χριστῷ εἰς ἓν πνεῦμα μετ᾽ αὐτοῦ γινομένη. διὰ τοῦτο γὰρ ἡ ἔλευσις αὐτοῦ γεγένηται, ἵνα ταῦτα τὰ μυστήρια καὶ τὰ θαυμάσια καὶ τὰ παράδοξα ποιήσῃ μετὰ τῆς ψυχῆς τῆς ἀγαπώσης αὐτὸν τελείως, 〈ἐν τῷ〉 κόσμῳ ἔτι οὔσης· ἐν δὲ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιοῦται τούτων τῶν χαρισμάτων, καὶ τότε συνδοξασθήσεται τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν διὰ τῆς δυνάμεως τοῦ πνεύματος δοξασθείσῃ. οὐαί, εἴ τις οὐκ ἐζήτησε καὶ ἀπὸ τοῦ νῦν ἔλαβεν ἐν πληροφορίᾳ τὴν ζωὴν τῆς κοινωνίας τοῦ πνεύματος καὶ τῆς δόξης ἐκείνης μέτοχος οὐ γέγονε καὶ ἐκ τῆς νεκρότητος τῶν παθῶν ἀναστῆναι ὑπὸ τοῦ πνεύματος οὐ κατηξιώθη, ὅτι γυμνὸς καὶ ἔρημος ἀπὸ κοινωνίας θεοῦ ἀπομείνας ἔξω τῶν πυλῶν τῆς βασιλείας ἀποκλεισθήσεται.

Παρακαλέσωμεν οὖν τὸν κύριον, ἐν πάσῃ πίστει καὶ ἀγάπῃ πάσαις ταῖς ἐντολαῖς ἑαυτοὺς ἐκδόντες, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ τῆς τοῦ πνεύματος αὐτοῦ κοινωνίας μέτοχοι γενέσθαι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ ἁγιασθέντες καὶ «ἄσπιλοι καὶ ἄμωμοι» καταρτισθέντες καὶ τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΘʹ. Οἱ κατὰ σκοπὸν τῆς ἀληθείας τρέχοντες καὶ ἀληθινὴν εὐχὴν τὴν δι᾽ ἐνεργείας πνεύματος ἁγίου ἐν ἑαυτοῖς ὡς ἔμφυτον διὰ τῆς πίστεως αὐτῶν κτήσασθαι προσδοκῶντες «ἐν πνεύματι καὶ ἀληθείᾳ» κατὰ τὴν εὐαγγελικὴν τοῦ κυρίου παράδοσιν τὴν προσκύνησιν τῇ ἁγίᾳ τριάδι προσκομίζουσιν. τὴν ἀρχὴν οὖν τῆς τοιαύτης ζητήσεως εὐθέως καὶ ὀρθῶς ὀφείλουσι ποιεῖσθαι, ὅλην τὴν ἀγαθὴν ὁρμὴν καὶ ὀξύτητα τοῦ πόθου ἐν τῇ τῆς πίστεως νήψει καὶ ἐναρέτου νοὸς στοργῇ καὶ τῶν ἀγαθῶν λογισμῶν εὐθύτητι ἐν ἑαυτοῖς ἔχειν σπουδαζέτωσαν ἐν πάσῃ διαγωγῇ, ἵνα διὰ τῶν ἀγαθῶν ἐννοιῶν καὶ τῇ τῶν καλῶν μνήμῃ—«ὅσα ἐστὶν ἀληθῆ» καὶ «δίκαια» καὶ «ἁγνά»—εἰς φόβον θεοῦ ἡ ψυχὴ προκόπτουσα τὴν ἐπὶ τὰ κρείττονα αὔξησιν λαμβάνειν δύνηται.

