Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι Λ'-ΛΓ': Ο πνευματικός νόμος, η θεία οικονομία και το βάθος της καρδιάς

Η ελπίδα στον αόρατο πόλεμο, η μακροθυμία του Θεού, η ανάσταση των σωμάτων και η πολύπλοκη εσωτερική διαπάλη μεταξύ θείας χάριτος και αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 11 από 18

ΛΟΓΟΣ Λʹ. Πάντα τὰ ἐν κόσμῳ φαινόμενα ἔργα ἐπ᾽ ἐλπίδι καὶ σκοπῷ ἑκάστου γίνονται εἰς τὸ μεταλαβεῖν τῆς ἀπολαύσεως τῶν καμάτων καὶ πόνων αὐτοῦ. Ὁ γεωργὸς σπείρει ἐπ᾽ ἐλπίδι καὶ ἐπὶ τῷ σπόρῳ ἄρχεται χαίρειν, προσδοκῶν πολλαπλασίονας τοὺς καρπούς, καὶ καμάτους καὶ πόνους ὑποφέρει διὰ τὴν ἐλπίδα καὶ προσδοκίαν—«ἐπ᾽ ἐλπίδι, γάρ φησιν, ὁ ἀροτριῶν ἀροτριᾷ»—, καὶ ἐὰν μὴ ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσῃ τῶν διὰ τῶν πόνων αὐτοῦ 〈ἐπι〉γενομένων καρπῶν, οὐδὲν ὠφελεῖται. ὡσαύτως καὶ ὁ λαμβάνων γυναῖκα ἐπ᾽ ἐλπίδι τοῦ τέκνα ποιῆσαι καὶ σχεῖν κληρονόμους λαμβάνει, καὶ ὁ ἔμπορος ὁμοίως δίδωσιν ἑαυτὸν εἰς θάλασσαν (καὶ εἰς ἕτοιμον θανάτου κίνδυνον) διὰ τὸ κέρδος. οὕτω καὶ ἐν τῷ ἔργῳ καὶ ἀγῶνι τῆς θεοσεβείας καὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἐπ᾽ ἐλπίδι τοῦ φωτισθῆναι «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» καὶ τοῦ τὸν νοῦν διὰ τοῦ πνεύματος ἀνακαινισθῆναι καὶ ἀλλαγῆναι καὶ μεταβληθῆναι εἰς τοὺς καρποὺς τοῦ πνεύματος δίδωσιν ἑαυτὸν ὁ μοναχός, ἀναχωρῶν τῶν βιωτικῶν καὶ σχολάζων τῷ κυρίῳ, εὐχαῖς καὶ δεήσεσι καὶ πάσαις ἀρεταῖς ἑαυτὸν εὐτρεπίζων, προσδεχόμενος τὸν κύριον, πότε ἐλθὼν κατοικήσει ἐν αὐτῷ καὶ καθαρίσει αὐτὸν ἀπὸ τῆς ἐνοικούσης τῶν παθῶν ἁμαρτίας.

οὐκ ἀναπαύεται δὲ οὐδὲ ἐμπληροφορεῖται ἐν τοῖς καμάτοις αὐτοῦ καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζομένων, ἕως οὗ ὁ κύριος ἐλθὼν ἐνοικήσει ἐν αὐτῷ ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πνεύματος ἁγίου. ὅτε δὲ γεύσεται τῆς χρηστότητος τοῦ θεοῦ καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσει καὶ περιαρθῇ ἀπ᾽ αὐτοῦ τὸ κάλυμμα τοῦ σκότους καὶ τὸ ἐπουράνιον φῶς τοῦ Χριστοῦ ἐλλάμψει καὶ ἐνεργήσει ἐν αὐτῷ ἐν χαρᾷ ἀδιηγήτῳ, τότε πληροφορεῖται ἐπὶ τῷ ἐλέει τῆς χάριτος, ἔχων μεθ᾽ ἑαυτοῦ τὸν κύριον ἐν πολλῇ ἀγάπῃ καὶ στοργῇ πνευματικῇ, καὶ χαίρει μεγάλως, 〈ὅτι τῶν ἐλπιζομένων τυχεῖν κατηξιώθη. ἀλλὰ καὶ τυχῶν τῶν πνευματικῶν ἀγαθῶν καὶ ἀναπαεὶς ἀναπαύσει ἐπουρανίῳ χαίρει μὲν μεγάλως〉 ἐπὶ τῷ κέρδει τοῦ πνευματικοῦ πλούτου—ὥσπερ καὶ ὁ ἐπὶ γῆς ἔμπορος πλουσίως κερδήσας χαίρει—, ἀγῶνα δὲ ἔχει καὶ φόβον τὸν ἀπὸ τῶν ἀοράτων λῃστῶν καὶ κλεπτῶν καὶ τῶν δολίων πνευμάτων τῆς πονηρίας, μήπως χαυνωθεὶς ἢ ἀμελήσας ἢ ῥαθυμήσας ἀπολέσῃ τὸν κάματον καὶ τὸν μέγαν πλοῦτον τῆς χάριτος, ἕως οὗ ἀναλύσας τοῦ κόσμου τούτου καταξιωθῇ εἰσελθεῖν ἐν τοῖς ἰδίοις, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ «ἄνω Ἱερουσαλήμ», ἧς τὸν ἀρραβῶνα τῆς κληρονομίας ἀπὸ τοῦ νῦν ἔλαβεν, ἕως οὗ τὸ σῶμα ἀπόθηται ἤτοι ἐν τελείοις μέτροις τῆς χάριτος καὶ ἐν πληρώματι Χριστοῦ γένηται, φόβον ὀφείλει ἔχειν καὶ κίνδυνον ὑποπτεύειν καὶ πολλὴν μέριμναν.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ἵνα πληροφορήσῃ ἡμᾶς τῷ ἐλέει τῆς χρηστότητος αὐτοῦ καὶ ἀποδύσῃ ἡμᾶς «τὸν παλαιὸν ἄνθρωπον» καὶ ἐνδύσῃ τὴν ἐπουράνιον δύναμιν τοῦ πνεύματος, ἵνα κερδήσαντες τὸ ἀληθινὸν καὶ μέγα κέρδος τῆς δωρεᾶς τοῦ Χριστοῦ καὶ τῶν προσδοκωμένων, ἀπὸ τοῦ νῦν ἐν πληροφορίᾳ καὶ ἀγαλλιάσει τοῦ πνεύματος γενόμενοι καὶ οὕτω λοιπὸν ὑπ᾽ αὐτοῦ ὁδηγούμενοι ἐν πᾶσιν, ἐν πολλῇ γαλήνῃ καὶ εἰρήνῃ ἐσόμεθα καὶ εὐάρεστοι αὐτῷ ἐν πάσαις ἐντολαῖς κατὰ τὸ θέλημα αὐτοῦ εὑρεθέντες καὶ ὑπὸ τοῦ πνεύματος αὐτοῦ τελείως ἁγιασθέντες, ἀπὸ τοῦ νῦν καὶ πάσης ῥυπαρίας καθαρισθέντες, σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀναπαυσώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΛΑʹ. Ἡ τοῦ θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, καὶ τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ποικίλως ἐξεργάζεται πρὸς τὸ φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτόν. τισὶ μὲν γὰρ προαπαντῶσι τὰ δόματα καὶ τὰ τοῦ ἁγίου πνεύματος χαρίσματα ἄνευ καμάτων καὶ πόνων εὐθὺς ἅμα τῷ προσελθεῖν καὶ αἰτῆσαι ἢ ἔσθ᾽ ὅτε καὶ ἐν τῷ κόσμῳ ἔτι τυγχάνουσιν· οὐκ ἀργῶς δὲ οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ θεοῦ τινι ἀρρήτῳ καὶ ἀκαταλήπτῳ εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν καὶ τὸ αὐτεξούσιον θέλημα τοῦ ταχέως ἐπιτυχόντος τῆς θείας χάριτος, εἰ αἴσθηται τῆς εὐεργεσίας καὶ τῆς πρὸς αὐτὸν γεγενημένης χρηστότητος καὶ γλυκύτητος θεοῦ καὶ κατ᾽ ἀναλογίαν τῆς ἄνευ πόνων εὐεργεσίας καὶ χάριτος τὴν σπουδὴν καὶ τὸν δρόμον καὶ τὸν ἀγῶνα καὶ τὸν τῆς ἀγάπης αὐτοῦ καρπὸν τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἐπιδειξάμενος τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδίδωσι, τουτέστιν εἰ ὅλον ἑαυτὸν δοὺς ἔκδοτον εἰς τὴν τοῦ θεοῦ ἀγάπην τὸ αὐτοῦ θέλημα ἐπιτελέσει.

οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας καὶ σπουδῆς τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν ἐπιμακροθυμεῖ ὁ θεός, τὸ δόμα τοῦ πνεύματος καὶ τὴν χάριν αὐτοῦ μὴ εὐθὺς διδοὺς καὶ ἀναπαύων αὐτούς, ἀλλὰ διὰ τῆς ἐπὶ πολὺ παρατάσεως δοκιμάζων αὐτοὺς θλίψεσι παραδιδοὺς καὶ τὴν ἀνάπαυσιν τοῦ πνεύματος τάχιον αὐτοῖς οὐ διδούς. καὶ τοῦτο οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ ἀρρήτῳ εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν εἰ πιστὸν καὶ ἀληθινὸν ἥγηνται τὸν θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι καὶ τοῖς ζητοῦσιν εὑρίσκειν καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν εἰ πιστεύσας ὁ τοιοῦτος ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ ἕως τέλους παραμείνῃ αἰτῶν καὶ ζητῶν καὶ κρούων, μήπως περικακήσας καὶ ὑποστείλας ἀποστραφῇ ἢ ἀπιστήσας καὶ ἀπελπίσας ὀλιγωρήσῃ, μὴ εἰς τέλος ὑπομείνας, τοῦ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν.

Εἰ διὰ τῆς παρατάσεως τῆς χάριτος πλέον ἐπιθυμεῖ τοῦ θεοῦ καὶ πλέον ὀρέγεται τῶν ἐπουρανίων καὶ πλείονα πόνον καὶ σπουδὴν καὶ ἀγῶνα καὶ δρόμον καὶ πᾶσαν ἀρετῆς κατάστασιν καὶ πείναν καὶ δίψαν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῆς πονηρίας καὶ τῶν λογισμῶν τῆς κακίας τῶν συνόντων τῇ ψυχῇ καὶ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ὁδηγούντων μὴ ἐπακολουθῶν, ἀλλ᾽ ἐφ᾽ ὅσον ὁ κύριος διὰ τῆς παρατάσεως μακροθυμεῖ ἐπ᾽ αὐτῷ, δοκιμάζων τὴν ἀγάπην καὶ πίστιν τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως καὶ ἐμπονεστέρως καὶ ἀφειδεστέρως ἀεὶ ζητῶν καὶ ἀπαιτῶν τὴν δωρεὰν τοῦ πνεύματος αὐτοῦ, πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτόν, ὅτι ὁ θεὸς ἀληθὴς καὶ ἀψευδής ἐστιν ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτουμένοις τὴν χάριν αὐτοῦ ἕως τέλους ἐν πάσῃ ὑπομονῇ. αἷς γὰρ ψυχαῖς πιστὸς καὶ ἀληθὴς ὁ θεὸς ἥγηται καὶ «ἐσφράγισαν, ὅτι ὁ θεὸς ἀληθής ἐστιν».

ἀκολούθως τὰ προειρημένα διαφυλάττειν καθήκει, πάντοτε ἀνακρινούσαις ἑαυτάς, ἐν τίσιν ὑστεροῦσιν ὅσον ἐξ ἑαυτῶν ἢ πόνῳ ἢ ἀγῶνι ἢ σπουδῇ ἢ πίστει ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει, καὶ ἀνακρίνουσαι βιάζονται ὅση δύναμις ἑαυτὰς καὶ ἄγχουσιν εἰς τὴν εὐαρέστησιν τοῦ θεοῦ, ἅπαξ πιστεύσασαι, ὅτι ὁ θεὸς ἀληθὴς καὶ ὅτι ἕως τέλους ἐὰν παραμείνωσι πρὸς αὐτόν, οὐχ ὑστερήσονται τῆς δωρεᾶς αὐτοῦ, ἀλλ᾽ ὁτεδήποτε καταξιωθήσονται τῆς ἐπουρανίου χάριτος καὶ τῆς αἰωνίου ζωῆς τεύξονται.