Ἐξαιρέτως δὲ τὴν εὐχὴν ἡμῶν ἐν πίστει καὶ φόβῳ θεοῦ καταρτίζειν σπουδάσωμεν, μὴ σωματικοῖς ἔθεσιν ἐμπληροφορούμενοι ἢ συνηθείᾳ κραυγῆς ἢ συνηθείᾳ σιωπῆς ἢ συνηθείᾳ γονάτων, τοῦ νοὸς ἐν συγχύσει καὶ ταραχῇ ἢ ῥαθυμίᾳ καὶ λήθῃ ἀγνοίας δι᾽ ἑκούσιον ἀμέλειαν κατεχομένου, ἀλλὰ μετὰ πάσης νήψεως καὶ προσοχῆς καὶ μερίμνης ἀγαθῆς τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ἑκάστοτε μέν, μάλιστα δὲ ἐν τῇ προσευχῇ ποιεῖσθαι σπουδάσωμεν, παντὸς γηΐνου λογισμοῦ ἑαυτοὺς ἀλλοτριοῦντες καὶ πάσας ὑλικὰς ἐννοίας ἀποστρεφόμενοι καὶ ὅλον τὸν νοῦν τῆς ψυχῆς διὰ τῆς πίστεως καὶ ἐλπίδος εἰς τὴν προσδοκίαν Χριστοῦ ἔχωμεν, ἐκδεχόμενοι πᾶσαν ὥραν τὴν ἐπιφοίτησιν τῆς αὐτοῦ χάριτος, δι᾽ ἧς τὴν ἀληθινὴν καὶ ἀρέμβαστον τοῦ πνεύματος εὐχὴν κτήσασθαι δυνάμεθα, διὰ πασῶν διεξόδων καὶ τρίβων τῶν λογισμῶν τῆς ψυχῆς τὴν ἀπεκδοχὴν τοῦ πνεύματος ἔχοντες, προορῶντες τὸν κύριον διὰ πίστεως καὶ φόβου ἐνώπιον ἡμῶν διαπαντός, οὐ τόπῳ σωματικῶς ἔξωθεν ἢ κάτω ἢ ἄνω ἀνατυποῦντες ἐν τῇ διανοίᾳ ὡς ἐν τόπῳ τινὶ τοῦ θεοῦ τυγχάνοντος καὶ ἐμπεριγράφου ὄντος, ἀλλὰ ἀοράτῳ θεότητος δυνάμει καὶ ἀκαταλείπτως πανταχοῦ τυγχανούσῃ καὶ τοῖς ζητοῦσιν αὐτὴν ἐν φόβῳ καὶ τρόμῳ καὶ πόθῳ ἐν καρδίᾳ εὑρισκομένην καὶ κατὰ τὸ «μέτρον τῆς πίστεως» αὐτῶν καὶ κατὰ τὴν δύναμιν τῆς χωρήσεως αὐτῶν ἐναργῶς τῷ ἔσω ἀνθρώπῳ ἀποκαλυπτομένην διὰ σωτηρίαν καὶ ζωὴν καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος, τοιοῦτον σκοπὸν ἔχοντες ὡς πανταχοῦ τῆς ἀπροσίτου δυνάμεως οὔσης.

οὐ γὰρ ἐνδέχεται εἶναι τόπον, ἔνθα μή ἐστιν ἡ ἄρρητος τῆς θεότητος δύναμις, ἐν δὲ τῇ ψυχῇ ἡμῶν διὰ τῆς πίστεως καὶ τῆς πρὸς αὐτὸν ἐν πόθῳ ζητήσεως ἐναργῶς φανεροῦται κατὰ τὴν χώρησιν τῆς πίστεως ἡμῶν εἰς καθαρισμὸν τῆς καρδίας. οὐ γὰρ ἂν ἄλλως καθαρισθῆναι καὶ ἁγιασθῆναι καρδία δύναται, μὴ τῆς ἁγιαστικῆς τοῦ πνεύματος δυνάμεως ἐναργῶς τῇ ψυχῇ ἀποκαλυφθείσης. τότε γὰρ δυνησόμεθα ἐν πνεύματι ἄνευ ῥυπαρῶν καὶ γηΐνων καὶ ματαίων λογισμῶν προσκυνῆσαι τῷ πατρὶ καθὼς δεῖ.