Καὶ οὕτω κενοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς αὐτόν, ἀρνησάμεναι πάντα καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πείνῃ προσδοκῶσαι, καὶ τὴν αὐτοῦ παράκλησιν καὶ ἀνάπαυσιν τῆς χάριτος μόνον ἐκδεχόμεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου παρακαλούμεναι ἢ ἀναπαυόμεναι ἢ δεσμούμεναι ἑκουσίως, ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς λογισμοῖς ἀντιλέγουσαι τὴν τοῦ κυρίου παράκλησιν καὶ βοήθειαν μόνην προσδοκῶσι. ταῖς τοιαύτην δὲ προαίρεσιν καὶ σπουδὴν καὶ ἀγάπης ὑπομονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ἤδη κρυπτῶς σύνεστι καὶ βοηθεῖ καὶ διαφυλάσσει καὶ ὑποστηρίζει εἰς ἕκαστον ἀρετῆς καρπόν.

κἂν ἐν θλίψει καὶ πόνῳ τυγχάνωσι καὶ εἰ ἐν ἐπιγνώσει ἀληθείας καὶ φανερώσει ψυχῆς τὴν χάριν τοῦ πνεύματος καὶ τὴν ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς οὐδέπω ἐκομίσαντο καὶ οὐκ ᾔσθοντο διὰ τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν καὶ τὰ ἀνεκδιήγητα αὐτοῦ κρίματα τοῦ δοκιμάζοντος διαφόρως τὰς ψυχὰς καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος· καὶ οἷς μὲν τάχιον τὴν ἰδίαν τοῦ πνεύματος χάριν παρέσχε, τούτων δοκιμάζοντος τὴν ἀναλογίαν τῆς ἀγάπης καὶ σπουδῆς καὶ δρόμου καὶ ὀξύτητος καὶ τὴν ἄρνησιν τοῦ κόσμου, οἷς δὲ ἐν τῷ μακροθυμεῖν παρέτεινε τὴν ἐν αἰσθήσει καὶ ἀποκαλύψει χάριν αὐτοῦ τούτων τὴν ὑπομονὴν καὶ τὴν ἕως τέλους πρὸς αὐτὸν ἀγάπην καὶ σπουδὴν καὶ ἀδίστακτον πίστιν, πάντα τὰ ὁρατὰ ὅσον ἐν θελήματι ἀποστρεφομένων καὶ τέλος πρὸς αὐτὸν ἑαυτοὺς κενωσάντων καὶ τότε τὴν ἐπαγγελίαν τοῦ πνεύματος κομιζομένων. ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεως καὶ τοῦ θελήματος τῆς πρὸς αὐτὸν ἀγάπης καὶ σπουδῆς 〈παρὰ θεῷ τυγχάνουσιν, ἀποσκοποῦντος τῷ μέτρῳ τῆς ἐκ προαιρέσεως πρὸς αὐτὸν ἀγάπης καὶ σπουδῆς〉 καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς ὅση δύναμις διαθέσεως, καὶ οὕτω τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦντος ἀναπληρώσαντας τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς πρὸς αὐτὸν μέτρον.

Ὣς γὰρ ἐὰν ᾖ τις πλούσιος σφόδρα καὶ ἔνδοξος ἀνήρ, προσέλθῃ δέ τις αὐτῷ ἐκ θελήματος αὐτοῦ ἀνὴρ ἐνδεὴς καὶ πτωχός, ὑστερούμενος πάντων, οὗτος δὲ ὁ πένης κενώσῃ τὴν ἀγάπην αὐτοῦ ὅλην πρὸς τὸν πλούσιον μηδὲν ἕτερον ἀποσκοπῶν μηδὲ ἔχων εἰς ἕτερόν τινα ἐλπίδα, ἀλλ᾽ εἰς αὐτὸν μόνον ἔχῃ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξ ὅλης καρδίας εἰς τὸν οἶκον αὐτοῦ κάμνων, καὶ αὐτὸς πρὸ ὀφθαλμῶν ᾖ αὐτῷ τὰ πάντα ζωὴ καὶ τροφὴ καὶ ἔνδυμα καὶ ἁπαξαπλῶς ὅλην τὴν ἀγάπην τῆς διανοίας αὐτοῦ πρὸς αὐτὸν ἔχῃ, καὶ πάσης ἐλπίδος περικόψας ἑαυτὸν πρὸς αὐτὸν ὅλας αὐτοῦ τὰς ἐλπίδας ἔδησε, τότε ὁ ἔνδοξος ἐκεῖνος καὶ πλούσιος ἀνήρ, ἰδὼν αὐτὸν οὕτως ἐπὶ πολὺ ὅλην ἐξ ὅλου τὴν ἀγάπην πρὸς αὐτὸν κενώσαντα καὶ μηδὲν πρὸ ὀφθαλμῶν ἔχοντα εἰ μὴ αὐτὸν ὅλῃ καρδίᾳ καὶ ὅση δύναμις αὐτῷ εἰς τὸν οἶκον αὐτοῦ ἐργαζόμενον καὶ πάσης ἐλπίδος ἑαυτὸν περικόψαντα καὶ εἰς αὐτὸν μόνον ὅλας τὰς ἐλπίδας αὐτοῦ κενώσαντα, οὕτως ἰδὼν τὴν τοῦ πένητος ἐπὶ πολλοῖς χρόνοις πρὸς αὐτὸν ἐξ ὅλης καρδίας ἀγάπην χρηστευόμενος σφόδρα πρὸς αὐτὸν τὸν ὀφθαλμὸν αὐτοῦ εἰς ἀγαθὰ πρὸς αὐτὸν τίθησι καὶ καθιστᾷ αὐτὸν ἐπίτροπον καὶ ἐξουσιαστὴν εἰς τὸν οἶκον αὐτοῦ, ἅτε δὴ εὔνοιαν τοιαύτην καὶ σπουδὴν καὶ ἀγάπην ἐξ ὅλης δυνάμεως πρὸς αὐτὸν δεδειχότα καὶ ὁσημέραι μείζονα τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν καὶ εὔνοιαν ἔχοντα, τότε δίδωσιν αὐτῷ ἐνδύματα ἔνδοξα ἐκ τῆς ἰδίας ὑποστάσεως καὶ ἐφ᾽ ἵππων καὶ ἁρμάτων καθέζεσθαι αὐτὸν ἐν πολλῇ τιμῇ καταξιοῖ καὶ τὴν οὐσίαν καὶ τὸν πλοῦτον ὡς πιστῷ ὄντι ἐγχειρίζει αὐτῷ, καὶ οὕτω τὴν ἀγάπην καὶ εὔνοιαν, ἣν εἰς τὸν πλούσιον ἄνδρα ὁ πτωχὸς ἐνεδείξατο, ἀνταπολαμβάνει αὐτὸς πολλαπλασίονα.

πάλιν γὰρ ὁ πλούσιος ἐγχειρίσας αὐτῷ τὰ ἴδια αὐτοῦ πράγματα ὅλην τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἔχει καὶ αὐτὸς αὐτῷ ἐστιν ἀνάπαυσις καὶ τὰ πάντα ἐν χερσὶν αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς ἀγαθὸν πρὸς αὐτὸν πάντοτε ἀποσκοποῦσιν. ἰδοὺ ἅπερ ἐπεδείξατο καλὰ καὶ ἀγάπην τὴν ἐξ εὐνοίας, πολλαπλασίονα ἀνταπέλαβεν.

Εἰ οὖν ἀπὸ ἀνθρώπων τοσαύτην ἀκολουθίαν ἀνταποδόσεως ἡ ἀγάπη κέκτηται, πόσῳ μᾶλλον ἡ προσερχομένη τῷ κυρίῳ ψυχὴ τῷ ὄντως μόνῳ πλουσίῳ, οὖσα δὲ πτωχὴ καὶ ἐνδεὴς ἀπὸ τῆς αἰωνίου ζωῆς καὶ τοῦ πλούτου τοῦ Χριστοῦ καὶ τοῦ ἐπουρανίου ἄρτου ὑστερουμένη. κενώσασα γὰρ τὴν ἀγάπην αὐτῆς ὅλην πρὸς τὸν κύριον καὶ πρὸ ὀφθαλμῶν αὐτὸν μόνον ἔχουσα καὶ τὰ πάντα ἡγησαμένη, ζωήν, ἔνδυμα, πλοῦτον, τρυφήν, καὶ πάσης ἐλπίδος ἑαυτὴν περικόψασα καὶ αὐτὸν μόνον ἐλπίδα ἔχουσα καὶ προθύμως εἰς τὸν οἶκον αὐτοῦ τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὅση δύναμις αὐτῇ ἐστιν ἐπιτελοῦσα, καὶ οὕτω πρὸς αὐτὸν κενωθεῖσα ὅλη ἐξ ὅλου κἂν παραυτὰ τῶν οὐρανίων χαρισμάτων οὐκ ἔτυχεν, ὅμως τετήρηται αὐτῇ ὁτεδήποτε ἀνταπολαβεῖν τὴν ἀγάπην αὐτῆς καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, ἐὰν εἰς τέλος διαμείνῃ, προσεπαύξουσα πάντοτε τὴν εἰς αὐτὸν πίστιν καὶ ἀγάπην καὶ ἐλπίδα καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν καὶ οὕτω τεύξεται τῶν οὐρανίων χαρισμάτων, δοκιμασθεῖσα καὶ εἰς τέλος ὑγιῆ τὴν λατρείαν καὶ σπουδὴν καὶ ἀγάπην καὶ εὔνοιαν πρὸς αὐτὸν ἐνδειξαμένη, καὶ πλούτου ἐπουρανίου καταξιοῦται ὡς πιστὴ καὶ εὔνοιαν πᾶσαν πεποιηκυῖα, καὶ οὕτω τῆς αἰωνίου ζωῆς τευξαμένη «πάντοτε σὺν τῷ κυρίῳ» ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀναπαύσεται.

ἵνα δὲ μὴ δόξωμεν ἀφ᾽ ἑαυτῶν τὰς παραβολὰς λέγειν ἐξ ἀνθρωπίνων ὑποδειγμάτων φέροντες, ἐκ τῶν θείων γραφῶν ταῦτα καταμάθωμεν σύμφωνα, ὡς προειρήκαμεν, λεγουσῶν· ἐκεῖνος ὁ νεώτερος υἱὸς ὁ λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ καὶ καταδαπανήσας μετὰ πορνῶν ζῶν ἀσώτως καὶ εἰς πενίαν μεγάλην καταντήσας καὶ εἰς τοσαύτην ἔνδειαν ἐλθών, ὥστε μήτε κερατίων κορεννύειν τὴν γαστέρα αὐτοῦ, εἰς ἑαυτὸν γεγονὼς καὶ μνησθεὶς τοῦ πατρικοῦ πλούτου καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ εἶπε· «πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, καὶ ἐγὼ λιμῷ ἀπόλλυμαι», καὶ ἐπιστρέψας καὶ ἐλθὼν πρὸς τὸν πατέρα ὅλην τὴν ἀγάπην αὐτοῦ ἐκένωσε πρὸς αὐτὸν εἰπών· «οὔκ εἰμι ἄξιος κληθῆναι υἱός σου», καί· «ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, πάτερ». τότε ἰδὼν ὁ πατὴρ τὴν ἐξ ὅλης καρδίας αὐτοῦ μετάνοιαν καὶ τὴν πρὸς αὐτὸν ἀγάπην, ὅτι ὅλος ἐξ ὅλου πρὸς αὐτὸν ἐκενώθη, μηκέτι ἔχων ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν, ἀλλὰ μόνον τὸ πρόσωπον τοῦ πατρός, ἀνταπέδωκεν αὐτῷ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν καὶ στολῆς τῆς πρώτης κατηξίωσε καὶ τοῦ δακτυλίου καὶ τὸν σιτευτὸν μόσχον δι᾽ αὐτὸν ἔθυσε, καὶ τοῦ πατρικοῦ πλούτου κοινωνὸς γέγονεν οὗτος.

ταύτῃ δὲ τῇ παραβολῇ ἐχρήσατο ὁ κύριος πρὸς ψυχὰς ἐκ θελήματος καὶ προαιρέσεως αὐτῶν ἐπιστρεφούσας καὶ ὁλόκληρον ἀγάπην ἐνδειξαμένας πρὸς κύριον πρότερον καὶ μετάνοιαν καὶ σπουδὴν καὶ πόνον καὶ ἀγῶνα, καὶ τότε τῶν πνευματικῶν ἀγαθῶν τυγχανούσας καὶ τῆς αἰωνίου ζωῆς ἀξιουμένας, μόνον αὐτῷ ἐξ ἑαυτῶν ἕως τέλους ὅση δύναμις ἐν πάσαις ἀρεταῖς τὴν σπουδὴν ἐὰν ἐπιδείξωνται τῆς ἀγάπης καὶ τὸ μέτρον αὐτῶν ἀναπληρώσωσι τὸ τῆς ὀφειλῆς.

Εἰς δὲ τὸ ἕτερον μέρος οἷς προαπαντᾷ ἡ χάρις καὶ ταχέως τῆς δωρεᾶς τοῦ πνεύματος τυγχάνουσιν ἀκοπιάστως πῶς καὶ αὐτῶν ἡ προαίρεσις καὶ τὸ θέλημα δοκιμάζεται, εἰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν τὴν εὔνοιαν καὶ τὴν σπουδὴν τῆς ἀγάπης αὐτῶν πρὸς αὐτὸν καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν ἐνδείξονται καὶ τῶν εὐεργεσιῶν αἴσθονται καὶ ἀξίους τοὺς καρποὺς καὶ τὸ μέτρον καὶ τὴν ὀφειλὴν τῆς ἀγάπης τοῦ θελήματος ἀναπληρώσουσιν. ἄλλῃ παραβολῇ ἀκολούθῳ ἐκ τῆς γραφῆς χρησόμεθα. τῷ Ἰσραὴλ τὰ δόματα καὶ τὰ χαρίσματα καὶ αἱ εὐεργεσίαι ἐκεῖναι αἱ πολλαὶ τοῦ θεοῦ προαπήντησαν πρὸ τοῦ τι αὐτὸν εἰς θεὸν ἐργάσασθαι καὶ ἀρετῆς ἐπιτηδεύματα ἐνδείξασθαι τοιούτων εὐεργεσιῶν ἄξια. πόσα γὰρ τεράστια αὐτοῖς πεποίηκεν ὁ θεός, τοῦτο μὲν τοὺς Αἰγυπτίους πάσῃ παιδείᾳ καὶ μάστιγι δι᾽ αὐτοὺς μαστίξας καὶ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου μετὰ δυνάμεως μεγάλης καὶ πλούτου πολλοῦ, τοῦτο δὲ στύλῳ νεφέλης ἐν ἡμέρᾳ ἀπὸ καύματος ἐπισκιάζων.

καὶ πάλιν τὴν ἐρυθρὰν θάλασσαν διαρρήξας ὡς διὰ ξηρᾶς αὐτοὺς διήγαγεν ἀπὸ τῶν ἐχθρῶν διασώσας καὶ τοὺς Αἰγυπτίους κατεπόντισεν ἐν τοῖς ὕδασι, δι᾽ αὐτοὺς ὕδατα πικρὰ εἰς γλυκέα μετέβαλε, μάννα ἐξ οὐρανοῦ ἐπὶ τεσσαράκοντα ἔτεσιν ὤμβρει αὐτοῖς ὑποδήματα καὶ ἐνδύματα αὐτῶν οὐκ ἐτρίβησαν ἔτεσι τοσούτοις, νόμον δακτύλῳ θεοῦ γεγραμμένον λαβεῖν ἠξιώθησαν καὶ τῆς ἱερατείας τὸ ἀξίωμα καὶ προφητείας ἐδωρήσατο τῷ ἔθνει αὐτῶν, καὶ πάσας τὰς λοιπὰς χάριτας τῶν εὐεργεσιῶν, ἃς τάχα οὐδὲ ἀριθμῆσαι εὐχερές, ἔλαβον πρὸ τοῦ τι αὐτοὺς τῶν εὐεργεσιῶν ἐκείνων ἄξιον ἐπιδείξασθαι. καὶ μετὰ τὰς δωρεὰς καὶ χάριτας τὰς πολλὰς ἐκείνας δοκιμασθέντες καὶ τὸν καρπὸν καὶ τὴν ἀντίδοσιν τῆς ἐκ προαιρέσεως αὐτῶν ἀγάπης πρὸς κύριον ἐπιζητηθέντες εὑρέθησαν διάκονοι ἀπὸ τῆς πρὸς αὐτὸν ἐν πολλῇ ἀγάπῃ λατρείας.

τέλος γὰρ ἐν εἰδώλοις καὶ πορνείαις καὶ πάσαις ἀσεβείαις ἐξετράπησαν, ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ τὸ πνεῦμα τὸ ἅγιον ὀνειδίζει αὐτούς, πόσας εὐεργεσίας παρέσχετο αὐτοῖς, καὶ οὗτοι οὐδὲν ἄξιον τῶν εἰς αὐτοὺς γεγενημένων χαρισμάτων ἐπεδείξαντο καὶ γὰρ πρὸς αὐτούς ἐστιν ὁ λόγος ὁ λέγων· «εὗρον σε ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ ἔπλυνά σε ἐκ τοῦ αἵματος τῆς μελανίας σου, καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκά σοι ψέλλια ἐν ταῖς χερσὶ καὶ βηρύλλιον τῷ μετώπῳ σου καὶ διάδημα ἐπὶ τῆς κεφαλῆς, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι. καὶ μετὰ ταῦτα ἐκτραπεῖσα ἀπῆλθες ἐν ταῖς πορνείαις σου ὀπίσω τῶν ἐραστῶν σου». κόσμησις γὰρ αὐτῆς καὶ διατροφὴ καὶ καλλωπισμὸς ἐκεῖναι πᾶσαι αἱ εὐεργεσίαι ἦσαν «καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία» καὶ ἡ ἱερατεία καὶ ἡ προφητεία καὶ πᾶσα ἐκείνη ἡ ἐν τῇ προτέρᾳ διαθήκῃ κατάστασις.

καὶ πόσοις χρόνοις καὶ καιροῖς ἐμακροθύμησεν ἐπ᾽ αὐτοῖς ὁ θεός, ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῶν καὶ τὸν καρπὸν τῆς ἀνταποδόσεως τῶν πολλῶν ἐκείνων καὶ ἀρρήτων εὐεργεσιῶν καὶ ἁμαρτανόντων αὐτῶν οὐκ ἀφίστατο ἀπ᾽ αὐτῶν ἡ τοῦ πνεύματος χάρις, ἀλλὰ καὶ προφητεία παρ᾽ αὐτοῖς ἦν καὶ ἡ ἱερατεία καὶ πᾶσα ἡ νομικὴ λατρεία, ἕως ἔσχατον κατὰ πολλὴν φιλανθρωπίαν τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ εἰς σωτηρίαν αὐτῶν ἀποστείλαντος πάσαις ταῖς ἀνομίαις αὐτῶν προσέθεντο καὶ τὴν τοῦ μονογενοῦς υἱοῦ ἀναίρεσιν, καὶ τότε λοιπὸν λόγον ποιήσας καὶ ἀπαριθμησάμενος αὐτῶν τὰ πολλὰ ἀνομήματα καὶ ὑπερπλεονάζοντα εὑρῶν αὐτὰ καὶ ἀναξίους κρίνας αὐτοὺς τῆς σωτηρίας. διὰ τὸ ἀναισθήτῳ καρδίᾳ μὴ ἐπιστρέψαι πρὸς αὐτὸν καὶ τῶν πολλῶν εὐεργεσιῶν μὴ αἰσθέσθαι, εἰς τέλος κατέλιπε πανταχόθεν αὐτοὺς γυμνώσας καὶ ἐν τοῖς ἔθνεοι διασπείρας.

Πάσης οὖν διακοσμήσεως καὶ καλλωπισμοῦ καὶ δόξης ἐγύμνωσε τὴν συναγωγὴν αὐτῶν (τουτέστι προφητείας, ἱερατείας, ἱεροῦ, βασιλέων) καὶ διὰ τὴν ἀναισθησίαν αὐτῆς ἐν τῇ ἀρχαίᾳ ἀκαθαρσίᾳ καὶ ἀτιμίᾳ κατέλιπεν αὐτήν, λαβὼν ἀπ᾽ αὐτῆς ἅπερ δέδωκε δόματα καὶ χαρίσματα καὶ εὐεργεσίας διὰ τὴν πολλὴν αὐτῆς ἄγνοιαν καὶ ἐπὶ τὸ χεῖρον ὁρμήν, καὶ ἀναξίας τῆς διακοσμήσεως καὶ τῶν δομάτων ἐκείνων κριθείσης ἤρθη ἀπ᾽ αὐτῆς «ἡ βασιλεία», καθώς φησιν ὁ κύριος, καὶ ἐδόθη «ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». ταῦτα δέ μοι νόει καὶ ἐπὶ ψυχῆς, ἥτις τάχιον ἀξιοῦται τῆς ἐπουρανίου δωρεᾶς καὶ τῆς χάριτος τοῦ πνεύματος εὐχερῶς καὶ εὐκόλως πρὸ τοῦ τι ἐνδείξασθαι ἀρετῆς καὶ πόνων καὶ ἀγώνων ἐπιτυγχάνει.

ἐὰν γὰρ μὴ αἴσθηται τῆς εὐεργεσίας καὶ τῆς εὐκόλως αὐτῇ ἀπαντησάσης χάριτος καὶ δωρεᾶς ἐπουρανίου καὶ κατ᾽ ἀναλογίαν ἀξίους καρποὺς μὴ ἐπιδεικνύῃ πάντοτε καὶ τὴν πρὸς κύριον ὁρμὴν καὶ πόνον ἀγῶνος πάσῃ σπουδῇ καὶ προθυμίᾳ μὴ ἐνδείξηται καὶ τὴν ἀγάπην αὐτῆς ὅλην μὴ κενώσῃ τῇ εὐαρεστήσει τῇ πρὸς τὸν θεόν, ἐν μηδεμιᾷ παρεκτροπῇ τὴν χάριν λυποῦσα, κἂν σὺν αὐτῇ ᾖ τὸ τοῦ πνεύματος χάρισμα καὶ αἴσθηται αὐτοῦ συνόντος, αὐτὴ δὲ τὰς κατ᾽ ἀξίαν ἀνταποδόσεις τῆς ἀμώμου καὶ ἐξ ὅλης προαιρέσεως καὶ θελήματος λατρείας μὴ ἀνταποδῷ συνενουμένη καὶ προσκολλωμένη πάντοτε τῷ πνεύματι τῆς ἀρρήτου εὐεργεσίας καὶ ποιοῦσα τὴν ἀνταπόδοσιν καὶ ἀναλογίαν τῆς κατ᾽ ἀξίαν ἀγάπης καὶ σπουδῆς καὶ πάσης ἀρετῆς, ἕως ἔστιν ἐν σώματι, μακροθυμεῖ ἐπ᾽ αὐτῇ διὰ πολλὴν χρηστότητα, ἐκδεχόμενος τὴν ἐξ ὅλης καρδίας ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῆς καὶ τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας καὶ καταφρονήσεως ἀνεχόμενος.

εἰ δὲ ἔτι εἰς τέλος ἀναίσθητος τῶν εὐεργεσιῶν μείνῃ, καθυβρίσασα τὰ δόματα καὶ τὴν χάριν τοῦ πνεύματος καὶ τῇ ἀγνοίᾳ καὶ ἀναισθησίᾳ ἀκολουθήσασα, καὶ τὸ μέτρον τῆς ἀγάπης μὴ ἀνταποδῶ, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος λόγος πρὸς αὐτὴν γίνεται· καὶ τῶν παραπτωμάτων καὶ τῆς ἀμελείας καὶ τῆς καταφρονήσεως δι᾽ ἀναισθησίαν καὶ ἄγνοιαν ὑπερπλεονασάντων μηδὲν ἄξιον τῆς χάριτος καὶ εὐεργεσίας ἀνταποδοῦσα ἐξ ἰδίου θελήματος καὶ προαιρέσεως εὑρεθεῖσα μηδὲ τὸ τάλαντον καὶ τὴν μνᾶν διπλασίονα ἐπιδειξαμένη εἰς ἀτιμίαν καὶ ἀφανισμὸν καὶ φθορὰν καὶ κόλασιν τοῖς πνεύμασι τῆς πονηρίας εἰς τέλος παραδίδοται, εἰς ὀδύνην καὶ θλῖψιν αἰώνιον, ὅτι οὐκ ᾔσθετο τῶν χαρισμάτων καὶ τῶν εὐεργεσιῶν τοῦ θεοῦ, εὐχερῶς καὶ εὐκόλως διὰ φιλανθρωπίαν αὐτοῦ εἰς προτροπὴν καὶ βοήθειαν καὶ ἀντίληψιν αὐτῆς τάχιον ἀπαντησάντων, μηδὲν ἄξιον καὶ πρέπον ἐπιδειξαμένη, ἀλλὰ πάντοτε τοῖς ἰδίοις θελήμασιν ἐξακολουθήσασα· διὸ καὶ τέλους τοιούτου τετύχηκε. μέτρα γὰρ καὶ ὅροι καὶ σταθμοὶ τῆς ἐκ προαιρέσεως τοῦ ἀνθρώπου σπουδῆς καὶ ἀγῶνος καὶ ἀγάπης καὶ πόνου καὶ πίστεως καὶ πάσης ἀρετῆς παρὰ θεῷ τυγχάνουσι.

Δίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ «προσωποληψία παρ᾽ αὐτῷ οὐκ ἔστιν», ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν ἢ γνώσεως ἢ συνέσεως ἢ διακρίσεως ἢ φύσεως ἕκαστον κρινεῖ καὶ τὰ κατ᾽ ἀξίαν ἀποδώσει ἐν ἡμέρᾳ κρίσεως. «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται καὶ ὁ ἐλάχιστος συγγνωστὸς ἔσται ἐλέους» καὶ ὁ κύριος λέγει· «ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας δαρήσεται πολλάς· καὶ ὁ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. καὶ ᾧ πολὺ παρέθεντο περισσότερον ἀπαιτήσουσιν αὐτόν». τὴν δὲ γνῶσιν διαφόρως νόει ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον ἤτοι κατὰ ἀκοὴν τῶν γραφῶν ἤτοι κατὰ σύνεσιν καὶ διάκρισιν καὶ νόησιν. ἕκαστος γὰρ κατὰ ἀναλογίαν τοὺς καρποὺς τῆς ἀρετῆς ἀπαιτηθήσεται καὶ τὴν ἐμπορίαν τοῦ ταλάντου καὶ τὴν αἴσθησιν τῶν εὐεργεσιῶν. ἀναπολόγητος τοίνυν πᾶς ἄνθρωπος ἔσται παρὰ θεῷ ἐν ἡμέρᾳ κρίσεως. ἕκαστος γὰρ καθὸ ἔγνω τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τοὺς καρποὺς τῆς ἀρετῆς καὶ τὴν ἀνταπόδοσιν τῆς πρὸς θεὸν ἐκ προαιρέσεως ἀγάπης ἀπαιτηθήσεται ἤτοι δι᾽ ἀκοῆς μόνον ἔσχε τὸν κύριον ἢ διὰ μαθήσεως γραφῶν ἤτοι κατὰ τὴν νόησιν καὶ σύνεσιν καὶ διάκρισιν αὐτοῦ ἤτοι κατὰ ἀληθινὴν ἐπίγνωσιν καὶ ἐπίσκεψιν καὶ αἴσθησιν τοῦ πνεύματος καὶ τῶν μελλόντων ἀγαθῶν πληροφορίαν διὰ τῆς ἐπουρανίου γλυκύτητος καὶ ἀποκάλυψιν τοῦ πνεύματος.

κατὰ τὸ μέτρον οὖν ἕκαστος τὸ κατ᾽ ἀξίαν τὴν σπουδὴν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ λατρείας καὶ πίστεως καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν ἀπαιτηθήσεται.

Καὶ ὁ μηδέποτε δὲ λόγον θεοῦ ἀκούσας μήτε Χριστιανοῖς ἢ φοβουμένοις τὸν θεὸν ἀπαντήσας, ἀλλ᾽ ἐν πλάνῃ εἰδωλολατρείας ἀναστραφεὶς εἰς τέλος δικαίως καὶ οὗτος κατακριθήσεται—δικαίως γὰρ κρινεῖ ὁ θεὸς πάντας—, διότι οὐκ ἔγνω ὁ τοιοῦτος ἀπὸ τῆς διακοσμήσεως τοῦ κάλλους τοῦ κόσμου, ὅτι ἔστι τις ὁ ταῦτα δημιουργήσας καὶ ἀπὸ τῆς πάντοτε διαφόρως καὶ ποικίλως γινομένης κινήσεως τῶν κτισμάτων, ὅπως τε πλήθη πολλὰ ποταμῶν οὔτε ὅθεν προέρχονται ἐπιλείπουσι κενούμενα οὔτε ὅποι καταντῶσιν ἐπικλύζουσι πληρούμενα καὶ ὑπερχυνόμενα· τοῦτο δὲ καὶ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ὅτι ταῦτα οὐκ ἂν ἀφ᾽ ἑαυτῶν τοιαύτην διακόσμησιν καὶ κάλλος ἔσχον καὶ κίνησιν ἄπαυστον, ἄρρητον τὴν ἐξεύρεσιν καὶ τὰς ὁδοὺς ἔχοντα, ἀλλ᾽ ἔστι τις ὁ διακοσμήσας αὐτὰ καὶ κινῶν ἀκόπως καὶ ἀπαύστως, τοῦτο δὲ ἀπὸ τῆς τῶν ἀέρων τροπῆς καὶ τῆς τῶν καιρῶν ἐναλλαγῆς ἀρρήτως παραχωρούντων ἀλλήλοις—χειμὼν γὰρ παραχωρεῖ ἔαρι καὶ ἔαρ θέρει καὶ θέρος φθινοπώρῳ—. καὶ πάλιν θεωρῶν τὴν τῶν ὄμβρων ἐπίχυσιν καὶ τὰς φοβερὰς φωνὰς τῶν βροντῶν καὶ τῶν ἀστραπῶν τὴν στιλπνότητα καὶ τὸ τῆς λαμπρότητος θάμβος ὤφειλεν ἐννοεῖν, ὅτι ταῦτα οὐκ ἂν ἀφ᾽ ἑαυτῶν οὕτως ἐγίνοντο καὶ ἐκινοῦντο ἐν τοιαύτῃ εὐταξίᾳ καὶ ἀληθείᾳ καὶ ὅρῳ, εἰ μὴ ἦν τις ὁ τούτων δημιουργός.

εἰς πᾶσαν γὰρ τὴν κατάστασιν τῆς εὐπρεπείας τὴν φαινομένην ὁ ἀποσκοπήσας εὐχερῶς νοήσει εἶναί τινα τὸν ταύτης τῆς κτίσεως δημιουργὸν καὶ διακοσμητήν. πᾶς τοίνυν ἀναπολόγητός ἐστι παρὰ θεῷ καὶ δικαίως κριθήσεται καὶ ἀπαιτηθήσεται τὴν πρὸς θεὸν ἀγάπην καὶ ἀρετῆς κατάστασιν κατὰ τὴν ἀναλογίαν τῆς ἐπιγνώσεως καὶ τῶν εὐεργεσιῶν καὶ τῆς συνέσεως καὶ νοήσεως. ἥξει, γάρ φησι, καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». δίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ ἔργα αὐτοῦ καὶ «τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ναὶ δίκαιαι καὶ ὅσιαι αἱ κρίσεις αὐτοῦ. οὐχ ὥς τινες τὴν ἐκλογὴν καὶ πρόγνωσιν ἀνοήτως ὁριζόμενοι ἀδικίαν εἰσφέρουσι κατὰ τοῦ θεοῦ, εἰς ὃν μὲν βούλεται σῶσαι ἐκλέγεται, ὃν δὲ ἀπολέσαι ἀλογίστως ἀφίησι φέρεσθαι, ἀλλὰ δίκαιος ὢν προέγνω ὡς θεὸς τοὺς μέλλοντας αὐτὸν ἀγαπᾶν καὶ ἐκλέγεσθαι τὰς ὁδοὺς αὐτοῦ ἐκ θελήματος καὶ προαιρέσεως, καὶ τούτους προώρισε καὶ ἐξελέξατο εἰς ζωὴν αἰώνιον κατὰ δικαίαν κρίσιν.

Εἰ δὲ καὶ παράδοξα πολλὰ ποιεῖ μὴ ἐγνωσμένα τῷ γένει τῶν ἀνθρώπων ὡς θεός, σὺ εἰς τὰ παράδοξα αὐτοῦ μὴ ἀποσκόπει, ἐπειδὴ τὴν σοφίαν αὐτοῦ καταλαβεῖν οὐ δύνασαι, ἀλλ᾽ εἰς τὴν ὁδόν, ἣν ἔθετο ὁδεύειν τοὺς δούλους αὐτοῦ, βλέπε κατὰ τὰς γραφὰς τὰς θεοπνεύστους ἐν ὁποίαις θλίψεσι καὶ ἐν ὁποίοις βαδίζουσιν ἀγῶσι καὶ πόνῳ καὶ σπουδῇ καὶ ἀθλήσει καὶ δρόμῳ. προσέχων δὲ τῇ ὡρισμένῃ ἀθλήσει ὑπὸ θεοῦ πάντοτε ἕτοιμος καὶ ὀξὺς καὶ πρόθυμος ἔσῃ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης. εἰ δὲ εἰς τὰ παράδοξα αὐτοῦ μόνον ἀποσκοπεῖς, ὅτι ἐὰν θέλῃ με σῶσαι, ἕως ἐγὼ ἐν χαυνότητί εἰμι καὶ ὕπτιος ἀνάκειμαι καὶ τοῖς θελήμασί μου ἀκολουθῶ, δύναται ὡς θεός· οὐδὲν γὰρ δύναμαι ποιῆσαι ἐκ τοῦ θελήματός μου, ἀλλὰ τῇ χάριτι αὐτοῦ.

εἰ θέλει, σώσει με ἐὰν ἐν τούτοις τοῖς λογισμοῖς τοῖς δῆθεν εὐλογοφανέσιν ἀκολουθῇς ὢν ὀκνηρὸς καὶ χαῦνος καὶ ἀμελὴς καὶ καταφρονητής, καὶ οὐ σπουδάζεις καὶ κάμνεις καὶ πονεῖς ὅση σοι δύναμις φανερῶς καὶ κρυπτῶς καὶ ἐν πάσαις ἀρεταῖς ἐκ θελήματος καὶ προαιρέσεως καὶ τότε τῇ χάριτι αὐτοῦ ἐλπίσεις, σωθῆναι μὴ ἐπὶ τῷ σῷ δρόμῳ πεποιθώς, ἅτε μηδὲν ἄξιον τῆς βασιλείας καὶ δωρεᾶς τοῦ θεοῦ ποιῆσαι δυνάμενος, οὐκ ἄν σε ἀποδέξηται ὁ θεὸς οὐδὲ ἐπὶ σοὶ χαρήσεται ὡς μὴ ἀρνησαμένῳ ἑαυτὸν καὶ ὅλον ἐξ ὅλου ἑαυτὸν ἐκδεδωκότι, σῶμα, νοῦν, προαίρεσιν καὶ θέλημα εἰς τὴν πρὸς αὐτὸν λατρείαν καὶ εὐαρέστησιν καὶ μηδὲν ἄξιον ἡγούμενον ποιεῖν τῆς μελλούσης δίδοσθαι χάριτος καὶ τῆς αἰωνίου ζωῆς, ἵνα ὡς ἐνδεὴς διαμένων εἰς ἀρετὴν μηδέποτε δοκῇς πληροφορεῖσθαι ὡς μήπω ἀρξάμενος εὐαρεστεῖν θεῷ, καίπερ ἐν πολλῇ σπουδῇ καὶ ἀγῶνι τυγχάνων. ἐπὶ τῇ τοιαύτῃ γὰρ προαιρέσει ὁ θεὸς χαίρει καὶ ἥδεται τῇ πόνον ἐχούσῃ καὶ σπουδὴν πολλὴν εἰς πάντα τὰ καλὰ καὶ εἰς πᾶσαν ἀρετὴν καὶ πάντοτε ὡς ἐνδεὴς τυγχανούσῃ, ὡς μηδέπω ἀρξαμένῃ τρέχειν ἢ ἀγαθόν τι ποιεῖν, ἀλλὰ ὡς σήμερον μελλούσῃ ἄρχεσθαι τοῦ ἀγῶνος καὶ δρόμου.

πιστεύουσα γὰρ ἡ πιστὴ καὶ εὐλαβὴς ψυχὴ εἰς τὰ ἀποκείμενα τοῖς δικαίοις ἀγαθὰ αἰώνια καὶ εἰς τὴν εὐεργεσίαν τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ τὸν πόνον καὶ κάματον ἥγηται πρὸς τὰς ἐπαγγελίας τὰς ἀρρήτους, ὥς φησιν ὁ μακάριος Παῦλος· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς». οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην, οὗτός ἐστιν ὁ συνετριμμένην ἔχων τὴν καρδίαν. οἱ τοιαύτην προαίρεσιν ἔχοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον τῆς ἀρετῆς καὶ ἕως τέλους διαμείνοντες τῆς αἰωνίου ζωῆς καὶ σωτηρίας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται.

Μὴ τοίνυν τις τῶν ἀδελφῶν τινος κατεπαιρέσθω καὶ εἰς οἴησιν προκοπτέτω, ὡς ὅτι “ἐγὼ ἔχω χάριν θεοῦ, ἐκεῖνος δὲ οὐ κέκτηται.„ οὐκ ἐξὸν γάρ ἐστιν ἐννοεῖν ταῦτα Χριστιανούς. τί γὰρ ποιεῖ αὔριον ὁ θεὸς, οὐκ οἶδας. καὶ ποῖον τὸ τέλος ἐκείνου ὃν ὡς οὐδὲν ἥγησαι γίνεται καὶ ποῖον τὸ σόν, ἀγνοεῖς.