Ψυχὴ οὖν ἡ τοιοῦτον σκοπὸν ἔχουσα καὶ ἐκδεχομένη, πότε ἡ τῆς θείας χάριτος ἐνέργεια τὴν νενεκρωμένην καρδίαν ζωοποιήσει, καὶ τὸ πῦρ τῆς ἀγάπης τοῦ πνεύματος πότε τὴν καρδίαν συλλαβὸν πᾶσαν ἐν αὐτῇ ἀκαθαρσίαν τῇ ἰδίᾳ ἐνεργείᾳ ἐκκαύσει καὶ καθαρότητα καὶ ἁγιασμὸν τοῦ ἔσω ἀνθρώπου ἐργάσηται, οὐκ ὀφείλει σωματικοῖς ἔθεσιν, ὡς προείρηται, ἢ συνηθείᾳ φωνῆς ἢ σιωπῆς ἢ γονάτων κλίσει {ἐν τῇ εὐχῇ} πληροφορεῖσθαι, ἀλλὰ διάπυρος τῷ πρὸς κύριον πόθῳ ὑπαρχέτω πάσης ὑλικῆς ἐννοίας ἀλλοτριουμένη καὶ ἑαυτὸν ὁ μοναχὸς βίᾳ καὶ πόνῳ ὅση δύναμις ἐν τῇ καρδίᾳ ἐπισυνάγων ἐκεῖ τὴν κατάκρισιν τῶν παθῶν τῆς κακίας διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἔστω ἐκδεχόμενος, καὶ ἐκεῖ τὴν ἀγαλλίασιν τῆς οὐρανίου χάριτος καὶ τὴν πνευματικὴν εὐφροσύνην προσδοκάτω γενέσθαι ἐρρωμένος τῇ διανοίᾳ καὶ τῷ σκοπῷ τῆς ζητήσεως κυρίου καὶ τῇ νήψει τοῦ νοός. λοιπὸν ὡς ἂν βούληται ἕκαστος καὶ ὡς εὐχερὲς καὶ ἡδὺ αὐτῷ καταφαίνεται, οὕτως εὐχέσθω. εἰ μὲν χρεία κραυγῆς ἢ βοῆς, δεόμενος τοῦ κυρίου ἄνευ θορύβου καὶ συγχύσεως τοῦ νοὸς καθὼς εἴρηται· πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός».

εἰ δὲ χρεία σιωπῆς, ἐν πόθῳ καὶ πόνῳ νοὸς τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος καὶ διὰ τῆς τοῦ σώματος προσκαρτερήσεως καὶ γονυκλισίας καὶ εὐχῆς τοὺς πνευματικοὺς θησαυροὺς τῆς ἐπουρανίου δωρεᾶς ἐν ἐπιθυμίᾳ καὶ δίψει διὰ πίστεως πάντοτε ἐκζητῶν καὶ συναγαγέτω ἑαυτὴν ἡ ψυχὴ ἀπὸ τῆς ὕλης τοῦ κόσμου καὶ τοῦ ῥεμβασμοῦ τῶν λογισμῶν μάλιστα ἐν τῇ εὐχῇ ὅση δύναμις.