ἀλλ᾽ ἕκαστος προσεχέτω ἑαυτῷ καὶ ἀνακρινέτω ἑαυτὸν πάντοτε δοκιμάζων τὸ ἔργον αὐτοῦ, ὁποίαν τε σπουδὴν ὁ νοῦς αὐτοῦ ἔχει καὶ ἀγάπην πρὸς θεὸν καὶ εἰς τὸ τέλειον τῆς τοῦ πνεύματος χάριτος μέτρον ἀποσκοπῶν ἀκαταπαύστως τρεχέτω καὶ ἀόκνως, τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος ὁσημέραι προκοπὴν εἰς τὴν χάριν τοῦ θεοῦ κτώμενος καὶ εἰς τὰ κρίματα αὐτοῦ ἀφορῶν καὶ ἑαυτὸν δοκιμάζων πάντοτε καὶ ἀνακρίνων, εἰ καθὼς ἐποίησεν ὁ θεὸς κατὰ τὸ μέτρον ἑκάστου τῆς κλήσεως καὶ ἐπιγνώσεως καὶ εὐεργεσίας, καὶ ἡμεῖς τὴν ἀναλογίαν αὐτῆς ἀναπληροῦμεν, ἵνα μὴ λόγον ἀραμένου μεθ᾽ ἡμῶν τοῦ δεσπότου ὑστερήσαντες πρὸς τὴν ἀντίδοσιν τῶν ἀγαθῶν ἐκ τῆς προαιρέσεως καὶ τοῦ θελήματος ἡμῶν ἀτιμασθῶμεν καὶ ἀποστερηθῶμεν καὶ ἀποβληθῶμεν τῆς ζωῆς· ἵν᾽ οὕτω πάντοτε ἀγωνιζόμενοι καὶ πονοῦντες καὶ τῇ σπουδῇ ἀεὶ εἰς τὸ ἀγαθὸν προκόπτοντες «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι» δυνηθείημεν εἰς τέλος ἐν ἀγαθοῖς εὑρεθέντες τῆς αἰωνίου σωτηρίας ἐπιτυχεῖν καὶ σύμπασιν ἁγίοις ἅμα τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομῆσαι.

ἐπειδὴ γὰρ ζῇ τὸ θέλημα τοῦ ἀνθρώπου εἰς τὴν φύσιν αὐτοῦ καὶ ἔχει τὸ ἐκ θελήματος ἐπιστρέψαι, διὰ τοῦτο αἰτοῦσι παρ᾽ αὐτοῦ τὴν ἀμοιβὴν τῶν εὐεργεσιῶν καὶ τῆς χάριτος τὴν αἴσθησιν, ὅπερ ἐστὶν ἡ εἰς τὸν κύριον ἐντελὴς ἐκ προαιρέσεως ἀγάπη καὶ εἰς πᾶσαν ἀρετῆς κατάστασιν. «ᾧ, γάρ φησιν, διδόασι πολύ, περισσότερον αἰτήσουσιν αὐτόν». διόπερ, ἀγαπητοί, μέτρῳ καὶ ὅρῳ καὶ σταθμῷ καὶ κανόνι καὶ ζυγῷ πάσης τῆς ἡμετέρας εἰς αὐτὸν σπουδῆς καὶ ἀγάπης σταθμιζομένης τὴν ἀναλογίαν τῶν εὐεργεσιῶν διαφόρως κατὰ τὸ μέτρον ἑκάστου ἀπαιτούμενοι σπουδάσωμεν ἕτοιμοι εἶναι εἰς τὸ ἀγαθὸν καὶ ὑπομείνωμεν ἐν μακροθυμίᾳ, τὴν ἡμετέραν σπουδὴν καὶ πείναν καὶ δίψαν ὁσημέραι ἐπαύξοντες πάντοτε, καὶ ἐν πάσαις ταῖς ἀρεταῖς κοσμεῖν ἑαυτοὺς σπουδάσωμεν, προσδοκῶντες πάντοτε τὴν φανέρωσιν τῆς χάριτος αὐτοῦ καὶ διὰ τῆς ἀναστάσεως πολλῷ πλέον ἐπιθυμοῦντες, καὶ αὐτὸς οὐκ ἀθετεῖ —μὴ γένοιτο—, ἀλλὰ μακροθυμεῖ δοκιμάζων τὴν ὑπομονὴν ἡμῶν· μόνον ἡμεῖς ἕως τέλους εὑρεθῶμεν ἀπερικακήτως ἐν τῇ θύρᾳ ἀναιδείᾳ ἀπλήστῳ καὶ ὀξέως ἐν πάσῃ ὑπομονῇ κρούοντες, καὶ αὐτὸς ἀληθῶς ποιεῖ ὁτεδήποτε τὴν ἀπολύτρωσιν καὶ τὴν τοῦ καλύμματος περιαίρεσιν τοῦ ἁγίου καὶ ἐπουρανίου φωτὸς αὐτοῦ, τὴν ἔλλαμψιν καὶ τὴν καθαρότητα τῆς καρδίας ἀπεργαζόμενος.

οἷς μὲν γὰρ ὀψὲ παραγίνεται ὁ δεσπότης, οἷς δὲ μεσονυκτίου, οἷς δὲ ἀλεκτοροφωνίας, οἷς δὲ πρωΐ, καθὼς αὐτὸς εἶπε· μόνον τις ἀδιάλειπτον τὴν προσδοκίαν καὶ τὴν γρηγόρησιν ἐχέτω καὶ ἑτοιμασίαν, μήπως ἀπελπίσας ἢ ἀπιστήσας ἢ ὀλιγωρήσας, ὅτι οὐκ ἔρχεται ὁ δεσπότης, ἀποκοιμηθῇ ἢ ἀναχωρήσῃ, καὶ ἐλθὼν ὁ κύριος οὐχ εὕρῃ αὐτὸν ἕτοιμον ὡς αὐτὸς εἶπε· «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι» καὶ τὰ ἑξῆς. εἰ δὲ τάχιον ἐδεξάμεθα καὶ κατηξιώθημεν τῆς χάριτος αὐτοῦ, εὐχαριστήσωμεν καὶ ἀξίαν τὴν σπουδὴν τῶν κατορθωμάτων καὶ καρποὺς ἀρετῆς ἐπιδειξώμεθα, καὶ αἰσθόμεθα τῆς εὐεργεσίας αὐτοῦ καὶ ἀντιλήψεως καὶ βοηθείας τῆς ταχέως γεγενημένης ἡμῖν, ὡς οὐκ ἐκοπιάσαμεν. καὶ ἀναλόγως σπεύσωμεν ὅλους ἑαυτοὺς ἀναρτῆσαι τῷ κυρίῳ συνενούμενοι τῇ χάριτι αὐτοῦ, καὶ οὕτω τῆς ἡμετέρας προαιρέσεως ἐκ θελήματος τὴν σπουδὴν ἐπιδειξάμενοι, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ κυρίου βοήθειαν εἰς ἐπικουφισμὸν τῶν πόνων ἡμῶν καὶ εἰς προκοπὴν ἀγαθὴν πάντοτε ἐρχόμενοι καὶ ἐν μηδενὶ τὴν δωρεὰν τοῦ θεοῦ ἐνυβρίσαντες καὶ ἕως τέλους ἐν τοιαύταις σπουδαῖς εὑρεθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΒʹ. Ἐρώτησις. Εἰ ἆρα ἐν τῇ ἀναστάσει ὅλα τὰ σώματα ἀνίστανται; Ἀπόκρισις. Τῷ θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο, ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ἀδύνατον τοῦτο καταφαίνεται. ὥσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὀλίγον ἄλλην τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος, μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν οἷον τρίχας καὶ δέρματα καὶ ὀστέα καὶ νεῦρα, οὕτω πάλιν ἀπὸ τῆς γῆς ἀναστήσει πάντα. ὃν δὲ τρόπον ῥαφὶς βαλλομένη εἰς πῦρ ἀλλάσσει τὴν χρόαν καὶ γίνεται πῦρ—οὐ μέντοι δὲ ἡ φύσις τοῦ σιδήρου ἀνελύθη, ἀλλ᾽ ὑφέστηκεν—, οὕτω καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται καὶ θρὶξ οὐκ ἀπόλλυται, καθὼς γέγραπται, καὶ ὅλα γίνεται φωτοειδῆ, ὅλα εἰς πῦρ καὶ φῶς βάπτεται καὶ μεταβάλλεται· ἀλλ᾽ οὐχ, ὥς τινες λέγουσιν, ἀναλύεται καὶ γίνεται πῦρ καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις.

Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ Παῦλος Παῦλος καὶ Φίλιππος Φίλιππος, ἕκαστος ἐν τῇ ἰδίᾳ ὑποστάσει μένων καὶ πεπληρωμένος ἐν τῷ πνεύματι. κακῶς δὲ λέγεις, ὅτι ἀνελύθη ἡ φύσις, οὐκέτι Παῦλος ἢ Πέτρος, ἀλλὰ πάντα καὶ πανταχοῦ θεός, καὶ οὔτε οἱ ἐν γεέννῃ ἀπερχόμενοι αἰσθάνονται τῆς κολάσεως οὔτε οἱ εἰς τὴν βασιλείαν αἰσθάνονται τῆς εὐεργεσίας. ὥσπερ γὰρ ἵνα ᾖ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα καὶ ᾖ ἐκεῖ ἄπιον ἢ μῆλον καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν καὶ τὰ φύλλα, συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα τὰ δένδρα καὶ τὰ φύλλα μεταβληθῆναι καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν καὶ γενέσθαι ὅλα φωτοειδῆ, 〈οὕτω καὶ οἱ ἄνθρωποι ἀλλάσσονται ἐν τῇ ἀναστάσει καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φωτοειδῆ.〉.

Οἱ οὖν τοῦ θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα καὶ ἄθλησιν. καὶ ὥσπερ γενναῖος νεανίας τὰς ἐπιφερομένας πληγὰς καὶ τὴν πάλην βαστάζει καὶ ἀντιπίπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις τὰς ἔξωθεν καὶ τοὺς ἔνδοθεν πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς δερόμενοι νικήσωσιν· ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν. ὅπου γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἡ ἀλήθεια, ἐκεῖ ἐπακολουθεῖ ὁ διωγμὸς καὶ ἡ πάλη. ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων, ὅτι εἰς αὐτοὺς ἐνήργει τὸ πνεῦμα. ὁρᾷς πῶς ὁ κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους, ἀλλ᾽ ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη, ὁμοίως δὲ καὶ οἱ ἀπόστολοι. ἐξ οὗ γὰρ ὁ σταυρὸς ἦλθε καὶ τὸ πνεῦμα τὸ παράκλητον ἐχώρησεν εἰς τοὺς Χριστιανούς, λοιπὸν οὐδεὶς Ἰουδαῖος ἐδιώχθη, ἀλλὰ Χριστιανοὶ ἐμαρτύρησαν. οὐκ ὀφείλουσιν οὖν τινες ξενίζεσθαι· ἀνάγκη γὰρ διώκεσθαι τὴν ἀλήθειαν.

Ἐρώτησις. Τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακὸν καί, ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ᾽ ἀποπέμπεται. 〈Ἀπόκρισις〉. Καὶ ὥσπερ ὁ ὄφις ἔξωθεν λαλήσας τῇ Εὔᾳ διὰ τὴν ὑπακοὴν ἔνδον εἰσῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα. Ἀπόκρισις. ἔχει νομὴν καὶ παρρησίαν καὶ δύναμιν τοῦ εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν· παρακεχώρηται γὰρ κατ᾽ οἰκονομίαν. οἱ γὰρ λογισμοὶ ποῦ εἰσιν, ἐξώτεροί σου ἢ ἐσώτεροί σου; λέγει γὰρ ὁ ἀπόστολος· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἄνευ ὀργῆς καὶ διαλογισμῶν». εἰσὶν οὖν διαλογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας κατὰ τὸ εὐαγγέλιον. ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχὴν καθαρῶς ἀναπέμψαι τῷ θεῷ· βλέπε, ὅτι ἐκεῖ οὐδέν ἐστι τὸ ἐμποδίζον, γίνεται δὲ ἐκεῖ εὐχὴ καθαρά, ὅτι ἠσχόληταί σου ὁ νοῦς πρὸς τὸν κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα, τοῦ ἐμποροῦ πρὸς τὴν ἐμπορίαν. πάλιν κλίνεις τὰ γόνατα εἰς εὐχήν, καὶ τοὺς λογισμούς σου ἄλλοι διαρπάζουσιν.

Ἀλλὰ λέγεις, ὅτι ὁ κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ «κατέκρινε τὴν ἁμαρτίαν» καὶ οὐκέτι ἐστὶν ἔσω. ὥσπερ ἵνα ᾖ στρατιώτης καὶ θῇ αὐτοῦ τὸ σκουτάριον ἔσω εἰς τὸν οἶκον, {καὶ} ὅτε θέλει ἔχει νομὴν εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι, οὕτω καὶ ἡ ἁμαρτία ἔχει παρρησίαν διαλογίζεσθαι εἰς τὴν καρδίαν. γέγραπται γάρ· «εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα». εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ κυρίου κατεκρίθη ἡ ἁμαρτία καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, σκόπησον ἐκ τῆς παρουσίας τοῦ κυρίου μέχρι τοῦ νῦν ὅσοι ἐβαπτίσθησαν· οὐκέτι διελογίσαντο πονηρά; οὐκ εἰς κενοδοξίαν ἢ πορνείαν ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ καὶ ὅλοι οἱ κοινωνοῦντες τῇ ἐκκλησίᾳ κοσμικοὶ ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν, ὅτι καὶ μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίνονται καὶ πολλοὶ ἁμαρτάνουσιν; ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς καὶ πράττειν ἃ θέλει. γέγραπται δέ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου». ἐπίσκεψαι σεαυτόν, εἰ ἀγαπᾷς τὸν θεὸν ἐξ ὅλης καρδίας. ἀλλὰ λέγεις, ὅτι “ἀγαπῶ καὶ ἔχω πνεῦμα ἅγιον.„ ἔχεις τὴν μνήμην καὶ τὸν ἔρωτα καὶ τὴν καῦσιν πρὸς τὸν κύριον; ἐσθίεις καὶ πίνεις τὰς ἐντολὰς αὐτοῦ; νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι; εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ;

εἰ δὲ οὐκ ἔχεις, ζήτησον, καὶ τότε ὅταν ἔλθωσιν οἱ οὐράνιοι λογισμοὶ τοῦ θεοῦ καὶ ἐνεργήσωσιν ἐν πάσῃ αἰσθήσει τῇ ψυχῇ, ἀποσπῶσι καὶ ἀπομερίζουσιν αὐτὴν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν διαλογισμῶν καὶ ὅλην εἰς ἀγάπην καὶ πόθον θεοῦ ἄγουσι τὴν ψυχήν. οἱ γὰρ λογισμοὶ τοῦ σκότους κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτά, οὐ ποιοῦσιν ἀγαπῆσαι θεὸν ἢ μνημονεῦσαι τοῦ κυρίου.

Καὶ πολλάκις ἀπέρχεται εἰς εὐχὴν καὶ κλίνει τὸ γόνυ ὁ ἰδιώτης, καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσῳ σκάπτει καὶ βαθύνει, ῥήσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον αὐτῷ, καὶ εἰσέρχεται εἰς ὁράσεις καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ ἢ ῥήτορες, καὶ καταλαμβάνει γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ, ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας οὐκ οἶδε διατιμήσασθαι διὰ τὸ ἄπειρον αὐτὸν εἶναι. οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται καὶ ὁρῶσιν ὡς σκύβαλα πρὸς ἐκείνην τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης αὐτοῖς.

Ἐρώτησις. Εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα θεῖον; Ἀπόκρισις. Ἐὰν ἀμελήσῃ, πίπτει. ἐπειδὴ οἱ πολέμιοι οὐδέπω ἀργοῦσιν, οὐδὲ σὺ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς τὸν θεόν. πολλὴ γάρ σοι ζημία γίνεται ἀμελοῦντός σου, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος ἐξετάζῃ.

Ἐρώτησις. Εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν; Ἀπόκρισις. Ὁ θεὸς κατὰ πολὺ θέλει τὸν ἄνθρωπον εἰς ζωὴν ἀγαγεῖν καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον. ἔτι οὖν παραμένει, ἵνα σε ποιήσῃ ἀσφαλῆ ἐργάτην μετανοοῦντα ἐφ᾽ οἷς πρότερον ἐπλημμέλησας.

Ἐρώτησις. Εἰ ἔτι τοῖς τελείοις ἐπίκειται πόλεμος ἢ θλῖψις ἢ τὸ ὅλον ἀμέριμνοί εἰσιν; Ἀπόκρισις. Ὁ πόλεμος κατ᾽ οὐδενὸς παύεται. Ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος καὶ πάντοτε πολεμεῖ, ἀλλ᾽ οὐκ ἐν τοῖς αὐτο〈ῖς〉 μέτροις. καὶ γὰρ καὶ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ, ἀλλὰ οὗτος θαρρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργυρίῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖ τὰς συντελείας, μὴ ἡγούμενος ζημίαν, ἀλλὰ καὶ πλείονα τούτων εἰς ἐλεημοσύνας σκορπίζει καὶ οὐ μέλει αὐτῷ· ὡς ἐκ παρέργου γὰρ ταῦτα ἡγεῖται. καὶ ἔστιν ἄλλος πτωχὸς λειπόμενος ἔχων ἀγρὸν ἕνα. οὗτος μαστίζεται καὶ βασανίζεται μὴ δυνάμενος αὐτοῦ ἐκείνου τὴν συντέλειαν ἀποπληρῶσαι. ἔστι τις ὃς ξέεται καὶ βασανίζεται χαλεπῶς καὶ οὐκ ἀποθνῄσκει, καὶ ἔστιν ἄλλος καὶ ἀπὸ μιᾶς πληγῆς ἀπόλλυται. οὕτω καὶ εἰς τοὺς Χριστιανούς· εἰσὶν ἰσχυρῶς πολεμούμενοι, ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας, καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως. οἱ τοιοῦτοι οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλεῖς περὶ τῆς ἑαυτῶν σωτηρίας, διὰ τὸ πολλάκις γεγυμνάσθαι αὐτοὺς ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι, ἔχοντας τὸν θεὸν μεθ᾽ ἑαυτῶν ἐνεργοῦντα καὶ ἀναπαύοντα.

ἄλλοι δὲ οἱ μήπω γυμνασθέντες ἀρχάριοι, μία θλῖψις αὐτοῖς ἐὰν ἀπαντήσῃ καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ εἰς ἀπώλειαν.

Οἱ διοδεύοντες ἐν πόλει θέλοντες εἰσελθεῖν πρὸς τοὺς ἀγαπητοὺς πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς καὶ οὐκ ἐμποδίζονται ὑπ᾽ αὐτῶν—ἔχουσι γὰρ σκοπὸν τοῦ συντυχεῖν τοῖς φίλοις—, καὶ ὅταν ἔξωθεν κρούσῃ τις αὐτῶν τὴν θύραν καὶ καλέσῃ, χαίρουσιν οἱ ἔσωθεν ἀγαπητοὶ αὐτοῦ. εἰ δὲ ἀπομείνῃ ἐν τῇ πόλει καὶ χλευάζεται ἤτοι ἐπέχεται ὑπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα καὶ οὐδεὶς αὐτῷ ἀνοίγει, —〈οὕτω καὶ οἱ πρὸς τὸν δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν〉.

Πάλιν οἱ εἰσερχόμενοι πρὸς τὸ παλάτιον εἰς τὸν βασιλέα κόμητες ἢ ἔπαρχοι ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι, καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσωσιν εἰς λόγον καὶ τιμωρίᾳ ὑποβληθῶσιν· οἱ χωρικοὶ δὲ καὶ ἰδιῶται οἱ μηδέποτε θεασάμενοι ἄρχοντα ἐν ἀμεριμνίᾳ διάγουσι καὶ ὁ κόσμος οὗτος ἀπὸ βασιλέως ἕως πτωχῶν τὴν μέριμναν ὑποκάτω τοῦ οὐρανοῦ ἔχει καὶ οὐ μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. οἱ δὲ εἰσερχόμενοι εἰς τὸν θρόνον τοῦ βήματος τοῦ Χριστοῦ κατέναντι αὐτοῦ ὄντες πάντοτε ὑπὸ φόβον καὶ τρόμον εἰσίν.

Οἱ πλούσιοι τῆς γῆς ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας, πάλιν ὀφείλουσιν ἐργάσασθαι καθ᾽ ἑκάστην ἡμέραν, ἵνα ἐπευπορήσωσιν. ἐὰν δὲ θαρροῦντες τῷ πλούτῳ τῷ ἐν ταῖς ἀποθήκαις ἀποκειμένῳ ἀμελήσωσιν, οὗτοι εἰς πενίαν καὶ ταλαιπωρίαν ἔρχονται· ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐμπονεῖν.

Ὁ Χριστιανισμὸς οὗτός ἐστι, τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ θεοῦ. γέγραπται γάρ· «γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος». ἔστιν οὖν γεῦσις ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις πνεύματος διακονοῦσα ἐν τῇ καρδίᾳ. ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς βασιλείας καὶ διάκονοι τῆς καινῆς διαθήκης τῆς ἐν πνεύματι, οὗτοι παρὰ ἀνθρώπων οὐ μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. οὐκ ὀφείλουσι γὰρ εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλ᾽ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ θεοῦ τοὺς νόμους τοῦ πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια ἐνέγραψεν.

Ἡ καρδία γὰρ ἡγεμονεύει 〈καὶ βασιλεύει〉 ὅλου τοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καὶ τῶν μελῶν—ἐπεὶ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς—καὶ διέρχεται εἰς ὅλα τὰ μέλη 〈οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία καὶ διέρχεται εἰς ὅλα τὰ μέλη〉—«ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται πονηροὶ διαλογισμοί»—καὶ οὕτως ὑπερχυνομένη σκοτίζει τὸν ἄνθρωπον.

Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον καὶ συναυξάνον τῷ ἀνθρώπῳ μὴ μεριμνήσωσι περὶ τῆς αὔριον μηδὲ ἐπιθυμήσωσιν. ἐν καιρῷ γάρ τινι ἐπαύσατο ἡ ἐπιθυμία εἴς τινα, ὥστε αὐτὸν δύνασθαι ἐν ὅρκῳ διαβεβαιοῦσθαι, ὅτι “οὐκέτι ἐπανίσταταί μοι τὸ τοιοῦτον πάθος.„ 〈καὶ〉 μετ᾽ ὀλίγον καιρὸν κατεκαύθη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. ὥσπερ δι᾽ ὀχετοῦ διέρχεται τὸ ὕδωρ, οὕτω διὰ τῆς καρδίας καὶ τῶν λογισμῶν ἡ ἁμαρτία. ὅσοι γὰρ τοῦτο ἀρνοῦνται, αὐτὴ ἡ ἁμαρτία χλευάζει αὐτοὺς μὴ θέλουσα θριαμβευθῆναι· σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι εἰς τὸν νοῦν.

Εἰ οὖν ἀγαπᾷ τις τὸν θεόν, καὶ αὐτὸς συγκιρνᾷ τὴν ἑαυτοῦ ἀγάπην. εἰ πιστεύεις εἰς αὐτόν, προστιθεῖ σοι τὴν ἐπουράνιον πίστιν, καὶ γίνεται διπλοῦς ὁ ἄνθρωπος. ὅσα γὰρ σὺ ἐκ τῶν μελῶν σου προσφέρεις αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὁμοιομελῆ συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν καὶ ἀγαπῶν καὶ προσευχόμενος.

Μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος. ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ ἐπαναπαύεται. τιμιώτερος οὖν ἐστιν ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω εἰπεῖν καὶ τῶν ἀοράτων καὶ λειτουργικῶν πνευμάτων. οὐ γὰρ περὶ Γαβριὴλ ἢ Μιχαὴλ τῶν ἀρχαγγέλων εἶπε. «ποιήσωμεν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου τῆς ἀθανάτου ψυχῆς, καὶ γέγραπται, ὅτι «παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν».

Τὰ γὰρ κτίσματα τὰ φαινόμενα φύσει τινὶ ἀμεταβλήτῳ δέδεται. ὁ οὐρανὸς ἅπαξ τέταται, ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ἄλλο τι, παρ᾽ ὃ ἐκτίσθησαν μετατραπῆναι οὐ δύνανται οὔτε ἔχουσι θέλημα. σὺ δὲ διὰ τοῦτο εἶ «κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ, ἐπειδὴ ὥσπερ ὁ θεὸς αὐτεξούσιός ἐστι καὶ ποιεῖ εἴ τι θέλει κατὰ τὴν ἐξουσίαν αὐτοῦ καὶ πέμπει τοὺς μὴ δικαίους εἰς γεένναν 〈καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν· ἀλλ᾽ οὐχ αἱρεῖται οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ κύριος〉—οὕτω καὶ σὺ αὐτεξούσιος εἶ τρεπτῆς φύσεως. εἰ θέλεις βλασφημῆσαι ἢ ποιῆσαι φάρμακα καὶ ἀποκτεῖναί τινα, οὐδεὶς ὁ κωλύων. εἰ δὲ θέλει τις, ὑποτάσσεται τῷ θεῷ, καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ κρατεῖ τῶν ἐπιθυμιῶν. ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐρρωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς.

Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου εἰσὶ χρυσώματα ἢ ἀργυρώματα καὶ ἐσθὴς καὶ χρυσός, νεανίσκοι καὶ νεάνιδες διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμοῦσι καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσπότων ἄγχουσι τὸν νοῦν ἑαυτῶν καὶ ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν, πόσῳ μᾶλλον, ὅπου φόβος θεοῦ ἐστιν, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν δύνανται τῇ συνούσῃ κακίᾳ. τὰ γὰρ δυνατά σοι ὁ θεὸς ἐπέταξεν. ἡ τῶν ἀλόγων ζῴων φύσις δετή ἐστιν. ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος· ὅλοι οἱ ὄφεις τοιοῦτοι εἰσίν. ὁ λύκος ἁρπάζειν εἴωθεν· ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται· ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως. ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκεραία· ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. εἷς ἔστιν ὡς λύκος ἁρπάζων καὶ εἷς ὡς ἀρνίον ἁρπάζεται. ἐκ τοῦ αὐτοῦ δὲ γένους τῆς ἀνθρωπότητος ἀμφότεροι συνεστήκασιν. ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικί, ἀλλὰ πορνεύων, καὶ ἔστιν ἄλλος, ὃς οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἐλθεῖν εἰς τὴν καρδίαν αὐτοῦ. ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον, καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διδούς. ὁρᾷς, πῶς τρεπτὴ καὶ αὐτή ἐστιν ἡ φύσις τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. προτρεπτικὴ δὲ καὶ ἡ θεία χάρις καὶ ἡ ἐναντία δύναμις, ἀλλ᾽ οὐκ ἀναγκαστική.

Ἐπειδὴ τὸ πρὶν ὁ αὐτὸς Ἀδὰμ ἐν καθαρότητι ὢν ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ, ἀφ᾽ οὗ δὲ παρέβη τὴν ἐντολήν, ὄρη δυσβάστακτα ἐπίκεινται τῷ νῷ, καὶ οἱ τῆς κακίας διαλογισμοὶ παραμιγέντες ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο καὶ οὐδὲ εἷς αὐτοῦ ἐστιν ἴδιος, ἐπειδὴ κατέχεται ὑπὸ τῆς κακίας. λοιπὸν ζητῆσαι ὀφείλεις λύχνον, ἵνα ἁφθῇ καὶ εὕρῃς τοὺς καθαροὺς καὶ φυσικοὺς λογισμούς.

Οἱ ἀνατραφέντες εἰς θάλασσαν ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται· οἱ δὲ ἀσυνήθεις, μικρὰ ζάλη ἐὰν ἐπέλθῃ, δειλαίνονται καὶ καταποντίζονται. οὕτως εἰσὶ καὶ οἱ Χριστιανοί.

Ὥσπερ δὲ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδὴ ἐν μέσῳ πολὺ τί ἐστιν, οὕτως οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον καταμανθάνουσιν ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος. ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. ἡ γὰρ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν.

Ἔχουσι δὲ οἱ Χριστιανοὶ τὴν παράκλησιν τῆς χάριτος, δάκρυα καὶ πένθος, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν. ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει, καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς μηδὲ οἰόμενοί τι εἶναι, ἀλλ᾽ ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.

Ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ πτωχῷ τινι παραθῇ τὸν θησαυρὸν αὐτοῦ· ὁ παραλαβὼν ἐπὶ τὸ φυλάξαι οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ᾽ ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ θησαυροῦ. τοῦτο γὰρ λέγει· “ὁ βασιλεύς μοι παρέθετο αὐτὸν καί, ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ᾽ ἐμοῦ.„ οὕτως ὀφείλουσιν ἑαυτοὺς ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν καὶ λέγειν ὅτι 〈τὸ δοθέν μοι οὐκ ἔστιν ἐμόν. βασιλεύς μοι παρέθετο〉 τὸν θησαυρὸν καί, ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ᾽ ἐμοῦ.

Ἀλλ᾽ οἱ πολλοὶ καίτοι συνούσης τῆς χάριτος κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν. ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινὶ καὶ νεώτερος, λοιπὸν ἐὰν κολακευομένη αὐτὴ συνθῆται, μοιχᾶται καὶ ἀπόβλητός ἐστιν. οὕτω καὶ ὁ δεινὸς ὄφις σύνεστι τῇ ψυχῇ γαργαλίζων καὶ προτρεπόμενος, καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ φύσει τοῦ ὄφεως (τουτέστι πνεῦμα πνεύματι κοινωνεῖ) καὶ μοιχεύει ἐν τῇ καρδίᾳ. τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστι, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς, ἀλλ᾽ ἵνα ἀντιστῇς τῷ νῷ καὶ ἔσωθεν ποιήσῃ πόλεμον καὶ ἀγῶνα καὶ μὴ ὑπακούσῃς μηδὲ συνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς. καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν τῆς καρδίας εὕρῃ ὁ κύριος, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ.

Ἔστι γάρ τινα πράγματα, ἃ οἰκονομεῖ ὁ κύριος 〈ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ〉 τῆς θείας χάριτος καὶ τῆς παρακλήσεως· καὶ ἔστιν 〈τινὰ πράγματα〉, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδείξῃ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. οἱ δὲ Χριστιανοὶ οὔτε ἐν τοῖς θλιβεροῖς πράγμασιν ἄχθονται ἢ λυποῦνται, ἐὰν ἐν πενίᾳ καὶ κακουχίᾳ καὶ κινδύνῳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνήδεσθαι τῇ πενίᾳ ἀντὶ πλούτου, τῇ νηστείᾳ ἀντὶ τρυφῆς, τῇ ἀτιμίᾳ καὶ ἀδοξίᾳ ἀντὶ δόξης. πάλιν δὲ ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα καὶ τρυφηλὰ ὡς ἐν τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικήν, ἢ πλοῦτον ἢ δόξαν ἢ τρυφήν, ἀηδίζεσθαι ὀφείλει καὶ ἀποφεύγειν ὡς ἀπὸ πυρός.

Εἰς τὸ φαινόμενον ἐὰν ἐλάχιστον ἔθνος ἐπικινηθῇ τῷ βασιλεῖ εἰς πόλεμον, οὐ κάμνει αὐτός, ἀλλ᾽ ἀποστέλλει στρατηλάτας. ἐὰν δὲ ἔθνος μέγιστον δυνάμενον πολεμῆσαι τῇ βασιλείᾳ αὐτοῦ ἐπικινηθῇ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τῷ παλατίῳ καὶ τῷ στρατοπέδῳ αὐτοῦ ἀπελθεῖν καὶ συμβαλεῖν τῷ πολέμῳ. βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοῦ, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, 〈εἰς σὴν πρεσβείαν〉 δι᾽ ἑαυτοῦ ἐλθών, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ἀσφάλισαι οὖν ἑαυτὸν ἐννοούμενος, ὁποία πρόνοια διὰ σὲ γεγένηται.

Ὑποδείγματι δὲ 〈βιωτικῷ〉 κεχρήμεθα, {ὡς ἐν βίῳ}. ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ εὕρῃ τινὰ ἐνδεῆ ἔχοντα πάθη καὶ μὴ ἐπαισχυνθῇ αὐτόν, ἀλλὰ φαρμάκοις ἰατρικοῖς ἀποθεραπεύσῃ αὐτοῦ τὰ τραύματα καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ παλάτιον καὶ δῷ πορφύραν καὶ τὸ διάδημα καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ· οὕτως ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο καὶ ἐποίησεν αὐτὸν κοινωνὸν βασιλικῆς τραπέζης, καὶ τοῦτο οὐ βιαζόμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεπόμενος αὐτὸν εἰς τὴν τοιαύτην ἑστίασιν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, ὅτι ἀπέστειλεν τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας ὅτι «τὸ ἄριστον ἡτοίμασται», αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτήσαντο λέγοντες, ὁ μὲν «ἠγόρασα ζεύγη βοῶν», ἄλλος γυναῖκα ἥρμοσμαι. ὁρᾷς, ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. αὐτοὶ οὖν ἑαυτοῖς αἴτιοι γεγόνασι. τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν, ὅτι ὁ κύριος ἡτοίμασε βασιλείαν καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, καὶ οὐ θέλουσι.

Πρὸς τὸ δόμα οὖν, ὃ μέλλουσι κληρονομεῖν, εἰ ἠγωνίζετο ἕκαστος, ἀφ᾽ οὗ ὁ Ἀδὰμ ἐκτίσθη, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος καὶ ἐποίει πόλεμον πρὸς τὸν σατανᾶν καὶ ὑπέμενε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν. συμβασιλεύει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Χριστοῦ καὶ δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην, 〈ὅτι αὐτὸς ἑαυτὸν ἔδωκε καὶ τὴν φύσιν αὐτοῦ καὶ ἐνεπίστευσεν αὐτῇ〉.

Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΓʹ. Κατὰ τὰ φαινόμενα πράγματα ἰδοὺ πάντες οἱ καθεζόμενοι ἄνθρωποι εἰκόνα μίαν ἔχομεν καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ. ἆρα καὶ εἰς τὸ κρυπτὸν καὶ εἰς τὰ ἐνδότατα πράγματα μία ἐστὶ προαίρεσις πάντων καὶ μία ἆρα καρδία; πάντες ἐσμὲν ἀγαθοὶ καὶ θεοσεβεῖς; ἢ ἆρα εἰσὶν ἐξ ἡμῶν οἱ μὲν κοινωνοῦντες τῷ Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, 〈οἱ δὲ τῷ σατανᾷ καὶ τοῖς δαίμοσι〉, εἰ καὶ ὅλοι εἰς τὸ φαινόμενον ὁμοῦ καθεζόμεθα ἓν πρόσωπον τοῦ Ἀδὰμ ἔχοντες; ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος παρὰ τὸν ἔξω, ὅτι εἷς φαινόμεθα οἱ πάντες καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν, οἱ δὲ μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων. ἡ οὖν καρδία βάθος τι ἔχει ἀπέραντον. ἐκεῖ εἰσι τρίκλινοι καὶ κοιτῶνες καὶ κουβούκλια, θύραι ἢ καὶ πρόθυρα, διακονίαι πολλαὶ καὶ ἔξοδοι. ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης καὶ ἀδικίας. ἐκεῖ ἐστιν ὁ θάνατος κἀκεῖ ἐστιν ἡ ζωή. ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία.

Ὥσπερ ἵνα ᾖ παλάτιον μέγιστον καὶ τοῦτο ἐρημωθῇ καὶ πληρωθῇ δυσωδίας πάσης καὶ νεκρωμάτων πολλῶν, οὕτω καὶ τὸ παλάτιον τοῦ κυρίου ἡ καρδία ἐστί· γέμει πάσης ἀκαθαρσίας καὶ ὄχλων πονηρῶν πνευμάτων. χρὴ οὖν τοῦτο ἀνακτισθῆναι καὶ ἀνοικοδομηθῆναι καὶ εὐτρεπισθῆναι τὰ ταμιεῖα καὶ τὰ κουβούκλια καὶ τοὺς τρικλίνους καὶ τὰ πρόθυρα τῆς καρδίας. μὴ γὰρ ἁπλῶς ὡς μικρῷ σκεύει καὶ εὐκαταφρονήτῳ πρόσχῃς τῇ καρδίᾳ. ἐπεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαυθῆναι καὶ οἰκῆσαι καὶ ἐμπεριπατῆσαι καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν.

Ὥσπερ ἵνα ᾖ πλοῖον ἔχον πολλὴν κατασκευὴν καὶ τοὺς ἐπιβάτας, λοιπὸν ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας καὶ οἰκονομεῖ, τοὺς μὲν ἐπιπλήσσων, ἄλλους ὁδηγῶν, —οὕτως ἐστὶν ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, συνείδησιν ἐλέγχουσαν, λογισμοὺς τοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους «μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων». ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρύβει τοὺς λοιποὺς λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ᾽ εὐθὺς ἐλέγχει—οὐ ψεύδεται γάρ—, ἐπιτιμᾷ, ἐνώπιον τοῦ θεοῦ ἐν κρίσει μαρτύρεται ὡς πάντοτε ἐλέγχουσα.