Ὥσπερ γὰρ κατὰ τὸ σωματικὸν ὁπόταν τις ἐργάζηται, ὅλα τὰ μέλη τοῦ σώματος εἰς τὸ ἔργον συνῆκται ἀλλήλοις βοηθοῦντα καὶ πάντα τὰ μέλη τὸ ἔργον ἀποτελοῦσιν, οὕτω καὶ ἡ ψυχὴ πάντοτε μέν, ἐξαιρέτως δὲ ἐν ταῖς ὥραις τῆς εὐχῆς, μὴ ἤτω ἀλλαχοῦ τοῖς διαλογισμοῖς ἑκουσιῶς ῥεμβομένη καὶ διασκορπισμένη, ἀλλ᾽ ὅση δύναμις πάντα τὰ ὁρώμενα τῷ σωματικῷ ὀφθαλμῷ διὰ τὸν θεὸν ὑπερορῶσα βίᾳ ἑαυτὴν συναγέτω ἀπὸ πασῶν συνηθειῶν καὶ προλήψεων οὐκ ὀρθῶν, ἔχουσα πρὸ ὀφθαλμῶν διαπαντὸς τὸν τοῦ θεοῦ φόβον, ἵνα ὅλα τὰ μέλη τῶν νοημάτων αὐτῆς ἐν τῇ εὐχῇ συνηγμένα τυγχάνωσι, τὴν προσδοκίαν τοῦ κυρίου ἐν πίστει δεχομένης, πότε ἐπιστῇ αὐτῇ διὰ τῆς ἐνεργοῦς ἐπισκέψεως ἡ τοῦ πνεύματος χάρις ἡ διδάσκουσα αὐτὴν καὶ δωρουμένη εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον, καθαράν, ἵνα τότε προσκυνήσῃ ἡ ψυχὴ τῷ θεῷ καθὼς δεῖ «ἐν πνεύματι καὶ ἀληθείᾳ» καὶ προσεύξηται διὰ τῆς χάριτος ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ πνευματικῇ.

Ὥσπερ γὰρ ὁ ἔμπορος τὴν ἐμπορίαν αὐτοῦ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οὐδὲ διὰ μιᾶς προφάσεως οἶδε πορίζειν τὸ κέρδος τῆς ἐμπορίας αὐτοῦ, ἀλλ᾽ ἐντρεχῶς καὶ νηφόντως πανταχόθεν περισκοπεῖ, ἐὰν τύχῃ αὐτὸν ἐντεῦθεν ἀποτυγχάνειν τοῦ κέρδους, ἑτέρῳ πράγματι ἐπιβάλλεται—ὅλος γὰρ ὁ σκοπὸς αὐτῷ ἐστι τοῦ κερδῆσαι καὶ πολυπλασιάσαι τὴν ἐμπορίαν αὐτοῦ—, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν τῆς προσδοκίας ἡμῶν, ὅσον ἀνθρωπίνῃ ἰσχύϊ καὶ συνέσει δυνατόν, ποικίλως καὶ ἐντρεχῶς ἐν ὀρθῷ καὶ συνηγμένῳ νῷ καὶ νηφούσῃ διανοίᾳ καταρτίσωμεν, ἵνα κερδῆσαι δυνηθῶμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, αὐτὸν τὸν κύριον ἡμῶν, τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἀρετῶν καὶ ἀληθείας ἐνέργειαν, τὸν εἰπόντα πρὸς τοὺς τοιαύτην πίστιν καὶ σπουδὴν ἀναλαμβάνοντας· «ἐλευσόμεθα—ἐγὼ καὶ ὁ πατήρ μου—καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα», καὶ πάλιν· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», ἵν᾽ ὥσπερ ἐν ἰδίῳ θρόνῳ ἐπικαθεσθῇ καὶ ἀναπαυθῇ ἐν τῇ καρδίᾳ ἡμῶν, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, ὅτι ἐπεκαθέζετο ὁ θεὸς φερόμενος ὑπὸ τῶν νοερῶν καὶ θείων καὶ πνευματικῶν ζῴων γεμόντων ὀφθαλμῶν καθ᾽ ὅλων τῶν μερῶν ἔμπροσθεν καὶ ὄπισθεν, οὕτω καὶ ψυχὴ ἡ καταξιωθεῖσα διὰ τῆς πίστεως αὐτῆς καὶ πολλῆς δεήσεως καὶ ἐν πάσαις ἐντολαῖς σπουδῆς ὑποδέξασθαι ἐν ἑαυτῇ τὸν μέγαν βασιλέα Χριστὸν καὶ ναὸς καὶ θρόνος αὐτῷ γενομένη νοερός, ὅλη ὀφθαλμὸς γίνεται καὶ ὅλη φῶς καὶ ὅλη οὐρανὸς καὶ ἀνεκλάλητον κάλλος, διὰ τῆς θείας δυνάμεως τῆς ἀνακιρναμένης ἐν τῇ ὑποστάσει αὐτῆς καὶ οὐράνιον αὐτὴν καὶ ἔνθεον κάλλος διὰ τῆς κοινωνίας ἀπεργαζομένης.