Ὥσπερ ἐὰν ᾖ ἅρμα, καὶ αἱ ἡνίαι καὶ τὰ ζῷα καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι, καὶ λοιπόν, ὅτε θέλει, ὀξυτάτῃ ὁρμῇ φέρεται καὶ πάλιν ἐπέχεται, καὶ ὅπου θελήσει μεταστρέψαι, ἐκεῖ συνέρχεται ὅλον τὸ ἅρμα· ἐν τῇ ἐξουσίᾳ γὰρ τοῦ ἡνιόχου κεῖται, —οὕτω καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς τοὺς φυσικοὺς συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα καὶ διϋπνίζουσα τοὺς φυσικοὺς λογισμοὺς βρύοντας ἐν τῇ καρδίᾳ. μέλη γὰρ πολλὰ ἔχει ἡ ψυχὴ καὶ ὅλη ἐστὶ μία.

Ἀφ᾽ οὗ γὰρ παρέβη ὁ ἄνθρωπος τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις, ὁ διάβολος, ὡς δεσπότης γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἐν ἑνὶ μέρει μετὰ τῆς ψυχῆς. ὁ γὰρ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει· «πᾶς ὅστις οὐκ ἀρνεῖται τὴν ἑαυτοῦ ψυχὴν καὶ οὐ μισεῖ ἑαυτόν, οὐκ ἔστι μου μαθητής», ἐπειδὴ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ ὡς μέλος γέγονεν αὐτῇ, καὶ βρύουσι πολλοὶ λογισμοὶ ἀκάθαρτοι ἐν τῇ καρδίᾳ. ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα τῆς ἁμαρτίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται μετὰ τῆς ψυχῆς. ὁ δὲ ὑποτάσσων τὴν ψυχὴν αὐτοῦ τῷ πνεύματι καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὗτος ἐστὶν ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα μεγάλα πνευματικὰ καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον καὶ γίνεται ἐν αὐτῷ μείζων· ἀποθεοῦται γὰρ ὁ τοιοῦτος καὶ γίνεται υἱὸς θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ. οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ γίνονται ἀξιωματικοὶ καὶ βασιλεῖς. ἔχει γὰρ τὴν ἐλευθερίαν ὁ ἄνθρωπος ταύτην καὶ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθόν, καὶ δεδεμένος πνεύματι ἁγίῳ καὶ αἰχμαλωτὸς καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια ὁμοίως ἔχει τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ κακόν.

γυνὴ ῥάκη ἐνδεδυμένη, λιμώττουσα καὶ ἐρρυπωμένη, εἰ μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται στέφανον καὶ πορφύραν καὶ γένηται νύμφη βασιλέως, μέμνηται μὲν τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα, ἀλλ᾽ οὐ βούλεται ἐπανελθεῖν εἰς τὴν ἀρχαίαν αἰσχύνην, ἐπειδὴ μωρόν ἐστι τοῦτο. αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος, ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται καὶ γίνονται χείρονες, οὗ ἦσαν ὅτε ἦσαν κοσμικοί.

Ἐρώτησις. Οὐκοῦν ὁ θεὸς τρεπτός ἐστιν ἢ ἀσθενής, ὅτι τὸ πνεῦμα σβέννυται; Ἀπόκρισις. Αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι, ἀλλ᾽ ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. τοῖς γὰρ γευσαμένοις ἐκείνης τῆς δωρεᾶς τὰ ἀμφότερα σύνεστι, χαρὰ καὶ παράκλησις, τρόμος καὶ φόβος καὶ πένθος. πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστι φύσις ἀνθρώπων, καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις. ἐὰν ἴδῃς τινὰ ἐπαιρόμενον καὶ τυφούμενον ὡς μέτοχον χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτὸς παρ᾽ ἑαυτῷ, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ σημεῖα ποιεῖ, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι. τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ μέγαν καὶ δόκιμον παρὰ θεῷ σπουδάζει λανθάνειν τοὺς ἀνθρώπους καί, εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν ἑαυτὸν καὶ λέγειν, ὅτι “οὐκ εἰσὶν ἐμοί, ἄλλος μοι παρέθετο τὸν θησαυρόν, ἐγὼ πτωχός εἰμι, ὅτε θέλουσι λαμβάνουσιν αὐτὸν ἀπ᾽ ἐμοῦ.„ εἰ δέ τις λέγει· “πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐ χρῄζω„, οὗτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦος ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου.

ὁ γὰρ θεὸς ἀκόρεστός ἐστι καὶ ὅσῳ ἐσθίει τις αὐτόν, ἔκπεινος γίνεται καὶ ἔκδιψος καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα ἀκατάσχετον ἔχει. οἱ τοιοῦτοι ἕως ὅτε ζῶσι σπουδάζουσιν εἰς αὐτὸ προκόπτειν 〈καὶ ἔτι πορίζουσιν〉 καὶ ἑαυτοὺς ποιοῦσιν ὡς πτωχούς, ὡς ἐνδεεῖς, μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν, ὅτι “οὔκ ἐσμεν ἄξιοι, ἵνα ὁ ἥλιος οὗτος ἐπιλάμψῃ ἡμῖν.„ τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἐστὶν ἡ ἀληθινὴ ταπείνωσις. εἰ δέ τις λέγει, ὅτι “ἀρκοῦμαι καὶ πεπλήρωμαι„, καὶ οὗτος πλάνος ἐστὶ καὶ ψεύστης.

Δύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου εἶ βασιλέως, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἂν φυλάξῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν». ἔχεις ἴδιον θέλημα καὶ ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δῷς, ἐκείνου γίνῃ κτῆμα καὶ υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι σοι καὶ προσκολλῶνται. εὐπερίσπαστος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ 〈παρα〉γίνεται· ἄρχων γάρ ἐστιν ἐπὶ κακουχίᾳ ἀνθρώπων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τῷ ἀγαθῷ, 〈πάλιν〉 καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλὰ ὧδε μετὰ ἀγῶνος πολλοῦ, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα τέλος· διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρόκειται καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἔρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν καὶ «εἰς τὴν κατάπαυσιν».

ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινόμενος, ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων (καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ ἄγγελοι), ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου, ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ γὰρ οὐκ ἐνεχωρεῖ τῷ ἔξω ὀφθαλμῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τοῦτο τὸ στερέωμα, ἵνα μὴ δόξῃ τίς ἁπλῶς καθορᾶν εἰ μὴ οἱ καθαροὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοι, οἱ συμπολῖται καὶ συμμύσται τῶν ἁγίων. καὶ ὅταν συσταλῇ τοῦτο, ἐκεῖνα τότε τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελειῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, καὶ λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες καὶ ἄφνω ἐπιστάντες οἱ ἐχθροί, τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσαντες αἰχμαλώτους λάβωσιν. οὕτως οὖν καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα παρεχρήσατο, τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ βρόχον τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ πάθη τῆς ἀτιμίας.

πάντες οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, εἰ μὴ διὰ τοῦ νόμου τοῦ πνεύματος (τουτέστιν εἰ μὴ διὰ Ἰησοῦ Χριστοῦ), οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς δυναστείας τοῦ διαβόλου. λέγει γὰρ Παῦλος διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ θανάτου; εὐχαριστῶ τῷ 〈θεῷ〉 διὰ Ἰησοῦ 〈Χριστοῦ〉», ὅτι «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».

Ὥσπερ γὰρ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδέει, οὕτως οἱ ἔχοντες τὰς προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἂν λαλήσωσιν, τοὺς μὲν ἀκούοντας πίστει ὠφελοῦσιν, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. τοῖς γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, ὅταν οὖν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος βασιλεία. λέγει γὰρ αὐτοῖς ὁ κύριος. «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν εἰς μέτρα μεγάλα προχωροῦσιν· ἄλλοι, ὅτε λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.

Ἐρώτησις. Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς ἀφίσταται; Ἀπόκρισις. Συμβαίνει, ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώπου διὰ τὸ φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ χωρισθῇ τοῦ σώματος 〈ἡ ψυχή〉, τότε καὶ ἡ χάρις ἀφίσταται καὶ {ἡ ψυχὴ} χωρεῖ εἰς τὸ ἴδιον μέρος παραδιδομένης τῆς ψυχῆς τοῖς πονηροῖς 〈πνεύμασιν〉. οἱ γὰρ δύο νόμοι ἐν τῷ ἀνθρώπῳ εἰσίν, ὁ νόμος τῆς κακίας κλέπτων εἰς τὸ ἴδιον μέρος καὶ ὁ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια· καὶ ὅσον εἰσέρχεται εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμελιοῦται καὶ γίνεται πέτρα ἄπτωτος. καὶ ὁ τοιοῦτος {νοῦς}, στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς νῶτα τῷ πολεμίῳ ἀλλ᾽ ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνεται μετὰ τῆς ψυχῆς ὑπὸ τῶν δεξιῶν ἀγγέλων εἰς τὸ μέρος τῆς βασιλείας καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν. ὥσπερ ἐν τοῖς φαινομένοις ἵνα ᾖ βασιλεὺς διδοὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ, καὶ οἱ μὲν λαμβάνοντες εἰς πορνείας καὶ ἀσελγείας καὶ γαστριμαργίας ἀναλίσκουσιν, ἄλλοι δὲ λαμβάνοντες συντηροῦσι καὶ προσκτῶνται ἑαυτοῖς σκεύη τίμια, οὗτοί εἰσιν ἔνδοξοι πάντως οἱ πολυπλασιάσαντες ἐκ τῶν δοθέντων αὐτοῖς χαρισμάτων.

Ἐξ ἀληθείας γὰρ οἱ γευσάμενοι ἐκείνης τῆς γλυκύτητος βλέποντες βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξιώματα καὶ θησαυροὺς ἔχοντα, ὥσπερ δυσωδίαν ἡγοῦνται καὶ βδελυκτὰ καὶ ταπεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ εἰσῆλθαν εἰς βασιλικοὺς καὶ οὐρανίους οἴκους τοῦ Χριστοῦ καὶ ἀνεῴχθησαν αὐτοῖς οἶκοι ἐπουράνιοι καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον, γενόμενοι υἱοὶ φωτὸς ἐπουρανίου, αἰῶνος ἀπεράντου. συγκρίνοντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις τότε γινώσκουσι τὸ χάος ἐν μέσῳ καὶ τὴν διαφοράν.

Ὥσπερ γὰρ ἵνα ᾖ τις συνεχόμενος ὑπὸ πυρετοῦ, ἔτι ἀκμαζούσης τῆς κακώσεως ἐὰν προσενέγκῃς τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλυκύσματα ἢ ἑτέραν τροφήν, σικχαίνεται καὶ ἀηδίζεται, κεκορεσμένος ὢν καὶ μεμεθυσμένος ἐκ τοῦ πυρετοῦ καὶ ὥσπερ τροφὴν αὐτὸν ἔχων. οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καῦσιν τῆς ἐπουρανίου ἀγάπης καὶ τοῦ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃ τις φαινόμενα τοῦ κόσμου τούτου, εἴτε ἀξιώματα εἴτε βασιλείαν εἴτε πλοῦτον εἴτε δόξαν, σικχαίνονται.

Ὥσπερ τις ἀηδίζεται διοδεύων ἔνθα ᾖ 〈νεκριμαῖα καὶ〉 δυσωδία πολλή. τὸν αὐτὸν δὲ πάλιν τρόπον καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου, λαλουμένου λόγου πνευματικοῦ περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου καὶ δυνάμεως θείας, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιῶσι μὴ δυνάμενοι χωρῆσαι τὸν λόγον τοῦ θεοῦ.

Ἐξ ἀληθείας γὰρ οὗτοί εἰσι σοφοὶ καὶ ἀνδρεῖοι. οὗτοι πολεμισταὶ οἱ 〈ἄνω〉 ἔχοντες τὸν ἑαυτῶν νοῦν καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἐπιθυμίαις καὶ ἡδοναῖς καὶ ἀντιπράττοντες τῷ νῷ τῆς κακίας καὶ ὑπήκοοι γινόμενοι καὶ συνηδόμενοι «τῷ νόμῳ τοῦ θεοῦ». τί οὖν ὁ ῥήτωρ ἢ φιλόσοφος; ἐπανίσταται αὐτῷ ἐπιθυμία καὶ μοιχεύει καὶ ἐπὶ πλεονεξίαν ἁρπάζεται καὶ ἐλαύνεται ὁ νοῦς ὑπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ποῦ αὐτῶν ἡ σοφία ἡ πολλή;