μακάρια τοίνυν ἡ τοιαύτη ψυχὴ ἡ σπουδὴν πολλὴν ἀναδειξαμένη Χριστῷ, ἵνα τῶν τοιούτων ἐπουρανίων ἀγαθῶν ἀπὸ τοῦ νῦν ἔτι ἐν σαρκὶ οὖσα ἐπιτυχεῖν δυνηθῇ, ἧς τὸ σῶμα ναὸς καὶ οἰκητήριον τοῦ ἐπουρανίου βασιλέως γενέσθαι καταξιοῦται, καθώς φησιν ὁ ἀπόστολος, ὅτι «τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστι» καὶ πάλιν παραινῶν τοῖς ὑπηκόοις καὶ πιστοῖς τοῦ μεγάλου τούτου ἀξιώματος σπουδάσαι διὰ τῆς πίστεως καταξιωθῆναι φησίν· «δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν». ἡ τοιαύτη ψυχὴ ὥσπερ νύμφη ἀγαθὴ ἀγαθοῦ νυμφίου συναπολαύουσα αὐτῷ τῷ κυρίῳ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς διὰ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας εὐφραίνεται ἀδιαλείπτως καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί».

Ὑπόδειγμα δὲ καὶ ἐκ τοῦ ὁρωμένου κόσμου λάβωμεν.

ὥσπερ οἰκία ἔχουσα τὸν κατασκευάσαντα δεσπότην καὶ βασιλέα αὐτῆς ἐν ἑαυτῇ κατοικοῦντα πάντα τὰ ἀγαθὰ αὐτοῦ ἐν ἑαυτῇ φέρει—καὶ γὰρ ἐκεῖ ὁ πλοῦτος καὶ οἱ διάφοροι τῶν κειμηλίων αὐτοῦ θησαυροὶ ἀπόκεινται, ἐκεῖ τὰ ὅλα ἐνδύματα τῆς διαφόρου χλιδῆς ἀποτεθησαύρισται, ἐκεῖ καθαρότης πολλὴ θυμιαμάτων καὶ πάσης εὐωδίας ηὐτρέπισται, ἐκεῖ εὐωχίαι καὶ ἑορταὶ πάντοτε γίνονται διὰ τὸν δεσπότην τοῦ οἴκου, καὶ ἁπαξαπλῶς πᾶσα ἀπόλαυσις τρυφῆς καὶ πᾶσα καλλονὴ λαμπρότητος καὶ δόξης—, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ καταξιωθεῖσα διὰ πολλῆς πίστεως καὶ πάσης ἀρετῆς τὸν κατασκευάσαντα δεσπότην καὶ βασιλέα ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ὑποδέξασθαι καὶ νύμφη αὐτοῦ ἁγία καὶ καθαρὰ γενέσθαι διὰ τῆς ἀρρήτου καὶ μυστικῆς τοῦ πνεύματος κοινωνίας ἐκεῖ ἔχει θησαυροὺς «τῆς σοφίας καὶ γνώσεως» ἀποκρύφους, οἱ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἐναπόκεινται, ἐκεῖ τὰ ἐπουράνια καὶ φωτεινὰ τοῦ πνεύματος ἐνδύματα πάσης καλλονῆς ὑπεραίροντα ἐναποτεθησαύρισται, ἐκεῖ εὐωδία πνεύματος ἁγίου πεπλήρωται, ἐκεῖ ἑορταὶ ἁγίων ἀγγέλων καὶ δυνάμεων πάντοτε ἐπιτελοῦνται διὰ τὸν ἐνοικοῦντα δεσπότην καὶ βασιλέα Χριστόν, καὶ ἁπαξαπλῶς πάσης εὐφροσύνης πνευματικῆς καὶ ἀπολαύσεως οὐρανίου ἡ τοιαύτη ψυχὴ πάντοτε ἐμπίπλαται, ἔχουσα τὸν ἐπουράνιον νυμφίον ἀδιαλείπτως μεθ᾽ ἑαυτῆς τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἐνοικοῦντα.

μακαρία ὄντως ἡ ψυχὴ ἐκείνη ἡ τοιούτων ἀγαθῶν ἐντεῦθεν καταξιωθεῖσα. οὐαὶ δὲ οἰκίᾳ τῇ μὴ ἐχούσῃ τὸν δεσπότην αὐτῆς ἐν αὐτῇ κατοικοῦντα. ὥσπερ γὰρ ἡ ἐπίγειος οἰκία μὴ ἔχουσα τὸν ἴδιον δεσπότην κατοικοῦντα ἐν αὐτῇ ἔρημος καὶ οἰκόπεδος διὰ τὴν ἀμέλειαν καθίσταται, καὶ ἐκεῖ κύνες καὶ χοῖροι εἰσίασι καὶ ἐξίασι, καὶ ἐκεῖ αἴλουροι καὶ ἴβεις καὶ κόρακες ἐγκατοικοῦσιν, ἐκεῖ κοπριῶν γίνεται ἀποθήκη καὶ πάσης ἀκαθαρσίας καὶ δυσωδίας ἡ οἰκία ἐκείνη πληροῦται· οὕτως οὐαὶ ψυχῇ ἐκείνῃ τῇ μὴ ἐγερθείσῃ διὰ τῆς χάριτος καὶ τῆς θείας δυνάμεως ἐκ τῆς πτώσεως καὶ πλάνης τῶν παθῶν τῆς κακίας καὶ μὴ ἐχούσῃ τὸν βασιλέα αὐτῆς Χριστὸν κατοικοῦντα ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς, ὅτι ἐκεῖ τῶν ὄντως πονηρῶν κοπριῶν (τουτέστι τῶν δυσωδεστάτων ἁμαρτημάτων) ἐστὶν ἀποθήκη, ἐκεῖ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες, τὰ πνεύματα τῆς πονηρίας, δι᾽ ὧν τὰ πάθη τῆς κακίας ἐνεργούμενα ἐγκατοικοῦσιν ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως τὴν νομὴν εἰς τὴν ψυχὴν ἔχοντα, «ἐκεῖ σειρῆνες» «καὶ ὀνοκένταυροι» «καὶ δαιμόνια» κατὰ τὸ λόγιον τοῦ προφήτου «ὀρχήσονται», δι᾽ ὧν οἱ πονηροὶ καὶ αἰσχροὶ καὶ μάταιοι καὶ γήϊνοι διαλογισμοὶ τῆς καρδίας ἡμῶν ἐνεργούμενοι βρύουσι καὶ ἀνεῳγμένων τῶν θυρῶν τῆς ψυχῆς εἰσίασι καὶ ἐξίασι τὰ πονηρὰ καὶ ἄγρια θηρία καὶ ἑρπετά, πνεύματα τῆς πονηρίας.

Αὕτη δὲ ἡ κακὴ κληρονομία τῶν παθῶν ἀπὸ τῆς παραβάσεως Ἀδὰμ πάσῃ τῇ ἀνθρωπότητι ἐδόθη, ἀπολέσαντος ἐκείνου τὴν προτέραν τῆς καθαρᾶς φύσεως εὐγένειαν καὶ τὸ ἱερὸν ἀξίωμα καὶ τοῦ ὁρᾶν τὸν ἴδιον δεσπότην στερηθέντος διὰ τὴν τῆς ἐντολῆς παράβασιν καὶ διὰ τοῦτο ἐκπλανηθέντος καὶ τοῦ παραδείσου ἐκβληθέντος. τὰ γὰρ προειρημένα κακὰ πάσῃ ψυχῇ ἐνοικεῖ καὶ ἐνεργεῖται διὰ τῶν παθῶν τῆς ἁμαρτίας τῇ μὴ ἐχούσῃ τὸν βασιλέα αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει καὶ πληροφορίᾳ, δι᾽ οὗ ἡ παντελὴς ἴασις τῆς καρδίας γενέσθαι δύναται. οὐαὶ δὲ τῇ μὴ παρακαλούσῃ καὶ δεομένῃ τοῦ δεσπότου καὶ βασιλέως αὐτῆς Χριστοῦ ἀδιαλείπτως ἐν πίστει καὶ πληροφορίᾳ, ἵνα ἐλθὼν καθαρίσῃ αὐτὴν ἀπὸ πάσης ῥυπαρίας καὶ δυσωδίας παθῶν καὶ λυτρώσηται αὐτὴν ἀπὸ τῶν προειρημένων πονηρῶν πνευμάτων καὶ ἰάσηται αὐτὴν ἀπὸ τῶν ἀοράτων τραυμάτων τῶν παθῶν τῆς κακίας καὶ οἰκοδομήσῃ τὸν οἶκον τοῦ σώματος αὐτῆς ἐν ἁγιασμῷ καὶ καθαρότητι. καὶ οὕτως ἐνοικήσαντος ἐν αὐτῇ πᾶσα καθαρότης καὶ ἁγιασμὸς καὶ ἀρετὴ καὶ σύνεσις καὶ γνῶσις καὶ σοφία τοῦ πνεύματος ἐκεῖ ἔσται, καὶ τοιαύτης χάριτος καταξιωθεῖσα τότε ἀξία τῆς βασιλείας τῶν οὐρανῶν καθίσταται.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ἕως καιρὸν ἔχομεν μετανοίας, πάσῃ νήψει καὶ γρηγορότητι πίστεως καὶ προευτρεπίσωμεν ἑαυτοὺς ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ, ἵνα ἐλθὼν ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐνοικήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ. ἄλλως γὰρ οὐκ ἐνδέχεται αὐτὸν παραγενέσθαι καὶ ἀναπαυθῆναι ἐν ἡμῖν, ἐὰν μὴ πρότερον, ὅσον ἔχομεν δυνάμεως καὶ ὁρμῆς, παντὸς πάθους κακίας ἀλλοτριωθῶμεν καὶ πάσαις ἀρεταῖς πνευματικαῖς ἑνωθῶμεν, καὶ οὕτως τὸν οἶκον ἡμῶν προευτρεπισάντων καὶ μονὴν δεσποτικὴν ἑτοιμασάντων τότε τῇ ἰδίᾳ χρηστότητι ἐλθὼν ὁ κύριος κατοικήσει ἐν ἡμῖν καὶ μονὴν παρ᾽ ἡμῖν ποιήσεται, καὶ οὕτως τῇ δυνάμει τῆς χάριτος αὐτοῦ αἱ ψυχαὶ ἡμῶν καθαρισθεῖσαι καὶ τῇ τοῦ πνεύματος αὐτοῦ κοινωνίᾳ ἁγιασθεῖσαι καὶ «εἰς μέτρον» πνευματικῆς «ἡλικίας» ἐλθοῦσαι τῆς αἰωνίου ζωῆς ἀξιωθήσονται, εἰς τοὺς αἰῶνας. Ἀμήν.